Plato · Cratylus Κρατύλος

Plato, Cratylus 405a–408e: Apollo, the Muses, Artemis, Dionysus, Aphrodite, Athena, Hephaestus, Ares, Hermes and Pan

Socrates says that Apollo's name expresses his four powers, music, prophecy, medicine and archery, and explains the Muses, Leto, Artemis, Dionysus (giver of wine) and Aphrodite (born of the foam). Pallas is the one who brandishes weapons, and Athena is the mind of god (theonoa); Hephaestus is the lord of light, Ares is named for his manliness and hardness. Hermes is the interpreter and messenger, the one who contrives speech, and Pan is the double-natured son of Hermes because speech makes everything (pan) known. He remarks that speech is smooth and divine above and rough and goatish below, as the tragic life is full of tales and falsehoods.

Sections 405a–408e · 1540 words · click a number to copy its link

ΣΩ. ἐγὼ πειράσομαι φράσαι ὅ γέ μοι φαίνεται· οὐ γὰρ ἔστιν ὅτι ἂν μᾶλλον ὄνομα ἥρμοσεν ἓν ὂν τέτταρσι δυνάμεσι ταῖς τοῦ θεοῦ, ὥστε πασῶν ἐφάπτεσθαι καὶ δηλοῦν τρόπον τινὰ μουσικήν τε καὶ μαντικὴν καὶ ἰατρικὴν καὶ τοξικήν.

ΕΡΜ. λέγε δή· ἄτοπον γάρ τί μοι λέγεις τὸ ὄνομα εἶναι.

ΣΩ. εὐάρμοστον μὲν οὖν, ἅτε μουσικοῦ ὄντος τοῦ θεοῦ. πρῶτον μὲν γὰρ ἡ κάθαρσις καὶ οἱ καθαρμοὶ καὶ κατὰ τὴν ἰατρικὴν καὶ κατὰ τὴν μαντικὴν καὶ αἱ τοῖς ἰατρικοῖς φαρμάκοις καὶ αἱ τοῖς μαντικοῖς περιθειώσεις τε καὶ τὰ λουτρὰ τὰ ἐν τοῖς τοιούτοις καὶ αἱ περιρράνσεις, πάντα ἕν τι ταῦτα δύναιτʼ ἄν, καθαρὸν παρέχειν τὸν ἄνθρωπον καὶ κατὰ τὸ σῶμα καὶ κατὰ τὴν ψυχήν· ἢ οὔ;

ΕΡΜ. πάνυ μὲν οὖν.

ΣΩ. οὐκοῦν ὁ καθαίρων θεὸς καὶ ὁ ἀπολούων τε καὶ ἀπολύων τῶν τοιούτων κακῶν οὗτος ἂν εἴη;

ΕΡΜ. πάνυ μὲν οὖν.

ΣΩ. κατὰ μὲν τοίνυν τὰς ἀπολύσεις τε καὶ ἀπολούσεις, ὡς ἰατρὸς ὢν τῶν τοιούτων, «Ἀπολούων» ἂν ὀρθῶς καλοῖτο· κατὰ δὲ τὴν μαντικὴν καὶ τὸ ἀληθές τε καὶ τὸ ἁπλοῦν— ταὐτὸν γάρ ἐστιν—ὥσπερ οὖν οἱ Θετταλοὶ καλοῦσιν αὐτόν, ὀρθότατʼ ἂν καλοῖτο· «Ἄπλουν» γάρ φασι πάντες Θετταλοὶ τοῦτον τὸν θεόν. διὰ δὲ τὸ ἀεὶ βολῶν ἐγκρατὴς εἶναι τοξικῇ «Ἀειβάλλων» ἐστίν. κατὰ δὲ τὴν μουσικὴν δεῖ ὑπολαβεῖν [ὥσπερ τὸν ἀκόλουθόν τε καὶ τὴν ἄκοιτιν] ὅτι τὸ ἄλφα σημαίνει πολλαχοῦ τὸ ὁμοῦ, καὶ ἐνταῦθα τὴν ὁμοῦ πόλησιν καὶ περὶ τὸν οὐρανόν, οὓς δὴ «πόλους» καλοῦσιν, καὶ [τὴν] περὶ τὴν ἐν τῇ ᾠδῇ ἁρμονίαν, ἣ δὴ συμφωνία καλεῖται, ὅτι ταῦτα πάντα, ὥς φασιν οἱ κομψοὶ περὶ μουσικὴν καὶ ἀστρονομίαν, ἁρμονίᾳ τινὶ πολεῖ ἅμα πάντα· ἐπιστατεῖ δὲ οὗτος ὁ θεὸς τῇ ἁρμονίᾳ ὁμοπολῶν αὐτὰ πάντα καὶ κατὰ θεοὺς καὶ κατʼ ἀνθρώπους· ὥσπερ οὖν τὸν ὁμοκέλευθον καὶ ὁμόκοιτιν «ἀκόλουθον» καὶ «ἄκοιτιν» ἐκαλέσαμεν, μεταβαλόντες ἀντὶ τοῦ «ὁμο—» «ἀ—,» οὕτω καὶ «Ἀπόλλωνα» ἐκαλέσαμεν ὃς ἦν «ὁμοπολῶν,» ἕτερον λάβδα ἐμβαλόντες, ὅτι ὁμώνυμον ἐγίγνετο τῷ χαλεπῷ ὀνόματι.

Socrates. I will try to tell you what I think about it; for no single name could more aptly indicate the four functions of the god, touching upon them all and in a manner declaring his power in music, prophecy, medicine, and archery.

Hermogenes. Go on; you seem to imply that it is a remarkable name.

Socrates. His name and nature are in harmony; you see he is a musical god. For in the first place, purification and purgations used in medicine and in soothsaying, and fumigations with medicinal and magic drugs, and the baths and sprinklings connected with that sort of thing all have the single function of making a man pure in body and soul, do they not?

Hermogenes. Certainly.

Socrates. But this is the god who purifies and washes away (ἀπαλοούων) and delivers (ἀπολύων) from such evils, is he not?

Hermogenes. Certainly.

Socrates. With reference, then, to his acts of delivering and his washings, as being the physician of such diseases, he might properly be called Apoluon (ἀπαλούων, the washer), and with reference to soothsaying and truth and simplicity—for the two are identical—he might most properly be called by the name the Thessalians use; for all Thessalians call the god Aplun. And because he is always by his archery controller of darts (βολῶν) he is ever darting (ἀεὶ βάλλων). And with reference to music we have to understand that alpha often signifies “together,” and here it denotes moving together in the heavens about the poles, as we call them, and harmony in song, which is called concord; for, as the ingenious musicians and astronomers tell us, all these things move together by a kind of harmony. And this god directs the harmony, making them all move together, among both gods and men; and so, just as we call the ὁμοκέλευθον (him who accompanies), and ὁμόκοιτιν (bedfellow), by changing the ὁμο to alpha, ἀκόλουθον and ἄκοιτιν, so also we called him Apollo who was Homopolo, and the second lambda was inserted, because without it the name sounded of disaster (ἀπολῶ, ἀπόλωλα, etc.).

ΣΩ. ὅπερ καὶ νῦν ὑποπτεύοντές τινες διὰ τὸ μὴ ὀρθῶς σκοπεῖσθαι τὴν δύναμιν τοῦ ὀνόματος φοβοῦνται αὐτὸ ὡς σημαῖνον φθοράν τινα· τὸ δὲ [πολύ], ὥσπερ ἄρτι ἐλέγετο, πασῶν ἐφαπτόμενον κεῖται τῶν τοῦ θεοῦ δυνάμεων, ἁπλοῦ, ἀεὶ βάλλοντος, ἀπολούοντος, ὁμοπολοῦντος. τὰς δὲ «Μούσας» τε καὶ ὅλως τὴν μουσικὴν ἀπὸ τοῦ μῶσθαι, ὡς ἔοικεν, καὶ τῆς ζητήσεώς τε καὶ φιλοσοφίας τὸ ὄνομα τοῦτο ἐπωνόμασεν. Λητὼ δὲ ἀπὸ τῆς πρᾳότητος τῆς θεοῦ, κατὰ τὸ ἐθελήμονα εἶναι ὧν ἄν τις δέηται. ἴσως δὲ ὡς οἱ ξένοι καλοῦσιν— πολλοὶ γὰρ «Ληθὼ» καλοῦσιν—ἔοικεν οὖν πρὸς τὸ μὴ τραχὺ τοῦ ἤθους ἀλλʼ ἥμερόν τε καὶ λεῖον «Ληθὼ» κεκλῆσθαι ὑπὸ τῶν τοῦτο καλούντων. «Ἄρτεμις» δὲ διὰ τὸ ἀρτεμὲς φαίνεται καὶ τὸ κόσμιον, διὰ τὴν τῆς παρθενίας ἐπιθυμίαν· ἴσως δὲ ἀρετῆς ἵστορα τὴν θεὸν ἐκάλεσεν ὁ καλέσας, τάχα δʼ ἂν καὶ ὡς τὸν ἄροτον μισησάσης τὸν ἀνδρὸς ἐν γυναικί· ἢ διὰ τούτων τι ἢ διὰ πάντα ταῦτα τὸ ὄνομα τοῦτο ὁ τιθέμενος ἔθετο τῇ θεῷ.

ΕΡΜ. τί δὲ ὁ «Διόνυσός» τε καὶ ἡ «ἀφροδίτη»;

ΣΩ. μεγάλα, ὦ παῖ Ἱππονίκου, ἐρωτᾷς. ἀλλὰ ἔστι γὰρ καὶ σπουδαίως εἰρημένος ὁ τρόπος τῶν ὀνομάτων τούτοις τοῖς θεοῖς καὶ παιδικῶς. τὸν μὲν οὖν σπουδαῖον ἄλλους τινὰς ἐρώτα, τὸν δὲ παιδικὸν οὐδὲν κωλύει διελθεῖν· φιλοπαίσμονες γὰρ καὶ οἱ θεοί. ὅ τε γὰρ Διόνυσος εἴη ἂν ὁ διδοὺς τὸν οἶνον «Διδοίνυσος» ἐν παιδιᾷ καλούμενος, οἶνος δʼ, ὅτι οἴεσθαι νοῦν ἔχειν ποιεῖ τῶν πινόντων τοὺς πολλοὺς οὐκ ἔχοντας, «οἰόνους» δικαιότατʼ ἂν καλούμενος. περὶ δὲ ἀφροδίτης οὐκ ἄξιον Ἡσιόδῳ ἀντιλέγειν, ἀλλὰ συγχωρεῖν ὅτι διὰ τὴν ἐκ τοῦ ἀφροῦ γένεσιν «ἀφροδίτη» ἐκλήθη.

ΕΡΜ. ἀλλὰ μὴν οὐδʼ Ἀθηνᾶς Ἀθηναῖός γʼ ὤν, ὦ Σώκρατες, ἐπιλήσῃ, οὐδʼ Ἡφαίστου τε καὶ Ἄρεως.

ΣΩ. οὐδὲ εἰκός γε.

ΕΡΜ. οὐ γάρ.

ΣΩ. οὐκοῦν τὸ μὲν ἕτερον ὄνομα αὐτῆς οὐ χαλεπὸν εἰπεῖν διʼ ὃ κεῖται.

ΕΡΜ. τὸ ποῖον;

ΣΩ. «Παλλάδα» που αὐτὴν καλοῦμεν.

ΕΡΜ. πῶς γὰρ οὔ;

ΣΩ. τοῦτο μὲν τοίνυν ἀπὸ τῆς ἐν τοῖς ὅπλοις ὀρχήσεως ἡγούμενοι τεθῆναι ὀρθῶς ἄν, ὡς ἐγᾦμαι, ἡγοίμεθα· τὸ γάρ που ἢ αὑτὸν ἤ τι ἄλλο μετεωρίζειν ἢ ἀπὸ τῆς γῆς ἢ ἐν ταῖς χερσὶν «πάλλειν» τε καὶ «πάλλεσθαι» καὶ ὀρχεῖν καὶ ὀρχεῖσθαι καλοῦμεν.

Socrates. Even as it is, some have a suspicion of this, because they do not properly regard the force of the name, and therefore they fear it, thinking that it denotes some kind of ruin. But in fact, as was said, the name touches upon all the qualities of the god, as simple, ever-darting, purifying, and accompanying. The Muses and music in general are named, apparently, from μῶσθαι, searching, and philosophy; and Leto from her gentleness, because whatever is asked of her, she is willing (ἐθελήμων). But perhaps her name is Letho, as she is called by many foreigners; and those who call her by that name seem to do so on account of the mild and gentle (λεῖον, Ληθώ) kindness of her character. Artemis appears to get her name from her healthy (ἀρτεμές) and well-ordered nature, and her love of virginity; or perhaps he who named her meant that she is learned in virtue (ἀρετή), or possibly, too, that she hates sexual intercourse (ἄροτον μισεῖ) of man and woman; or he who gave the goddess her name may have given it for any or all of these reasons.

Hermogenes. What of Dionysus and Aphrodite?

Socrates. You ask great things of me, son of Hipponicus. You see there is both a serious and a facetious account of the form of the name of these deities. You will have to ask others for the serious one; but there is nothing to hinder my giving you the facetious account, for the gods also have a sense of humor. Dionysus, the giver (διδούς) of wine (οἶνος), might be called in jest Didoinysus, and wine, because it makes most drinkers think (οἴεσθαι) they have wit (νοῦς) when they have not, might very justly be called Oeonus (οἰόνους). As for Aphrodite, we need not oppose Hesiod; we can accept his derivation of the name from her birth out of the foam (ἀφροῦ).

Hermogenes. But surely you, as an Athenian, will not forget Athena, nor Hephaestus and Ares.

Socrates. That is not likely.

Hermogenes. No.

Socrates. It is easy to tell the reason of one of her two names.

Hermogenes. What name?

Socrates. We call her Pallas, you know.

Hermogenes. Yes, of course.

Socrates. Those of us are right, I fancy, who think this name is derived from armed dances, for lifting oneself or anything else from the ground or in the hands is called shaking (πάλλειν) and being shaken, or dancing and being danced.

ΕΡΜ. πάνυ μὲν οὖν.

ΣΩ. «Παλλάδα» μὲν τοίνυν ταύτῃ.

ΕΡΜ. καὶ ὀρθῶς γε. ἀλλὰ δὴ τὸ ἕτερον πῶς λέγεις;

ΣΩ. τὸ τῆς Ἀθηνᾶς;

ΕΡΜ. ναί.

ΣΩ. τοῦτο ἐμβριθέστερον, ὦ φίλε. ἐοίκασι δὴ καὶ οἱ παλαιοὶ τὴν Ἀθηνᾶν νομίζειν ὥσπερ οἱ νῦν περὶ Ὅμηρον δεινοί. καὶ γὰρ τούτων οἱ πολλοὶ ἐξηγούμενοι τὸν ποιητήν φασι τὴν Ἀθηνᾶν αὐτὸν νοῦν τε καὶ διάνοιαν πεποιηκέναι, καὶ ὁ τὰ ὀνόματα ποιῶν ἔοικε τοιοῦτόν τι περὶ αὐτῆς διανοεῖσθαι, ἔτι δὲ μειζόνως λέγων θεοῦ νόησιν ὡσπερεὶ λέγει ὅτι «ἁ θεονόα» ἐστὶν αὕτη, τῷ ἄλφα ξενικῶς ἀντὶ τοῦ ἦτα χρησάμενος καὶ τὸ ἰῶτα καὶ τὸ σῖγμα ἀφελών. ἴσως δὲ οὐδὲ ταύτῃ, ἀλλʼ ὡς τὰ θεῖα νοούσης αὐτῆς διαφερόντως τῶν ἄλλων «Θεονόην» ἐκάλεσεν. οὐδὲν δὲ ἀπέχει καὶ τὴν ἐν τῷ ἤθει νόησιν ὡς οὖσαν τὴν θεὸν ταύτην «Ἠθονόην» μὲν βούλεσθαι προσειπεῖν· παραγαγὼν δὲ ἢ αὐτὸς ἤ τινες ὕστερον ἐπὶ τὸ κάλλιον ὡς ᾤοντο, «Ἀθηνάαν» ἐκάλεσαν.

ΕΡΜ. τί δὲ δὴ τὸν Ἥφαιστον, πῇ λέγεις;

ΣΩ. ἦ τὸν γενναῖον τὸν «φάεος ἵστορα» ἐρωτᾷς;

ΕΡΜ. ἔοικα.

ΣΩ. οὐκοῦν οὗτος μὲν παντὶ δῆλος «Φαῖστος» ὤν, τὸ ἦτα προσελκυσάμενος;

ΕΡΜ. κινδυνεύει, ἐὰν μή πῄ σοι, ὡς ἔοικεν, ἔτι ἄλλῃ δόξῃ.

ΣΩ. ἀλλʼ ἵνα μὴ δόξῃ, τὸν Ἄρη ἐρώτα.

ΕΡΜ. ἐρωτῶ.

ΣΩ. οὐκοῦν, εἰ μὲν βούλει, κατὰ τὸ ἄρρεν τε καὶ κατὰ τὸ ἀνδρεῖον «Ἄρης» ἂν εἴη· εἰ δʼ αὖ κατὰ τὸ σκληρόν τε καὶ ἀμετάστροφον, ὃ δὴ «ἄρρατον» καλεῖται, καὶ ταύτῃ ἂν πανταχῇ πολεμικῷ θεῷ πρέποι «Ἄρη» καλεῖσθαι.

ΕΡΜ. πάνυ μὲν οὖν.

ΣΩ. ἐκ μὲν οὖν τῶν θεῶν πρὸς θεῶν ἀπαλλαγῶμεν, ὡς ἐγὼ δέδοικα περὶ αὐτῶν διαλέγεσθαι· περὶ δὲ ἄλλων ὧν τινων βούλει προβαλλέ μοι, «ὄφρα ἴδηαι οἷοι» Εὐθύφρονος «ἵπποι.»

ΕΡΜ. ἀλλὰ ποιήσω ταῦτα, ἔτι γε ἓν ἐρόμενός σε περὶ Ἑρμοῦ, ἐπειδή με καὶ οὔ φησιν Κρατύλος Ἑρμογένη εἶναι. πειρώμεθα οὖν τὸν «Ἑρμῆν» σκέψασθαι τί καὶ νοεῖ τὸ ὄνομα, ἵνα καὶ εἰδῶμεν εἰ τὶ ὅδε λέγει.

Hermogenes. Yes, certainly.

Socrates. So that is the reason she is called Pallas.

Hermogenes. And rightly called so. But what can you say of her other name?

Socrates. You mean Athena?

Hermogenes. Yes.

Socrates. That is a weightier matter, my friend. The ancients seem to have had the same belief about Athena as the interpreters of Homer have now; for most of these, in commenting on the poet, say that he represents Athena as mind (νοῦς) and intellect (διάνοια); and the maker of her name seems to have had a similar conception of her, but he gives her the still grander title of “mind of God” ἡ θεοῦ νόησις, seeming to say that she is a a θεονόα; here he used the alpha in foreign fashion instead of eta, and dropped out the iota and sigma. But perhaps that was not his reason; he may have called her Theonoe because she has unequalled knowledge of divine things (τὰ θεῖα νοοῦσα). Perhaps, too, he may have wished to identify the goddess with wisdom of character (ἐν ἤθει νόησις) by calling her Ethonoe; and then he himself or others afterwards improved the name, as they thought, and called her Athenaa.

Hermogenes. And how do you explain Hephaestus?

Socrates. You ask about “the noble master of light”?

Hermogenes. To be sure.

Socrates. Hephaestus is Phaestus, with the eta added by attraction; anyone could see that, I should think.

Hermogenes. Very likely, unless some other explanation occurs to you, as it probably will.

Socrates. To prevent that, ask about Ares.

Hermogenes. I do ask.

Socrates. Ares, then, if you like, would be named for his virility and courage, or for his hard and unbending nature, which is called ἄρρατον; so Ares would be in every way a fitting name for the god of war.

Hermogenes. Certainly.

Socrates. For God’s sake, let us leave the gods, as I am afraid to talk about them; but ask me about any others you please, that you may see what Euthyphro’s horses are.

Hermogenes. I will do so, but first one more god. I want to ask you about Hermes, since Cratylus says I am not Hermogenes (son of Hermes). Let us investigate the name of Hermes, to find out whether there is anything in what he says.

ΣΩ. ἀλλὰ μὴν τοῦτό γε ἔοικε περὶ λόγον τι εἶναι ὁ «Ἑρμῆς,» καὶ τὸ ἑρμηνέα εἶναι καὶ τὸ ἄγγελον καὶ τὸ κλοπικόν τε καὶ τὸ ἀπατηλὸν ἐν λόγοις καὶ τὸ ἀγοραστικόν, περὶ λόγου δύναμίν ἐστιν πᾶσα αὕτη ἡ πραγματεία· ὅπερ οὖν καὶ ἐν τοῖς πρόσθεν ἐλέγομεν, τὸ «εἴρειν» λόγου χρεία ἐστί, τὸ δέ, οἷον καὶ Ὅμηρος πολλαχοῦ λέγει, «ἐμήσατό» φησιν, τοῦτο δὲ μηχανήσασθαί ἐστιν. ἐξ ἀμφοτέρων οὖν τούτων τὸν τὸ λέγειν τε καὶ τὸν λόγον μησάμενον—τὸ δὲ λέγειν δή ἐστιν εἴρειν—τοῦτον τὸν θεὸν ὡσπερεὶ ἐπιτάττει ἡμῖν ὁ νομοθέτης· «ὦ ἄνθρωποι, ὃς τὸ εἴρειν ἐμήσατο, δικαίως ἂν καλοῖτο ὑπὸ ὑμῶν εἰρέμης»· νῦν δὲ ἡμεῖς, ὡς οἰόμεθα, καλλωπίζοντες τὸ ὄνομα «Ἑρμῆν» καλοῦμεν. [καὶ ἥ γε Ἶρις ἀπὸ τοῦ εἴρειν ἔοικεν κεκλημένη, ὅτι ἄγγελος ἦν.]

ΕΡΜ. νὴ τὸν Δία, εὖ ἄρα μοι δοκεῖ Κρατύλος λέγειν τὸ ἐμὲ μὴ εἶναι Ἑρμογένη· οὔκουν εὐμήχανός γέ εἰμι λόγου.

ΣΩ. καὶ τό γε τὸν Πᾶνα τοῦ Ἑρμοῦ εἶναι ὑὸν διφυῆ ἔχει τὸ εἰκός, ὦ ἑταῖρε.

ΕΡΜ. πῶς δή;

ΣΩ. οἶσθα ὅτι ὁ λόγος τὸ πᾶν σημαίνει καὶ κυκλεῖ καὶ πολεῖ ἀεί, καὶ ἔστι διπλοῦς, ἀληθής τε καὶ ψευδής.

ΕΡΜ. πάνυ γε.

ΣΩ. οὐκοῦν τὸ μὲν ἀληθὲς αὐτοῦ λεῖον καὶ θεῖον καὶ ἄνω οἰκοῦν ἐν τοῖς θεοῖς, τὸ δὲ ψεῦδος κάτω ἐν τοῖς πολλοῖς τῶν ἀνθρώπων καὶ τραχὺ καὶ τραγικόν· ἐνταῦθα γὰρ πλεῖστοι οἱ μῦθοί τε καὶ τὰ ψεύδη ἐστίν, περὶ τὸν τραγικὸν βίον.

ΕΡΜ. πάνυ γε.

ΣΩ. ὀρθῶς ἄρʼ ἂν ὁ πᾶν μηνύων καὶ ἀεὶ πολῶν «Πὰν αἰπόλος» εἴη, διφυὴς Ἑρμοῦ ὑός, τὰ μὲν ἄνωθεν λεῖος, τὰ δὲ κάτωθεν τραχὺς καὶ τραγοειδής. καὶ ἔστιν ἤτοι λόγος ἢ λόγου ἀδελφὸς ὁ Πάν, εἴπερ Ἑρμοῦ ὑός ἐστιν· ἀδελφῷ δὲ ἐοικέναι ἀδελφὸν οὐδὲν θαυμαστόν. ἀλλʼ ὅπερ ἐγὼ ἔλεγον, ὦ μακάριε, ἀπαλλαγῶμεν ἐκ τῶν θεῶν.

ΕΡΜ. τῶν γε τοιούτων, ὦ Σώκρατες, εἰ βούλει. περὶ τῶν τοιῶνδε δὲ τί σε κωλύει διελθεῖν, οἷον ἡλίου τε καὶ σελήνης καὶ ἄστρων καὶ γῆς καὶ αἰθέρος καὶ ἀέρος καὶ πυρὸς καὶ ὕδατος καὶ ὡρῶν καὶ ἐνιαυτοῦ;

ΣΩ. συχνὰ μέν μοι προστάττεις, ὅμως δέ, εἴπερ σοι κεχαρισμένον ἔσται, ἐθέλω.

ΕΡΜ. καὶ μὴν χαριῇ.

ΣΩ. τί δὴ οὖν πρῶτον βούλει; ἢ ὥσπερ εἶπες τὸν ἥλιον διέλθωμεν;

ΕΡΜ. πάνυ γε.

Socrates. Well then, this name “Hermes” seems to me to have to do with speech; he is an interpreter (ἡρμηνεύς) and a messenger, is wily and deceptive in speech, and is oratorical. All this activity is concerned with the power of speech. Now, as I said before, εἴρειν denotes the use of speech; moreover, Homer often uses the word ἐμήσατο, which means contrive. From these two words, then, the lawgiver imposes upon us the name of this god who contrived speech and the use of speech—εἴρεινmeans speak— and tells us: “Ye human beings, he who contrived speech (εἴρειν ἐμήσατο) ought to be called Eiremes by you.” We, however, have beautified the name, as we imagine, and call him Hermes. Iris also seems to have got her name from εἴρειν, because she is a messenger.

Hermogenes. By Zeus, I believe Cratylus was right in saying I was not Hermogenes; I certainly am no good contriver of speech.

Socrates. And it is reasonable, my friend, that Pan is the double-natured son of Hermes.

Hermogenes. How is that?

Socrates. You know that speech makes all things (πᾶν) known and always makes them circulate and move about, and is twofold, true and false.

Hermogenes. Certainly.

Socrates. Well, the true part is smooth and divine and dwells aloft among the gods, but falsehood dwells below among common men, is rough and like the tragic goat; for tales and falsehoods are most at home there, in the tragic life.

Hermogenes. Certainly.

Socrates. Then Pan, who declares and always moves (ἀεὶ πολῶν) all, is rightly called goat-herd (αἰπόλος), being the double-natured son of Hermes, smooth in his upper parts, rough and goat-like in his lower parts. And Pan, if he is the son of Hermes, is either speech or the brother of speech, and that brother resembles brother is not at all surprising. But, as I said, my friend, let us get away from the gods.

Hermogenes. From such gods as those, if you like, Socrates; but why should you not tell of another kind of gods, such as sun, moon, stars, earth, ether, air, fire, water, the seasons, and the year?

Socrates. You are imposing a good many tasks upon me; however, if it will give you pleasure, I am willing.

Hermogenes. It will give me pleasure.

Socrates. What, then, do you wish first? Shall we discuss the sun (Ἥλιος), as you mentioned it first?

Hermogenes. By all means.

People and places in this passage

English translation by Harold North Fowler (1926). Original text: Harold North Fowler (trans.), Plato IV: Cratylus, Parmenides, Greater Hippias, Lesser Hippias, Loeb Classical Library, Cambridge, MA: Harvard University Press; London: William Heinemann, 1926; Greek text: John Burnet, Platonis Opera, Oxford Classical Texts (as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.