Quintus Smyrnaeus · The Fall of Troy (Posthomerica) Τὰ μεθ' Ὅμηρον

Quintus Smyrnaeus, The Fall of Troy (Posthomerica) 10.74–202: Heroes in the slaughter; the arms of Hercules

Aeneas kills Harpalion and Hyllus, while Neoptolemus slays twelve Trojans with his father's spear. Eurymenes kills many until Meges strikes him down, and Paris, Teucer and Meges also kill, with digressions on Scylaceus' fate and on Endymion's cave. Philoctetes then ravages the Trojans, and the poet describes the belt and quiver of Hercules that he carries, decorated with beasts and scenes from myth.

Lines 10.74–202 · 1025 words · click a number to copy its link
74πρῶτος δʼ Αἰνείας Δαναῶν ἕλεν Ἁρπαλίωνα 75υἱὸν Ἀριζήλοιο, τὸν Ἀμφινόμη τέκε μήτηρ γῇ ἔνι Βοιωτῶν, ὁ δʼ ἅμα Προθοήνορι δίῳ ἐς Τροίην ἵκανεν ἀμυνέμεν Ἀργείοισι· τόν ῥα τότʼ Αἰνείας ἁπαλὴν ὑπὸ νηδύα τύψας νοσφίσατ ἐκ θυμοῖο καὶ ἡδέος ἐκ βιότοιο. 80τῷ δʼ ἔπι Θερσάνδροιο δαΐφρονος υἷα δάμασσεν Ὕλλον ἐϋγλώχινι βαλὼν κατὰ λαιμὸν ἄκοντι, ὃν τέκε δἶ Ἀρέθουσα παρʼ ὕδασι Ληθαίοιο Κρήτῃ ἐν ἀμφιάλῳ· μέγα δʼ ἤκαχεν Ἰδομενῆα. αὐτὰρ Πηλείδαο πάϊς δυοκαίδεκα φῶτας 85Τρώων αὐτίκʼ ὄλεσσεν ὑπʼ ἔγχεϊ πατρὸς ἑοῖο· Κέβρον μὲν πρώτιστα καὶ Ἅρμονα Πασίθεόν τε Ὑσμινόν τε καὶ Ἰμβράσιον Σχέδιόν τε Φλέγην τε Μνήσαιόν τʼ ἐπὶ τοῖσι καὶ Ἔννομον Ἀμφίνοόν τε καὶ Φάσιν ἠδὲ Γαληνόν, ὃς οἰκία ναιετάασκε 90Γαργάρῳ αἰπεινῇ, μετὰ δʼ ἔπρεπε μαρναμένοισι Τρωσὶν ἐϋσθενέεσσι, κίεν δʼ ἅμʼ ἀπείρονι λαῷ ἐς Τροίην· μάλα γάρ οἱ ὑπέσχετο πολλὰ καὶ ἐσθλὰ Δαρδανίδης Πρίαμος δώσειν περικαλλέα δῶρα, νήπιος· οὐδʼ ἄρʼ ἐφράσσαθʼ ἑὸν μόρον· ἦ γὰρ ἔμελλεν 95ἐσσυμένως ὀλέεσθαι ὑπʼ ἀργαλέου πολέμοιο, πρὶν δόμον ἐκ Πριάμοιο περικλυτὰ δῶρα φέρεσθαι. καὶ τότε Μοῖρʼ ἀΐδηλος ἐπέτραπεν Ἀργείοισιν Εὐρυμένην, ἕταρον κρατερόφρονος Αἰνείαο. ὦρσε δέ οἱ μέγα θάρσος ὑπὸ φρένας, ὄφρα δαμάσσας 100πολλοὺς αἴσιμον ἦμαρ ἀναπλήσῃ ὑπʼ ὀλέθρῳ. δάμνατο δʼ ἄλλοθεν ἄλλον ἀνηλέϊ θηρὶ ἐοικώς· οἱ δέ μιν οὐχ ὑπέμειναν ἐφʼ ὑστατίῃ βιότοιο αἰνὸν μαιμώωντι καὶ οὐκ ἀλέγοντι μόροιο· καί νύ κεν ἔργον ἔρεξεν ἀπείριτον ἐν δαῒ κείνῃ, 105εἰ μή οἱ χεῖρές τε κάμον καὶ δούρατος αἰχμὴ πάμπαν ἀνεγνάμφθη· ξίφεος δέ οἱ οὐκέτι κώπη ἔσθενεν· ἀλλά μιν Αἶσα διέκλασε· τὸν δʼ ὑπʼ ἄκοντι τύψε κατὰ στομάχοιο Μέγης· ἀνὰ δʼ ἔβλυσεν αἷμα ἐκ στόματος· τῷ δʼ αἶψα σὺν ἄλγεϊ Μοῖρα παρέστη.

First did Aeneas of the Danaans slay
Harpalion, Arizelus’ scion, born
In far Boeotia of Amphinome,
Who came to Troy to help the Argive men
With godlike Prothoenor. ‘Neath his waist
Aeneas stabbed, and reft sweet life from him.
Dead upon him he cast Thersander’s son,
For the barbed javelin pierced through Hyllus’ throat
Whom Arethusa by Lethaeus bare
In Crete: sore grieved Idomeneus for his fall.

By this Peleides’ son had swiftly slain
Twelve Trojan warriors with his father’s spear.
First Cebrus fell, Harmon, Pasitheus then,
Hysminus, Schedius, and Imbrasius,
Phleges, Mnesaeus, Ennomus, Amphinous,
Phasis, Galenus last, who had his home

By Gargarus’ steep—a mighty warrior he
Among Troy’s mighties: with a countless host
To Troy he came: for Priam Dardanus’ son
Promised him many gifts and passing fair.
Ah fool! his own doom never he foresaw,
Whose weird was suddenly to fall in fight
Ere he bore home King Priam’s glorious gifts.

Doom the Destroyer against the Argives sped
Valiant Aeneas’ friend, Eurymenes.
Wild courage spurred him on, that he might slay
Many—and then fill death’s cup for himself.
Man after man he slew like some fierce beast,
And foes shrank from the terrible rage that burned
On his life’s verge, nor reeked of imminent doom.
Yea, peerless deeds in that fight had he done,
Had not his hands grown weary, his spear-head
Bent utterly: his sword availed him not,
Snapped at the hilt by Fate. Then Meges’ dart
Smote ‘neath his ribs; blood spurted from his mouth,
And in death’s agony Doom stood at his side.

110τοῦ δʼ ἄρʼ ἀποκταμένοιο δύω θεράποντες Ἐπειοῦ Δηιλέων τε καὶ Ἀμφίων ἀπὸ τεύχἐ ἑλέσθαι ὥρμαινον· τοὺς δʼ αὖτε θρασὺ σθένος Αἰνείαο δάμνατο μαιμώωντας ὀϊζυρῶς περὶ νεκρῷ. ὡς δʼ ὅτ ἐν οἰνοπέδῳ τις ἐπαΐσσοντας ὀπώρῃ 115σφῆκας τερσομένῃσι περὶ σταφυλῇσι δαμάσσῃ, οἱ δʼ ἄρʼ ἀποπνείουσι πάρος γεύσασθαι ὀπώρης· ὣς τοὺς αἶψʼ ἐδάμασσε πρὶν ἔντεα ληίσσασθαι. Τυδείδης δὲ Μένοντα καὶ Ἀμφίνοον κατέπεφνεν ἄμφω ἀμύμονε φῶτε· Πάρις δʼ ἕλε Δημολέοντα 120Ἱππασίδην, ὃς πρόσθε Λακωνίδα γαῖαν ἔναιε πὰρ προχοῇς ποταμοῖο βαθυρρόου Εὐρώταο, ἤλυθε δʼ ἐς Τροίην ὑπʼ ἀρηιθόῳ Μενελάῳ· καί ἑ Πάρις κατέπεφνε τυχὼν ὑπὸ μαζὸν ὀϊστῷ δεξιόν, ἐκ δέ οἱ ἦτορ ἀπὸ μελέων ἐκέδασσε. 125Τεῦκρος δὲ Ζέχιν εἷλε περικλυτὸν υἷα Μέδοντος, ὅς ῥά τε ναιετάασκεν ἐνὶ Φρυγίῃ πολυμήλῳ ἄντρον ὑπὸ ζάθεον καλλιπλοκάμων Νυμφάων, ᾗχί ποτʼ Ἐνδυμίωνα παρυπνώοντα βόεσσιν ὑψόθεν ἀθρήσασα κατήλυθε δῖα Σελήνη 130οὐρανόθεν· δριμὺς γὰρ ἄγεν πόθος ἠιθέοιο ἀθανάτην περ ἐοῦσαν ἀκήρατον, ἧς ἔτι νῦν περ εὐνῆς σῆμα τέτυκται ὑπὸ δρυσίν· ἀμφὶ γὰρ αὐτῇ ἐκκέχυτʼ ἐν ξυλόχοισι βοῶν γλάγος· οἱ δέ νυ φῶτες θηεῦντʼ εἰσέτι κεῖνο· τὸ γὰρ μάλα τηλόθι φαίης 135ἔμμεναι εἰσορόων πολιὸν γάλα, κεῖνο δʼ ἵησι λευκὸν ὕδωρ, καὶ βαιὸν ἀπόπροθεν ὁππόθʼ ἵκηται, πήγνυται, ἀμφὶ ῥέεθρα, πέλει δʼ ἄρα λάϊνον οὖδας. Ἀλκαίῳ δʼ ἐπόρουσε Μέγης Φυλήιος υἱός· καί ῥά μιν ἀσπαίρουσαν ὑπὸ κραδίην ἐπέρησεν 140ἐγχείῃ· τοῦ δʼ ὦκα λύθη πολυήρατος αἰών· οὐδέ μιν ἐκ πολέμοιο πολυκλαύτοιο μολόντα καίπερ ἐελδόμενοι μογεροὶ δέξαντο τοκῆες, Φύλλις ἐΰζωνος καὶ Μάργασος, οἵ ῥʼ ἐνέμοντο Ἁρπάσου ἀμφὶ ῥέεθρα διειδέος, ὅς τʼ ἀλεγεινῶς 145Μαιάνδρῳ κελάδοντα ῥόον καὶ ἀπείριτον οἶδμα συμφέρετʼ ἤματα πάντα λάβρῳ περὶ χεύματι θύων.

Even as he fell, Epeius’ henchmen twain,
Deileon and Amphion, rushed to strip
His armour; but Aeneas brave and strong
Chilled their hot hearts in death beside the dead.
As one in latter summer ‘mid his vines
Kills wasps that dart about his ripening grapes,
And so, ere they may taste the fruit, they die;
So smote he them, ere they could seize the arms.

Menon and Amphinous Tydeides slew,
Both goodly men. Paris slew Hippasus’ son
Demoleon, who in Laconia’s land
Beside the outfall of Eurotas dwelt,
The stream deep-flowing, and to Troy he came
With Menelaus. Under his right breast
The shaft of Paris smote him unto death,
Driving his soul forth like a scattering breath.

Teucer slew Zechis, Medon’s war-famed son,
Who dwelt in Phrygia, land of myriad flocks,
Below that haunted cave of fair-haired Nymphs
Where, as Endymion slept beside his kine,
Divine Selene watched him from on high,
And slid from heaven to earth; for passionate love
Drew down the immortal stainless Queen of Night.
And a memorial of her couch abides
Still ‘neath the oaks; for mid the copses round
Was poured out milk of kine; and still do men
Marvelling behold its whiteness. Thou wouldst say
Far off that this was milk indeed, which is
A well-spring of white water: if thou draw
A little nigher, lo, the stream is fringed
As though with ice, for white stone rims it round.

Rushed on Alcaeus Meges, Phyleus’ son,
And drave his spear beneath his fluttering heart.
Loosed were the cords of sweet life suddenly,
And his sad parents longed in vain to greet
That son returning from the woeful war
To Margasus and Phyllis lovely-girt,
Dwellers by lucent streams of Harpasus,
Who pours the full blood of his clamorous flow
Into Maeander madly rushing aye.

147Γλαύκου δʼ ἐσθλὸν ἑταῖρον ἐϋμμελίην Σκυλακῆα υἱὸς Ὁϊλῆος σχεδὸν οὔτασεν ἀντιόωντα βαιὸν ὑπὲρ σάκεος· διὰ δὲ πλατὺν ἤλασεν ὦμον 150αἰχμὴ ἀνιηρὴ· περὶ δʼ ἔβλυσεν αἷμα βοείῃ. ἀλλά μιν οὔτι δάμασσεν· ἐπεί ῥά ἑ μόρσιμον ἦμαρ δέχνυτο νοστήσαντα φίλης παρὰ τείχεσι πάτρης· εὖτε γὰρ Ἴλιον αἰπὺ θοοὶ διέπερσαν Ἀχαιοί, δὴ τότʼ ἄρʼ ἐκ πολέμοιο φυγὼν Λυκίην ἀφίκανεν 155οἶος ἄνευθʼ ἑτάρων· τὸν δʼ ἄστεος ἄγχι γυναῖκες ἀγρόμεναι τεκέων σφετέρων ὕπερ ἠδὲ καὶ ἀνδρῶν εἴρονθʼ· ὃς δʼ ἄρα τῇσι μόρον κατέλεξεν ἁπάντων· αἱ δʼ ἄρα χερμαδίοισι περισταδὸν ἀνέρα κεῖον δάμναντʼ, οὐδʼ ἀπόνητο μολὼν ἐς πατρίδα νόστου, 160ἀλλά ἑ λᾶες ὕπερθε μέγα στενάχοντα κάλυψαν· καί ῥά οἱ ἐκ βελέων ὀλοὸς περὶ τύμβος ἐτύχθη πὰρ τέμενος καὶ σῆμα κραταιοῦ Βελλεροφόντου, τῷ ἔνι κυδαλίμης Τιτηνίδος ἀγχόθι πέτρης· ἀλλʼ ὁ μὲν αἴσιμον ἦμαρ ἀναπλήσας ὑπʼ ὀλέθρῳ 165ὕστερον ἐννεσίῃσιν ἀγαυοῦ Λητοΐδαο τίεται ὥς τε θεός, φθινύθει δέ οἱ οὔποτε τιμή.

With Glaucus’ warrior-comrade Scylaceus
Odeus’ son closed in the fight, and stabbed
Over the shield-rim, and the cruel spear
Passed through his shoulder, and drenched his shield with blood.
Howbeit he slew him not, whose day of doom
Awaited him afar beside the wall
Of his own city; for when Illium’s towers
Were brought low by that swift avenging host
Fleeing the war to Lycia then he came
Alone; and when he drew nigh to the town,
The thronging women met and questioned him
Touching their sons and husbands; and he told
How all were dead. They compassed him about,
And stoned the man with great stones, that he died.
So had he no joy of his winning home,
But the stones muffled up his dying groans,
And of the same his ghastly tomb was reared
Beside Bellerophon’s grave and holy place
In Tlos, nigh that far-famed Chimaera’s Crag.
Yet, though he thus fulfilled his day of doom,
As a God afterward men worshipped him
By Phoebus’ hest, and never his honour fades.

167Ποίαντος δʼ ἐπὶ τοῖσι πάϊς κτάνε Δηιονῆα ἠδʼ Ἀντήνορος υἱὸν ἐϋμμελίην Ἀκάμαντα· ἄλλων δʼ αἰζηῶν ὑπεδάμνατο πουλὺν ὅμιλον· 170θῦνε γὰρ ἐν δηίοισιν ἀτειρέϊ ἶσος Ἄρηι ἢ ποταμῷ κελάδοντι, ὃς ἕρκεα μακρὰ δαΐζει πλημμύρων, ὅτε λάβρον ὀρινόμενος περὶ πέτραις ἐξ ὀρέων ἀλεγεινὰ μεμιγμένος ἔρχεται ὄμβρῳ, ἀέναός περ ἐὼν καὶ ἀγάρροος, οὐδέ νυ τόν γε 175εἴργουσιν προβλῆτες ἀάσπετα παφλάζοντα· ὣς οὔτις Ποίαντος ἀγακλειτοῦ θρασὺν υἷα ἔσθενεν ὀφθαλμοῖσιν ἰδὼν καὶ ἄπωθε πελάσσαι· ἐν γάρ οἱ στέρνοισι μένος περιώσιον ἦεν. τεύχεσι δʼ ἀμφεκέκαστο δαΐφρονος Ἡρακλῆος 180δαιδαλέοις· περὶ γάρ οἱ ἐνὶ ζωστῆρι φαεινῷ ἄρκτοι ἔσαν βλοσυραὶ καὶ ἀναιδέες· ἀμφὶ δὲ θῶες σμερδαλέοι, καὶ λυγρὸν ὑπʼ ὀφρύσι μειδιόωσαι πορδάλιες· τῶν δʼ ἄγχι λύκοι ἔσαν ὀβριμόθυμοι καὶ σύες ἀργιόδοντες ἐϋσθενέες τε λέοντες 185ἐκπάγλως ζωοῖσιν ἐοικότες· ἀμφὶ δὲ πάντῃ ὑσμῖναι ἐνέκειντο μετʼ ἀργαλέοιο φόνοιο· δαίδαλα μέν οἱ τόσσα περὶ ζωστῆρα τέτυκτο. ἄλλα δέ οἱ γωρυτὸς ἀπείριτος ἀμφεκέκαστο· ἐν μὲν ἔην Διὸς υἱὸς ἀελλοπόδης Ἑρμείης 190Ἰνάχου ἀμφὶ ῥέεθρα κατακτείνων μέγαν Ἄργον, Ἄργον, ὅς ὀφθαλμοῖσιν ἀμοιβαδὸν ὑπνώεσκεν· ἐν δὲ βίη Φαέθοντος ἀνὰ ῥόον Ἠριδανοῖο βλήμενος ἐκ δίφροιο· καταιθομένης δʼ ἄρα γαίης ὡς ἐτεόν περ ἄητο μέλας ἐνὶ ἠέρι καπνός· 195Περσεὺς δʼ ἀντίθεος βλοσυρὴν ἐδάϊζε Μέδουσαν, ἄστρων ᾗχι λοετρὰ πέλει καὶ τέρματα γαίης πηγαί τʼ ὠκεανοῖο βαθυρρόου, ἔνθʼ ἀκάμαντι ἠελίῳ δύνοντι συνέρχεται ἑσπερίη νύξ· ἐν δὲ καὶ ἀκαμάτοιο μέγας πάϊς Ἰαπετοῖο 200Καυκάσου ἠλιβάτοιο παρῃώρητο κολώνῃ δεσμῷ ἐν ἀρρήκτῳ· κεῖρεν δέ οἱ αἰετὸς ἦπαρ αἰὲν ἀεξόμενον· ὁ δʼ ἄρα στενάχοντι ἐῴκει.

Now Poeas’ son the while slew Deioneus
And Acamas, Antenor’s warrior son:
Yea, a great host of strong men laid he low.
On, like the War-god, through his foes he rushed,
Or as a river roaring in full flood
Breaks down long dykes, when, maddening round its rocks,
Down from the mountains swelled by rain it pours
An ever-flowing mightily-rushing stream
Whose foaming crests over its forelands sweep;
So none who saw him even from afar
Dared meet renowned Poeas’ valiant son,
Whose breast with battle-fury was fulfilled,
Whose limbs were clad in mighty Hercules’ arms
Of cunning workmanship; for on the belt
Gleamed bears most grim and savage, jackals fell,
And panthers, in whose eyes there seems to lurk
A deadly smile. There were fierce-hearted wolves,
And boars with flashing tusks, and mighty lions
All seeming strangely alive; and, there portrayed
Through all its breadth, were battles murder-rife.
With all these marvels covered was the belt;
And with yet more the quiver was adorned.
There Hermes was, storm-footed Son of Zeus,
Slaying huge Argus nigh to Inachus’ streams,
Argus, whose sentinel eyes in turn took sleep.
And there was Phaethon from the Sun-car hurled
Into Eridanus. Earth verily seemed
Ablaze, and black smoke hovered on the air.
There Perseus slew Medusa gorgon-eyed
By the stars’ baths and utmost bounds of earth
And fountains of deep-flowing Ocean, where
Night in the far west meets the setting sun.
There was the Titan Iapetus’ great son
Hung from the beetling crag of Caucasus
In bonds of adamant, and the eagle tare
His liver unconsumed—he seemed to groan!
All these Hephaestus’ cunning hands had wrought
For Hercules; and these to Poeas’ son,
Most near of friends and dear, he gave to bear.

People and places in this passage

English translation by A. S. Way (1913). Original text: Arnold Zimmermann (ed.), Quinti Smyrnaei Posthomericorum libri XIV, Leipzig: Teubner, 1891 (Greek text as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library, Greek text); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.