Quintus Smyrnaeus · The Fall of Troy (Posthomerica) Τὰ μεθ' Ὅμηρον

Quintus Smyrnaeus, The Fall of Troy (Posthomerica) 14.1–120: The spoil of Troy

The Argives plunder Troy. Menelaus leads Helen from the burning city, and Cassandra falls to Agamemnon, Andromache to Neoptolemus and Hecuba to Odysseus. Xanthus mourns with his Nymphs, and the Argives sacrifice and feast at the ships.

Lines 14.1–120 · 951 words · click a number to copy its link
1καὶ τότʼ ἀπʼ Ὠκεανοῖο θεὰ χρυσόθρονος Ἠὼς οὐρανὸν εἰσανόρουσε· χάος δʼ ὑπεδέξατο νύκτα. οἱ δὲ βίῃ βίη Τροίην εὐερκέα δῃώσαντο Ἀργεῖοι καὶ κτῆσιν ἀπείρονα ληίσσαντο, 5χειμάρροις ποταμοῖσιν ἐοικότες, οἵ τε φέρονται ἐξ ἐρέων καναχηδὸν ὀρινομένου ὑετοῖο, πολλὰ δὲ δένδρεα μακρὰ καὶ ὁππόσα φύετʼ ὄρεσφιν αὐτοῖς σὺν πρώνεσσιν ἔσω φορέουσι θαλάσσης· ὣς Δαναοὶ πέρσαντες ὑπαὶ πυρὶ Τρώιον ἄστυ 10κτήματα πάντα φέρεσκον ἐϋσκάρθμους ἐπὶ νῆας. σὺν δʼ ἄρα Τρωιάδας καταγίνεον ἄλλοθεν ἄλλας, τὰς μὲν ἔτʼ ἀδμῆτας καὶ νηίδας οἷο γάμοιο, τίς δʼ ἄρʼ ὑπʼ αἰζηοῖσι νέον φιλότητι δαμείσας, ἄλλας δʼ αὖ πολιοπλοκάμους, ἑτέρας δʼ ἄρʼ ἐκείνων 15ὁπλοτέρας, ὧν παῖδας ἀπειρύσσαντʼ ἀπὸ μαζῶν ὑστάτιον χείλεσσι γλάγος περιμαιμώωντας. τοῖσιν δὴ Μενέλαος ἐνὶ μέσσοισι καὶ αὐτὸς ἦγεν ἑὴν παράκοιτιν ἀπʼ ἄστεος αἰθομένοιο ἐξανύσας μέγα ἔργον· ἔχεν δέ ἑ χάρμα καὶ αἰδώς. 20Κασσάνδρην δʼ ἄγε δῖαν ἐϋμμελίης Ἀγαμέμνων· Ἀνδρομάχην δʼ Ἀχιλῆος ἐῢς πάϊς· αὐτὰρ Ὀδυσεὺς εἷλκε βίῃ Ἑκάβην· τῆς δʼ ἁθρόα δάκρὐ ἀπʼ ὄσσων πίδακος ὣς ἐχέοντο· περιτρομέεσκε δὲ γυῖα, καὶ κραδίη ἀλάλυκτο φόβῳ, δεδάϊκτο δὲ χαίτας 25κράατος ἐκ πολιοῖο· τέφρη δʼ ἐπεπέπτατο πολλή, τήν που ἀπʼ ἐσχαρεῶνος ἄδην κατεχεύατο χερσὶν ὀλλυμένου Πριάμοιο καὶ ἄστεος αἰθομένοιο· καί ῥα μέγα στονάχιζεν, ὅτʼ ἄμφεχε δούλιον ἦμαρ μὰψ ἀεκαζομένην· ἕτερος δʼ ἑτέρην γοόωσαν 30ἦγεν Τρωιάδων σφετέρας ἐπὶ νῆας ἀνάγκῃ· αἱ δʼ ἀδινὸν γοόωσαι ἀνίαχον ἄλλοθεν ἄλλαι νηπιάχοις ἅμα παισὶ κινυρόμεναι μάλα λυγρῶς· ὡς δʼ ὁπότʼ ἀργιόδουσιν ὁμῶς συσὶ νήπια τέκνα σταθμοῦ ἀπὸ προτέροιο ποτὶ σταθμὸν ἄλλον ἄγωσιν 35ἀνέρες ἐγρομένῳ ὑπὸ χείματι, τοὶ δʼ ἀλεγεινὸν μίγδα περιτρύζουσι διηνεκὲς ἀλλήλοισιν· ὣς Τρῳαὶ Δαναοῖσιν ὑπʼ ἐστενάχοντο δαμεῖσαι·

Then rose from Ocean Dawn the golden-throned
Up to the heavens; night into Chaos sank.
And now the Argives spoiled fair-fenced Troy,
And took her boundless treasures for a prey.
Like river-torrents seemed they, that sweep down,
By rain, floods swelled, in thunder from the hills,
And seaward hurl tall trees and whatsoe’er
Grows on the mountains, mingled with the wreck
Of shattered cliff and crag; so the long lines
Of Danaans who had wasted Troy with fire
Seemed, streaming with her plunder to the ships.
Troy’s daughters therewithal in scattered bands
They haled down seaward—virgins yet unwed,
And new-made brides, and matrons silver-haired,
And mothers from whose bosoms foes had torn
Babes for the last time closing lips on breasts.

Amidst of these Menelaus led his wife
Forth of the burning city, having wrought
A mighty triumph—joy and shame were his.
Cassandra heavenly-fair was haled the prize
Of Agamemnon: to Achilles’ son
Andromache had fallen: Hecuba
Odysseus dragged unto his ship. The tears
Poured from her eyes as water from a spring;
Trembled her limbs, fear-frenzied was her heart;
Rent were her hoary tresses and besprent
With ashes of the hearth, cast by her hands
When she saw Priam slain and Troy aflame.
And aye she deeply groaned for thraldom’s day
That trapped her vainly loth. Each hero led
A wailing Trojan woman to his ship.
Here, there, uprose from these the wild lament,
The woeful-mingling cries of mother and babe.
As when with white-tusked swine the herdmen drive
Their younglings from the hill-pens to the plain
As winter closeth in, and evermore
Each answereth each with mingled plaintive cries;
So moaned Troy’s daughters by their foes enslaved,
Handmaid and queen made one in thraldom’s lot.

38ἴσην δʼ αὖ καὶ ἄνασσα φέρεν καὶ δμωὶς ἀνάγκην. ἀλλʼ οὐ μὰν Ἑλένην γόος ἄμφεχεν· ἀλλά οἱ αἰδὼς 40ὄμμασι κυανέοισιν ἐφίζανε, καί οἱ ὕπερθεν καλὰς ἀμφερύθηνε παρηίδας· ἐν δέ οἱ ἦτορ ἄσπετα πορφύρεσκε κατὰ φρένα, μή ἑ κιοῦσαν κυανέας ἐπὶ νῆας ἀεικίσσωνται Ἀχαιοί· τοὔνεχʼ ὑποτρομέουσα φίλῳ περιπάλλετο θυμῷ. 45καί ῥα καλυψαμένη κεφαλὴν ἐφύπερθε καλύπτρῃ ἕσπετο νισσομένοιο κατʼ ἴχνιον ἀνδρὸς ἑοῖο αἰδοῖ πορφύρουσα παρήιον, ἠΰτε Κύπρις, εὖτέ μιν Οὐρανίωνες ἐν ἀγκοίνησιν Ἄρηος ἀμφαδὸν εἰσενόησαν ἑὸν λέχος αἰσχύνουσαν 50δεσμοῖς ἐν θαμινοῖσι δαήμονος Ἡφαίστοιο, τοῖς ἔνι κεῖτʼ ἀχέουσα περὶ φρεσὶν αἰδομένη τε ἰλαδὸν ἀγρομένων μακάρων γένος ἠδὲ καὶ αὐτὸν Ἥφαιστον· δεινὸν γὰρ ἐν ὀφθαλμοῖσιν ἀκοίτεω ἀμφαδὸν εἰσοράασθαι ἐπʼ αἴσχεϊ θηλυτέρῃοι. 55τῇ Ελένη εἰκυῖα δέμας καὶ ἀκήρατον αἰδῶ ἤιε σὺν Τρῳῇσι δορυκτήτοισι καὶ αὐτὴ νῆας ἔπʼ Ἀργείων εὐήρεας· ἀμφὶ δὲ λαοὶ θάμβεον ἀθρήσαντες ἀμωμήτοιο γυναικὸς ἀγλαΐην καὶ κάλλος ἐπήρατον· οὐδέ τις ἔτλη 60κείνην οὔτε κρυφηδὸν ἐπεσβολίῃσι χαλέψαι, οὔτʼ οὖν ἀμφαδίην, ἀλλʼ ὡς θεὸν εἰσορόωντο ἀσπασίως· πᾶσιν γὰρ ἐελδομένοισι φαάνθη. ὡς δʼ ὅτʼ ἀλωομένοισι διʼ ἀκαμάτοιο θαλάσσης πατρὶς ἑὴ μετὰ δηρὸν ἐελδομένοισι φανείη, 65οἱ δὲ καὶ ἐκ πόντοιο καὶ ἐκ θανάτοιο φυγόντες πάτρῃ χεῖρʼ ὀρέγουσι γεγηθότες ἄσπετα θυμῷ· ὣς Δαναοὶ περὶ πάντες ἐγήθεον· οὐ γὰρ ἔτʼ αὐτοῖς μνῆστις ἔην καμάτοιο δυσαλγέος οὐδὲ κυδοιμοῦ· τοῖον γὰρ Κυθέρεια νόον ποιήσατο πάντων 70ἦρα φέρουσʼ Ἑλένῃ ἑλικώπιδι καὶ Διὶ πατρί.

But Helen raised no lamentation: shame
Sat on her dark-blue eyes, and cast its flush
Over her lovely cheeks. Her heart beat hard
With sore misgiving, lest, as to the ships
She passed, the Achaeans might mishandle her.
Therefore with fluttering soul she trembled sore;
And, her head darkly mantled in her veil,
Close-following trod she in her husband’s steps,
With cheek shame-crimsoned, like the Queen of Love,
What time the Heaven-abiders saw her clasped
In Ares’ arms, shaming in sight of all
The marriage-bed, trapped in the myriad-meshed
Toils of Hephaestus: tangled there she lay
In agony of shame, while thronged around
The Blessed, and there stood Hephaestus’ self:
For fearful it is for wives to be beheld
By husbands’ eyes doing the deed of shame.
Lovely as she in form and roseate blush
Passed Helen mid the Trojan captives on
To the Argive ships. But the folk all around
Marvelled to see the glory of loveliness
Of that all-flawless woman. No man dared
Or secretly or openly to cast
Reproach on her. As on a Goddess all
Gazed on her with adoring wistful eyes.
As when to wanderers on a stormy sea,
After long time and passion of prayer, the sight
Of fatherland is given; from deadly deeps
Escaped, they stretch hands to her joyful-souled;
So joyed the Danaans all, no man of them
Remembered any more war’s travail and pain.
Such thoughts Cytherea stirred in them, for grace
To Helen starry-eyed, and Zeus her sire.

71καὶ τότʼ ἄρʼ, ὡς ἐνόησε φίλον δεδαϊγμένον ἄστυ Ξάνθος ἔθʼ αἱματόεντος ἀναπνείων ὀρυμαγδοῦ μύρετο σὺν Νύμφῃσιν, ἐπεὶ κακὸν ἔμπεσε Τροίῃ ἔκποθε καὶ Πριάμοιο κατημάλδυνε πόληα· 75ὡς δʼ ὅτε λήιον αὖον ἐπιβρίσασα χάλαζα τυτθὰ διατμήξῃ, στάχυας δʼ ἀπὸ πάντας ἀμέρσῃ ῥιπῇ ὑπʼ ἀργαλέῃ, καλάμη δʼ ἄρα χεύατʼ ἔραζε μαψιδίη καρποῖο κατʼ οὔδεος ὀλλυμένοιο λευγαλέως, λυγρῷ δὲ πέλει μέγα πένθος ἄνακτι· 80ὣς ἄρα καὶ Ξάνθοιο περὶ φρένας ἤλυθεν ἄλγος Ἰλίου οἰωθέντος· ἔχεν δέ μιν αἰὲν ὀϊζὺς ἀθάνατόν περ ἐόντα· μακρὴ δʼ ἀμφέστενεν Ἴδη καὶ Σιμόεις· μύροντο δʼ ἀπόπροθι πάντες ἔναυλοι Ἰδαῖοι Πριάμοιο πόλιν περικωκύοντες. 85Ἀργεῖοι δʼ ἐπὶ νῆας ἔβαν μέγα καγχαλόωντες μέλποντες νίκης ἐρικυδέος ὄβριμον ἀλκήν, ἄλλοτε δὲ ζάθεον μακάρων γένος ἠδὲ καὶ αὐτῶν θυμὸν τολμήεντα καὶ ἄφθιτον ἔργον Ἐπειοῦ. μολπὴ δʼ οὐρανὸν ἷκε διʼ αἰθέρος, εὖτε κολοιῶν 90κλαγγὴ ἀπειρεσίη, ὁπότʼ εὔδιον ἦμαρ ἵκηται χείματος ἐξ ὀλοοῖο, πέλει δʼ ἄρα νήμενος αἰθήρ· ὣς τῶν πὰρ νήεσσι μέγʼ ἔνδοθι γηθομένοων κῆρ […] ἀθάνατοι τέρποντο κατʼ οὐρανόν, ὅσσοι ἀρωγοὶ ἐκ θυμοῖο πέλοντο φιλοπτολέμων Ἀργείων· 95ἄλλοι δʼ αὖ χαλέπαινον, ὅσοι Τρώεσσιν ἄμυνον, δερκόμενοι Πριάμοιο καταιθόμενον πτολίεθρον· ἀλλʼ οὐ μὰν ὑπὲρ Αἶσαν ἐελδόμενοί περ ἀμύνειν ἔσθενον· οὐδὲ γὰρ αὐτὸς ὑπὲρ μόρον οὐδὲ Κρονίων ῥηιδίως δύνατʼ Αἶσαν ἀπωσέμεν, ὃς περὶ πάντων 100ἀθανάτων σθένος ἐστί, Διὸς δʼ ἐκ πάντα πέλονται.

Then, when he saw that burg beloved destroyed,
Xanthus, scarce drawing breath from bloody war,
Mourned with his Nymphs for ruin fallen on Troy,
Mourned for the city of Priam blotted out.
As when hail lashes a field of ripened wheat,
And beats it small, and smites off all the ears
With merciless scourge, and levelled with the ground
Are stalks, and on the earth is all the grain
Woefully wasted, and the harvest’s lord
Is stricken with deadly grief; so Xanthus’ soul
Was utterly whelmed in grief for Ilium made
A desolation; grief undying was his,
Immortal though he was. Mourned Simois
And long-ridged Ida: all who on Ida dwelt
Wailed from afar the ruin of Priam’s town.

But with loud laughter of glee the Argives sought
Their galleys, chanting the triumphant might
Of victory, chanting now the Blessed Gods,
Now their own valour, and Epeius’ work
Ever renowned. Their song soared up to heaven,
Like multitudinous cries of daws, when breaks
A day of sunny calm and windless air
After a ruining storm: from their glad hearts
So rose the joyful clamour, till the Gods
Heard and rejoiced in heaven, all who had helped
With willing hands the war-fain Argive men.
But chafed those others which had aided Troy,
Beholding Priam’s city wrapped in flame,
Yet powerless for her help to override
Fate; for not Cronos’ Son can stay the hand
Of Destiny, whose might transcendeth all
The Immortals, and Zeus sanctioneth all her deeds.

101Ἀργεῖοι δʼ ἄρα πολλὰ βοῶν ἐπὶ μηρία θέντες καῖον ὁμῶς σχίζῃσι, καὶ ἐσσύμενοι περὶ βωμοὺς λείβεσκον μέθυ λαρὸν ἐπʼ αἰθομένῃσι θυηλῇς ἦρα θεοῖσι φέροντες, ἐπεὶ μέγα ἤνυσαν ἔργον. 105πολλὰ δʼ ἐν εἰλαπίνῃ θυμηδέϊ κυδαίνεσκον πάντας, ὅσους ὑπέδεκτο σὺν ἔντεσι δούριος ἵππος· θαύμαζον δὲ Σίνωνα περικλυτόν, οὕνεχʼ ὑπέτλη λώβην δυσμενέων πολυκηδέα· καί ῥά ἑ πάντες μολπῇ καὶ γεράεσσιν ἀπειρεσίοισι τίεσκον· 110ὃς δʼ ἄρʼ ἐνὶ φρεσὶν ᾗσιν ἐγήθεε τλήμονι θυμῷ νίκῃ ἔπʼ Ἀργείων, σφετέρῃ δʼ οὐκ ἄχνυτο λώβῃ· ἀνέρι γὰρ πινυτῷ καὶ ἐπίφρονι πολλὸν ἄμεινον κῦδος καὶ χρυσοῖο καὶ εἴδεος ἠδὲ καὶ ἄλλων ἐσθλῶν, ὁππόσα τʼ ἐστὶ καὶ ἔσσεται ἀνθρώποισιν. 115οἱ δʼ ἄρα πὰρ νήεσσιν ἀταρβέα θυμὸν ἔχοντες δόρπεον ἀλλήλοισι διηνεκέως ἐνέποντες· ἠνύσαμεν πολέμοιο μακροῦ τέλος· ἠράμεθʼ εὐρὺ κῦδος ὁμῶς δηΐοισι μέγα πτολίεθρον ἑλόντες· ἀλλά, Ζεῦ, καὶ νόστον ἐελδομένοις κατάνευσον. 120ὣς ἔφαν· ἀλλʼ οὐ πᾶσι πατὴρ ἐπὶ νόστον ἔνευσε.

The Argives on the flaming altar-wood
Laid many thighs of oxen, and made haste
To spill sweet wine on their burnt offerings,
Thanking the Gods for that great work achieved.
And loudly at the feast they sang the praise
Of all the mailed men whom the Horse of Tree
Had ambushed. Far-famed Sinon they extolled
For that dire torment he endured of foes;
Yea, song and honour-guerdons without end
All rendered him: and that resolved soul
Glad-hearted joyed for the Argives victory,
And for his own misfeaturing sorrowed not.
For to the wise and prudent man renown
Is better far than gold, than goodlihead,
Than all good things men have or hope to win.

So, feasting by the ships all void of fear,
Cried one to another ever and anon:
“We have touched the goal of this long war, have won
Glory, have smitten our foes and their great town!
Now grant, O Zeus, to our prayers safe home-return!”
But not to all the Sire vouchsafed return.

People and places in this passage

English translation by A. S. Way (1913). Original text: Arnold Zimmermann (ed.), Quinti Smyrnaei Posthomericorum libri XIV, Leipzig: Teubner, 1891 (Greek text as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library, Greek text); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.