Quintus Smyrnaeus · The Fall of Troy (Posthomerica) Τὰ μεθ' Ὅμηρον

Quintus Smyrnaeus, The Fall of Troy (Posthomerica) 11.1–128: The battle after Paris' death

The Trojan women mourn in the city, but the young men go on fighting outside, for Strife and the Fates stalk through both armies. Neoptolemus, Aeneas, Philoctetes, Polydamas, Odysseus, Diomedes, Agamemnon, Thoas and Teucer kill in turn, and the dead are numbered.

Lines 11.1–128 · 1045 words · click a number to copy its link
1Τρωαὶ δὲ στενάχοντο κατὰ πτόλιν, οὐδʼ ἐδύναντο ἐλθέμεναι ποτὶ τύμβον, ἐπεὶ μάλα τηλόθʼ ἔκειτο ἄστεος αἰπεινοῖο· νέοι δʼ ἔκτοσθε πόληος νωλεμέως πονέοντο· μάχη δʼ οὐ λῆγε φόνοιο, 5καίπερ Ἀλεξάνδροιο δεδουπότος, οὕνεκʼ Ἀχαιοὶ Τρωσὶν ἐπεσσεύοντο ποτὶ πτόλιν, οἱ δὲ καὶ αὐτοὶ τείχεος ἤιον ἐκτός ἐπεί σφεας ἦγεν ἀνάγκη· ἐν γὰρ δὴ μέσσοισιν Ἔρις στονόεσσά τʼ Ἐνυὼ στρωφῶντʼ, ἀργαλέῃσιν Ἐριννύσιν εἴκελαι ἄντην, 10ἄμφω ἀπὸ στομάτων ὀλοὸν πνείουσαι ὄλεθρον· ἀμφʼ αὐτοῖσι δὲ Κῆρες ἀναιδέα θυμὸν ἔχουσαι ἀργαλέως μαίνοντο· φόβος δʼ ἑτέρωθι καὶ Ἄρης λαοὺς ὀτρύνεσκον· ἐφέσπετο δέ σφισι Δεῖμος φοινήεντι λύθρῳ πεπαλαγμένος, ὄφρα ἑ φῶτες 15οἱ μὲν καρτύνωνται ὁρώμενοι, οἱ δὲ φέβωνται· πάντῃ δʼ αἰγανέαι τε καὶ ἔγχεα καὶ βέλἐ ἀνδρῶν, ἄλλυδις ἄλλα χέοντο κακοῦ μεμαῶτα φόνοιο· ἀμφὶ δʼ ἄρα σφίσι δοῦπος ἐρειδομένοισιν ὀρώρει, μαρναμένων ἑκάτερθε κατὰ φθισήνορα χάρμην. 20Ἔνθʼ ἄρα Λαοδάμαντα Νεοπτόλεμος κατέπεφνεν, ὃς τράφη ἐν Λυκίῃ Ξάνθου παρὰ καλὰ ῥέεθρα, ὅν ποτʼ ἐριγδούποιο Διὸς δάμαρ ἀνθρώποισι Λητὼ δἶ ἀνέφηνεν ἀναρρήξασα χέρεσσι τρηχὺ πέδον Λυκίης ἐρικυδέος, ὁππόθʼ ἑοῖο 25θεσπεσίου τοκετοῖο πολυτλήτῃσιν ἀνίῃ δάμναθʼ ὑπʼ ὠδίνεσσιν, ὅσην ὠδῖνες ἔγειρον. τῷ δʼ ἔπι Νῖρον ὄλεσσε βαλὼν ἀνὰ δηιοτῆτα δουρὶ διὰ γναθμοῖο· πέρησε δέ οἱ στόμα χαλκὸς γλῶσσάν τʼ αὐδήεσσαν· ὁ δʼ ἔγχεος ἄσχετον αἰχμὴν 30ἄμφεχε βεβρυχώς· περὶ δʼ ἔρρεεν αἷμα γένυσσι φθεγγομένου· καὶ τὸν μὲν ὑπὸ κρατερῆς χερὸς ἀλκῇ ἐγχείη στονόεσσα ποτὶ χθονὸς οὖδας ἔρεισε δευόμενον θυμοῖο. βάλεν δʼ Εὐήνορα δῖον τυτθὸν ὑπὲρ λαπάρην, διὰ δʼ ἤλασεν ἐς μέσον ἧπαρ 35αἰχμήν· τῷ δʼ ἀλεγεινὸς ἄφαρ συνέκυρσεν ὄλεθρος. εἷλε δʼ ἄρʼ Ἰφιτίωνα καὶ Ἱππομέδοντα δάμασσε Μαινάλου ὄβριμον υἷα, τὸν Ὡκυρόη τέκε Νύμφη Σαγγαρίου ποταμοῖο παρὰ ῥόον· οὐδέ νυ τόν γε δέξατο νοστήσαντα· κακὴ δέ ἑ Κὴρ ἀπάμερσε 40παιδὸς ἀνιηρῶς, μέγα δʼ υἱέος ἔμβαλε πένθος.

Troy’s daughters mourned within her walls; might none
Go forth to Paris’ tomb, for far away
From high-built Troy it lay. But the young men
Without the city toiled unceasingly
In fight wherein from slaughter rest was none,
Though dead was Paris; for the Achaeans pressed
Hard on the Trojans even unto Troy.
Yet these charged forth—they could not choose but so,
For Strife and deadly Enyo in their midst
Stalked, like the fell Erinyes to behold,
Breathing destruction from their lips like flame.
Beside them raged the ruthless-hearted Fates
Fiercely: here Panic-fear and Ares there
Stirred up the hosts: hard after followed
Dread With slaughter’s gore besprent, that in one host
Might men see, and be strong, in the other fear;
And all around were javelins, spears, and darts
Murder-athirst from this side, that side, showered.
Aye, as they hurled together, armour clashed,
As foe with foe grappled in murderous fight.

There Neoptolemus slew Laodamas,
Whom Lycia nurtured by fair Xanthus’ stream,
The stream revealed to men by Leto, bride
Of Thunderer Zeus, when Lycia’s stony plain
Was by her hands uptorn mid agonies
Of travail-throes wherein she brought to light
Mid bitter pangs those babes of birth divine.
Nirus upon him laid he dead; the spear
Crashed through his jaw, and clear through mouth and tongue
Passed: on the lance’s irresistible point
Shrieking was he impaled: flooded with gore
His mouth was as he cried. The cruel shaft,
Sped on by that strong hand, dashed him to earth
In throes of death. Evenor next he smote
Above the flank, and onward drave the spear
Into his liver: swiftly anguished death
Came upon him. Iphition next he slew:
He quelled Hippomedon, Hippasus’ bold son,
Whom Ocyone the Nymph had borne beside
Sangarius’ river-flow. Ne’er welcomed she
Her son’s returning face, but ruthless Fate
With anguish thrilled her of her child bereaved.

41Αἰνείας δὲ Βρέμοντα καὶ Ἀνδρόμαχον κατέπεφνεν, ὃς τράφη ἐν Κνωσσῷ, ὁ δʼ ἄρα ζαθέῃ ἐνὶ Λύκτῳ· ἄμφω δʼ εἰς ἕνα χῶρον ἀπʼ ὠκυπόδων πέσον ἵππων· καί ῥʼ ὁ μὲν ἀσπαίρεσκε πεπαρμένος ἔγχεϊ μακρῷ 45λαιμόν, ὁ δʼ ἀλγινόεντος ἀνὰ κροτάφοιο θέμεθλα χερμαδίῳ στονόεντι μάλα κρατερῆς ἀπὸ χειρὸς βλήμενος ἐκπνείεσκε, μέλας δέ μιν ἄμφεχε πότμος. ἵπποι δʼ ἐπτοίηντο καὶ ἡνιόχων ἀπάνευθε φεύγοντες πολλοῖσιν ἐνεπλάζοντο νέκυσσι· 50καὶ τοὺς μὲν θεράποντες ἀμύμονος Αἰνείαο μάρψαντες κεχάροντο φίλῃ περὶ ληίδι θυμόν. ἔνθα Φιλοκτήτης ὀλοῷ βάλε Πείρασον ἰῷ φεύγοντʼ ἐκ πολέμοιο· διέθρισε δʼ ἀγκύλα νεῦρα γούνατος ἐξόπιθεν, κατὰ δʼ ἔκλασεν ἀνέρος ὁρμήν· 55καὶ τὸν μὲν Δαναῶν τις ὅτʼ ἔδρακε γυιωθέντα ἐσσυμένως ἀπάμερσε καρήατος ἄορι τύψας ἀλγινόεντα τένοντα· κόλον δʼ ὑπεδέξατο γαῖα σῶμα· κάρη δʼ ἀπάτερθε κυλινδομένη πεφόρητο φωνῆς ἱεμένοιο· ταχὺς δʼ ἅμʼ ἀπέπτατο θυμός. 60Πουλδάμας δὲ Κλέωνα καὶ Εὐρύμαχον βάλε δουρί, οἱ Σύμηθεν ἵκανον ὑπὸ Νιρῆι ἄνακτι ἄμφω ἐπιστάμενοι δόλον ἰχθύσι μητίσασθαι αἰνοῦ ὑπʼ ἀγκίστροιο, βαλέσθαι τʼ εἰς ἅλα δῖαν δίκτυα καὶ παλάμῃσι περιφραδέως ἀπὸ νηὸς 65ἰθὺ καὶ αἶψα τρίαιναν ἐπʼ ἰχθύσι νωμήσασθαι· ἀλλʼ οὔ σφιν τότε πῆμα θαλάσσια ἤρκεσεν ἔργα. Εὐρύπυλος δὲ μενεπτόλεμος κτάνε φαίδιμον Ἕλλον, τόν ῥα παρὰ λίμνῃ Γυγαίῃ γείνατο μήτηρ Κλειτὼ καλλιπάρῃος· ὁ δʼ ἐν κονίῃσι τανύσθη 70πρηνής· τοῦ δʼ ἀπάτερθεν ὁμῶς δόρυ κάππεσε μακρὸν ὤμου ἀπὸ βριαροῖο κεκομμένη ἄορι λυγρῷ χεὶρ ἔτι μαιμώωσα ποτὶ κλόνον ἔγχος ἀεῖραι μαψιδίως· οὐ γάρ μιν ἀνὴρ εἰς ἔργον ἐνώμα, ἀλλʼ αὕτως ἤσπαιρεν ἅτε βλοσυροῖο δράκοντος 75οὐρὴ ἀποτμηθεῖσʼ ἀναπάλλεται, οὐδέ οἱ ἀλκὴ ἕσπεται ἐς πόνον αἰπύν, ἵνα χραύσαντα διώξῃ· ὣς ἄρα δεξιτερὴ κρατερόφρονος ἀνδρὸς ἐς αἰχμὴν ὥρμαινεν πονέεσθαι· ἀτὰρ μένος οὐκέτʼ ὀπήδει.

Bremon Aeneas slew, and Andromachus,
Of Cnossus this, of hallowed Lyctus that:
On one spot both from their swift chariots fell;
This gasped for breath, his throat by the long spear
Transfixed; that other, by a massy stone,
Sped from a strong hand, on the temple struck,
Breathed out his life, and black doom shrouded him.
The startled steeds, bereft of charioteers,
Fleeing, mid all those corpses were confused,
And princely Aeneas’ henchmen seized on them
With hearts exulting in the goodly spoil.

There Philoctetes with his deadly shaft
Smote Peirasus in act to flee the war:
The tendons twain behind the knee it snapped,
And palsied all his speed. A Danaan marked,
And leapt on that maimed man with sweep of sword
Shearing his neck through. On the breast of earth
The headless body fell: the head far flung
Went rolling with lips parted as to shriek;
And swiftly fleeted thence the homeless soul.

Polydamas struck down Eurymachus
And Cleon with his spear. From Syme came
With Nireus’ following these: cunning were both
In craft of fisher-folk to east the hook
Baited with guile, to drop into the sea
The net, from the boat’s prow with deftest hands
Swiftly and straight to plunge the three-forked spear.
But not from bane their sea-craft saved them now.

Eurypylus battle-staunch laid Hellus low,
Whom Cleito bare beside Gygaea’s mere,
Cleito the fair-cheeked. Face-down in the dust
Outstretched he lay: shorn by the cruel sword
From his strong shoulder fell the arm that held
His long spear. Still its muscles twitched, as though
Fain to uplift the lance for fight in vain;
For the man’s will no longer stirred therein,
But aimlessly it quivered, even as leaps
The severed tail of a snake malignant-eyed,
Which cannot chase the man who dealt the wound;
So the right hand of that strong-hearted man
With impotent grip still clutched the spear for fight.

79αὐτὰρ Ὀδυσσεὺς Αἶνον ἐνήρατο καὶ Πολύιδον 80ἄμφω Κητείους, τὸν δούρατι, τὸν δʼ ἀλεγεινῷ ἄορι δῃώσας. Σθένελος δʼ ἕλε δῖον Ἄβαντα αἰγανέην προϊείς· ἡ δʼ ἀσφαράγοιο διαπρὸ ἐσσυμένη ἀλεγεινὸν ἐς ἰνίου ἦλθε τένοντα· λῦσε δʼ ἄρʼ ἀνέρος ἦτορ, ὑπέκλασε δʼ ἅψεα πάντα. 85Τυδείδης δʼ ἕλε Λαόδοκον, Μέλιον δʼ Ἀγαμέμνων, Δηίφοβος δὲ Δρύαντα καὶ Ἄλκιμον· αὐτὰρ Ἀγήνωρ Ιππασον ἐξενάριξεν ἀγακλειτόν περ ἐόντα, ὅς ῥʼ ἀπὸ Πηνειοῦ ποταμοῦ κίεν· οὐδʼ ἐρατεινὰ θρέπτρα τοκεῦσιν ἔδωκεν, ἐπεί ῥά μιν ἔκλασε δαίμων. 90ἔνθα Θόας ἐδάμασσε Λάλον καὶ ἀγήνορα Λύγκον, Μηριόνης δὲ Λυκῶνα, καὶ Ἀρχίλοχον Μενέλαος, ὅς ῥά τε Κωρυκίην ὑπὸ δειράδα ναιετάασκε πέτρην θʼ Ἡφαίστοιο περίφρονος, ἥ τε βροτοῖσι θαῦμα πέλει· δὴ γάρ οἱ ἐναίθεται ἀκάματον πῦρ 95ἄσβεστον νυκτός τε καὶ ἤματος· ἀμφὶ δʼ ἄρʼ αὐτῷ φοίνικες θαλέθουσι, φέρουσι δʼ ἀπείρονα καρπόν, ῥίζης καιομένης ἅμα λάεσιν· ἀλλὰ τὸ μέν που ἀθάνατοι τεύξαντο καὶ ἐσσομένοισιν ἰδέσθαι. Τεῦκρος δʼ Ἱππομέδοντος ἀμύμονος υἷα Μενοίτην 100ἐσσυμένως ὥρμαινε βαλεῖν ἐπιόντα βελέμνῳ· καί ῥα νόῳ καὶ χερσὶ καὶ ὄμμασιν ἰθύνεσκεν ἰὸν ἀπὸ γναμπτοῖο κεράατος· ὃς δʼ ἀλεγεινὸν ἆλτο θοῆς ἀπὸ χειρὸς ἐς ἀνέρα· τῷ δʼ ὕπο νευρὴ εἰσέτι που κανάχιζεν· ὁ δʼ ἀντίον ἀσπαίρεσκε 105βλήμενος, οὕνεκα Κῆρες ὁμῶς φορέοντο βελέμνῳ καίριον ἐς κραδίην, ὅθι περ νόος ἕζεται ἀνδρῶν καὶ μένος, ὀτραλέαι δὲ ποτὶ μόρον εἰσὶ κέλευθοι.

Aenus and Polydorus Odysseus slew,
Ceteians both; this perished by his spear,
That by his sword death-dealing. Sthenelus
Smote godlike Abas with a javelin-cast:
On through his throat and shuddering nape it rushed:
Stopped were his heart-beats, all his limbs collapsed.

Tydeides slew Laodocus; Melius fell
By Agamemnon’s hand; Deiphobus
Smote Alcimus and Dryas: Hippasus,
How war-renowned soe’er, Agenor slew
Far from Peneius’ river. Crushed by fate,
Love’s nursing-debt to parents ne’er he paid.

Lamus and stalwart Lyncus Thoas smote,
And Meriones slew Lycon; Menelaus
Laid low Archelochus. Upon his home
Looked down Corycia’s ridge, and that great rock
Of the wise Fire-god, marvellous in men’s eyes;
For thereon, nightlong, daylong, unto him
Fire blazes, tireless and unquenchable.
Laden with fruit around it palm-trees grow,
While mid the stones fire plays about their roots.
Gods’ work is this, a wonder to all time.

By Teucer princely Hippomedon’s son was slain,
Menoetes: as the archer drew on him,
Rushed he to smite him; but already hand
And eye, and bow-craft keen were aiming straight
On the arching horn the shaft. Swiftly released
It leapt on the hapless man, while sang the string.
Stricken full front he heaved one choking gasp,
Because the fates on the arrow riding flew
Right to his heart, the throne of thought and strength
For men, whence short the path is unto death.

108Εὐρύαλος δʼ ἄρα πολλὸν ἀπὸ στιβαρῆς βάλε χειρὸς λᾶα μέγαν, Τρώων δὲ θοὰς ἐλέλιξε φάλαγγας· 110ὡς δʼ ὅτε τις γεράνοισι τανυφθόγγοισι χολωθεὶς οὖρος ἀνὴρ πεδίοιο μέγʼ ἀσχαλόων ἐπορούσῃ, δινήσας περὶ κρατὶ θοῇ χερὶ νεῦρα βόεια λᾶα βάλῃ κατέναντα, διασκεδάσῃ δʼ ὑπὸ ῥοίζῳ ἠέρι πεπταμένας δολιχὰς στίχας, αἱ δὲ φέβονται, 115ἄλλη δʼ εἰς ἑτέρην εἰλεύμεναι ἀΐσσουσι κλαγγηδὸν μάλα πάγχυ, πάρος κατὰ κόσμον ἰοῦσαι· ὣς ἄρα δυσμενέες φοβερὸν βέλος ἀμφεφόβηθεν ὀβρίμου Εὐρυάλοιο· τὸ δʼ οὐχ ἅλιον φέρε δαίμων, ἀλλʼ ἄρα σὺν πήληκι κάρη κρατεροῖο Μέλητος 120θλάσσε περὶ γλήνῃστ· μόρος δʼ ἐκίχανεν ἀρητός. ἄλλος δʼ ἄλλον ἔπεφνε, περιστεναχίζετο δʼ αἶα· ὡς δʼ ὅτʼ ἐπιβρίσαντος ἀπειρεσίου ἀνέμοιο λάβρον, ὑπὸ ῥιπῆς βαρυηχέος ἄλλυδις ἄλλα δένδρεα μακρὰ πέσῃσιν ὑπὲκ ῥιζέων ἐριπόντα 125ἄλσεος εὐρυπέδοιο, βρέμει δέ τε πᾶσα περὶ χθών· ὣς οἵ γʼ ἐν κονίῃσι πέσον, κανάχησε δὲ τεύχη ἄσπετον, ἀμφὶ δὲ γαῖα μέγʼ ἔβραχεν· οἱ δὲ κυδοιμοῦ ἀργαλέου μνώοντο, μετὰ σφίσι πῆμα τιθέντες.

Far from his brawny hand Euryalus hurled
A massy stone, and shook the ranks of Troy.
As when in anger against long-screaming cranes
A watcher of the field leaps from the ground,
In swift hand whirling round his head the sling,
And speeds the stone against them, scattering
Before its hum their ranks far down the wind
Outspread, and they in huddled panic dart
With wild cries this way and that, who theretofore
Swept on in ordered lines; so shrank the foe
To right and left from that dread bolt of doom
Hurled of Euryalus. Not in vain it flew
Fate-winged; it shattered Meles’ helm and head
Down to the eyes: so met him ghastly death.

Still man slew man, while earth groaned all around,
As when a mighty wind scourges the land,
And this way, that way, under its shrieking blasts
Through the wide woodland bow from the roots and fall
Great trees, while all the earth is thundering round;
So fell they in the dust, so clanged their arms,
So crashed the earth around. Still hot were they
For fell fight, still dealt bane unto their foes.

People and places in this passage

English translation by A. S. Way (1913). Original text: Arnold Zimmermann (ed.), Quinti Smyrnaei Posthomericorum libri XIV, Leipzig: Teubner, 1891 (Greek text as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library, Greek text); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.