Homer · Iliad Ἰλιάς

Homer, Iliad 1.304–427: Briseis is taken from Achilles; Achilles prays to Thetis

Agamemnon launches a ship to take the girl home to Chryses and sends heralds to Achilles' hut to take Briseis. Achilles lets her go, then sits weeping by the sea and prays to his mother Thetis, who rises from the water to comfort him. He asks her to go to Zeus and win honour for him by having the Achaeans driven back to their ships.

Lines 1.304–427 · 1390 words · click a number to copy its link
304ὣς τώ γʼ ἀντιβίοισι μαχεσσαμένω ἐπέεσσιν 305ἀνστήτην, λῦσαν δʼ ἀγορὴν παρὰ νηυσὶν Ἀχαιῶν· Πηλεΐδης μὲν ἐπὶ κλισίας καὶ νῆας ἐΐσας ἤϊε σύν τε Μενοιτιάδῃ καὶ οἷς ἑτάροισιν· Ἀτρεΐδης δʼ ἄρα νῆα θοὴν ἅλα δὲ προέρυσσεν, ἐν δʼ ἐρέτας ἔκρινεν ἐείκοσιν, ἐς δʼ ἑκατόμβην 310βῆσε θεῷ, ἀνὰ δὲ Χρυσηΐδα καλλιπάρῃον εἷσεν ἄγων· ἐν δʼ ἀρχὸς ἔβη πολύμητις Ὀδυσσεύς. οἳ μὲν ἔπειτʼ ἀναβάντες ἐπέπλεον ὑγρὰ κέλευθα, λαοὺς δʼ Ἀτρεΐδης ἀπολυμαίνεσθαι ἄνωγεν· οἳ δʼ ἀπελυμαίνοντο καὶ εἰς ἅλα λύματα βάλλον, 315ἕρδον δʼ Ἀπόλλωνι τεληέσσας ἑκατόμβας ταύρων ἠδʼ αἰγῶν παρὰ θῖνʼ ἁλὸς ἀτρυγέτοιο· κνίση δʼ οὐρανὸν ἷκεν ἑλισσομένη περὶ καπνῷ. ὣς οἳ μὲν τὰ πένοντο κατὰ στρατόν· οὐδʼ Ἀγαμέμνων λῆγʼ ἔριδος τὴν πρῶτον ἐπηπείλησʼ Ἀχιλῆϊ, 320ἀλλʼ ὅ γε Ταλθύβιόν τε καὶ Εὐρυβάτην προσέειπε, τώ οἱ ἔσαν κήρυκε καὶ ὀτρηρὼ θεράποντε· ἔρχεσθον κλισίην Πηληϊάδεω Ἀχιλῆος· χειρὸς ἑλόντʼ ἀγέμεν Βρισηΐδα καλλιπάρῃον· εἰ δέ κε μὴ δώῃσιν ἐγὼ δέ κεν αὐτὸς ἕλωμαι 325ἐλθὼν σὺν πλεόνεσσι· τό οἱ καὶ ῥίγιον ἔσται.

The son of Peleus went his way to his huts and his balanced ships together with the son of Menoetius, and with his men; but the son of Atreus launched a swift ship on the sea, and chose for it twenty rowers, and drove on board a hecatomb for the god, and brought the fair-cheeked daughter of Chryses and set her in the ship; and Odysseus of many wiles went on board to take command. So these embarked and sailed over the watery ways; but the son of Atreus bade the people purify themselves. And they purified themselves, and cast the defilement into the sea, and offered to Apollo perfect hecatombs of bulls and goats by the shore of the barren sea; and the savour thereof went up to heaven, eddying amid the smoke. Thus were they busied throughout the camp; but Agamemnon did not cease from the strife with which he had first threatened Achilles, but called to Talthybius and Eurybates, who were his heralds and ready squires: Go to the hut of Achilles, Peleus' son, and take by the hand the fair-cheeked Briseis, and lead her hither; and if he give her not, I will myself go with a larger company and take her; that will be even the worse for him. So saying he sent them forth, and laid upon them a stern command.

326ὣς εἰπὼν προΐει, κρατερὸν δʼ ἐπὶ μῦθον ἔτελλε· τὼ δʼ ἀέκοντε βάτην παρὰ θῖνʼ ἁλὸς ἀτρυγέτοιο, Μυρμιδόνων δʼ ἐπί τε κλισίας καὶ νῆας ἱκέσθην, τὸν δʼ εὗρον παρά τε κλισίῃ καὶ νηῒ μελαίνῃ 330ἥμενον· οὐδʼ ἄρα τώ γε ἰδὼν γήθησεν Ἀχιλλεύς. τὼ μὲν ταρβήσαντε καὶ αἰδομένω βασιλῆα στήτην, οὐδέ τί μιν προσεφώνεον οὐδʼ ἐρέοντο· αὐτὰρ ὃ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ φώνησέν τε· χαίρετε κήρυκες Διὸς ἄγγελοι ἠδὲ καὶ ἀνδρῶν, 335ἆσσον ἴτʼ· οὔ τί μοι ὔμμες ἐπαίτιοι ἀλλʼ Ἀγαμέμνων, ὃ σφῶϊ προΐει Βρισηΐδος εἵνεκα κούρης. ἀλλʼ ἄγε διογενὲς Πατρόκλεες ἔξαγε κούρην καί σφωϊν δὸς ἄγειν· τὼ δʼ αὐτὼ μάρτυροι ἔστων πρός τε θεῶν μακάρων πρός τε θνητῶν ἀνθρώπων 340καὶ πρὸς τοῦ βασιλῆος ἀπηνέος εἴ ποτε δʼ αὖτε χρειὼ ἐμεῖο γένηται ἀεικέα λοιγὸν ἀμῦναι τοῖς ἄλλοις· ἦ γὰρ ὅ γʼ ὀλοιῇσι φρεσὶ θύει, οὐδέ τι οἶδε νοῆσαι ἅμα πρόσσω καὶ ὀπίσσω, ὅππως οἱ παρὰ νηυσὶ σόοι μαχέοιντο Ἀχαιοί.

Unwilling went the two along the shore of the barren sea, and came to the tents and the ships of the Myrmidons. Him they found sitting beside his tent and his black ship; and Achilles was not glad at sight of them. The two, seized with dread and in awe of the king, stood, and spoke no word to him, nor made question; but he knew in his heart, and spoke: Hail, heralds, messengers of Zeus and men, draw near. It is not you who are guilty in my sight, but Agamemnon, who sent you forth for the sake of the girl, Briseis. But come, Patroclus, sprung from Zeus, bring forth the girl, and give her to them to lead away. However, let these two themselves be witnesses before the blessed gods and mortal men, and before him, that ruthless king, if hereafter there shall be need of me to ward off shameful ruin from the host. Truly he rages with baneful mind, and knows not at all to look both before and after, that his Achaeans might wage war in safety beside their ships.

345ὣς φάτο, Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθʼ ἑταίρῳ, ἐκ δʼ ἄγαγε κλισίης Βρισηΐδα καλλιπάρῃον, δῶκε δʼ ἄγειν· τὼ δʼ αὖτις ἴτην παρὰ νῆας Ἀχαιῶν· ἣ δʼ ἀέκουσʼ ἅμα τοῖσι γυνὴ κίεν· αὐτὰρ Ἀχιλλεὺς δακρύσας ἑτάρων ἄφαρ ἕζετο νόσφι λιασθείς, 350θῖνʼ ἔφʼ ἁλὸς πολιῆς, ὁρόων ἐπʼ ἀπείρονα πόντον· πολλὰ δὲ μητρὶ φίλῃ ἠρήσατο χεῖρας ὀρεγνύς· μῆτερ ἐπεί μʼ ἔτεκές γε μινυνθάδιόν περ ἐόντα, τιμήν πέρ μοι ὄφελλεν Ὀλύμπιος ἐγγυαλίξαι Ζεὺς ὑψιβρεμέτης· νῦν δʼ οὐδέ με τυτθὸν ἔτισεν· 355ἦ γάρ μʼ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων ἠτίμησεν· ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας. ὣς φάτο δάκρυ χέων, τοῦ δʼ ἔκλυε πότνια μήτηρ ἡμένη ἐν βένθεσσιν ἁλὸς παρὰ πατρὶ γέροντι· καρπαλίμως δʼ ἀνέδυ πολιῆς ἁλὸς ἠΰτʼ ὀμίχλη, 360καί ῥα πάροιθʼ αὐτοῖο καθέζετο δάκρυ χέοντος, χειρί τέ μιν κατέρεξεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε· τέκνον τί κλαίεις; τί δέ σε φρένας ἵκετο πένθος; ἐξαύδα, μὴ κεῦθε νόῳ, ἵνα εἴδομεν ἄμφω.

So he spoke, and Patroclus obeyed his dear comrade, and led forth from the hut the fair-cheeked Briseis, and gave her to them to lead away. So the two went back beside the ships of the Achaeans, and with them, all unwilling, went the woman. But Achilles burst into tears, and withdrew apart from his comrades, and sat down on the shore of the grey sea, looking forth over the wine-dark deep. Earnestly he prayed to his dear mother with hands outstretched: Mother, since you bore me, though to so brief a span of life, honour surely ought the Olympian to have given into my hands, Zeus who thunders on high; but now he has honoured me not a bit. Truly the son of Atreus, wide-ruling Agamemnon has dishonoured me: for he has taken and keeps my prize through his own arrogant act. So he spoke, weeping, and his lady mother heard him, as she sat in the depths of the sea beside the old man, her father. And speedily she came forth from the grey sea like a mist, and sat down before him, as he wept, and she stroked him with her hand, and spoke to him, and called him by name: My child, why do you weep? What sorrow has come upon your heart? Speak out; hide it not in your mind, that we both may know. Then with heavy moaning spoke swift-footed Achilles to her: You know.

364τὴν δὲ βαρὺ στενάχων προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· 365οἶσθα· τί ἤ τοι ταῦτα ἰδυίῃ πάντʼ ἀγορεύω; ᾠχόμεθʼ ἐς Θήβην ἱερὴν πόλιν Ἠετίωνος, τὴν δὲ διεπράθομέν τε καὶ ἤγομεν ἐνθάδε πάντα· καὶ τὰ μὲν εὖ δάσσαντο μετὰ σφίσιν υἷες Ἀχαιῶν, ἐκ δʼ ἕλον Ἀτρεΐδῃ Χρυσηΐδα καλλιπάρῃον. 370Χρύσης δʼ αὖθʼ ἱερεὺς ἑκατηβόλου Ἀπόλλωνος ἦλθε θοὰς ἐπὶ νῆας Ἀχαιῶν χαλκοχιτώνων λυσόμενός τε θύγατρα φέρων τʼ ἀπερείσιʼ ἄποινα, στέμματʼ ἔχων ἐν χερσὶν ἑκηβόλου Ἀπόλλωνος χρυσέῳ ἀνὰ σκήπτρῳ, καὶ λίσσετο πάντας Ἀχαιούς, 375Ἀτρεΐδα δὲ μάλιστα δύω κοσμήτορε λαῶν. ἔνθʼ ἄλλοι μὲν πάντες ἐπευφήμησαν Ἀχαιοὶ αἰδεῖσθαί θʼ ἱερῆα καὶ ἀγλαὰ δέχθαι ἄποινα· ἀλλʼ οὐκ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ, ἀλλὰ κακῶς ἀφίει, κρατερὸν δʼ ἐπὶ μῦθον ἔτελλε· 380χωόμενος δʼ ὁ γέρων πάλιν ᾤχετο· τοῖο δʼ Ἀπόλλων εὐξαμένου ἤκουσεν, ἐπεὶ μάλα οἱ φίλος ἦεν, ἧκε δʼ ἐπʼ Ἀργείοισι κακὸν βέλος· οἳ δέ νυ λαοὶ θνῇσκον ἐπασσύτεροι, τὰ δʼ ἐπῴχετο κῆλα θεοῖο πάντῃ ἀνὰ στρατὸν εὐρὺν Ἀχαιῶν· ἄμμι δὲ μάντις 385εὖ εἰδὼς ἀγόρευε θεοπροπίας ἑκάτοιο.

Why then should I tell the tale to you who knows all? We went forth to Thebe, the sacred city of Eetion, and laid it waste, and brought here all the spoil. This the sons of the Achaeans divided properly among themselves, but for the son of Atreus they chose out the fair-cheeked daughter of Chryses. However, Chryses, priest of Apollo, who strikes from afar, came to the swift ships of the bronze-clad Achaeans, to free his daughter, bearing ransom past counting, and in his hands he held the wreaths of Apollo who strikes from afar, on a staff of gold, and he implored all the Achaeans, but most of all the two sons of Atreus, marshallers of the people. Then all the rest of the Achaeans shouted assent, to reverence the priest and accept the glorious ransom; yet the thing did not please the heart of Agamemnon, son of Atreus, but he sent him away harshly, and laid upon him a stern command. So the old man went back again in anger; and Apollo heard his prayer, for he was very dear to him, and sent against the Argives an evil shaft. Then the people began to die thick and fast, and the shafts of the god ranged everywhere throughout the wide camp of the Achaeans. But to us the prophet with sure knowledge declared the oracles of the god who strikes from afar.

386αὐτίκʼ ἐγὼ πρῶτος κελόμην θεὸν ἱλάσκεσθαι· Ἀτρεΐωνα δʼ ἔπειτα χόλος λάβεν, αἶψα δʼ ἀναστὰς ἠπείλησεν μῦθον ὃ δὴ τετελεσμένος ἐστί· τὴν μὲν γὰρ σὺν νηῒ θοῇ ἑλίκωπες Ἀχαιοὶ 390ἐς Χρύσην πέμπουσιν, ἄγουσι δὲ δῶρα ἄνακτι· τὴν δὲ νέον κλισίηθεν ἔβαν κήρυκες ἄγοντες κούρην Βρισῆος τήν μοι δόσαν υἷες Ἀχαιῶν. ἀλλὰ σὺ εἰ δύνασαί γε περίσχεο παιδὸς ἑῆος· ἐλθοῦσʼ Οὔλυμπον δὲ Δία λίσαι, εἴ ποτε δή τι 395ἢ ἔπει ὤνησας κραδίην Διὸς ἠὲ καὶ ἔργῳ. πολλάκι γάρ σεο πατρὸς ἐνὶ μεγάροισιν ἄκουσα εὐχομένης ὅτʼ ἔφησθα κελαινεφέϊ Κρονίωνι οἴη ἐν ἀθανάτοισιν ἀεικέα λοιγὸν ἀμῦναι, ὁππότε μιν ξυνδῆσαι Ὀλύμπιοι ἤθελον ἄλλοι 400Ἥρη τʼ ἠδὲ Ποσειδάων καὶ Παλλὰς Ἀθήνη· ἀλλὰ σὺ τόν γʼ ἐλθοῦσα θεὰ ὑπελύσαο δεσμῶν, ὦχʼ ἑκατόγχειρον καλέσασʼ ἐς μακρὸν Ὄλυμπον, ὃν Βριάρεων καλέουσι θεοί, ἄνδρες δέ τε πάντες Αἰγαίωνʼ, ὃ γὰρ αὖτε βίην οὗ πατρὸς ἀμείνων· 405ὅς ῥα παρὰ Κρονίωνι καθέζετο κύδεϊ γαίων· τὸν καὶ ὑπέδεισαν μάκαρες θεοὶ οὐδʼ ἔτʼ ἔδησαν.

Forthwith, then, I first bade propitiate the god, but thereafter anger seized the son of Atreus, and straightway he arose and spoke a threatening word, which now has come to pass. For the quick-glancing Achaeans are taking the maiden in a swift ship to Chryse, and are bearing gifts to the god; while the other woman the heralds have just now taken from my tent and led away, the daughter of Briseus, whom the sons of the Achaeans gave me. But, you, if you are able, guard your own son; go to Olympus and make prayer to Zeus, if ever you have gladdened his heart by word or deed. For often I have heard you glorying in the halls of my father, and declaring that you alone among the immortals warded off shameful ruin from the son of Cronos, lord of the dark clouds, on the day when the other Olympians wished to put him in bonds, even Hera and Poseidon and Pallas Athene. But you came, goddess, and freed him from his bonds, when you had quickly called to high Olympus him of the hundred hands, whom the gods call Briareus, but all men Aegaeon; for he is mightier than his father. He sat down by the side of the son of Cronos, exulting in his glory, and the blessed gods were seized with fear of him, and did not bind Zeus.

407τῶν νῦν μιν μνήσασα παρέζεο καὶ λαβὲ γούνων αἴ κέν πως ἐθέλῃσιν ἐπὶ Τρώεσσιν ἀρῆξαι, τοὺς δὲ κατὰ πρύμνας τε καὶ ἀμφʼ ἅλα ἔλσαι Ἀχαιοὺς 410κτεινομένους, ἵνα πάντες ἐπαύρωνται βασιλῆος, γνῷ δὲ καὶ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων ἣν ἄτην ὅ τʼ ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισεν. τὸν δʼ ἠμείβετʼ ἔπειτα Θέτις κατὰ δάκρυ χέουσα· ὤ μοι τέκνον ἐμόν, τί νύ σʼ ἔτρεφον αἰνὰ τεκοῦσα; 415αἴθʼ ὄφελες παρὰ νηυσὶν ἀδάκρυτος καὶ ἀπήμων ἧσθαι, ἐπεί νύ τοι αἶσα μίνυνθά περ οὔ τι μάλα δήν· νῦν δʼ ἅμα τʼ ὠκύμορος καὶ ὀϊζυρὸς περὶ πάντων ἔπλεο· τώ σε κακῇ αἴσῃ τέκον ἐν μεγάροισι. τοῦτο δέ τοι ἐρέουσα ἔπος Διὶ τερπικεραύνῳ 420εἶμʼ αὐτὴ πρὸς Ὄλυμπον ἀγάννιφον αἴ κε πίθηται. ἀλλὰ σὺ μὲν νῦν νηυσὶ παρήμενος ὠκυπόροισι μήνιʼ Ἀχαιοῖσιν, πολέμου δʼ ἀποπαύεο πάμπαν· Ζεὺς γὰρ ἐς Ὠκεανὸν μετʼ ἀμύμονας Αἰθιοπῆας χθιζὸς ἔβη κατὰ δαῖτα, θεοὶ δʼ ἅμα πάντες ἕποντο· 425δωδεκάτῃ δέ τοι αὖτις ἐλεύσεται Οὔλυμπον δέ, καὶ τότʼ ἔπειτά τοι εἶμι Διὸς ποτὶ χαλκοβατὲς δῶ, καί μιν γουνάσομαι καί μιν πείσεσθαι ὀΐω.

Bring this now to his remembrance, and sit by his side, and clasp his knees, in hope that he might perhaps wish to succour the Trojans, and for those others, the Achaeans, to pen them in among the sterns of their ships and around the sea as they are slain, so that they may all have profit of their king, and that the son of Atreus, wide-ruling Agamemnon may know his blindness in that he did no honour to the best of the Achaeans. Then Thetis answered him as she wept: Ah me, my child, why did I rear you, cursed in my child-bearing? Would that it had been your lot to remain by your ships without tears and without grief, since your span of life is brief and endures no long time; but now you are doomed to a speedy death and are laden with sorrow above all men; therefore to an evil fate I bore you in our halls. Yet in order to tell this your word to Zeus who delights in the thunderbolt I will myself go to snowy Olympus, in hope that he may be persuaded. But remain by your swift, sea-faring ships, and continue your wrath against the Achaeans, and refrain utterly from battle; for Zeus went yesterday to Oceanus, to the blameless Ethiopians for a feast, and all the gods followed with him; but on the twelfth day he will come back again to Olympus, and then will I go to the house of Zeus with threshold of bronze, and will clasp his knees in prayer, and I think I shall win him.

People and places in this passage

English translation by Augustus Taber Murray (1924). Original text: David B. Monro and Thomas W. Allen (eds.), Homeri Opera, Oxford Classical Texts, 3rd ed., vols. 1-2, Oxford: Clarendon Press, 1908-1920 (Greek text as digitised by Perseus); English: Augustus Taber Murray, Homer, The Iliad, Loeb Classical Library, London: Heinemann; New York: Putnam, 1924-1925.

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.

Iliad Book 1, lines 304–427: Briseis is taken from Achilles