Quintus Smyrnaeus · The Fall of Troy (Posthomerica) Τὰ μεθ' Ὅμηρον

Quintus Smyrnaeus, The Fall of Troy (Posthomerica) 8.395–504: Zeus veils Troy

The Trojans man the towers and Meriones shoots Phylodamas. The Argives are nearly through the gates when Ganymede, from Olympus, begs Zeus to save the city, and Zeus covers Troy in cloud. The Argives draw back to the ships and praise Neoptolemus.

Lines 8.395–504 · 911 words · click a number to copy its link
395Τρῶες δʼ οὐ λήθοντο μάχης μάλα περ δεδιῶτες, ἀλλὰ καὶ ὥς πύργοισιν ἐφεσταότες πονέοντο νωλεμές· ἰοὶ δʼ αἰὲν ἐϋδμήτων ἀπὸ τειχέων θρῶσκον ὁμῶς λάεσσι καὶ αἰγανέῃσι θοῇσι δυσμενέων ἐς ὅμιλον, ἐπεί σφισι τλήμονα Φοῖβος 400ἧκε βίην· ἔτι γάρ οἱ ἀμύνειν ἤθελε θυμὸς Τρωσὶν ἐϋπτολέμοισι καὶ Ἕκτορος οἰχομένοιο. Ἔνθʼ ἄρα Μηριόνης στυγερὸν προέηκε βέλεμνον καὶ βάλε Φυλοδάμαντα φίλον κρατεροῖο Πολίτεω τυτθὸν ὑπὸ γναθμοῖο· πάγη δʼ ὑπὸ λαιμὸν ὀϊστός. 405κάππεσε δʼ αἰγυπιῷ ἐναλίγκιος, ὅν τʼ ἀπὸ πέτρης ἰῷ ἐϋγλώχινι βαλὼν αἰζηὸς ὀλέσσῃ· ὣς ὁ θοῶς πύργοιο κατήριπεν αἰπεινοῖο· γυῖα δέ οἱ λίπε θυμός· ἐπέβραχε δʼ ἔντεα νεκρῷ. τῷ δʼ ἐπικαγχαλόων υἱὸς κρατεροῖο Μόλοιο 410ἄλλον ἀφῆκεν ὀϊστὸν ἐελδόμενος μέγα θυμῷ υἷα βαλεῖν Πριάμοιο πολυτλήτοιο Πολίτην· ἀλλʼ ὁ μὲν αἶψʼ ἀλέεινε παρακλίνας ἑτέρωσε ὅν δέμας, οὐδέ οἱ ἰὸς ἐπὶ χρόα καλὸν ἴαψεν· ὡς δʼ ὅθʼ ἁλὸς κατὰ βένθος ἐπειγομένης νεὸς οὔρῳ 415ναύτης παιπαλόεσσαν ἰδὼν ἐν χεύματι πέτρην νῆα παρατρέψῃ λελιημένος ἐξυπαλύξαι χειρὶ παρακλίνας οἰήιον, ᾗχί ἑ θυμὸς ὀτρύνει, τυτθὴ δὲ βίη μέγα πῆμʼ ἀπερύκει· ὣς ἄρʼ ὅ γε προϊδὼν ὀλοὸν βέλος ἔκφυγε πότμον. 420οἱ δʼ αἰεὶ μάρναντο· λύθρῳ δʼ ἐρυθαίνετο τείχη πύργοι θʼ ὑψηλοὶ καὶ ἐπάλξιες, ᾗχί τε Τρῶες ἰοῖσι κτείνοντο πολυσθενέων ὑπʼ Ἀχαιῶν· οὐδὲ μὲν οἵ γʼ ἀπάνευθε πόνων ἔσαν, ἀλλʼ ἄρα καὶ τῶν πολλοὶ γαῖαν ἔρευθον· ὀρώρει δʼ αἰπὺς ὄλεθρος 425βαλλομένων ἑκάτερθε· λυγρὴ δʼ ἐπετέρπετʼ Ἐνυὼ δῆριν ἐπικλονέουσα κασιγνήτη Πολέμοιο.

Yet did the Troyfolk not, despite their fear,
Flinch from the fight: they manned their towers, they toiled
Unresting: ever from the fair-built walls
Leapt arrows, stones, and fleet-winged javelins down
Amidst the thronging foes; for Phoebus thrilled
Their souls with steadfast hardihood. Fain was he
To save them still, though Hector was no more.

Then Meriones shot forth a deadly shaft,
And smote Phylodamas, Polites’ friend,
Beneath the jaw; the arrow pierced his throat.
Down fell he like a vulture, from a rock
By fowler’s barbed arrow shot and slain;
So from the high tower swiftly down he fell:
His life fled; clanged his armour o’er the corpse.
With laughter of triumph stalwart Molus’ son
A second arrow sped, with strong desire
To smite Polites, ill-starred Priam’s son:
But with a swift side-swerve did he escape
The death, nor did the arrow touch his flesh.
As when a shipman, as his bark flies on
O’er sea-gulfs, spies amid the rushing tide
A rock, and to escape it swiftly puts
The helm about, and turns aside the ship
Even as he listeth, that a little strength
Averts a great disaster; so did he
Foresee and shun the deadly shaft of doom.

Ever they fought on; walls, towers, battlements
Were blood-besprent, wherever Trojans fell
Slain by the arrows of the stalwart Greeks.
Yet these escaped not scatheless; many of them
Dyed the earth red: aye waxed the havoc of death
As friends and foes were stricken. O’er the strife
Shouted for glee Enyo, sister of War.

427καί νύ κε δὴ ῥήξαντο πύλας καὶ τείχεα Τροίης Ἀργεῖοι, μάλα γάρ σφιν ἀάσπετον ἔπλετο κάρτος, εἰ μὴ ἄρʼ αἶψʼ ἐβόησεν ἀγακλειτὸς Γανυμήδης 430οὐρανοῦ ἐκκατιδών· μάλα γὰρ περιδείδιε πάτρης· Ζεῦ πάτερ, εἰ ἐτεόν γε τεῆς ἔξ εἰμι γενέθλης, σῇσι δʼ ὑπʼ ἐννεσίῃσι λιπὼν ἐρικυδέα Τροίην εἰμὶ μετʼ ἀθανάτοισι, πέλει δέ μοι ἄμβροτος αἰών, τῷ μευ νῦν ἐσάκουσον ἀκηχεμένου μέγα θυμῷ· 435οὐ γὰρ τλήσομαι ἄστυ καταιθόμενον προσιδέσθαι οὐδʼ ἄρʼ ἀπολλυμένην γενεὴν ἐν δηιοτῆτι λευγαλέῃ, τῆς οὔ τι χερειότερον πέλει ἄλγος· σοὶ δὲ καὶ εἰ μέμονε κραδίη τάδε μηχανάασθαι, ἔρξον ἐμεῦ ἄπο νόσφιν· ἐλαφρότερον δέ μοι ἄλγος 440ἔσσεται, ἢν μὴ ἔγωγε μετʼ ὄμμασιν οἷσιν ἴδωμαι· κεῖνο γὰρ οἴκτιστον καὶ κύντατον, ὁππότε πάτρην δυσμενέων παλάμῃσιν ἐρειπομένην τις ἴδηται.

Now had the Argives burst the gates, had breached
The walls of Troy, for boundless was their might;
But Ganymedes saw from heaven, and cried,
Anguished with fear for his own fatherland:
“O Father Zeus, if of thy seed I am,
If at thine best I left far-famous Troy
For immortality with deathless Gods,
O hear me now, whose soul is anguish-thrilled!
I cannot bear to see my fathers’ town
In flames, my kindred in disastrous strife
Perishing: bitterer sorrow is there none!
Oh, if thine heart is fixed to do this thing,
Let me be far hence! Less shall be my grief
If I behold it not with these mine eyes.
That is the depth of horror and of shame
To see one’s country wrecked by hands of foes.”

443ἦ ῥα μέγα στενάχων Γανυμήδεος ἀγλαὸν ἦτορ. καὶ τότʼ ἄρα Ζεὺς αὐτὸς ἀπειρεσίοις νεφέεσσι 445νωλεμέως ἐκάλυψε κλυτὴν Πριάμοιο πόληα· ἠχλύνθη δὲ μάχη φθισίμβροτος· οὐδέ τις ἀνδρῶν ἐξιδέειν ἐπὶ τεῖχος ἔτʼ ἔσθενεν, ᾗχι τέτυκτο· ταρφέσι γὰρ νεφέεσσι διηνεκέως κεκάλυπτο· ἀμφὶ δʼ ἄρα βρονταί τε καὶ ἀστεροπαὶ κτυπέοντο 450οὐρανόθεν. Δαναοὶ δὲ Διὸς κτύπον εἰσαΐοντες θάμβεον· ἐν δʼ ἄρα τοῖσι μέγʼ ἴαχε Νηλέος υἱός· ὦ κλυτοὶ Ἀργείων σημάντορες, οὐκέτι νῶιν ἔσσεται ἔμπεδα γυῖα Διὸς μέγα θαρσαλέοισι Τρωσὶν ἀμύνοντος· μάλα γὰρ μέγα πῆμα κυλίνδει 455ἡμῖν· ἀλλʼ ἄγε θᾶσσον ἑὰς ἐπὶ νῆας ἰόντες παυσώμεσθα πόνοιο καὶ ἀργαλέοιο κυδοιμοῦ, μὴ δὴ πάντας ἐνιπρήσῃ μάλα περ μενεαίνων. τοῦ νῦν μὲν τεράεσσι πιθώμεθα· τῷ γὰρ ἔοικε πάντας ἀεὶ πεπιθέσθαι, ἐπεὶ μάλα φέρτατός ἐστιν 460ἰφθίμων τε θεῶν ὀλιγοσθενέων τʼ ἀνθρώπων· καὶ γὰρ Τιτήνεσσιν ὑπερφιάλοισι χολωθεὶς οὐρανόθεν κατέχευε πυρὸς μένος· ἡ δʼ ὑπένερθε καίετο πάντοθε γαῖα, καὶ ὠκεανοῦ πλατὺ χεῦμα ἔζεεν ἐκ βυσσοῖο καὶ ἐς πέρατʼ ἄχρις ἱκέσθαι· 465καὶ ποταμῶν τέρσοντο ῥοαὶ μάλα μακρὰ ῥεόντων· δάμνατο δʼ ὁππόσα φῦλα φερέσβιος ἔτρεφε γαῖα ἠδʼ ὅσα πόντος ἔφερβεν ἀπείριτος ἠδʼ ὁπόσʼ ὕδωρ ἀενάων ποταμῶν· ἐπὶ δέ σφισιν ἄσπετος αἰθὴρ τέφρῃ ὑπεκρύφθη καὶ λιγνύϊ· τείρετο δὲ χθών· 470τοὔνεκʼ ἐγῶ δείδοικα Διὸς μένος ἤματι τῷδε. ἀλλʼ ἴομεν ποτὶ νῆας, ἐπεὶ Τρώεσσιν ἀρήγει σήμερον· αὐτὰρ ἔπειτα καὶ ἡμῖν κῦδος ὀρέξει· ἄλλοτε γάρ τε φίλη πέλει ἠώς, ἄλλοτε δʼ ἐχθρή· καὶ δʼ οὔπω δὴ μοῖρα διαπραθέειν κλυτὸν ἄστυ, 475εἰ ἐτεὸν Κάλχαντος ἐτήτυμος ἔπλετο μῦθος τόν ῥα πάρος κατέλεξεν ὁμηγερέεσσιν Ἀχαιοῖς δῃῶσαι Πριάμοιο πόλιν δεκάτῳ ἐνιαυτῷ.

With groans and tears so pleaded Ganymede.
Then Zeus himself with one vast pall of cloud
Veiled all the city of Priam world-renowned;
And all the murderous fight was drowned in mist,
And like a vanished phantom was the wall
In vapours heavy-hung no eye could pierce;
And all around crashed thunders, lightnings flamed
From heaven. The Danaans heard Zeus’ clarion peal
Awe-struck; and Neleus’ son cried unto them:
“Far-famous lords of Argives, all our strength
Palsied shall be, while Zeus protecteth thus
Our foes. A great tide of calamity
On us is rolling; haste we then to the ships;
Cease we awhile from bitter toil of strife,
Lest the fire of his wrath consume us all.
Submit we to his portents; needs must all
Obey him ever, who is mightier far
Than all strong Gods, all weakling sons of men.
On the presumptuous Titans once in wrath
He poured down fire from heaven: then burned all earth
Beneath, and Ocean’s world-engirdling flood
Boiled from its depths, yea, to its utmost bounds:
Far-flowing mighty rivers were dried up:
Perished all broods of life-sustaining earth,
All fosterlings of the boundless sea, and all
Dwellers in rivers: smoke and ashes veiled
The air: earth fainted in the fervent heat.
Therefore this day I dread the might of Zeus.
Now, pass we to the ships, since for to-day
He helpeth Troy. To us too shall he grant
Glory hereafter; for the dawn on men,
Though whiles it frown, anon shall smile. Not yet,
But soon, shall Fate lead us to smite yon town,
If true indeed was Calchas’ prophecy
Spoken aforetime to the assembled Greeks,
That in the tenth year Priam’s burg should fall.”

478ὣς φάτο· τοὶ δʼ ἀπάνευθε περικλυτὸν ἄστυ λιπόντες χάσσαντʼ ἐκ πολέμοιο Διὸς τρομέοντες ὁμοκλήν· 480ἀνέρι γὰρ πεπίθοντο παλαιῶν ἴστορι μύθων. ἀλλʼ οὐδʼ ὣς ἀμέλησαν ἀποκταμένων ἐνὶ χάρμῃ· ἀλλά σφεας τάρχυσαν ἀπὸ πτολέμου ἐρύσαντες· οὐ γὰρ δὴ κείνους νέφος ἄμφεχεν, ἀλλὰ πόληα ὑψηλὴν καὶ τεῖχος ἀνέμβατον, ᾧ πέρι πολλοὶ 485Τρώων υἷες Ἄρηι καὶ Ἀργείων ἐδάμησαν. ἐλθόντες δʼ ἐπὶ νῆας ἀρήια τεύχεα θέντο, καί ῥα κόνιν καὶ ἱδρῶτα λύθρον τʼ ἀποφαιδρύναντο κύμασιν ἐμβεβαῶτες ἐϋρρόου Ἑλλησπόντου. Ἡέλιος δʼ ἀκάμαντας ὑπὸ ζόφον ἤλασεν ἵππους· 490νὺξ δʼ ἐχύθη περὶ γαῖαν, ἀπέτραπε δʼ ἀνέρας ἔργων· Ἀργεῖοι δʼ Ἀχιλῆος ἐϋπτολέμου θρασὺν υἷα ἶσα τοκῆι τίεσκον· ὁ δ̓ἐν κλισίῃσιν ἀνάκτων δαίνυτο καγχαλόων· κάματος δέ μιν οὔτι βάρυνεν, οὕνεκά οἱ στονόεντα Θέτις μελεδήματα γυίων 495ἐξέλετʼ, ἀκμήτῳ δʼ ἐναλίγκιον εἰσοράασθαι τεῦξεν· ὁ δʼ ἐκ δόρποιο κορεσσάμενος κρατερὸν κῆρ ἐς κλισίην ἀφίκανεν ἑοῦ πατρός, ἔνθα οἱ ὕπνος ἀμφεχύθη· Δαναοὶ δὲ νεῶν προπάροιθεν ἴαυον αἰὲν ἀμειβόμενοι φυλακάς· φοβέοντο γὰρ αἰνῶς, 500Τρώων μή ποτε λαὸς ἢ ἀγχεμάχων ἐπικούρων νῆας ἐνιπρήσῃ, νόστου δʼ ἀπὸ πάντας ἀμέρσῃ. ὣς δʼ αὕτως Πριάμοιο κατὰ πτόλιν ἔθνεα Τρώων ἀμφὶ πύλας καὶ τεῖχος ἀμοιβαδὸν ὑπνώεσκον Ἀργείων στονόεσσαν ὑποτρομέοντες ὁμοκλήν.

Then left they that far-famous town, and turned
From war, in awe of Zeus’s threatenings,
Hearkening to one with ancient wisdom wise.
Yet they forgat not friends in battle slain,
But bare them from the field and buried them.
These the mist hid not, but the town alone
And its unscaleable wall, around which fell
Trojans and Argives many in battle slain.
So came they to the ships, and put from them
Their battle-gear, and strode into the waves
Of Hellespont fair-flowing, and washed away
All stain of dust and sweat and clotted gore.

The sun drave down his never-wearying steeds
Into the dark west: night streamed o’er the earth,
Bidding men cease from toil. The Argives then
Acclaimed Achilles’ valiant son with praise
High as his father’s. Mid triumphant mirth
He feasted in kings’ tents: no battle-toil
Had wearied him; for Thetis from his limbs
Had charmed all ache of travail, making him
As one whom labour had no power to tire.
When his strong heart was satisfied with meat,
He passed to his father’s tent, and over him
Sleep’s dews were poured. The Greeks slept in the plain
Before the ships, by ever-changing guards
Watched; for they dreaded lest the host of Troy,
Or of her staunch allies, should kindle flame
Upon the ships, and from them all cut off
Their home-return. In Priam’s burg the while
By gate and wall men watched and slept in turn,
Adread to hear the Argives’ onset-shout.

People and places in this passage

English translation by A. S. Way (1913). Original text: Arnold Zimmermann (ed.), Quinti Smyrnaei Posthomericorum libri XIV, Leipzig: Teubner, 1891 (Greek text as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library, Greek text); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.