Plato · Cratylus Κρατύλος

Plato, Cratylus 383a–386e: Hermogenes and Cratylus: are names right by nature or by agreement?

Hermogenes tells Socrates that Cratylus holds that every thing has a right name by nature, the same for Greeks and barbarians, while he himself thinks that a name is whatever people agree to call a thing. Socrates says that the question is hard, and Hermogenes adds that Cratylus will not say what he means and pretends to special knowledge. Socrates tests the view that whatever name anyone gives is right, and recalls Protagoras with his doctrine that man is the measure of all things, and Euthydemus, who held that all things are equally and always the same for everyone. He concludes that things have a fixed reality of their own, and that actions, including naming, are done according to their own nature.

Sections 383a–386e · 1424 words · click a number to copy its link

ΕΡΜ. βούλει οὖν καὶ Σωκράτει τῷδε ἀνακοινωσώμεθα τὸν λόγον;

ΚΡ. εἴ σοι δοκεῖ.

ΕΡΜ. Κρατύλος φησὶν ὅδε, ὦ Σώκρατες, ὀνόματος ὀρθότητα εἶναι ἑκάστῳ τῶν ὄντων φύσει πεφυκυῖαν, καὶ οὐ τοῦτο εἶναι ὄνομα ὃ ἄν τινες συνθέμενοι καλεῖν καλῶσι, τῆς αὑτῶν φωνῆς μόριον ἐπιφθεγγόμενοι, ἀλλὰ ὀρθότητά τινα τῶν ὀνομάτων πεφυκέναι καὶ Ἕλλησι καὶ βαρβάροις τὴν αὐτὴν ἅπασιν. ἐρωτῶ οὖν αὐτὸν ἐγὼ εἰ αὐτῷ Κρατύλος τῇ ἀληθείᾳ ὄνομα [ἐστὶν ἢ οὔ]· ὁ δὲ ὁμολογεῖ. «τί δὲ Σωκράτει;» ἔφην. «Σωκράτης,» ἦ δʼ ὅς. «οὐκοῦν καὶ τοῖς ἄλλοις ἀνθρώποις πᾶσιν, ὅπερ καλοῦμεν ὄνομα ἕκαστον, τοῦτό ἐστιν ἑκάστῳ ὄνομα;» ὁ δέ, «οὔκουν σοί γε,» ἦ δʼ ὅς, «ὄνομα Ἑρμογένης, οὐδὲ ἂν πάντες καλῶσιν ἄνθρωποι.»

Hermogenes. Here is Socrates; shall we take him as a partner in our discussion?

Cratylus. If you like.

Hermogenes. Cratylus, whom you see here, Socrates, says that everything has a right name of its own, which comes by nature, and that a name is not whatever people call a thing by agreement, just a piece of their own voice applied to the thing, but that there is a kind of inherent correctness in names, which is the same for all men, both Greeks and barbarians. So I ask him whether his name is in truth Cratylus, and he agrees that it is. “And what is Socrates’ name?” I said. “Socrates,” said he. “Then that applies to all men, and the particular name by which we call each person is his name?” And he said, “Well, your name is not Hermogenes, even if all mankind call you so.”

ΕΡΜ. καὶ ἐμοῦ ἐρωτῶντος καὶ προθυμουμένου εἰδέναι ὅτι ποτὲ λέγει, οὔτε ἀποσαφεῖ οὐδὲν εἰρωνεύεταί τε πρός με, προσποιούμενός τι αὐτὸς ἐν ἑαυτῷ διανοεῖσθαι ὡς εἰδὼς περὶ αὐτοῦ, ὃ εἰ βούλοιτο σαφῶς εἰπεῖν, ποιήσειεν ἂν καὶ ἐμὲ ὁμολογεῖν καὶ λέγειν ἅπερ αὐτὸς λέγει. εἰ οὖν πῃ ἔχεις συμβαλεῖν τὴν Κρατύλου μαντείαν, ἡδέως ἂν ἀκούσαιμι· μᾶλλον δὲ αὐτῷ σοι ὅπῃ δοκεῖ [ἔχειν] περὶ ὀνομάτων ὀρθότητος ἔτι ἂν ἥδιον πυθοίμην, εἴ σοι βουλομένῳ [ἐστίν].

ΣΩ. ὦ παῖ Ἱππονίκου Ἑρμόγενες, παλαιὰ παροιμία ὅτι χαλεπὰ τὰ καλά ἐστιν ὅπῃ ἔχει μαθεῖν· καὶ δὴ καὶ τὸ περὶ τῶν ὀνομάτων οὐ σμικρὸν τυγχάνει ὂν μάθημα. εἰ μὲν οὖν ἐγὼ ἤδη ἠκηκόη παρὰ Προδίκου τὴν πεντηκοντάδραχμον ἐπίδειξιν, ἣν ἀκούσαντι ὑπάρχει περὶ τοῦτο πεπαιδεῦσθαι, ὥς φησιν ἐκεῖνος, οὐδὲν ἂν ἐκώλυέν σε αὐτίκα μάλα εἰδέναι τὴν ἀλήθειαν περὶ ὀνομάτων ὀρθότητος· νῦν δὲ οὐκ ἀκήκοα, ἀλλὰ τὴν δραχμιαίαν. οὔκουν οἶδα πῇ ποτε τὸ ἀληθὲς ἔχει περὶ τῶν τοιούτων· συζητεῖν μέντοι ἕτοιμός εἰμι καὶ σοὶ καὶ Κρατύλῳ κοινῇ. ὅτι δὲ οὔ φησί σοι Ἑρμογένη ὄνομα εἶναι τῇ ἀληθείᾳ, ὥσπερ ὑποπτεύω αὐτὸν σκώπτειν· οἴεται γὰρ ἴσως σε χρημάτων ἐφιέμενον κτήσεως ἀποτυγχάνειν ἑκάστοτε. ἀλλʼ, ὃ νυνδὴ ἔλεγον, εἰδέναι μὲν τὰ τοιαῦτα χαλεπόν, εἰς τὸ κοινὸν δὲ καταθέντας χρὴ σκοπεῖν εἴτε ὡς σὺ λέγεις ἔχει εἴτε ὡς Κρατύλος.

ΕΡΜ. καὶ μὴν ἔγωγε, ὦ Σώκρατες, πολλάκις δὴ καὶ τούτῳ διαλεχθεὶς καὶ ἄλλοις πολλοῖς, οὐ δύναμαι πεισθῆναι ὡς ἄλλη τις ὀρθότης ὀνόματος ἢ συνθήκη καὶ ὁμολογία. ἐμοὶ γὰρ δοκεῖ ὅτι ἄν τίς τῳ θῆται ὄνομα, τοῦτο εἶναι τὸ ὀρθόν· καὶ ἂν αὖθίς γε ἕτερον μεταθῆται, ἐκεῖνο δὲ μηκέτι καλῇ, οὐδὲν ἧττον τὸ ὕστερον ὀρθῶς ἔχειν τοῦ προτέρου, ὥσπερ τοῖς οἰκέταις ἡμεῖς μετατιθέμεθα [οὐδὲν ἧττον τοῦτʼ εἶναι ὀρθὸν τὸ μετατεθὲν τοῦ πρότερον κειμένου]· οὐ γὰρ φύσει ἑκάστῳ πεφυκέναι ὄνομα οὐδὲν οὐδενί, ἀλλὰ νόμῳ καὶ ἔθει τῶν ἐθισάντων τε καὶ καλούντων. εἰ δέ πῃ ἄλλῃ ἔχει, ἕτοιμος ἔγωγε καὶ μανθάνειν καὶ ἀκούειν οὐ μόνον παρὰ Κρατύλου, ἀλλὰ καὶ παρʼ ἄλλου ὁτουοῦν.

Hermogenes. Now, though I am asking him and am exerting myself to find out what in the world he means, he does not explain himself at all; he meets me with dissimulation, claiming to have some special knowledge of his own about it which would, if he chose to speak it out clearly, make me agree entirely with him. Now if you could interpret Cratylus’s oracular speech, I should like to hear you; or rather, I should like still better to hear, if you please, what you yourself think about the correctness of names.

Socrates. Hermogenes, son of Hipponicus, there is an ancient saying that knowledge of high things is hard to gain; and surely knowledge of names is no small matter. Now if I had attended Prodicus’s fifty-drachma course of lectures, after which, as he himself says, a man has a complete education on this subject, there would be nothing to hinder your learning the truth about the correctness of names at once; but I have heard only the one-drachma course, and so I do not know what the truth is about such matters. However, I am ready to join you and Cratylus in looking for it. But as for his saying that Hermogenes is not truly your name, I suspect he is making fun of you; for perhaps he thinks that you want to make money and fail every time. But, as I said, it is difficult to know such things. We must join forces and try to find out whether you are right, or Cratylus.

Hermogenes. For my part, Socrates, I have often talked with Cratylus and many others, and cannot come to the conclusion that there is any correctness of names other than convention and agreement. For it seems to me that whatever name you give to a thing is its right name; and if you give up that name and change it for another, the later name is no less correct than the earlier, just as we change the names of our servants; for I think no name belongs to any particular thing by nature, but only by the habit and custom of those who employ it and who established the usage. But if this is not the case, I am ready to hear and to learn from Cratylus or anyone else.

ΣΩ. ἴσως μέντοι τὶ λέγεις, ὦ Ἑρμόγενες· σκεψώμεθα δέ. ὃ ἂν φῂς καλῇ τις ἕκαστον, τοῦθʼ ἑκάστῳ ὄνομα;

ΕΡΜ. ἔμοιγε δοκεῖ.

ΣΩ. καὶ ἐὰν ἰδιώτης καλῇ καὶ ἐὰν πόλις;

ΕΡΜ. φημί.

ΣΩ. τί οὖν; ἐὰν ἐγὼ καλῶ ὁτιοῦν τῶν ὄντων, οἷον ὃ νῦν καλοῦμεν ἄνθρωπον, ἐὰν ἐγὼ τοῦτο ἵππον προσαγορεύω, ὃ δὲ νῦν ἵππον, ἄνθρωπον, ἔσται δημοσίᾳ μὲν ὄνομα ἄνθρωπος τῷ αὐτῷ, ἰδίᾳ δὲ ἵππος; καὶ ἰδίᾳ μὲν αὖ ἄνθρωπος, δημοσίᾳ δὲ ἵππος; οὕτω λέγεις;

ΕΡΜ. ἔμοιγε δοκεῖ.

ΣΩ. φέρε δή μοι τόδε εἰπέ· καλεῖς τι ἀληθῆ λέγειν καὶ ψευδῆ;

ΕΡΜ. ἔγωγε.

ΣΩ. οὐκοῦν εἴη ἂν λόγος ἀληθής, ὁ δὲ ψευδής;

ΕΡΜ. πάνυ γε.

ΣΩ. ἆρʼ οὖν οὗτος ὃς ἂν τὰ ὄντα λέγῃ ὡς ἔστιν, ἀληθής· ὃς δʼ ἂν ὡς οὐκ ἔστιν, ψευδής;

ΕΡΜ. ναί.

ΣΩ. ἔστιν ἄρα τοῦτο, λόγῳ λέγειν τὰ ὄντα τε καὶ μή;

ΕΡΜ. πάνυ γε.

ΣΩ. ὁ λόγος δʼ ἐστὶν ὁ ἀληθὴς πότερον μὲν ὅλος ἀληθής, τὰ μόρια δʼ αὐτοῦ οὐκ ἀληθῆ;

ΕΡΜ. οὔκ, ἀλλὰ καὶ τὰ μόρια.

ΣΩ. πότερον δὲ τὰ μὲν μεγάλα μόρια ἀληθῆ, τὰ δὲ σμικρὰ οὔ· ἢ πάντα;

ΕΡΜ. πάντα, οἶμαι ἔγωγε.

ΣΩ. ἔστιν οὖν ὅτι λέγεις λόγου σμικρότερον μόριον ἄλλο ἢ ὄνομα;

ΕΡΜ. οὔκ, ἀλλὰ τοῦτο σμικρότατον.

ΣΩ. καὶ τοῦτο [ὄνομα] ἄρα τὸ τοῦ ἀληθοῦς λόγου λέγεται;

ΕΡΜ. ναί.

ΣΩ. ἀληθές γε, ὡς φῄς.

ΕΡΜ. ναί.

ΣΩ. τὸ δὲ τοῦ ψεύδους μόριον οὐ ψεῦδος;

ΕΡΜ. φημί.

ΣΩ. ἔστιν ἄρα ὄνομα ψεῦδος καὶ ἀληθὲς λέγειν, εἴπερ καὶ λόγον;

ΕΡΜ. πῶς γὰρ οὔ;

ΣΩ. ὃ ἂν ἄρα ἕκαστος φῇ τῳ ὄνομα εἶναι, τοῦτό ἐστιν ἑκάστῳ ὄνομα;

ΕΡΜ. ναί.

ΣΩ. ἦ καὶ ὁπόσα ἂν φῇ τις ἑκάστῳ ὀνόματα εἶναι, τοσαῦτα ἔσται καὶ τότε ὁπόταν φῇ;

ΕΡΜ. οὐ γὰρ ἔχω ἔγωγε, ὦ Σώκρατες, ὀνόματος ἄλλην ὀρθότητα ἢ ταύτην, ἐμοὶ μὲν ἕτερον εἶναι καλεῖν ἑκάστῳ ὄνομα, ὃ ἐγὼ ἐθέμην, σοὶ δὲ ἕτερον, ὃ αὖ σύ. οὕτω δὲ καὶ ταῖς πόλεσιν ὁρῶ ἰδίᾳ [ἑκάσταις] ἐνίοις ἐπὶ τοῖς αὐτοῖς κείμενα ὀνόματα, καὶ Ἕλλησι παρὰ τοὺς ἄλλους Ἕλληνας, καὶ Ἕλλησι παρὰ βαρβάρους.

Socrates. It may be that you are right, Hermogenes; but let us see. Whatever name we decide to give each particular thing is its name?

Hermogenes. Yes.

Socrates. Whether the giver be a private person or a state?

Hermogenes. Yes.

Socrates. Well, then, suppose I give a name to some thing or other, designating, for instance, that which we now call “man” as “horse” and that which we now call “horse” as “man,” will the real name of the same thing be “man” for the public and “horse” for me individually, and in the other case “horse” for the public and “man” for me individually? Is that your meaning?

Hermogenes. Yes, that is my opinion.

Socrates. Now answer this question. Is there anything which you call speaking the truth and speaking falsehood?

Hermogenes. Yes.

Socrates. Then there would be true speech and false speech?

Hermogenes. Certainly.

Socrates. Then that speech which says things as they are is true, and that which says them as they are not is false?

Hermogenes. Yes.

Socrates. It is possible, then, to say in speech that which is and that which is not?

Hermogenes. Certainly.

Socrates. But is true speech true only as a whole, and are its parts untrue?

Hermogenes. No, its parts also are true.

Socrates. Are the large parts true, but not the small ones, or are all true?

Hermogenes. All, in my opinion.

Socrates. Is there, then, anything which you say is a smaller part of speech than a name?

Hermogenes. No, that is the smallest.

Socrates. And the name is spoken as a part of the true speech?

Hermogenes. Yes.

Socrates. Then it is, according to you, true.

Hermogenes. Yes.

Socrates. And a part of false speech is false, is it not?

Hermogenes. It is.

Socrates. Then it is possible to utter either a false or a true name, since one may utter speech that is either true or false?

Hermogenes. Yes, of course.

Socrates. Then whatever each particular person says is the name of anything, that is its name for that person?

Hermogenes. Yes.

Socrates. And whatever the number of names anyone says a thing has, it will really have that number at the time when he says it?

Hermogenes. Yes, Socrates, for I cannot conceive of any other kind of correctness in names than this; I may call a thing by one name, which I gave, and you by another, which you gave. And in the same way, I see that states have their own different names for the same things, and Greeks differ from other Greeks and from barbarians in their use of names.

ΣΩ. φέρε δὴ ἴδωμεν, ὦ Ἑρμόγενες, πότερον καὶ τὰ ὄντα οὕτως ἔχειν σοι φαίνεται, ἰδίᾳ αὐτῶν ἡ οὐσία εἶναι ἑκάστῳ, ὥσπερ Πρωταγόρας ἔλεγεν λέγων «πάντων χρημάτων μέτρον» εἶναι ἄνθρωπον—ὡς ἄρα οἷα μὲν ἂν ἐμοὶ φαίνηται τὰ πράγματα [εἶναι], τοιαῦτα μὲν ἔστιν ἐμοί· οἷα δʼ ἂν σοί, τοιαῦτα δὲ σοί—ἢ ἔχειν δοκεῖ σοι αὐτὰ αὑτῶν τινα βεβαιότητα τῆς οὐσίας;

ΕΡΜ. ἤδη ποτὲ ἔγωγε, ὦ Σώκρατες, ἀπορῶν καὶ ἐνταῦθα ἐξηνέχθην εἰς ἅπερ Πρωταγόρας λέγει· οὐ πάνυ τι μέντοι μοι δοκεῖ οὕτως ἔχειν.

ΣΩ. τί δέ; ἐς τόδε ἤδη ἐξηνέχθης, ὥστε μὴ πάνυ σοι δοκεῖν εἶναί τινα ἄνθρωπον πονηρόν;

ΕΡΜ. οὐ μὰ τὸν Δία, ἀλλὰ πολλάκις δὴ αὐτὸ πέπονθα, ὥστε μοι δοκεῖν πάνυ πονηροὺς εἶναί τινας ἀνθρώπους, καὶ μάλα συχνούς.

ΣΩ. τί δέ; πάνυ χρηστοὶ οὔπω σοι ἔδοξαν εἶναι [ἄνθρωποι];

ΕΡΜ. καὶ μάλα ὀλίγοι.

ΣΩ. ἔδοξαν δʼ οὖν;

ΕΡΜ. ἔμοιγε.

ΣΩ. πῶς οὖν τοῦτο τίθεσαι; ἆρʼ ὧδε· τοὺς μὲν πάνυ χρηστοὺς πάνυ φρονίμους, τοὺς δὲ πάνυ πονηροὺς πάνυ ἄφρονας;

ΕΡΜ. ἔμοιγε δοκεῖ οὕτως.

ΣΩ. οἷόν τε οὖν [ἐστιν], εἰ Πρωταγόρας ἀληθῆ ἔλεγεν καὶ ἔστιν αὕτη ἡ ἀλήθεια, τὸ οἷα ἂν δοκῇ ἑκάστῳ τοιαῦτα καὶ εἶναι, τοὺς μὲν ἡμῶν φρονίμους εἶναι, τοὺς δὲ ἄφρονας;

ΕΡΜ. οὐ δῆτα.

ΣΩ. καὶ ταῦτά γε, ὡς ἐγᾦμαι, σοὶ πάνυ δοκεῖ, φρονήσεως οὔσης καὶ ἀφροσύνης μὴ πάνυ δυνατὸν εἶναι Πρωταγόραν ἀληθῆ λέγειν· οὐδὲν γὰρ ἄν που τῇ ἀληθείᾳ ὁ ἕτερος τοῦ ἑτέρου φρονιμώτερος εἴη, εἴπερ ἃ ἂν ἑκάστῳ δοκῇ ἑκάστῳ ἀληθῆ ἔσται.

ΕΡΜ. ἔστι ταῦτα.

ΣΩ. ἀλλὰ μὴν οὐδὲ κατʼ Εὐθύδημόν γε οἶμαι σοὶ δοκεῖ πᾶσι πάντα ὁμοίως εἶναι ἅμα καὶ ἀεί· οὐδὲ γὰρ ἂν οὕτως εἶεν οἱ μὲν χρηστοί, οἱ δὲ πονηροί, εἰ ὁμοίως ἅπασι καὶ ἀεὶ ἀρετή τε καὶ κακία εἴη.

ΕΡΜ. ἀληθῆ λέγεις.

ΣΩ. οὐκοῦν εἰ μήτε πᾶσι πάντα ἐστὶν ὁμοίως ἅμα καὶ ἀεί, μήτε ἑκάστῳ ἰδίᾳ ἕκαστον [τῶν ὄντων ἐστίν], δῆλον δὴ ὅτι αὐτὰ αὑτῶν οὐσίαν ἔχοντά τινα βέβαιόν ἐστι τὰ πράγματα, οὐ πρὸς ἡμᾶς οὐδὲ ὑφʼ ἡμῶν ἑλκόμενα ἄνω καὶ κάτω τῷ ἡμετέρῳ φαντάσματι, ἀλλὰ καθʼ αὑτὰ πρὸς τὴν αὑτῶν οὐσίαν ἔχοντα ᾗπερ πέφυκεν.

ΕΡΜ. δοκεῖ μοι, ὦ Σώκρατες, οὕτω.

ΣΩ. πότερον οὖν αὐτὰ μὲν ἂν εἴη οὕτω πεφυκότα, αἱ δὲ πράξεις αὐτῶν οὐ κατὰ τὸν αὐτὸν τρόπον; ἢ οὐ καὶ αὗται ἕν τι εἶδος τῶν ὄντων εἰσίν, αἱ πράξεις;

ΕΡΜ. πάνυ γε καὶ αὗται.

Socrates. Now, Hermogenes, let us see. Do you think this is true of the real things, that their reality is a separate one for each person, as Protagoras said with his doctrine that man is the measure of all things—that things are to me such as they seem to me, and to you such as they seem to you—or do you think things have some fixed reality of their own?

Hermogenes. It has sometimes happened to me, Socrates, to be so perplexed that I have been carried away even into this doctrine of Protagoras; but I do not at all believe he is right.

Socrates. Well, have you ever been carried away so far as not to believe at all that any man is bad?

Hermogenes. Lord, no; but I have often been carried away into the belief that certain men, and a good many of them, are very bad.

Socrates. Well, did you never think any were very good?

Hermogenes. Very few.

Socrates. But you did think them so?

Hermogenes. Yes.

Socrates. And what is your idea about that? Are the very good very wise and the very bad very foolish?

Hermogenes. Yes, that is my opinion.

Socrates. Now if Protagoras is right and the truth is as he says, that all things are to each person as they seem to him, is it possible for some of us to be wise and some foolish?

Hermogenes. No, it is not.

Socrates. And you are, I imagine, strongly of the opinion that if wisdom and folly exist, it is quite impossible that Protagoras is right, for one man would not in reality be at all wiser than another if whatever seems to each person is really true to him.

Hermogenes. Quite right.

Socrates. But neither do you believe with Euthydemus that all things belong equally to all men at the same time and perpetually, for on this assumption also some could not be good and others bad, if virtue and its opposite were always equally possessed by all.

Hermogenes. True.

Socrates. Then if neither all things belong equally to all men at the same time and perpetually nor each thing to each man individually, it is clear that things have some fixed reality of their own, not in relation to us nor caused by us; they do not vary, swaying one way and another in accordance with our fancy, but exist of themselves in relation to their own reality imposed by nature.

Hermogenes. I think, Socrates, that is the case.

Socrates. Can things themselves, then, possess such a nature as this, and that of their actions be different? Or are not actions also a class of realities?

Hermogenes. Certainly they are.

English translation by Harold North Fowler (1926). Original text: Harold North Fowler (trans.), Plato IV: Cratylus, Parmenides, Greater Hippias, Lesser Hippias, Loeb Classical Library, Cambridge, MA: Harvard University Press; London: William Heinemann, 1926; Greek text: John Burnet, Platonis Opera, Oxford Classical Texts (as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.