Quintus Smyrnaeus · The Fall of Troy (Posthomerica) Τὰ μεθ' Ὅμηρον

Quintus Smyrnaeus, The Fall of Troy (Posthomerica) 5.568–663: The burial of Aias

The army wails for Aias, and Odysseus and Nestor speak to the grieving Argives. The kings lift the huge body and carry it to the pyre, and his bones are gathered and buried.

Lines 5.568–663 · 878 words · click a number to copy its link
568ὣς ἔφατʼ ἀχνύμενος κέαρ ἔνδοθεν· ἀμφὶ δὲ λαοὶ οἰκτρὸν ἀνεστονάχησαν, ἐπίαχε δʼ Ἑλλήσποντος 570μυρομένων, ὀλοὴ δὲ περὶ σφίσι πέπτατʼ ἀνίη. καὶ δʼ αὐτόν λάβε πένθος Ὀδυσσέα μητιόεντα κείνου ἀποκταμένοιο, καὶ ἀχνύμενος κατὰ θυμὸν τοῖον ἔπος μετέειπεν ἀκηχεμένοισιν Ἀχαιοῖς· ὦ φίλοι, ὡς οὔπω τι κακώτερον ἄλλο χόλοιο 575γίνεται, ὅς τε βροτοῖσι κακὴν ἐπὶ δῆριν ἀέξει· ὃς καὶ νῦν Αἴαντα πελώριον ἐξορόθυνεν ἀμφʼ ἐμοὶ ἐν φρεσὶν ᾖσι χολούμενον· ὡς ὄφελόν μοι μή ποτε Τρώιοι υἷες Ἀχιλλέος εἵνεκα τευχέων νίκην ἀμφεβάλοντʼ ἐρικυδέα, τῆς πέρι θυμὸν 580ἀχνύμενος πάϊς ἐσθλὸς ἐϋσθενέος Τελαμῶνος ὤλετο χερσὶν ἑῇσι· χόλου δέ οἱ οὔτι ἔγωγε αἴτιος, ἀλλά τις Αἶσα πολύστονος, ἥ μιν ἐδάμνα· εἰ γάρ μοι κέαρ ἔνδον ἐνὶ στέρνοισιν ἐώλπει κεῖνον ἀλαστήσειν καθʼ ἑὸν νόον, οὔτʼ ἄν ἔγωγε 585ἦλθον ἐριδμαίνων νίκης ὕπερ, οὔτε τινʼ ἄλλον ἐν Δαναοῖσιν ἔασα μεμαότα δηριάασθαι, ἀλλὰ καὶ αὐτὸς ἔγωγε θεουδέα τεύχἐ ἀείρας προφρονέως ἄν ὄπασσα, καὶ εἴ τί περ ἄλλο μενοίνα. νῦν δέ μιν οὔτι ἔγωγε μέγʼ ἀχνύμενον χαλεπῆναι 590ὠισάμην μετόπισθεν, ἐπεί ῥά οἱ οὔτε γυναικὸς οὔτε περὶ πτόλιος μαχόμην οὔτʼ εὐρέος ὄλβου, ἀλλά μοι ἀμφʼ ἀρετῆς νεῖκος πέλεν, ἦς πέρι δῆρις τερπνὴ γίνεται αἰὲν ἐΰφροσιν ἀνθρώποισι· κεῖνος δʼ ἐσθλὸς ἐὼν στυγερῇ ὑπὸ δαίμονος Αἴσῃ 595ἤλιτεν· οὐ γὰρ ἔοικε μέγʼ ἀσχαλάαν ἐνὶ θυμῷ· ἀνδρὸς γὰρ πινυτοῖο καὶ ἄλγεα πόλλʼ ἐπιόντα τλῆναι ὑπὸ κραδίῃ στερεῇ φρενί, μηδʼ ἀκάχησθαι.

So spake he, grieved to the inmost heart. The folk
Woefully wafted all round. O’er Hellespont
Echoes of mourning rolled: the sighing air
Darkened around, a wide-spread sorrow-pall.
Yea, grief laid hold on wise Odysseus’ self
For the great dead, and with remorseful soul
To anguish-stricken Argives thus he spake:
“O friends, there is no greater curse to men
Than wrath, which groweth till its bitter fruit
Is strife. Now wrath hath goaded Aias on
To this dire issue of the rage that filled
His soul against me. Would to God that ne’er
Yon Trojans in the strife for Achilles’ arms
Had crowned me with that victory, for which
Strong Telamon’s brave son, in agony
Of soul, thus perished by his own right hand!
Yet blame not me, I pray you, for his wrath:
Blame the dark dolorous Fate that struck him down.
For, had mine heart foreboded aught of this,
This desperation of a soul distraught,
Never for victory had I striven with him,
Nor had I suffered any Danaan else,
Though ne’er so eager, to contend with him.
Nay, I had taken up those arms divine
With mine own hands, and gladly given them
To him, ay, though himself desired it not.
But for such mighty grief and wrath in him
I had not looked, since not for a woman’s sake
Nor for a city, nor possessions wide,
I then contended, but for Honour’s meed,
Which alway is for all right-hearted men
The happy goal of all their rivalry.
But that great-hearted man was led astray
By Fate, the hateful fiend; for surely it is
Unworthy a man to be made passion’s fool.
The wise man’s part is, steadfast-souled to endure
All ills, and not to rage against his lot.”

598ὣς φάτο Λαέρταο κλυτὸς πάϊς ἀντιθέοιο. ἀλλʼ ὅτε δὴ κορέσαντο γόου καὶ πένθεος αἰνοῦ· 600δὴ τότε Νηλέος υἱὸς ἔτʼ ἀχνυμένοισιν ἔειπεν· ὦ φίλοι, ὡς ἄρα Κῆρες ἀνηλέα θυμὸν ἔχουσαι ἡμῖν αἶψʼ ἐβάλοντο λυγρῷ ἐπὶ πένθεϊ πένθος Αἴαντος φθιμένοιο πολυσθενέος τʼ Ἀχιλῆος ἄλλων τʼ Ἀργείων ἠδʼ υἱέος ἡμετέροιο 605Ἀντιλόχου. ἀλλʼ οὔτι θέμις κταμένους ἐνὶ χάρμῃ κλαίειν ἤματα πάντα καὶ ἀσχαλάαν ἐνὶ θυμῷ, ἀλλὰ γόου λήσασθαι ἀεικέος, οὕνεκʼ ἄμεινον ἕρδειν, ὅσσα βροτοῖσιν ἐπὶ φθιμένοισιν ἔοικε, πυρκαϊήν καὶ σῆμα, καὶ ὀστέα ταρχύσασθαι· 610νεκρὸς δʼ οὔτι γόοισιν ἀνέγρεται, οὐδέ τι οἶδε φράσσασθʼ, εὖτέ ἑ Κῆρες ἀμείλιχοι ἀμφιχάνωσιν.

So spake Laertes’ son, the far-renowned.
But when they all were weary of grief and groan,
Then to those sorrowing ones spake Neleus’ son:
“O friends, the pitiless-hearted Fates have laid
Stroke after stroke of sorrow upon us,
Sorrow for Aias dead, for mighty Achilles,
For many an Argive, and for mine own son
Antilochus. Yet all unmeet it is
Day after day with passion of grief to wail
Men slain in battle: nay, we must forget
Laments, and turn us to the better task
Of rendering dues beseeming to the dead,
The dues of pyre, of tomb, of bones inurned.
No lamentations will awake the dead;
No note thereof he taketh, when the Fates,
The ruthless ones, have swallowed him in night.”

612ἦ ῥα παρηγορέων· περὶ δʼ ἀντίθεοι βασιλῆες ἀθρόοι αἶψʼ ἀγέροντο μέγʼ ἀχνύμενοι κέαρ ἔνδον, καί ἑ μέγαν περʼ ἐόντα θοῶς ποτὶ νῆας ἔνεικαν 615πολλοὶ ἀείραντες· κατὰ δὲ σπείροισι κάλυψαν αἷμʼ ἀποφαιδρύναντες, ὅ οἱ βριαροῖς μελέεσσι τερσόμενον περίκειτο καὶ ἔντεσι σὺν κονίῃσι· καὶ τότʼ ἀπʼ Ἰδαίων ὀρέων φέρον ἄσπετον ὕλην αἰζηοί, πάντη δὲ νέκυν πέρι νηήσαντο· 620πολλὰ δʼ ἄρʼ ἀμφʼ αὐτῷ θῆκαν ξύλα, πολλὰ δὲ μῆλα φάρεά τʼ εὐποίητα βοῶν τʼ ἐρικυδέα φῦλα ἠδὲ καὶ ὠκυτάτοισιν ἀγαλλομένους ποσὶν ἵππους χρυσόν τʼ αἰγλήεντα καὶ ἄσπετα τεύχεα φωτῶν, ὅσσα πάρος κταμένων ἀποαίνυτο φαίδιμος ἀνήρ, 625ἤλεκτρόν τʼ ἐπὶ τοῖσι διειδέα, τόν ῥά τέ φασιν ἔμμεναι Ἠελίοιο πανομφαίοιο θυγατρῶν δάκρυ, τὸ δὴ Φαέθοντος ὑπὲρ κταμένοιο χέαντο μυρόμεναι μεγάλοιο παρὰ ῥόον Ἠριδανοῖο, καὶ τὸ μὲν Ἠέλιος γέρας ἄφθιτον υίέϊ τεύχων 630ἤλεκτρον ποίησε μέγα κτέαρ ἀνθρώποισι, τόν ῥα τότʼ εὐρυπέδοιο πυρῆς καθύπερθε βάλοντο Ἀργεῖοι κλυτὸν ἄνδρα δεδουπότα κυδαίνοντες Αἴαντʼ· ἀμφὶ δέ οἱ μέγαλα στενάχοντες ἔθεντο τιμήεντʼ ἐλέφαντα καὶ ἄργυρον ἱμερόεντα 635ἠδὲ καὶ ἀμφιφορῆας ἀλείφατος ἄλλα τε πάντα, ὁππόσα κυδήεντα καὶ ἀγλαὸν ὄλβον ὀφέλλει. ἐν δʼ ἔβαλον κρατεροῖο πυρὸς μένος· ἦλθε δὲ πνοιὴ ἐξ ἁλός, ἣν προέηκε θεὰ Θέτις, ὄφρα θέρηται Αἴαντος μεγάλοιο βίη· ὁ δὲ νύκτα καὶ ἠῶ 640καίετο πὰρ νήεσσιν ἐπειγομένου ἀνέμοιο· οἷός που τὸ πάροιθε Διὸς στονόεντι κεραυνῷ Ἐγκέλαδος δέδμητο κατʼ ἀκαμάτοιο θαλάσσης Θρινακίης ὑπένερθεν, ὅλη δʼ ὑπετύφετο νῆσος· ἢ οἷος ζώοντα μέλη πυρὶ δῶκε θέρεσθαι 645Ἡρακλέης Νέσσοιο δολοφροσύνῃσι χαλεφθείς, ὁππότʼ ἔτλη μέγα ἔργον, ὅλη δʼ ἀμφέστενεν Οἴτη ζωοῦ καιομένοιο, μίγη δέ οἱ ἠέρι θυμὸς ἄνδρα λιπὼν ἀρίδηλον, ἐνεκρίνθη δὲ θεοῖσιν αὐτός, ἐπεί οἱ σῶμα πολύκμητον χάδε γαῖα· 650τοῖος ἄρʼ ἐν πυρὶ κεῖτο λελασμένος ἰωχμοῖο Αἴας σὺν τεύχεσσι· πολὺς δʼ ἐστείνετο λαὸς αἰγιαλοῖς· Τρῶες δʼ ἐγάνυντʼ, ἀκάχοντο δʼ Ἀχαιοι.

So spake he words of cheer: the godlike kings
Gathered with heavy hearts around the dead,
And many hands upheaved the giant corpse,
And swiftly bare him to the ships, and there
Washed they away the blood that clotted lay
Dust-flecked on mighty limbs and armour: then
In linen swathed him round. From Ida’s heights
Wood without measure did the young men bring,
And piled it round the corpse. Billets and logs
Yet more in a wide circle heaped they round;
And sheep they laid thereon, fair-woven vests,
And goodly kine, and speed-triumphant steeds,
And gleaming gold, and armour without stint,
From slain foes by that glorious hero stripped.
And lucent amber-drops they laid thereon,
Years, say they, which the Daughters of the Sun,
The Lord of Omens, shed for Phaethon slain,
When by Eridanus’ flood they mourned for him.
These, for undying honour to his son,
The God made amber, precious in men’s eyes.
Even this the Argives on that broad-based pyre
Cast freely, honouring the mighty dead.
And round him, groaning heavily, they laid
Silver most fair and precious ivory,
And jars of oil, and whatsoe’er beside
They have who heap up goodly and glorious wealth.
Then thrust they in the strength of ravening flame,
And from the sea there breathed a wind, sent forth
By Thetis, to consume the giant frame
Of Aias. All the night and all the morn
Burned ‘neath the urgent stress of that great wind
Beside the ships that giant form, as when
Enceladus by Zeus’ levin was consumed
Beneath Thrinacia, when from all the isle
Smoke of his burning rose—or like as when
Hercules, trapped by Nessus’ deadly guile,
Gave to devouring fire his living limbs,
What time he dared that awful deed, when groaned
All Oeta as he burned alive, and passed
His soul into the air, leaving the man
Far-famous, to be numbered with the Gods,
When earth closed o’er his toil-tried mortal part.
So huge amid the flames, all-armour clad,
Lay Aias, all the joy of fight forgot,
While a great multitude watching thronged the sands.
Glad were the Trojans, but the Achaeans grieved.

653ἀλλʼ ὅτε δὴ δέμας ἠῢ κατήνυσε πῦρ ἀΐδηλον, δὴ τότε πυρκαϊὴν οἴνῳ σβέσαν· ὀστέα δʼ αὐτοῦ 655χηλῷ ἐνὶ χρυσέῃ θῆκαν· περὶ δέ σφισι γαῖαν χεῦαν ἀπειρεσίην Ῥοιτηίδος οὐχ ἑκὰς ἀκτῆς. αὐτίκα δʼ ἐσκίδναντο πολυσκάρθμους ἐπὶ νῆας θυμὸν ἀκηχέμενοι· τὀν γὰρ τίον ἶσον Ἀχιλλεῖ. νὺξ δʼ ἐπόρουσε μέλαινα μετʼ ἀνέρας ὕπνον ἄγουσα· 660οἱ δʼ ἄρα δαῖτʼ ἐπάσαντο καὶ Ἠριγένειαν ἔμιμνον, βαιὸν ἀποβρίξαντες ἀραιοῖσι βλεφάροισιν· αἰνῶς γὰρ φοβέοντο κατὰ φρένα, μή σφισι Τρῶες νυκτὸς ἐπέλθωσιν Τελαμωνιάδαο θανόντος.

But when that goodly frame by ravening fire
Was all consumed, they quenched the pyre with wine;
They gathered up the bones, and reverently
Laid in a golden casket. Hard beside
Rhoeteium’s headland heaped they up a mound
Measureless-high. Then scattered they amidst
The long ships, heavy-hearted for the man
Whom they had honoured even as Achilles.
Then black night, bearing unto all men sleep,
Upfloated: so they brake bread, and lay down
Waiting the Child of the Mist. Short was sleep,
Broken by fitful staring through the dark,
Haunted by dread lest in the night the foe
Should fall on them, now Telamon’s son was dead.

People and places in this passage

English translation by A. S. Way (1913). Original text: Arnold Zimmermann (ed.), Quinti Smyrnaei Posthomericorum libri XIV, Leipzig: Teubner, 1891 (Greek text as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library, Greek text); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.