Quintus Smyrnaeus · The Fall of Troy (Posthomerica) Τὰ μεθ' Ὅμηρον

Quintus Smyrnaeus, The Fall of Troy (Posthomerica) 11.129–282: Apollo rouses the Trojans

Apollo comes to Aeneas and Eurymachus and fills the Trojans with courage, and they leap on the Greeks like wasps on bees. Neoptolemus rallies the Myrmidons and drives back the Trojans, until Aeneas stands against him. Dust fills the air so that friends kill friends, until Zeus clears the plain.

Lines 11.129–282 · 1242 words · click a number to copy its link
129καὶ τότʼ ἄρʼ Αἰνείαο μόλε σχεδὸν ἠῢς Ἀπόλλων 130ἠδʼ Ἀντηνορίδαο δαΐφρονος Εὐρυμάχοιο· οἱ γὰρ δὴ μάρναντο πολυσθενέεσσιν Ἀχαιοῖς ἄγχι μάλʼ ἑσταότες κατὰ φύλοπιν, εὖθʼ ὑπʼ ἀπήνῃ δοιοὶ ὁμηλικίη κρατεροὶ βόες, οὺδʼ ἀπέληγον ὑσμίνης· τοὺς δʼ αἶψα θεὸς ποτὶ μῦθον ἔειπεν 135μάντεϊ εἰδόμενος Πολυμήστορι, τόν ποτε μήτηρ γείνατʼ ἐπὶ Ξάνθοιο ῥοαῖς θεράπονθʼ Ἑκάτοιο· Εὐρύμαχʼ Αἰνεία τε θεῶν γένος, οὔτι ἔοικεν ὑμέας Ἀργείοισιν ὑπεικέμεν· οὐδὲ γὰρ αὐτὸς ὔμμιν ὑπαντιάσας κεχαρήσεται ὄβριμος Ἄρης, 140ἢν ἐθέλητε μάχεσθαι ἀνὰ κλόνον, οὕνεκα Μοῖραι μακρὸν ἐπʼ ἀμφοτέροισι βίου τέλος ἐκλώσαντο.

Nigh to Aeneas then Apollo came,
And to Eurymachus, brave Antenor’s son;
For these against the mighty Achaeans fought
Shoulder to shoulder, as two strong oxen, matched
In age, yoked to a wain; nor ever ceased
From battling. Suddenly spake the God to these
In Polymestor’s shape, the seer his mother
By Xanthus bare to the Far-darter’s priest:
“Eurymachus, Aeneas, seed of Gods,
‘Twere shame if ye should flinch from Argives! Nay,
Not Ares’ self should joy to encounter you,
An ye would face him in the fray; for Fate
Hath spun long destiny-threads for thee and thee.”

142ὣς εἰπὼν ἀνέμοισι μίγη καὶ ἄϊστος ἐτύχθη· οἱ δὲ νόῳ φράσσαντο θεοῦ μένος· αἶψα γὰρ αὐτοῖς θάρσος ἀπειρέσιον κατεχεύατο· μαίνετο δέ σφι 145θυμὸς ἐνὶ στήθεσσι, καὶ ἔνθορον Ἀργείοισιν, ἀργαλέοις σφήκεσσιν ἐοικότες, οἵ τʼ ἀλεγεινὸν ἐκ θυμοῦ κοτέοντες ἐπιβρίσωσι μελίσσαις, ἅς τε περὶ σταφυλῇς αὐαινομένῃς ἐν ὀπώρῃ ἐρχομένας ἐσίδωσιν ἢ ἐκ σίμβλοιο θορούσας· 150ὣς ἄρα Τρώιοι υἷες ἐϋπτολέμοισιν Ἀχαιοῖς ἔνθορον ἐσσυμένως· κεχάροντο δὲ Κῆρες ἐρεμναὶ μαρναμένων· ἐγέλασσε δʼ Ἄρης· ἰάχησε δʼ Ἐνυὼ σμερδαλέον· μέγα δέ σφιν ἐπέβραχεν αἰόλα τεύχη. οἱ δʼ ἄρα δυσμενέων ἀπερείσια φῦλα δάϊζον 155χερσὶν ἀμαιμακέτῃσι· κατηρείποντο δὲ λαοὶ αὕτως, ἠΰτʼ ἄμαλλα θέρευς εὐθαλπέος ὥρῃ, ἥν ῥά τʼ ἐπιστέρχωσι θοοὶ χέρας ἀμητῆρες δασσάμενοι κατʼ ἄρουραν ἀπείρονα μακρὰ πέλεθρα· ὣς ἄρα τῶν ὑπὸ χερσὶ κατηρείποντο φάλαγγες 160μυρίαι· ἀμφὶ δὲ γαῖα νεκρῶν περιπεπληθυῖα αἵματι πλημμύρεσκεν· ἔρις δʼ ἄρʼ ἰαίνετο θυμῷ ὀλλυμένων· οἱ δʼ οὔτι κακοῦ παύοντο μόθοιο, ἀλλʼ ἅτε μῆλα λέοντες ἐπήιον· οἱ δʼ ἄρα φύζης λευγαλέης μνώοντο καὶ ἐξ ὀλοοῦ πολέμοιο 165φεῦγον, ὅσοις ἀδάϊκτον ἔτι σθένος ἐν ποσὶ κεῖτο. υἱὸς δʼ Ἀγχίσαο δαΐφρονος αἰὲν ὀπήδει δυσμενέων μετόπτσθεν ὑπʼ ἔγχεϊ νῶτα δαΐζων, Εὐρύμαχος δʼ ἑτέρωθεν· ἰαίνετο δʼ ἄμβροτον ἦτορ ὑψόθεν εἰσορόωντος ἑκηβόλου Ἀπόλλωνος.

He spake, and vanished, mingling with the winds.
But their hearts felt the God’s power: suddenly
Flooded with boundless courage were their frames,
Maddened their spirits: on the foe they leapt
Like furious wasps that in a storm of rage
Swoop upon bees, beholding them draw nigh
In latter-summer to the mellowing grapes,
Or from their hives forth-streaming thitherward;
So fiercely leapt these sons of Troy to meet
War-hardened Greeks. The black Fates joyed to see
Their conflict, Ares laughed, Enyo yelled
Horribly. Loud their glancing armour clanged:
They stabbed, they hewed down hosts of foes untold
With irresistible hands. The reeling ranks
Fell, as the swath falls in the harvest heat,
When the swift-handed reapers, ranged adown
The field’s long furrows, ply the sickle fast;
So fell before their hands ranks numberless:
With corpses earth was heaped, with torrent blood
Was streaming: Strife incarnate o’er the slain
Gloated. They paused not from the awful toil,
But aye pressed on, like lions chasing sheep.
Then turned the Greeks to craven flight; all feet
Unmaimed as yet fled from the murderous war.
Aye followed on Anchises’ warrior son,
Smiting foes’ backs with his avenging spear:
On pressed Eurymachus, while glowed the heart
Of Healer Apollo watching from on high.

170ὡς δʼ ὅτε τις σιάλοισιν ἀνὴρ ἐς λήιον αὖον ἐρχομένοις, πρὶν ἄμαλλαν ὑπʼ ἀμητῆρσι δαμῆναι, ἀντίʼ ἐπισσεύῃ κρατεροὺς κύνας, οἱ δʼ ὁρόωντες ἐσσυμένους τρομέουσι, καὶ οὐκέτι μέμβλεται αὐτοῖς εἴδατος, ἀλλὰ τρέπονται ἀνιηρὴν ἐπὶ φύζαν 175πανσυδίῃ, τοὺς δʼ αἶψα κύνες κατὰ ποσσὶ κιχόντες ἐξόπιθεν δάπτουσιν ἀμείλιχα, τοὶ δὲ φέβονται μακρὸν ἀνιύζοντες, ἄναξ δʼ ἐπιτέρπετʼ ἀρούρης· ὣς ἄρʼ ἰαίνετο Φοῖβος, ὅτʼ ἔδρακεν ἐκ πολέμοιο φεύγοντʼ Ἀργείων πουλὺν στρατόν· οὐ γὰρ ἔτʼ αὐτοῖς 180ἔπγʼ ἀνδρῶν μεμέλητο· πόδας δʼ εὔχοντο θεοῖσιν ὦκα φέρειν· μούνοις γὰρ ἔτʼ ἐν ποσὶν ἔπλετο νόστου ἐλπωρή· πάντας γὰρ ἐπήιεν ἔγχεϊ θύων Εὐρύμαχός τε καὶ Αἰνείας, σὺν δέ σφιν ἑταῖροι. ἔνθα τις Ἀργείων, ἢ κάρτεϊ πάγχυ πεποιθώς, 185ἢ Μοίρης ἰότητι, λιλαιομένης μιν ὀλέσσαι, φεύγοντʼ ἐκ πολέμοιο δυσηχέος ἵππον ἔρυκε γνάμψαι ἐπειγόμενος ποτὶ φύλοπιν, ὄφρα μάχηται ἀντία δυσμενέων· τὸν δʼ ὀβριμόθυμος Ἀγήνωρ παρφθάμενος μυῶνα κατʼ ἀλγινόεντα δάϊξεν 190ἀμφιτόμῳ βουπλῆγι· βίῃ δʼ ὑπόειξε σιδήρου ὀστέον οὐταμένοιο βραχίονος· ἀμφὶ δὲ νεῦρα ῥηιδίως ἤμησε· φλέβες δʼ ὑπερέβλυσαν αἷμα· ἀμφεχύθη δʼ ἵπποιο κατʼ αὐχένος· αἶψα δʼ ἄρʼ αὐτὸς κάππεσεν ἀμφὶ νέκυσσι· λίπεν δʼ ἄρα χεῖρα κραταιὴν 195στερρὸν ἔτ ἐμπεφυυῖαν ἐϋγνάμπτοιο χαλινοῦ, οἵη ἔτι ζώοντος ἔην· μέγα δʼ ἔπλετο θαῦμα, οὕνεκα δὴ ῥυτῆρος ἀπεκρέμαθʼ αἱματόεσσα Ἄρεος ἐννεσίῃσι φόβον δηίοισι φέρουσα· φαίης κεν χατέουσαν ἔθʼ ἱππασίης πονέεσθαι. 200σῆμα δέ μιν φέρεν ἵππος ἀποκταμένοιο ἄνακτος.

As when a man descries a herd of swine
Draw nigh his ripening corn, before the sheaves
Fall neath the reapers’ hands, and harketh on
Against them his strong dogs; as down they rush,
The spoilers see and quake; no more think they
Of feasting, but they turn in panic flight
Huddling: fast follow at their heels the hounds
Biting remorselessly, while long and loud
Squealing they flee, and joys the harvest’s lord;
So rejoiced Phoebus, seeing from the war
Fleeing the mighty Argive host. No more
Cared they for deeds of men, but cried to the Gods
For swift feet, in whose feet alone was hope
To escape Eurymachus’ and Aeneas’ spears
Which lightened ever all along their rear.

But one Greek, over-trusting in his strength,
Or by Fate’s malice to destruction drawn,
Curbed in mid flight from war’s turmoil his steed,
And strove to wheel him round into the fight
To face the foe. But fierce Agenor thrust
Ere he was ware; his two-edged partizan
Shore though his shoulder; yea, the very bone
Of that gashed arm was cloven by the steel;
The tendons parted, the veins spirted blood:
Down by his horse’s neck he slid, and straight
Fell mid the dead. But still the strong arm hung
With rigid fingers locked about the reins
Like a live man’s. Weird marvel was that sight,
The bloody hand down hanging from the rein,
Scaring the foes yet more, by Ares’ will.
Thou hadst said, “It craveth still for horsemanship!”
So bare the steed that sign of his slain lord.

201Αἰνείας δʼ ἐδάμασσε βαλὼν ὑπὲρ ἰξύα δουρὶ Αἰθαλίδην· αἰχμὴ δὲ παρʼ ὀμφαλὸν ἐξεπέρησεν ἔγκατʼ ἐφελκομένη· ὁ δʼ ἄρʼ ἐν κονίῃσι τανύσθη συμμάρψας χείρεσσιν ὁμῶς χολάδεσσιν ἀκωκὴν 205δεινὰ μάλα στενάχων, γαίῃ δʼ ἐνέρεισεν ὀδόντας βεβρυχώς· ψυχὴ δὲ καὶ ἄλγεα κάλλιπον ἄνδρα. Ἀργεῖοι δὲ βόεσσιν ἐοικότες ἐπτοίηντο, οὕς τʼ ἄμοτον μεμαῶτας ὑπὸ ζεύγλῃ καὶ ἀρότρῳ τύψῃ ὑπὸ λαπάρην ταναοῖς ὑπὸ χείλεσιν οἶστρος 210αἵματος ἱέμενος, τοὶ δʼ ἄσπετον ἀσχαλόωντες ἔργου ἑκὰς φεύγουσιν, ἐπὶ σφίσι δʼ ἄχνυται ἀνὴρ ἀμφότερον πονέων τε πόνον, τρομέων τʼ ἐπὶ βουσί, μὴ δή που κατόπισθεν ἐπαΐσσοντος ἀρότρου κέρσῃ νεῦρα σίδηρος ἀμείλιχος ἐν ποσὶ κύρσας· 215ὣς Δαναοὶ φοβέοντο· περὶ σφίσι δʼ ἄχνυτο θυμὸν υἱὸς Ἀχιλλῆος· μέγα δʼ ἴαχε λαὸν ἐέργων· ἆ δειλοί, τί φέβεσθε ἐοικότες οὐτιδανοῖσι ψήρεσιν, οὕς τʼ ἐφόβησεν ἰὼν κατεναντία κίρκος; ἀλλʼ ἄγε θέσθʼ ἔνι θυμόν, ἐπεὶ πολὺ λώιόν ἐστι 220τεθνάμεν ἐν πολέμῳ ἢ ἀνάλκιδα φύζαν ἑλέσθαι.

Aeneas hurled his spear; it found the waist
Of Anthalus’ son, it pierced the navel through,
Dragging the inwards with it. Stretched in dust,
Clutching with agonized hands at steel and bowels,
Horribly shrieked he, tore with his teeth the earth
Groaning, till life and pain forsook the man.
Scared were the Argives, like a startled team
Of oxen ‘neath the yoke-band straining hard,
What time the sharp-fanged gadfly stings their flanks
Athirst for blood, and they in frenzy of pain
Start from the furrow, and sore disquieted
The hind is for marred work, and for their sake,
Lest haply the recoiling ploughshare light
On their leg-sinews, and hamstring his team;
So were the Danaans scared, so feared for them
Achilles’ son, and shouted thunder-voiced:
“Cravens, why flee, like starlings nothing-worth
Scared by a hawk that swoopeth down on them?
Come, play the men! Better it is by far
To die in war than choose unmanly flight!”

221ὣς φάτο· τοὶ δʼ ἐπίθοντο θρασὺν νόον ἐν φρεσὶ θέντες ἐσσυμένως· ὁ δὲ Τρωσὶ μέγα φρονέων ἐνόρουσε πάλλων ἐν χείρεσσι θοὸν δόρυ· τῷ δʼ ἄρα λαοὶ Μυρμιδόνων ἐφέποντο βίην ἀτάλαντον ἀέλλῃ 225ἐν στέρνοισιν ἔχοντες· ἀνέπνευσαν δὲ κυδοιμοῦ Ἀργεῖοι· ὁ δʼ ἄρʼ αἶψα φίλῳ πατρὶ θυμὸν ἐοικὼς ἄλλον ἐπʼ ἄλλῳ ἔπεφνε κατὰ μόθον· οἱ δʼ ἀπιόντες χἀζοντʼ, ἠΰτε κύμαθʼ, ἅ τʼ ἐκ βορέαο θυέλλης πόλλʼ ἐπιπαφλάζοντα κυλίνδεται αἰγιαλοῖσιν 230ὀρνύμενʼ ἐκ πόντοιο, τὰ δʼ ἔκποθεν ἄλλος ἀήτης ἀντίον ἀΐξας μεγάλῃ περὶ λαίλαπι θύων ὤσῃ ἀπʼ ἠιόνων Βορέω ἔτι βαιὸν ἀέντος· ὣς Τρῶας Δαναοῖσιν ἐποιχομένους τὸ πάροιθεν υἱὸς Ἀχιλλῆος θεοειδέος ὦσεν ὀπίσσω 235τυτθόν, ἐπεὶ μένος ἠῢ θρασύφρονος Αἰνείαο φευγέμεν οὐκ εἴασκε, μένειν δʼ ἀνὰ φύλοπιν αἰνὴν θαρσαλέως· ἑκάτερθε ἴσην ἐτάνυσσεν Ἐνυὼ ὑσμίνην. ἀλλʼ οὔτι καταντίον Αἰνείαο υἱὸς Ἀχιλλῆος πῆλεν δόρυ πατρὸς ἑοῖο, 240ἀλλʼ ἄλλῃ τρέπε θυμόν, ἐπεὶ Θέτις ἀγλαόπεπλος ἁζομένη Κυθέρειαν ἀπέτραπεν υἱωνοῖο θυμὸν καὶ μέγα κάρτος ἐπʼ ἄλλων ἔθνεα λαῶν. ἐνθʼ ὁ μὲν ἂρ Τρώων πολέας κτάνεν, ὃς δʼ αρʼ Ἀχαιῶν δάμνατο μυρία φῦλα· δαϊκταμένων δʼ ἐνὶ χάρμῃ οἰωνοὶ κεχάροντο μεμαότες ἔγκατα φωτῶν 245δαρδάψαι καὶ σάρκας· ἐπεστενάχοντο δὲ Νύμφαι καλλιρόου Σιμόεντος ἰδὲ Ξάνθοιο θύγατρες.

Then to his cry they hearkened, and straightway
Were of good heart. Mighty of mood he leapt
Upon the Trojans, swinging in his hand
The lightening spear: swept after him his host
Of Myrmidons with hearts swelled with the strength
Resistless of a tempest; so the Greeks
Won breathing-space. With fury like his sire’s
One after other slew he of the foe.
Recoiling back they fell, as waves on-rolled
By Boreas foaming from the deep to the strand,
Are caught by another blast that whirlwind-like
Leaps, in a short lull of the north-wind, forth,
Smites them full-face, and hurls them back from the shore;
So them that erewhile on the Danaans pressed
Godlike Achilles’ son now backward hurled
A short space only brave Aeneas’ spirit
Let him not flee, but made him bide the fight
Fearlessly; and Enyo level held
The battle’s scales. Yet not against Aeneas
Achilles’ son upraised his father’s spear,
But elsewhither turned his fury: in reverence
For Aphrodite, Thetis splendour-veiled
Turned from that man her mighty son’s son’s rage
And giant strength on other hosts of foes.
There slew he many a Trojan, while the ranks
Of Greeks were ravaged by Aeneas’ hand.
Over the battle-slain the vultures joyed,
Hungry to rend the hearts and flesh of men.
But all the Nymphs were wailing, daughters born
Of Xanthus and fair-flowing Simois.

247καί ῥʼ οἱ μὲν πονέοντο· κόνιν δʼ ἀκάμαντες ἀῆται ὦρσαν ἀπειρεσίην· ἤχλυσε δὲ πᾶσαν ὕπερθεν ἠέρα θεσπεσίην, ὥς τʼ ἀπροτίοπτος ὀμίχλη, 250οὐδʼ ἄρα φαίνετο γαῖα, βροτῶν δʼ ἀμάθυνεν ὀπωπάς· ἀλλὰ καὶ ὣς μάρναντο· καὶ ἐς χέρας ὅντινʼ ἕλοντο κτεῖνον ἀνηλεγέως, καὶ εἰ μάλα φίλτατος ἦεν· οὐ γὰρ ἔην φράσσασθαι ἀνὰ κλόνον οὔτʼ ἐπιόντα δήιον οὔτʼ ἄρʼ ἑταῖρον· ἀμηχανίη δʼ ἔχε λαούς. 255καί νύ κε μίγδʼ ἐγένοντο καὶ ἀργαλέως ἀπόλοντο πάντες ὁμῶς ὀλοοῖσι περὶ ξιφέεσσι πεσόντες ἀλλήλων, εἰ μή σφιν ἀπʼ Οὐλύμποιο Κρονίων ἤρκεσε τειρομένοισι, κόνιν δʼ ἀπάτερθεν ἔλασσεν ὑσμίνης, ὀλοὰς δὲ κατεπρήϋνεν ἀέλλας. 260οἱ δʼ ἔτι δηριόωντο· πόνος δʼ ἄρα τοῖσιν ἐτύχθη πολλὸν ἐλαφρότερος· δέρκοντο γὰρ εἴτε δαΐξαι χρειὼ δήϊον ἄνδρα κατὰ κλόνον, εἴτʼ ἀλέασθαι. καί ῥʼ ὁτὲ μὲν Δαναοὶ Τρώων ἀνέεργον ὅμιλον ἄλλοτε δʼ αὖ Τρῶες Δαναῶν στίχας· ἔπλετο δʼ αἰνὴ 265ὑσμίνη· νιφάδεσσι δʼ ἐοικότα πίπτε βέλεμνα ἀμφοτέρωθεν ἰόντα· δέος δʼ ἔχε μηλοβοτῆρας ἔκποθεν Ἰδαίων ὀρέων ὁρόωντας ἀϋτήν. καί τις ἐς αἰθέρα χεῖρας ἐπουρανίοισιν ἀείρων εὔχετο, δυσμενέας μὲν ὑπʼ Ἄρεϊ πάντας ὀλέσθαι, 270Τρῶας δὲ στονόεντος ἀναπνεῦσαι πολέμοιο, ἦμαρ δʼ εἰσιδέειν ποτʼ ἐλεύθερον· ἀλλά οἱ οὔτι ἔκλυον· αἶσα γὰρ ἄλλα πολύστονος ὁρμαίνεσκεν· ἅζετο δʼ οὔτε Ζῆνα πελώριον, οὔτε τινʼ ἄλλων ἀθανάτων· οὐ γάρ τι μετατρέπεται νόος αἰνὸς 275κείνης, ὅντινα πότμον ἐπʼ ἀνδράσι γεινομένοισι, ἀνδράσιν ἢ πολίεσσιν ἐπικλώσηται ἀφύκτῳ νήματι· τῇ δʼ ὕπο πάντα τὰ μὲν φθινύθει, τὰ δʼ ἀέξει· τῆς καὶ ὑπʼ ἐννεσίῃσι πόνος καὶ δῆρις ὀρώρει ἱππομάχοις Τρώεσσι καὶ ἀγχεμάχοισιν Ἀχαιοῖς. 280τεῦχον δʼ ἀλλήλοισι φόνον καὶ ἀνηλέα πότμον νωλεμέως· οὐ γάρ τινʼ ἔχεν δέος, ἀλλʼ ἐμάχοντο προφρονέως· θάρσος γὰρ ἐφέλκεται ἄνδρας ἐς αἰχμήν.

So toiled they in the fight: the wind’s breath rolled
Huge dust-clouds up; the illimitable air
Was one thick haze, as with a sudden mist:
Earth disappeared, faces were blotted out;
Yet still they fought on; each man, whomso he met,
Ruthlessly slew him, though his very friend
It might be—in that turmoil none could tell
Who met him, friend or foe: blind wilderment
Enmeshed the hosts. And now had all been blent
Confusedly, had perished miserably,
All falling by their fellows’ murderous swords,
Had not Cronion from Olympus helped
Their sore strait, and he swept aside the dust
Of conflict, and he calmed those deadly winds.
Yet still the hosts fought on; but lighter far
Their battle-travail was, who now discerned
Whom in the fray to smite, and whom to spare.
The Danaans now forced back the Trojan host,
The Trojans now the Danaan ranks, as swayed
The dread fight to and fro. From either side
Darts leapt and fell like snowflakes. Far away
Shepherds from Ida trembling watched the strife,
And to the Heaven-abiders lifted hands
Of supplication, praying that all their foes
Might perish, and that from the woeful war
Troy might win breathing-space, and see at last
The day of freedom: the Gods hearkened not.
Far other issues Fate devised, nor recked
Of Zeus the Almighty, nor of none beside
Of the Immortals. Her unpitying soul
Cares naught what doom she spinneth with her thread
Inevitable, be it for men new-born
Or cities: all things wax and wane through her.
So by her hest the battle-travail swelled
‘Twixt Trojan chariot-lords and Greeks that closed
In grapple of fight—they dealt each other death
Ruthlessly: no man quailed, but stout of heart
Fought on; for courage thrusts men into war.

People and places in this passage

English translation by A. S. Way (1913). Original text: Arnold Zimmermann (ed.), Quinti Smyrnaei Posthomericorum libri XIV, Leipzig: Teubner, 1891 (Greek text as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library, Greek text); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.