Theocritus · Idylls Εἰδύλλια

Theocritus, Idylls 24.1–140: Idyll 24: The infant Heracles

Alcmena lulls Heracles and Iphicles to sleep, but at midnight two snakes sent by Hera crawl into the room. Alcmena wakes and calls Amphitryon, who hurries in with armed servants and finds the child Heracles clutching both snakes. Tiresias is called and foretells the labours of Heracles, and the poem ends with the boy's upbringing and training.

Lines 24.1–140 · 1512 words · click a number to copy its link
1Ἡρακλέα δεκάμηνον ἐόντα πόχʼ ἁ Μιδεᾶτις Ἀλκμήνα καὶ νυκτὶ νεώτερον Ἰφικλῆα, ἀμφοτέρους λούσασα καὶ ἐμπλήσασα γάλακτος, χαλκείαν κατέθηκεν ἐς ἀσπίδα, τὰν Πτερελάου 5Ἀμφιτρύων καλὸν ὅπλον ἀπεσκύλευσε πεσόντος. ἁπτομένα δὲ γυνὰ κεφαλᾶς μυθήσατο παίδων· εὕδετʼ ἐμὰ βρέφεα γλυκερὸν καὶ ἐγέρσιμον ὕπνον, εὕδετʼ ἐμὰ ψυχά, δύʼ ἀδελφεώ, εὔσοα τέκνα· ὄλβιοι εὐνάζοισθε καὶ ὄλβιοι ἀῶ ἵκοισθε. 10Ὣς φαμένα δίνασε σάκος μέγα· τοὺς δʼ ἔλαβʼ ὕπνος. ἆμος δὲ στρέφεται μεσονύκτιον ἐς δύσιν ἄρκτος Ὠρίωνα κατʼ αὐτόν, ὁ δʼ ἀμφαίνει μέγαν ὦμον, τᾶμος ἄρʼ αἰνὰ πέλωρα δύω πολυμήχανος Ἥρη κυανέαις φρίσσοντας ὑπὸ σπείραισι δράκοντας 15ὦρσεν ἐπὶ πλατὺν οὐδόν, ὅθι σταθμὰ κοῖλα θυράων εἶκεν, ἀπειλήσασα φαγεῖν βρέφος Ἡρακλῆα. τὼ δʼ ἐξειληθέντες ἐπὶ χθονὶ γαστέρας ἄμφω αἱμοβόρους ἐκύλιον· ἀπʼ ὀφθαλμῶν δὲ κακὸν πῦρ ἐρχομένοις λάμπεσκε, βαρὺν δʼ ἐξέπτυον ἰόν. 20ἀλλʼ ὅτε δὴ παίδων λιχμώμενοι ἐγγύθεν ἦνθον, καὶ τότʼ ἄρʼ ἐξέγροντο, Διὸς νοέοντος ἅπαντα, Ἀλκμήνας φίλα τέκνα, φάος δʼ ἀνὰ οἶκον ἐτύχθη. ἤτοι ὅγʼ εὐθὺς ἄυσεν, ὅπως κακὰ θηρίʼ ἀνέγνω κοίλου ὑπὲρ σάκεος καὶ ἀναιδέας εἶδεν ὀδόντας, 25Ἰφικλέης, οὔλαν δὲ ποσὶν διελάκτισε χλαῖναν, φευγέμεν ὁρμαίνων· ὁ δʼ ἐναντίος εἴχετο χερσὶν Ἡρακλέης, ἄμφω δὲ βαρεῖ ἐνεδήσατο δεσμῷ, δραξάμενος φάρυγος, τόθι φάρμακα λυγρὰ κέκρυπται οὐλομένοις ὀφίεσσιν, ἃ καὶ θεοὶ ἐχθαίροντι. 30τὼ δʼ αὖτε σπείραισιν ἑλισσέσθην περὶ παῖδα ὀψίγονον γαλαθηνόν, ὑπὸ τροφῷ αἰὲν ἄδακρυν· ἂψ δὲ πάλιν διέλυον ἐπεὶ μογέοιεν ἀκάνθας, δεσμοῦ ἀναγκαίου πειρώμενοι ἔκλυσιν εὑρεῖν. Ἀλκμήνα δʼ ἐσάκουσε βοᾶς καὶ ἐπέγρετο πράτα· 35Ἄνσταθʼ Ἀμφιτρύων· ἐμὲ γὰρ δέος ἴσχει ὀκνηρόν· ἄνστα, μηδὲ πόδεσσιν ἑοῖς ὑπὸ σάνδαλα θείῃς. οὐκ ἀίεις, παίδων ὁ νεώτερος ὅσσον ἀυτεῖ; ἢ οὐ νοέεις, ὅτι νυκτὸς ἀωρί που, οἱ δέ τε τοῖχοι πάντες ἀριφραδέες, καθαρᾶς ἅπερ ἠριγενείας; 40ἔστί τί μοι κατὰ δῶμα νεώτερον, ἔστι φίλʼ ἀνδρῶν.

WHEN Heracles was but ten months old, the lady of Midea, even Alcmena, took him, on a time, and Iphicles his brother, younger by one night, and gave them both their bath, and their fill of milk, then laid them down in the buckler of bronze, that goodly piece whereof Amphitryon had strippen the fallen Pterelaus. And then the lady stroked her children’s heads, and spoke, saying:—

‘Sleep, my little ones, a light delicious sleep; sleep, soul of mine, two brothers, babes unharmed; blessed be your sleep, and blessed may ye come to the dawn.’

So speaking she rocked the huge shield, and in a moment sleep laid hold on them.

But when the Bear at midnight wheels westward over against Orion that shows his mighty shoulder, even then did crafty Hera send forth two monstrous things, two snakes bristling up their coils of azure; against the broad threshold, where are the hollow pillars of the house-door she urged them; with intent that they should devour the young child Heracles. Then these twain crawled forth, writhing their ravenous bellies along the ground, and still from their eyes a baleful fire was shining as they came, and they spat out their deadly venom. But when with their flickering tongues they were drawing near the children, then Alcmena’s dear babes wakened, by the will of Zeus that knows all things, and there was a bright light in the chamber. Then truly one child, even Iphicles, screamed out straightway, when he beheld the hideous monsters above the hollow shield, and saw their pitiless fangs, and he kicked off the woollen coverlet with his feet, in his eagerness to flee. But Heracles set his force against them, and grasped them with his hands, binding them both in a grievous bond, having got them by the throat, wherein lies the evil venom of baleful snakes, the venom detested even by the gods. Then the serpents, in their turn, wound with their coils about the young child, the child unweaned, that wept never in his nursling days; but again they relaxed their spines in stress, of pain, and strove to find some issue from the grasp of iron.

Now Alcmena heard the cry, and wakened first,—

‘Arise, Amphitryon, for numbing fear lays hold of me: arise, nor stay to put shoon beneath thy feet! Hearest thou not how loud the younger child is wailing? Mark’st thou not that though it is the depth of the night, the walls are all plain to see as in the clear dawn? There is some strange thing I trow within the house, there is, my dearest lord!’

41Ὣς φάθʼ. ὁ δʼ ἐξ εὐνᾶς ἀλόχῳ κατέβαινε πιθήσας· δαιδάλεον δʼ ὥρμασε μετὰ ξίφος, ὅ οἱ ὕπερθεν κλιντῆρος κεδρίνου περὶ πασσάλῳ αἰὲν ἄωρτο. ἤτοι ὅγʼ ὠριγνᾶτο νεοκλώστου τελαμῶνος, 45κουφίζων ἑτέρᾳ κολεὸν μέγα, λώτινον ἔργον. ἀμφιλαφὴς δʼ ἄρα παστὰς ἐνεπλήσθη πάλιν ὄρφνας· δμῶας δὴ τότʼ ἄυσεν ὕπνον βαρὺν ἐκφυσῶντας· οἴσετε πῦρ ὅτι θᾶσσον ἀπʼ ἐσχαρεῶνος ἑλόντες, δμῶες ἐμοί, στιβαροὺς δὲ θυρᾶν ἀνακόψατʼ ὀχῆας. 50ἄνστατε δμῶες ταλασίφρονες. αὐτὸς ἀυτεῖ. Ἦ ῥα γυνὰ Φοίνισσα μύλαις ἔπι κοῖτον ἔχουσα. οἱ δʼ αἶψα προγένοντο λύχνοις ἅμα δαιομένοισι δμῶες· ἐνεπλήσθη δὲ δόμος σπεύδοντος ἑκάστου. ἤτοι ἄρʼ ὡς εἴδοντʼ ἐπιτίτθιον Ἡρακλῆα 55θῆρε δύω χείρεσσιν ἀπρὶξ ἁπαλαῖσιν ἔχοντα, συμπλήγδην ἰάχησαν· ὁ δʼ ἐς πατέρʼ Ἀμφιτρύωνα ἑρπετὰ δεικανάασκεν, ἐπάλλετο δʼ ὑψόθι χαίρων κουροσύνᾳ, γελάσας δὲ πάρος κατέθηκε ποδοῖιν πατρὸς ἑοῦ θανάτῳ κεκαρωμένα δεινὰ πέλωρα. 60Ἀλκμήνα μὲν ἔπειτα ποτὶ σφέτερον βάλε κόλπον ξηρὸν ὑπαὶ δείους ἀκρόχλοον Ἰφικλῆα· Ἀμφιτρύων δὲ τὸν ἄλλον ὑπʼ ἀμνείαν θέτο χλαῖναν παῖδα, πάλιν δʼ ἐς λέκτρον ἰὼν ἐμνάσατο κοίτου. ὄρνιθες τρίτον ἄρτι τὸν ἔσχατον ὄρθρον ἄειδον· 65Τειρεσίαν τόκα μάντιν ἀλαθέα πάντα λέγοντα Ἀλκμήνα καλέσασα τέρας κατέλεξε νεοχμόν, καί νιν ὑποκρίνεσθαι, ὅπως τελέεσθαι ἔμελλεν, ἠνώγει. μηδʼ εἴ τι θεοὶ νοέοντι πονηρόν, αἰδόμενος σύ με κρύπτε· καὶ ὣς οὐκ ἔστιν ἀλύξαι 70ἀνθρώποις ὅ τι Μοῖρα κατὰ κλωστῆρος ἐπείγει. ἀλλʼ Εὐηρείδα μάλα σε φρονέοντα διδάσκω. τόσσʼ ἔλεγεν βασίλεια· ὁ δʼ ἀνταμείβετο τοίως·

Thus she spake, and at his wife’s bidding he stepped down out of his bed, and made for his richly dight sword that he kept always hanging on its pin above his bed of cedar. Verily he was reaching out for his new-woven belt, lifting with the other hand the mighty sheath, a work of lotus wood, when lo, the wide chamber was filled again with night. Then he cried aloud on his thralls, who were drawing the deep breath of sleep,—

‘Lights! Bring lights as quick as may be from the hearth, my thralls, and thrust back the strong bolts of the doors. Arise, ye serving-men, stout of heart, ’tis the master calls.’

Then quick the serving-men came speeding with torches burning, and the house waxed full as each man hasted along. Then truly when they saw the young child Heracles clutching the snakes twain in his tender grasp, they all cried out and smote their hands together. But he kept showing the creeping things to his father, Amphitryon, and leaped on high in his childish glee, and laughing, at his father’s feet he laid them down, the dread monsters fallen on the sleep of death. Then Alcmena in her own bosom took and laid Iphicles, dry-eyed and wan with fear; but Amphitryon, placing the other child beneath a lamb’s-wool coverlet, betook himself again to his bed, and gat him to his rest.

The cocks were now but singing their third welcome to the earliest dawn, when Alcmena called forth Tiresias, the seer that cannot lie, and told him of the new portent, and bade him declare what things should come to pass.

‘Nay, and even if the gods devise some mischief, conceal it not from me in ruth and pity; and how that mortals may not escape the doom that Fate speeds from her spindle, O soothsayer Euerides, I am teaching thee, that thyself knowest it right well.’

Thus spake the Queen, and thus he answered her:

73θάρσει ἀριστοτόκεια γύναι, Περσήιον αἷμα. θάρσει· μελλόντων δὲ τὸ λώιον ἐν φρεσὶ θέσθαι. 75ναὶ γὰρ ἐμὸν γλυκὺ φέγγος ἀποιχόμενον πάλαι ὄσσων, πολλαὶ Ἀχαιιάδων μαλακὸν περὶ γούνατι νῆμα χειρὶ κατατρίψοντι ἀκρέσπερον ἀείδοισαι Ἀλκμήναν ὀνομαστί, σέβας δʼ ἔσῃ Ἀργείαισι. τοῖος ἀνὴρ ὅδε μέλλει ἐς οὐρανὸν ἄστρα φέροντα 80ἀμβαίνειν τεὸς υἱός, ἀπὸ στέρνων πλατὺς ἥρως, οὗ καὶ θηρία πάντα καὶ ἀνέρες ἥσσονες ἄλλοι. δώδεκά οἱ τελέσαντι πεπρωμένον ἐν Διὸς οἰκεῖν μόχθους, θνητὰ δὲ πάντα πυρὰ Τραχίνιος ἑξεῖ. γαμβρὸς δʼ ἀθανάτων κεκλήσεται, οἳ τάδʼ ἐπῶρσαν 85κνώδαλα φωλεύοντα βρέφος διαδηλήσασθαι. ἔσται δὴ τοῦτʼ ἆμαρ, ὁπηνίκα νεβρὸν ἐν εὐνᾷ καρχαρόδων σίνεσθαι ἰδὼν λύκος οὐκ ἐθελήσει. ἀλλὰ γύναι πῦρ μέν τοι ὑπὸ σποδῷ εὔτυκον ἔστω, κάγκανα δʼ ἀσπαλάθου ξύλʼ ἑτοιμάσατʼ ἢ παλιούρου 90ἢ βάτου ἢ ἀνέμῳ δεδονημένον αὖον ἄχερδον· καῖε δὲ τώδʼ ἀγρίαισιν ἐπὶ σχίζαισι δράκοντε νυκτὶ μέσᾳ, ὅκα παῖδα κανεῖν τεὸν ἤθελον αὐτοί. ἦρι δὲ συλλέξασα κόνιν πυρὸς ἀμφιπόλων τις ῥιψάτω εὖ μάλα πᾶσαν ὑπὲρ ποταμοῖο φέρουσα 95ῥωγάδας ἐς πέτρας ὑπερούριον, ἂψ δὲ νέεσθαι ἄστρεπτος· καθαρῷ δὲ πυρώσατε δῶμα θεείῳ πρᾶτον, ἔπειτα δʼ ἅλεσσι μεμιγμένον, ὡς νενόμισται, θαλλῷ ἐπιρραίνειν ἐστεμμένῳ ἀβλαβὲς ὕδωρ· Ζηνὶ δʼ ἐπιρρέξαι καθυπερτέρῳ ἄρσενα χοῖρον, 100δυσμενέων αἰεὶ καθυπέρτεροι ὡς τελέθοιτε. φᾶ, καὶ ἐρωήσας ἐλεφάντινον ᾤχετο δίφρον Τειρεσίας πολλοῖσι βαρύς περ ἐὼν ἐνιαυτοῖς.

‘Be of good cheer, daughter of Perseus, woman that hast borne the noblest of children [and lay up in thy heart the better of the things that are to be]. For by the sweet light that long hath left mine eyes, I swear that many Achaean women, as they card the soft wool about their knees, shall sing at eventide, of Alcmena’s name, and thou shalt be honourable among the women of Argos. Such a man, even this thy son, shall mount to the starry firmament, the hero broad of breast, the master of all wild beasts, and of all mankind. Twelve labours is he fated to accomplish, and thereafter to dwell in the house of Zeus, but all his mortal part a Trachinian pyre shall possess.

‘And the son of the Immortals, by virtue of his bride, shall he be called, even of them that urged forth these snakes from their dens to destroy the child. Verily that day shall come when the ravening wolf, beholding the fawn in his lair, will not seek to work him harm.

‘But lady, see that thou hast fire at hand, beneath the embers, and let make ready dry fuel of gorse, or thorn, or bramble, or pear boughs dried with the wind’s buffeting, and on the wild fire burn these serpents twain, at midnight, even at the hour when they would have slain thy child. But at dawn let one of thy maidens gather the dust of the fire, and bear and cast it all, every grain, over the river from the brow of the broken cliff, beyond the march of your land, and return again without looking behind. Then cleanse your house with the fire of unmixed sulphur first, and then, as is ordained, with a filleted bough sprinkle holy water over all, mingled with salt. And to Zeus supreme, moreover, do ye sacrifice a young boar, that ye may ever have the mastery over all your enemies.’

So spake he, and thrust back his ivory chair, and departed, even Tiresias, despite the weight of all his many years.

103Ἡρακλέης δʼ ὑπὸ ματρὶ νέον φυτὸν ὣς ἐν ἀλωᾷ ἐτρέφετʼ Ἀργείου κεκλημένος Ἀμφιτρύωνος. 105γράμματα μὲν τὸν παῖδα γέρων Λίνος ἐξεδίδαξεν, υἱὸς Ἀπόλλωνος μελεδωνεὺς ἄγρυπνος ἥρως, τόξον δʼ ἐντανύσαι καὶ ἐπίσκοπον εἶναι ὀϊστῶν Εὔρυτος ἐκ πατέρων μεγάλαις ἀφνειὸς ἀρούραις. αὐτὰρ ἀοιδὸν ἔθηκε καὶ ἄμφω χεῖρας ἔπλασσε 110πυξίνᾳ ἐν φόρμιγγι Φιλαμμονίδας εὔμολπος. ὅσσα δʼ ἀπὸ σκελέων ἑδροστρόφοι Ἀργόθεν ἄνδρες ἀλλάλους σφάλλοντι παλαίσμασιν, ὅσσά τε πύκται δεινοὶ ἐν ἱμάντεσσιν, ἅ τʼ ἐς γαῖαν προπεσόντες πάμμαχοι ἐξεύροντο σοφίσματα σύμφορα τέχνᾳ, 115πάντʼ ἔμαθʼ Ἑρμείαο διδασκόμενος παρὰ παιδὶ Ἁρπαλύκῳ Φανοτῆι, τὸν οὐδʼ ἂν τηλόθι λεύσσων θαρσαλέως τις ἔμεινεν ἀεθλεύοντʼ ἐν ἀγῶνι· τοῖον ἐπισκύνιον βλοσυρῷ ἐπέκειτο προσώπῳ. ἵππους δʼ ἐξελάσασθαι ὑφʼ ἅρματι, καὶ περὶ νύσσαν 120ἀσφαλέως κάμπτοντα τροχῷ σύριγγα φυλάξαι, Ἀμφιτρύων ὃν παῖδα φίλα φρονέων ἐδίδαξεν αὐτός, ἐπεὶ μάλα πολλὰ θοῶν ἐξήρατʼ ἀγώνων Ἄργει ἐν ἱπποβότῳ κειμήλια, καί οἱ ἀαγεῖς δίφροι, ἐφʼ ὧν ἐπέβαινε, χρόνῳ διέλυσαν ἱμάντας. 125δούρατι δὲ προβολαίῳ ὑπʼ ἀσπίδι ὦμον ἔχοντα ἀνδρὸς ὀρέξασθαι ξιφέων τʼ ἀνέχεσθαι ἀμυχμόν, κοσμῆσαί τε φάλαγγα λόχον τʼ ἀναμετρήσασθαι δυσμενέων ἐπιόντα καὶ ἱππήεσσι κελεῦσαι Κάστωρ Ἱππαλίδας δέδαεν, φυγὰς Ἄργεος ἐνθών, 130ὁππόκα κλᾶρον ἅπαντα καὶ οἰνόπεδον μέγα Τυδεὺς ναῖε παρʼ Ἀδρήστοιο λαβὼν ἱππήλατον Ἄργος. Κάστορι δʼ οὔτις ὁμοῖος ἐν ἡμιθέοις πολεμιστὴς ἄλλος ἔην πρὶν γῆρας ἀποτρῖψαι νεότητα. Ὧδε μὲν Ἡρακλῆα φίλα παιδεύσατο μάτηρ. 135εὐνὰ δʼ ἦς τῷ παιδὶ τετυγμένα ἀγχόθι πατρὸς δέρμα λεόντειον μάλα οἱ κεχαρισμένον αὐτῷ, δεῖπνον δὲ κρέα τʼ ὀπτὰ καὶ ἐν κανέῳ μέγας ἄρτος Δωρικός· ἀσφαλέως κε φυτοσκάφον ἄνδρα κορέσσαι. αὐτὰρ ἐπʼ ἄματι τυννὸν ἄνευ πυρὸς αἴνυτο δόρπον. 140εἵματα δʼ οὐκ ἀσκητὰ μέσας ὑπὲρ ἕννυτο κνάμας.

But Heracles was reared under his mother’s care, like some young sapling in a garden close, being called the son of Amphitryon of Argos. And the lad was taught his letters by the ancient Linus, Apollo’s son, a tutor ever watchful. And to draw the bow, and send the arrow to the mark did Eurytus teach him, Eurytus rich in wide ancestral lands. And Eumolpus, son of Philammon, made the lad a minstrel, and formed his hands to the boxwood lyre. And all the tricks wherewith the nimble Argive cross-buttockers give each other the fall, and all the wiles of boxers skilled with the gloves, and all the art that the rough and tumble fighters have sought out to aid their science, all these did Heracles learn from Harpalacus of Phanes, the son of Hermes. Him no man that beheld, even from afar, would have confidently met as a wrestler in the lists, so grim a brow overhung his dreadful face. And to drive forth his horses ’neath the chariot, and safely to guide them round the goals, with the naves of the wheels unharmed, Amphitryon taught his son in his loving-kindness, Amphitryon himself, for many a prize had he borne away from the fleet races in Argos, pasture-land of steeds, and unbroken were the chariots that he mounted, till time loosened their leathern thongs.

But to charge with spear in rest, against a foe, guarding, meanwhile, his back with the shield, to bide the biting swords, to order a company, and to measure, in his onslaught, the ambush of foemen, and to give horsemen the word of command, he was taught by knightly Castor. An outlaw came Castor out of Argos, when Tydeus was holding all the land and all the wide vineyards, having received Argos, a land of steeds, from the hand of Adrastus. No peer in war among the demigods had Castor, till age wore down his youth.

Thus did his dear mother let train Heracles, and the child’s bed was made hard by his father’s; a lion’s skin was the coverlet he loved; his dinner was roast meat, and a great Dorian loaf in a basket, a meal to satisfy a delving hind. At the close of day he would take a meagre supper that needed no fire to the cooking, and his plain kirtle fell no lower than the middle of his shin.

People and places in this passage

English translation by Andrew Lang (1889). Original text: R. J. Cholmeley (ed.), The Idylls of Theocritus, London: George Bell and Sons, 1901-1919 (Greek text as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library, Greek text); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.