Homer · Iliad Ἰλιάς

Homer, Iliad 2.645–785: The Catalogue of Ships (3): Crete, Achilles' Myrmidons and Thessaly

The Catalogue turns to the Cretans under Idomeneus, Tlepolemus of Rhodes and Nireus of Syme. It lists Achilles' Myrmidons, who lie idle by their ships while he nurses his wrath, and then the contingents from Thessaly, including those of Protesilaus, Philoctetes and Eumelus. The poet asks the Muse who were the best of the men and horses, and names Ajax as the best man while Achilles was angry.

Lines 2.645–785 · 1402 words · click a number to copy its link
645Κρητῶν δʼ Ἰδομενεὺς δουρὶ κλυτὸς ἡγεμόνευεν, οἳ Κνωσόν τʼ εἶχον Γόρτυνά τε τειχιόεσσαν, Λύκτον Μίλητόν τε καὶ ἀργινόεντα Λύκαστον Φαιστόν τε Ῥύτιόν τε, πόλεις εὖ ναιετοώσας, ἄλλοι θʼ οἳ Κρήτην ἑκατόμπολιν ἀμφενέμοντο. 650τῶν μὲν ἄρʼ Ἰδομενεὺς δουρὶ κλυτὸς ἡγεμόνευε Μηριόνης τʼ ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ· τοῖσι δʼ ἅμʼ ὀγδώκοντα μέλαιναι νῆες ἕποντο. Τληπόλεμος δʼ Ἡρακλεΐδης ἠΰς τε μέγας τε ἐκ Ῥόδου ἐννέα νῆας ἄγεν Ῥοδίων ἀγερώχων, 655οἳ Ῥόδον ἀμφενέμοντο διὰ τρίχα κοσμηθέντες Λίνδον Ἰηλυσόν τε καὶ ἀργινόεντα Κάμειρον. τῶν μὲν Τληπόλεμος δουρὶ κλυτὸς ἡγεμόνευεν, ὃν τέκεν Ἀστυόχεια βίῃ Ἡρακληείῃ, τὴν ἄγετʼ ἐξ Ἐφύρης ποταμοῦ ἄπο Σελλήεντος 660πέρσας ἄστεα πολλὰ διοτρεφέων αἰζηῶν. Τληπόλεμος δʼ ἐπεὶ οὖν τράφʼ ἐνὶ μεγάρῳ εὐπήκτῳ, αὐτίκα πατρὸς ἑοῖο φίλον μήτρωα κατέκτα ἤδη γηράσκοντα Λικύμνιον ὄζον Ἄρηος· αἶψα δὲ νῆας ἔπηξε, πολὺν δʼ ὅ γε λαὸν ἀγείρας 665βῆ φεύγων ἐπὶ πόντον· ἀπείλησαν γάρ οἱ ἄλλοι υἱέες υἱωνοί τε βίης Ἡρακληείης.

And the Cretans had as leader Idomeneus, famed for his spear, even they that held Cnosus and Gortys, famed for its walls, Lyctus and Miletus and Lycastus, white with chalk, and Phaestus and Rhytium, well-peopled cities; and all they beside that dwelt in Crete of the hundred cities. Of all these was Idomeneus, famed for his spear, captain, and Meriones, the peer of Enyalius, slayer of men. And with these there followed eighty black ships. And Tlepolemus, son of Heracles, a valiant man and tall, led from Rhodes nine ships of the lordly Rhodians, that dwelt in Rhodes sundered in three divisions—in Lindos and Ialysus and Cameirus, white with chalk. These were led by Tlepolemus, famed for his spear, he that was born to mighty Heracles by Astyocheia, whom he had led forth out of Ephyre from the river Selleïs, when he had laid waste many cities of warriors fostered of Zeus. But when Tlepolemus had grown to manhood in the well-fenced palace, forthwith he slew his own father's dear uncle, Licymnius, scion of Ares, who was then waxing old. So he straightway built him ships, and when he had gathered together much people, went forth in flight over the sea, for that the other sons and grandsons of mighty Heracles threatened him.

667αὐτὰρ ὅ γʼ ἐς Ῥόδον ἷξεν ἀλώμενος ἄλγεα πάσχων· τριχθὰ δὲ ᾤκηθεν καταφυλαδόν, ἠδὲ φίληθεν ἐκ Διός, ὅς τε θεοῖσι καὶ ἀνθρώποισιν ἀνάσσει, 670καί σφιν θεσπέσιον πλοῦτον κατέχευε Κρονίων. Νιρεὺς αὖ Σύμηθεν ἄγε τρεῖς νῆας ἐΐσας Νιρεὺς Ἀγλαΐης υἱὸς Χαρόποιό τʼ ἄνακτος Νιρεύς, ὃς κάλλιστος ἀνὴρ ὑπὸ Ἴλιον ἦλθε τῶν ἄλλων Δαναῶν μετʼ ἀμύμονα Πηλεΐωνα· 675ἀλλʼ ἀλαπαδνὸς ἔην, παῦρος δέ οἱ εἵπετο λαός. οἳ δʼ ἄρα Νίσυρόν τʼ εἶχον Κράπαθόν τε Κάσον τε καὶ Κῶν Εὐρυπύλοιο πόλιν νήσους τε Καλύδνας, τῶν αὖ Φείδιππός τε καὶ Ἄντιφος ἡγησάσθην Θεσσαλοῦ υἷε δύω Ἡρακλεΐδαο ἄνακτος· 680τοῖς δὲ τριήκοντα γλαφυραὶ νέες ἐστιχόωντο. νῦν αὖ τοὺς ὅσσοι τὸ Πελασγικὸν Ἄργος ἔναιον, οἵ τʼ Ἄλον οἵ τʼ Ἀλόπην οἵ τε Τρηχῖνα νέμοντο, οἵ τʼ εἶχον Φθίην ἠδʼ Ἑλλάδα καλλιγύναικα, Μυρμιδόνες δὲ καλεῦντο καὶ Ἕλληνες καὶ Ἀχαιοί, 685τῶν αὖ πεντήκοντα νεῶν ἦν ἀρχὸς Ἀχιλλεύς.

But he came to Rhodes in his wanderings, suffering woes, and there his people settled in three divisions by tribes, and were loved of Zeus that is king among gods and men; and upon them was wondrous wealth poured by the son of Cronos. Moreover Nireus led three shapely ships from Syme, Nireus that was son of Aglaïa and Charops the king, Nireus the comeliest man that came beneath Ilios of all the Danaans after the fearless son of Peleus. Howbeit he was a weakling, and but few people followed with him. And they that held Nisyrus and Crapathus and Casus and Cos, the city of Eurypylus, and the Calydnian isles, these again were led by Pheidippus and Antiphus, the two sons of king Thessalus, son of Heracles. And with them were ranged thirty hollow ships. Now all those again that inhabited Pelasgian Argos, and dwelt in Alos and Alope and Trachis, and that held Phthia and Hellas, the land of fair women, and were called Myrmidons and Hellenes and Achaeans— of the fifty ships of these men was Achilles captain.

686ἀλλʼ οἵ γʼ οὐ πολέμοιο δυσηχέος ἐμνώοντο· οὐ γὰρ ἔην ὅς τίς σφιν ἐπὶ στίχας ἡγήσαιτο· κεῖτο γὰρ ἐν νήεσσι ποδάρκης δῖος Ἀχιλλεὺς κούρης χωόμενος Βρισηΐδος ἠϋκόμοιο, 690τὴν ἐκ Λυρνησσοῦ ἐξείλετο πολλὰ μογήσας Λυρνησσὸν διαπορθήσας καὶ τείχεα Θήβης, κὰδ δὲ Μύνητʼ ἔβαλεν καὶ Ἐπίστροφον ἐγχεσιμώρους, υἱέας Εὐηνοῖο Σεληπιάδαο ἄνακτος· τῆς ὅ γε κεῖτʼ ἀχέων, τάχα δʼ ἀνστήσεσθαι ἔμελλεν. 695οἳ δʼ εἶχον Φυλάκην καὶ Πύρασον ἀνθεμόεντα Δήμητρος τέμενος, Ἴτωνά τε μητέρα μήλων, ἀγχίαλόν τʼ Ἀντρῶνα ἰδὲ Πτελεὸν λεχεποίην, τῶν αὖ Πρωτεσίλαος ἀρήϊος ἡγεμόνευε ζωὸς ἐών· τότε δʼ ἤδη ἔχεν κάτα γαῖα μέλαινα. 700τοῦ δὲ καὶ ἀμφιδρυφὴς ἄλοχος Φυλάκῃ ἐλέλειπτο καὶ δόμος ἡμιτελής· τὸν δʼ ἔκτανε Δάρδανος ἀνὴρ νηὸς ἀποθρῴσκοντα πολὺ πρώτιστον Ἀχαιῶν.

Howbeit they bethought them not of dolorous war, since there was no man to lead them forth into the ranks. For he lay in idleness among the ships, the swift-footed, goodly Achilles, in wrath because of the fair-haired girl Briseïs, whom he had taken out of Lyrnessus after sore toil, when he wasted Lyrnessus and the walls of Thebe, and laid low Mynes and Epistrophus, warriors that raged with the spear, sons of king Evenus, Selepus' son. In sore grief for her lay Achilles idle; but soon was he to arise again. And they that held Phylace and flowery Pyrasus, the sanctuary of Demeter, and Iton, mother of flocks, and Antron, hard by the sea, and Pteleos, couched in grass, these again had as leader warlike Protesilaus, while yet he lived; howbeit ere now the black earth held him fast. His wife, her two cheeks torn in wailing, was left in Phylace and his house but half established, while, for himself, a Dardanian warrior slew him as he leapt forth from his ship by far the first of the Achaeans.

703οὐδὲ μὲν οὐδʼ οἳ ἄναρχοι ἔσαν, πόθεόν γε μὲν ἀρχόν· ἀλλά σφεας κόσμησε Ποδάρκης ὄζος Ἄρηος 705Ἰφίκλου υἱὸς πολυμήλου Φυλακίδαο αὐτοκασίγνητος μεγαθύμου Πρωτεσιλάου ὁπλότερος γενεῇ· ὁ δʼ ἅμα πρότερος καὶ ἀρείων ἥρως Πρωτεσίλαος ἀρήϊος· οὐδέ τι λαοὶ δεύονθʼ ἡγεμόνος, πόθεόν γε μὲν ἐσθλὸν ἐόντα· 710τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο. οἳ δὲ Φερὰς ἐνέμοντο παραὶ Βοιβηΐδα λίμνην Βοίβην καὶ Γλαφύρας καὶ ἐϋκτιμένην Ἰαωλκόν, τῶν ἦρχʼ Ἀδμήτοιο φίλος πάϊς ἕνδεκα νηῶν Εὔμηλος, τὸν ὑπʼ Ἀδμήτῳ τέκε δῖα γυναικῶν 715Ἄλκηστις Πελίαο θυγατρῶν εἶδος ἀρίστη. οἳ δʼ ἄρα Μηθώνην καὶ Θαυμακίην ἐνέμοντο καὶ Μελίβοιαν ἔχον καὶ Ὀλιζῶνα τρηχεῖαν, τῶν δὲ Φιλοκτήτης ἦρχεν τόξων ἐῢ εἰδὼς ἑπτὰ νεῶν· ἐρέται δʼ ἐν ἑκάστῃ πεντήκοντα 720ἐμβέβασαν τόξων εὖ εἰδότες ἶφι μάχεσθαι.

Yet neither were his men leaderless, though they longed for their leader; for Podarces, scion of Ares, marshalled them, he that was son of Phylacus' son, Iphiclus, rich in flocks, own brother to great-souled Protesilaus, and younger-born; but the other was the elder and the better man, even the warrior, valiant Protesilaus. So the host in no wise lacked a leader, though they longed for the noble man they had lost. And with him there followed forty black ships. And they that dwelt in Pherae beside the lake Boebeïs, and in Boebe, and Glaphyrae, and well-built Iolcus, these were led by the dear son of Admetus with eleven ships, even by Eumelus, whom Alcestis, queenly among women, bare to Admetus, even she, the comeliest of the daughters of Pelias. And they that dwelt in Methone and Thaumacia, and that held Meliboea and rugged Olizon, these with their seven ships were led by Philoctetes, well-skilled in archery, and on each ship embarked fifty oarsmen well skilled to fight amain with the bow.

721ἀλλʼ ὃ μὲν ἐν νήσῳ κεῖτο κρατέρʼ ἄλγεα πάσχων Λήμνῳ ἐν ἠγαθέῃ, ὅθι μιν λίπον υἷες Ἀχαιῶν ἕλκεϊ μοχθίζοντα κακῷ ὀλοόφρονος ὕδρου· ἔνθʼ ὅ γε κεῖτʼ ἀχέων· τάχα δὲ μνήσεσθαι ἔμελλον 725Ἀργεῖοι παρὰ νηυσὶ Φιλοκτήταο ἄνακτος. οὐδὲ μὲν οὐδʼ οἳ ἄναρχοι ἔσαν, πόθεόν γε μὲν ἀρχόν· ἀλλὰ Μέδων κόσμησεν Ὀϊλῆος νόθος υἱός, τόν ῥʼ ἔτεκεν Ῥήνη ὑπʼ Ὀϊλῆϊ πτολιπόρθῳ. οἳ δʼ εἶχον Τρίκκην καὶ Ἰθώμην κλωμακόεσσαν, 730οἵ τʼ ἔχον Οἰχαλίην πόλιν Εὐρύτου Οἰχαλιῆος, τῶν αὖθʼ ἡγείσθην Ἀσκληπιοῦ δύο παῖδε ἰητῆρʼ ἀγαθὼ Ποδαλείριος ἠδὲ Μαχάων· τοῖς δὲ τριήκοντα γλαφυραὶ νέες ἐστιχόωντο. οἳ δʼ ἔχον Ὀρμένιον, οἵ τε κρήνην Ὑπέρειαν, 735οἵ τʼ ἔχον Ἀστέριον Τιτάνοιό τε λευκὰ κάρηνα, τῶν ἦρχʼ Εὐρύπυλος Εὐαίμονος ἀγλαὸς υἱός· τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.

But Philoctetes lay suffering grievous pains in an island, even in sacred Lemnos, where the sons of the Achaeans had left him in anguish with an evil wound from a deadly water-snake. There he lay suffering; yet full soon were the Argives beside their ships to bethink them of king Philoctetes. Howbeit neither were these men leaderless, though they longed for their leader; but Medon marshalled them, the bastard son of Oïleus, whom Rhene bare to Oïleus, sacker of cities. And they that held Tricca and Ithome of the crags, and Oechalia, city of Oechalian Eurytus, these again were led by the two sons of Asclepius, the skilled leeches Podaleirius and Machaon. And with these were ranged thirty hollow ships. And they that held Ormenius and the fountain Hypereia, and that held Asterium and the white crests of Titanus, these were led by Eurypylus, the glorious son of Euaemon. And with him there followed forty black ships.

738οἳ δʼ Ἄργισσαν ἔχον καὶ Γυρτώνην ἐνέμοντο, Ὄρθην Ἠλώνην τε πόλιν τʼ Ὀλοοσσόνα λευκήν, 740τῶν αὖθʼ ἡγεμόνευε μενεπτόλεμος Πολυποίτης υἱὸς Πειριθόοιο τὸν ἀθάνατος τέκετο Ζεύς· τόν ῥʼ ὑπὸ Πειριθόῳ τέκετο κλυτὸς Ἱπποδάμεια ἤματι τῷ ὅτε Φῆρας ἐτίσατο λαχνήεντας, τοὺς δʼ ἐκ Πηλίου ὦσε καὶ Αἰθίκεσσι πέλασσεν· 745οὐκ οἶος, ἅμα τῷ γε Λεοντεὺς ὄζος Ἄρηος υἱὸς ὑπερθύμοιο Κορώνου Καινεΐδαο· τοῖς δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο. Γουνεὺς δʼ ἐκ Κύφου ἦγε δύω καὶ εἴκοσι νῆας· τῷ δʼ Ἐνιῆνες ἕποντο μενεπτόλεμοί τε Περαιβοὶ 750οἳ περὶ Δωδώνην δυσχείμερον οἰκίʼ ἔθεντο, οἵ τʼ ἀμφʼ ἱμερτὸν Τιταρησσὸν ἔργα νέμοντο ὅς ῥʼ ἐς Πηνειὸν προΐει καλλίρροον ὕδωρ, οὐδʼ ὅ γε Πηνειῷ συμμίσγεται ἀργυροδίνῃ, ἀλλά τέ μιν καθύπερθεν ἐπιρρέει ἠΰτʼ ἔλαιον· 755ὅρκου γὰρ δεινοῦ Στυγὸς ὕδατός ἐστιν ἀπορρώξ.

And they that held Argissa, and dwelt in Gyrtone, Orthe, and Elone, and the white city of Oloösson, these again had as leader Polypoetes, staunch in fight, son of Peirithous, whom immortal Zeus begat— even him whom glorious Hippodameia conceived to Peirithous on the day when he got him vengeance on the shaggy centaurs, and thrust them forth from Pelium, and drave them to the Aethices. Not alone was he, but with him was Leonteus, scion of Ares, the son of Caenus' son, Coronus, high of heart. And with them there followed forty black ships. And Gouneus led from Cyphus two and twenty ships, and with him followed the Enienes and the Peraebi, staunch in fight, that had set their dwellings about wintry Dodona, and dwelt in the ploughland about lovely Titaressus, that poureth his fair-flowing streams into Peneius; yet doth he not mingle with the silver eddies of Peneius, but floweth on over his waters like unto olive oil; for that he is a branch of the water of Styx, the dread river of oath.

756Μαγνήτων δʼ ἦρχε Πρόθοος Τενθρηδόνος υἱός, οἳ περὶ Πηνειὸν καὶ Πήλιον εἰνοσίφυλλον ναίεσκον· τῶν μὲν Πρόθοος θοὸς ἡγεμόνευε, τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο. 760οὗτοι ἄρʼ ἡγεμόνες Δαναῶν καὶ κοίρανοι ἦσαν· τίς τὰρ τῶν ὄχʼ ἄριστος ἔην σύ μοι ἔννεπε Μοῦσα αὐτῶν ἠδʼ ἵππων, οἳ ἅμʼ Ἀτρεΐδῃσιν ἕποντο. ἵπποι μὲν μέγʼ ἄρισται ἔσαν Φηρητιάδαο, τὰς Εὔμηλος ἔλαυνε ποδώκεας ὄρνιθας ὣς 765ὄτριχας οἰέτεας σταφύλῇ ἐπὶ νῶτον ἐΐσας· τὰς ἐν Πηρείῃ θρέψʼ ἀργυρότοξος Ἀπόλλων ἄμφω θηλείας, φόβον Ἄρηος φορεούσας. ἀνδρῶν αὖ μέγʼ ἄριστος ἔην Τελαμώνιος Αἴας ὄφρʼ Ἀχιλεὺς μήνιεν· ὃ γὰρ πολὺ φέρτατος ἦεν, 770ἵπποι θʼ οἳ φορέεσκον ἀμύμονα Πηλεΐωνα. ἀλλʼ ὃ μὲν ἐν νήεσσι κορωνίσι ποντοπόροισι κεῖτʼ ἀπομηνίσας Ἀγαμέμνονι ποιμένι λαῶν Ἀτρεΐδῃ· λαοὶ δὲ παρὰ ῥηγμῖνι θαλάσσης δίσκοισιν τέρποντο καὶ αἰγανέῃσιν ἱέντες 775τόξοισίν θʼ· ἵπποι δὲ παρʼ ἅρμασιν οἷσιν ἕκαστος λωτὸν ἐρεπτόμενοι ἐλεόθρεπτόν τε σέλινον ἕστασαν· ἅρματα δʼ εὖ πεπυκασμένα κεῖτο ἀνάκτων ἐν κλισίῃς· οἳ δʼ ἀρχὸν ἀρηΐφιλον ποθέοντες φοίτων ἔνθα καὶ ἔνθα κατὰ στρατὸν οὐδὲ μάχοντο. 780οἳ δʼ ἄρʼ ἴσαν ὡς εἴ τε πυρὶ χθὼν πᾶσα νέμοιτο· γαῖα δʼ ὑπεστενάχιζε Διὶ ὣς τερπικεραύνῳ χωομένῳ ὅτε τʼ ἀμφὶ Τυφωέϊ γαῖαν ἱμάσσῃ εἰν Ἀρίμοις, ὅθι φασὶ Τυφωέος ἔμμεναι εὐνάς· ὣς ἄρα τῶν ὑπὸ ποσσὶ μέγα στεναχίζετο γαῖα 785ἐρχομένων· μάλα δʼ ὦκα διέπρησσον πεδίοιο.

And the Magnetes had as captain Prothous, son of Tenthredon. These were they that dwelt about Peneius and Pelion, covered with waving forests. Of these was swift Prothous captain; and with him there followed forty black ships. These were the leaders of the Danaans and their lords. But who was far the best among them do thou tell me, Muse—best of the warriors and of the horses that followed with the sons of Atreus. Of horses best by far were the mares of the son of Pheres, those that Eumelas drave, swift as birds, like of coat, like of age, their backs as even as a levelling line could make. These had Apollo of the silver bow reared in Pereia, both of them mares, bearing with them the panic of war. And of warriors far best was Telamonian Aias, while yet Achilles cherished his wrath; for Achilles was far the mightiest, he and the horses that bare the peerless son of Peleus. Howbeit he abode amid his beaked, seafaring ships in utter wrath against Agamemnon, Atreus' son, shepherd of the host; and his people along the sea-shore took their joy in casting the discus and the javelin, and in archery; and their horses each beside his own car, eating lotus and parsley of the marsh, stood idle, while the chariots were set, well covered up, in the huts of their masters. But the men, longing for their captain, dear to Ares, roared hither and thither through the camp, and fought not. So marched they then as though all the land were swept with fire; and the earth groaned beneath them, as beneath Zeus that hurleth the thunderbolt in his wrath, when he scourgeth the land about Typhoeus in the country of the Arimi, where men say is the couch of Typhoeus. Even so the earth groaned greatly beneath their tread as they went; and full swiftly did they speed across the plain.

People and places in this passage

English translation by Augustus Taber Murray (1924). Original text: David B. Monro and Thomas W. Allen (eds.), Homeri Opera, Oxford Classical Texts, 3rd ed., vols. 1-2, Oxford: Clarendon Press, 1908-1920 (Greek text as digitised by Perseus); English: Augustus Taber Murray, Homer, The Iliad, Loeb Classical Library, London: Heinemann; New York: Putnam, 1924-1925.

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.