Theocritus · Idylls Εἰδύλλια

Theocritus, Idylls 1.1–152: Idyll 1: Thyrsis' lament for Daphnis

A goatherd persuades the shepherd Thyrsis to sing the song of the sufferings of Daphnis, and offers him a carved ivy-wood cup, whose scenes he describes. In the song the Nymphs are called to mourn as Daphnis wastes away for love, and Hermes, Priapus and the herdsmen come to ask what ails him. Daphnis answers Aphrodite's taunts, bids the wild beasts farewell, and dies.

Lines 1.1–152 · 1658 words · click a number to copy its link
1Ἁδύ τι τὸ ψιθύρισμα καὶ ἁ πίτυς αἰπόλε τήνα, ἃ ποτὶ ταῖς παγαῖσι μελίσδεται, ἁδὺ δὲ καὶ τὺ συρίσδες· μετὰ Πᾶνα τὸ δεύτερον ἆθλον ἀποισῇ. αἴκα τῆνος ἕλῃ κεραὸν τράγον, αἶγα τὺ λαψῇ. 5αἴκα δʼ αἶγα λάβῃ τῆνος γέρας, ἐς τὲ καταρρεῖ ἁ χίμαρος· χιμάρω δὲ καλὸν κρέας, ἕστέ κʼ ἀμέλξῃς. Ἅδιον ὦ ποιμὴν τὸ τεὸν μέλος ἢ τὸ καταχὲς τῆνʼ ἀπὸ τᾶς πέτρας καταλείβεται ὑψόθεν ὕδωρ. αἴκα ταὶ Μοῖσαι τὰν οἰίδα δῶρον ἄγωνται, 10ἄρνα τὺ σακίταν λαψῇ γέρας· αἰ δέ κʼ ἀρέσκῃ τήναις ἄρνα λαβεῖν, τὺ δὲ τὰν ὄιν ὕστερον ἀξῇ. λῇς ποτὶ τᾶν Νυμφᾶν, λῇς αἰπόλε τεῖδε καθίξας, ὡς τὸ κάταντες τοῦτο γεώλοφον αἵ τε μυρῖκαι, συρίσδεν; τὰς δʼ αἶγας ἐγὼν ἐν τῷδε νομευσῶ. 15οὐ θέμις ὦ ποιμὴν τὸ μεσαμβρινόν, οὐ θέμις ἄμμιν συρίσδεν. τὸν Πᾶνα δεδοίκαμες· ἦ γὰρ ἀπʼ ἄγρας τανίκα κεκμακὼς ἀμπαύεται· ἔστι δὲ πικρός, καί οἱ ἀεὶ δριμεῖα χολὰ ποτὶ ῥινὶ κάθηται. ἀλλὰ τὺ γὰρ δὴ Θύρσι τὰ Δάφνιδος ἄλγεʼ ἀείδες 20καὶ τᾶς βουκολικᾶς ἐπὶ τὸ πλέον ἵκεο μοίσας, δεῦρʼ ὑπὸ τὰν πτελέαν ἑσδώμεθα, τῶ τε Πριήπω καὶ τᾶν Κραναιᾶν κατεναντίον, ᾇπερ ὁ θῶκος τῆνος ὁ ποιμενικὸς καὶ ταὶ δρύες. αἰ δέ κʼ ἀείσῃς ὡς ὅκα τὸν Λιβύαθε ποτὶ Χρόμιν ᾆσας ἐρίσδων, 25αἶγα δέ τοι δωσῶ διδυματόκον ἐς τρὶς ἀμέλξαι, ἃ δύʼ ἔχοισʼ ἐρίφως ποταμέλγεται ἐς δύο πέλλας, καὶ βαθὺ κισσύβιον κεκλυσμένον ἁδέι κηρῷ, ἀμφῶες, νεοτευχές, ἔτι γλυφάνοιο ποτόσδον. τῶ περὶ μὲν χείλη μαρύεται ὑψόθι κισσός, 30κισσὸς ἑλιχρύσῳ κεκονιμένος· ἁ δὲ κατʼ αὐτὸν καρπῷ ἕλιξ εἱλεῖται ἀγαλλομένα κροκόεντι. ἔντοσθεν δὲ γυνά, τὶ θεῶν δαίδαλμα τέτυκται, ἀσκητὰ πέπλῳ τε καὶ ἄμπυκι. πὰρ δέ οἱ ἄνδρες καλὸν ἐθειράζοντες ἀμοιβαδὶς ἄλλοθεν ἄλλος 35νεικείουσʼ ἐπέεσσι. τὰ δʼ οὐ φρενὸς ἅπτεται αὐτᾶς· ἀλλʼ ὁκὰ μὲν τῆνον ποτιδέρκεται ἄνδρα γελᾶσα, ἄλλοκα δʼ αὖ ποτὶ τὸν ῥιπτεῖ νόον. οἱ δʼ ὑπʼ ἔρωτος δηθὰ κυλοιδιόωντες ἐτώσια μοχθίζοντι.

Thyrsis. Sweet, meseems, is the whispering sound of yonder pine tree, goatherd, that murmureth by the wells of water; and sweet are thy pipings. After Pan the second prize shalt thou bear away, and if he take the horned goat, the she-goat shalt thou win; but if he choose the she-goat for his meed, the kid falls to thee, and dainty is the flesh of kids e’er the age when thou milkest them.

The Goatherd. Sweeter, O shepherd, is thy song than the music of yonder water that is poured from the high face of the rock! Yea, if the Muses take the young ewe for their gift, a stall-fed lamb shalt thou receive for thy meed; but if it please them to take the lamb, thou shalt lead away the ewe for the second prize.

Thyrsis. Wilt thou, goatherd, in the nymphs’ name, wilt thou sit thee down here, among the tamarisks, on this sloping knoll, and pipe while in this place I watch thy flocks?

Goatherd. Nay, shepherd, it may not be; we may not pipe in the noontide. ’Tis Pan we dread, who truly at this hour rests weary from the chase; and bitter of mood is he, the keen wrath sitting ever at his nostrils. But, Thyrsis, for that thou surely wert wont to sing The Affliction of Daphnis, and hast most deeply meditated the pastoral muse, come hither, and beneath yonder elm let us sit down, in face of Priapus and the fountain fairies, where is that resting-place of the shepherds, and where the oak trees are. Ah! if thou wilt but sing as on that day thou sangest in thy match with Chromis out of Libya, I will let thee milk, ay, three times, a goat that is the mother of twins, and even when she has suckled her kids her milk doth fill two pails. A deep bowl of ivy-wood, too, I will give thee, rubbed with sweet bees’-wax, a twy-eared bowl newly wrought, smacking still of the knife of the graver. Round its upper edges goes the ivy winding, ivy besprent with golden flowers; and about it is a tendril twisted that joys in its saffron fruit. Within is designed a maiden, as fair a thing as the gods could fashion, arrayed in a sweeping robe, and a snood on her head. Beside her two youths with fair love-locks are contending from either side, with alternate speech, but her heart thereby is all untouched. And now on one she glances, smiling, and anon she lightly flings the other a thought, while by reason of the long vigils of love their eyes are heavy, but their labour is all in vain.

39τοῖς δὲ μετὰ γριπεύς τε γέρων πέτρα τε τέτυκται 40λεπράς, ἐφʼ ᾇ σπεύδων μέγα δίκτυον ἐς βόλον ἕλκει ὁ πρέσβυς, κάμνοντι τὸ καρτερὸν ἀνδρὶ ἐοικώς. φαίης κεν γυίων νιν ὅσον σθένος ἐλλοπιεύειν· ὧδέ οἱ ᾠδήκαντι κατʼ αὐχένα πάντοθεν ἶνες καὶ πολιῷ περ ἐόντι, τὸ δὲ σθένος ἄξιον ἅβας. 45τυτθὸν δʼ ὅσσον ἄπωθεν ἁλιτρύτοιο γέροντος Πυρναίαις σταφυλαῖσι καλὸν βέβριθεν ἀλωά, τὰν ὀλίγος τις κῶρος ἐφʼ αἱμασιαῖσι φυλάσσει ἥμενος· ἀμφὶ δέ νιν δύʼ ἀλώπεκες ἁ μὲν ἀνʼ ὄρχως φοιτῇ σινομένα τὰν τρώξιμον, ἁ δʼ ἐπὶ πήρᾳ 50πάντα δόλον κεύθοισα τὸ παιδίον οὐ πρὶν ἀνησεῖν φατὶ πρὶν ἢ ἀκράτιστον ἐπὶ ξηροῖσι καθίξῃ. αὐτὰρ ὅγʼ ἀνθερίκοισι καλὰν πλέκει ἀκριδοθήραν σχοίνῳ ἐφαρμόσδων· μέλεται δέ οἱ οὔτέ τι πήρας οὔτε φυτῶν τοσσῆνον, ὅσον περὶ πλέγματι γαθεῖ. 55παντᾷ δʼ ἀμφὶ δέπας περιπέπταται ὑγρὸς ἄκανθος· αἰολικόν τι θέαμα, τέρας κέ τυ θυμὸν ἀτύξαι. τῶ μὲν ἐγὼ πορθμεῖ Καλυδωνίῳ αἶγά τʼ ἔδωκα ὦνον καὶ τυρόεντα μέγαν λευκοῖο γάλακτος· οὐδέ τί πω ποτὶ χεῖλος ἐμὸν θίγεν, ἀλλʼ ἔτι κεῖται 60ἄχραντον. τῷ καί τυ μάλα πρόφρων ἀρεσαίμαν, αἴκά μοι τὺ φίλος τὸν ἐφίμερον ὕμνον ἀείσῃς. κοὔτί τυ κερτομέω. πόταγʼ ὦγαθέ· τὰν γὰρ ἀοιδὰν οὔτί πᾳ εἰς Ἀίδαν γε τὸν ἐκλελάθοντα φυλαξεῖς. Ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετʼ ἀοιδᾶς. 65Θύρσις ὅδʼ ὡξ Αἴτνας, καὶ Θύρσιδος ἁδέα φωνά. πᾷ ποκʼ ἄρʼ ἦσθʼ, ὅκα Δάφνις ἐτάκετο, πᾷ ποκα Νύμφαι; ἢ κατὰ Πηνειῶ καλὰ τέμπεα; ἢ κατὰ Πίνδω; οὐ γὰρ δὴ ποταμοῖο μέγαν ῥόον εἴχετʼ Ἀνάπω, οὐδʼ Αἴτνας σκοπιάν, οὐδʼ Ἄκιδος ἱερὸν ὕδωρ. 70ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετʼ ἀοιδᾶς. τῆνον μὰν θῶες, τῆνον λύκοι ὠρύσαντο, τῆνον χὡκ δρυμοῖο λέων ἔκλαυσε θανόντα. ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετʼ ἀοιδᾶς. πολλαί οἱ πὰρ ποσσὶ βόες, πολλοὶ δέ τε ταῦροι, 75πολλαὶ δʼ αὖ δαμάλαι καὶ πόρτιες ὠδύραντο. ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετʼ ἀοιδᾶς.

Beyond these an ancient fisherman and a rock are fashioned, a rugged rock, whereon with might and main the old man drags a great net for his cast, as one that labours stoutly. Thou wouldst say that he is fishing with all the might of his limbs, so big the sinews swell all about his neck, grey-haired though he be, but his strength is as the strength of youth. Now divided but a little space from the sea-worn old man is a vineyard laden well with fire-red clusters, and on the rough wall a little lad watches the vineyard, sitting there. Round him two she-foxes are skulking, and one goes along the vine-rows to devour the ripe grapes, and the other brings all her cunning to bear against the scrip, and vows she will never leave the lad, till she strand him bare and breakfastless. But the boy is plaiting a pretty locust-cage with stalks of asphodel, and fitting it with reeds, and less care of his scrip has he, and of the vines, than delight in his plaiting.

All about the cup is spread the soft acanthus, a miracle of varied work, a thing for thee to marvel on. For this bowl I paid to a Calydonian ferryman a goat and a great white cream cheese. Never has its lip touched mine, but it still lies maiden for me. Gladly with this cup would I gain thee to my desire, if thou, my friend, wilt sing me that delightful song. Nay, I grudge it thee not at all. Begin, my friend, for be sure thou canst in no wise carry thy song with thee to Hades, that puts all things out of mind!

The Song of Thyrsis.

Begin, ye Muses dear, begin the pastoral song! Thyrsis of Etna am I, and this is the voice of Thyrsis. Where, ah! where were ye when Daphnis was languishing; ye Nymphs, where were ye? By Peneus’s beautiful dells, or by dells of Pindus? for surely ye dwelt not by the great stream of the river Anapus, nor on the watch-tower of Etna, nor by the sacred water of Acis.

Begin, ye Muses dear, begin the pastoral song!

For him the jackals, for him the wolves did cry; for him did even the lion out of the forest lament. Kine and bulls by his feet right many, and heifers plenty, with the young calves bewailed him.

Begin, ye Muses dear, begin the pastoral song!

77ἦνθʼ Ἑρμῆς πράτιστος ἀπʼ ὤρεος, εἶπε δέ· Δάφνι, τίς τυ κατατρύχει; τίνος ὦγαθὲ τόσσον ἐρᾶσαι; ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετʼ ἀοιδᾶς. 80ἦνθον τοὶ βοῦται, τοὶ ποιμένες, ᾡπόλοι ἦνθον· πάντες ἀνηρώτευν, τί πάθοι κακόν. ἦνθʼ ὁ Πρίηπος κἤφα· Δάφνι τάλαν, τί τὺ τάκεαι, ἁ δέ τε κώρα πάσας ἀνὰ κράνας, πάντʼ ἄλσεα ποσσὶ φορεῖται— ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετʼ ἀοιδᾶς— 85ζάτεισʼ; ἆ δύσερώς τις ἄγαν καὶ ἀμήχανος ἐσσί. βούτας μὰν ἐλέγευ, νῦν δʼ αἰπόλῳ ἀνδρὶ ἔοικας. ᾡπόλος ὅκκʼ ἐσορῇ τὰς μηκάδας οἷα βατεῦνται, τάκεται ὀφθαλμώς, ὅτι οὐ τράγος αὐτὸς ἔγεντο. ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετʼ ἀοιδᾶς. 90καὶ τὺ δʼ ἐπεί κʼ ἐσορῇς τὰς παρθένος οἷα γελᾶντι, τάκεαι ὀφθαλμώς, ὅτι οὐ μετὰ ταῖσι χορεύεις. τὼς δʼ οὐδὲν ποτελέξαθʼ ὁ βουκόλος, ἀλλὰ τὸν αὐτῶ ἄνυε πικρὸν ἔρωτα, καὶ ἐς τέλος ἄνυε μοίρας· ἄρχετε βουκολικᾶς Μοῖσαι πάλιν ἄρχετʼ ἀοιδᾶς. 95ἦνθέ γε μὰν ἁδεῖα καὶ ἁ Κύπρις γελάοισα, λάθρια μὲν γελάοισα, βαρὺν δʼ ἀνὰ θυμὸν ἔχοισα, κεἶπε· τύ θην τὸν Ἔρωτα κατεύχεο Δάφνι λυγιξεῖν· ἦ ῥʼ οὐκ αὐτὸς Ἔρωτος ὑπʼ ἀργαλέω ἐλυγίχθης; ἄρχετε βουκολικᾶς Μοῖσαι πάλιν ἄρχετʼ ἀοιδᾶς. 100τὰν δʼ ἄρα χὡ Δάφνις ποταμείβετο· Κύπρι βαρεῖα, Κύπρι νεμεσσατά, Κύπρι θνατοῖσιν ἀπεχθής· ἤδη γὰρ φράσδῃ πάνθʼ ἅλιον ἄμμι δεδύκειν· Δάφνις κἠν Ἀίδα κακὸν ἔσσεται ἄλγος Ἔρωτι. ἄρχετε βουκολικᾶς Μοῖσαι πάλιν ἄρχετʼ ἀοιδᾶς. 105†οὗ λέγεται τὰν Κύπριν ὁ βουκόλος—ἕρπε ποτʼ Ἴδαν, ἕρπε ποτʼ Ἀγχίσην. τηνεῖ δρύες, ἅ τε κύπειρος· ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετʼ ἀοιδᾶς. ὡραῖος χὥδωνις, ἐπεὶ καὶ μῆλα νομεύει. 110καὶ πτῶκας βάλλει καὶ θηρία πάντα διώκει. ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετʼ ἀοιδᾶς. αὖθις ὅπως στασῇ Διομήδεος ἆσσον ἰοῖσα, καὶ λέγε· τὸν βούταν νικῶ Δάφνιν, ἀλλὰ μάχευ μοι. ἄρχετε βουκολικᾶς Μοῖσαι πάλιν ἄρχετʼ ἀοιδᾶς.

Came Hermes first from the hill, and said, ‘Daphnis, who is it that torments thee; child, whom dost thou love with so great desire?’ The neatherds came, and the shepherds; the goatherds came: all they asked what ailed him. Came also Priapus,—

Begin, ye Muses dear, begin the pastoral song!

And said: ‘Unhappy Daphnis, wherefore dost thou languish, while for thee the maiden by all the fountains, through all the glades is fleeting, in search of thee? Ah! thou art too laggard a lover, and thou nothing availest! A neatherd wert thou named, and now thou art like the goatherd:

Begin, ye Muses dear, begin the pastoral song!

‘For the goatherd, when he marks the young goats at their pastime, looks on with yearning eyes, and fain would be even as they; and thou, when thou beholdest the laughter of maidens, dost gaze with yearning eyes, for that thou dost not join their dances.’

Begin, ye Muses dear, begin the pastoral song!

Yet these the herdsman answered not again, but he bare his bitter love to the end, yea, to the fated end he bare it.

Begin, ye Muses dear, begin the pastoral song!

Ay, but she too came, the sweetly smiling Cypris, craftily smiling she came, yet keeping her heavy anger; and she spake, saying: ‘Daphnis, methinks thou didst boast that thou wouldst throw Love a fall, nay, is it not thyself that hast been thrown by grievous Love?’

Begin ye Muses dear, begin the pastoral song!

But to her Daphnis answered again: ‘Implacable Cypris, Cypris terrible, Cypris of mortals detested, already dost thou deem that my latest sun has set; nay, Daphnis even in Hades shall prove great sorrow to Love.

Begin, ye Muses dear, begin the pastoral song!

‘Where it is told how the herdsman with Cypris—Get thee to Ida, get thee to Anchises! There are oak trees—here only galingale blows, here sweetly hum the bees about the hives!

Begin, ye Muses dear, begin the pastoral song!

‘Thine Adonis, too, is in his bloom, for he herds the sheep and slays the hares, and he chases all the wild beasts. Nay, go and confront Diomedes again, and say, “The herdsman Daphnis I conquered, do thou join battle with me.”

Begin, ye Muses dear, begin the pastoral song!

115ὦ λύκοι, ὦ θῶες, ὦ ἀνʼ ὤρεα φωλάδες ἄρκτοι, χαίρεθʼ. ὁ βουκόλος ὔμμιν ἐγὼ Δάφνις οὐκέτʼ ἀνʼ ὕλαν, οὐκέτʼ ἀνὰ δρυμώς, οὐκ ἄλσεα. χαῖρʼ Ἀρέθοισα, καὶ ποταμοί, τοὶ χεῖτε καλὸν κατὰ Θύμβριδος ὕδωρ. ἄρχετε βουκολικᾶς Μοῖσαι πάλιν ἄρχετʼ ἀοιδᾶς. 120Δάφνις ἐγὼν ὅδε τῆνος ὁ τὰς βόας ὧδε νομεύων, Δάφνις ὁ τὼς ταύρως καὶ πόρτιας ὧδε ποτίσδων. ἄρχετε βουκολικᾶς Μοῖσαι πάλιν ἄρχετʼ ἀοιδᾶς. ὦ Πὰν Πάν, εἴτʼ ἐσσὶ κατʼ ὤρεα μακρὰ Λυκαίω, εἴτε τύ γʼ ἀμφιπολεῖς μέγα Μαίναλον, ἔνθʼ ἐπὶ νᾶσον 125τὰν Σικελάν, Ἑλίκας δὲ λίπʼ ἠρίον αἰπύ τε σᾶμα τῆνο Λυκαονίδαο, τὸ καὶ μακάρεσσιν ἀγητόν. λήγετε βουκολικᾶς Μοῖσαι ἴτε λήγετʼ ἀοιδᾶς. ἔνθʼ ὦναξ καὶ τάνδε φέρευ πακτοῖο μελίπνουν ἐκ κηρῶ σύριγγα καλάν, περὶ χεῖλος ἑλικτάν. 130ἦ γὰρ ἐγὼν ὑπʼ ἔρωτος ἐς Ἅιδαν ἕλκομαι ἤδη. λήγετε βουκολικᾶς Μοῖσαι ἴτε λήγετʼ ἀοιδᾶς. νῦν δʼ ἴα μὲν φορέοιτε βάτοι, φορέοιτε δʼ ἄκανθαι, ἁ δὲ καλὰ νάρκισσος ἐπʼ ἀρκεύθοισι κομάσαι· 135Δάφνις ἐπεὶ θνάσκει· καὶ τὼς κύνας ὥλαφος ἕλκοι, κἠξ ὀρέων τοὶ σκῶπες ἀηδόσι γαρύσαιντο. λήγετε βουκολικᾶς Μοῖσαι ἴτε λήγετʼ ἀοιδᾶς. χὡ μὲν τόσσʼ εἰπὼν ἀπεπαύσατο· τὸν δʼ Ἀφροδίτα ἤθελʼ ἀνορθῶσαι· τά γε μὰν λίνα πάντα λελοίπει 140ἐκ Μοιρᾶν, χὡ Δάφνις ἔβα ῥόον. ἔκλυσε δίνα τὸν Μοίσαις φίλον ἄνδρα, τὸν οὐ Νύμφαισιν ἀπεχθῆ. λήγετε βουκολικᾶς Μοῖσαι ἴτε λήγετʼ ἀοιδᾶς. καὶ τὺ δίδου τὰν αἶγα τό τε σκύφος, ὥς κεν ἀμέλξας σπείσω ταῖς Μοίσαις. ὦ χαίρετε πολλάκι Μοῖσαι, 145χαίρετʼ· ἐγὼ δʼ ὔμμιν καὶ ἐς ὕστερον ἅδιον ᾀσῶ. πλῆρές τοι μέλιτος τὸ καλὸν στόμα Θύρσι γένοιτο, πλῆρές τοι σχαδόνων, καὶ ἀπʼ Αἰγίλω ἰσχάδα τρώγοις ἁδεῖαν, τέττιγος ἐπεὶ τύγα φέρτερον ᾄδεις. ἠνίδε τοι τὸ δέπας· θᾶσαι φίλος, ὡς καλὸν ὄσδει· 150Ὡρᾶν πεπλύσθαί νιν ἐπὶ κράναισι δοκησεῖς. ὧδʼ ἴθι Κισσαίθα, τὺ δʼ ἄμελγέ νιν. αἱ δὲ χίμαιραι, οὐ μὴ σκιρτασεῖτε, μὴ ὁ τράγος ὔμμιν ἀναστῇ.

‘Ye wolves, ye jackals, and ye bears in the mountain caves, farewell! The herdsman Daphnis ye never shall see again, no more in the dells, no more in the groves, no more in the woodlands. Farewell Arethusa, ye rivers, good-night, that pour down Thymbris your beautiful waters.

Begin, ye Muses dear, begin the pastoral song!

‘That Daphnis am I who here do herd the kine, Daphnis who water here the bulls and calves.

‘O Pan, Pan! whether thou art on the high hills of Lycaeus, or rangest mighty Maenalus, haste hither to the Sicilian isle! Leave the tomb of Helice, leave that high cairn of the son of Lycaon, which seems wondrous fair, even in the eyes of the blessed.

Give o’er, ye Muses, come, give o’er the pastoral song!

‘Come hither, my prince, and take this fair pipe, honey-breathed with wax-stopped joints; and well it fits thy lip: for verily I, even I, by Love am now haled to Hades.

Give o’er, ye Muses, come, give o’er the pastoral song!

‘Now violets bear, ye brambles, ye thorns bear violets; and let fair narcissus bloom on the boughs of juniper! Let all things with all be confounded,—from pines let men gather pears, for Daphnis is dying! Let the stag drag down the hounds, let owls from the hills contend in song with the nightingales.’

Give o’er, ye Muses, come, give o’er the pastoral song!

So Daphnis spake, and ended; but fain would Aphrodite have given him back to life. Nay, spun was all the thread that the Fates assigned, and Daphnis went down the stream. The whirling wave closed over the man the Muses loved, the man not hated of the nymphs.

Give o’er, ye Muses, come, give o’er the pastoral song!

And thou, give me the bowl, and the she-goat, that I may milk her and poor forth a libation to the Muses. Farewell, oh, farewells manifold, ye Muses, and I, some future day, will sing you yet a sweeter song.

The Goatherd. Filled may thy fair mouth be with honey, Thyrsis, and filled with the honeycomb; and the sweet dried fig mayst thou eat of Aegilus, for thou vanquishest the cicala in song! Lo here is thy cup, see, my friend, of how pleasant a savour! Thou wilt think it has been dipped in the well-spring of the Hours. Hither, hither, Cissaetha: do thou milk her, Thyrsis. And you young she-goats, wanton not so wildly lest you bring up the he-goat against you.

People and places in this passage

English translation by Andrew Lang (1889). Original text: R. J. Cholmeley (ed.), The Idylls of Theocritus, London: George Bell and Sons, 1901-1919 (Greek text as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library, Greek text); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.