Plato · Cratylus Κρατύλος

Plato, Cratylus 398a–400e: Daemons, heroes, man, soul and body

Socrates takes Hesiod's golden race, whom he calls spirits (daemons) because they were wise and knowing, and says that the word heroes is derived from Eros, because they were born of the love of a god for a mortal or of a mortal for a goddess. He explains the word anthropos as the one who looks up at what he has seen, so that man alone of animals is rightly called man. The soul, psyche, is what holds up and carries the nature of the body, and body, soma, is explained as the tomb (sema) of the soul, a name that he thinks the Orphic poets gave, since the soul undergoes punishment in it. Hermogenes asks about the gods, and Socrates says that the best kind of correctness would be to know their true names, which we do not, and the second is to call them by the names and patronymics that are pleasing to them, as is the custom in prayers.

Sections 398a–400e · 1337 words · click a number to copy its link

ΣΩ. λέγει τοίνυν περὶ αὐτοῦ—αὐτὰρ ἐπειδὴ τοῦτο γένος κατὰ μοῖρʼ ἐκάλυψεν, / οἱ μὲν δαίμονες ἁγνοὶ ὑποχθόνιοι καλέονται, / ἐσθλοί, ἀλεξίκακοι, φύλακες θνητῶν ἀνθρώπων. /

ΕΡΜ. τί οὖν δή;

ΣΩ. ὅτι οἶμαι ἐγὼ λέγειν αὐτὸν τὸ χρυσοῦν γένος οὐκ ἐκ χρυσοῦ πεφυκὸς ἀλλʼ ἀγαθόν τε καὶ καλόν. τεκμήριον δέ μοί ἐστιν ὅτι καὶ ἡμᾶς φησιν σιδηροῦν εἶναι γένος.

ΕΡΜ. ἀληθῆ λέγεις.

ΣΩ. οὐκοῦν καὶ τῶν νῦν οἴει ἂν φάναι αὐτὸν εἴ τις ἀγαθός ἐστιν ἐκείνου τοῦ χρυσοῦ γένους εἶναι;

ΕΡΜ. εἰκός γε.

ΣΩ. οἱ δʼ ἀγαθοὶ ἄλλο τι ἢ φρόνιμοι;

ΕΡΜ. φρόνιμοι.

ΣΩ. τοῦτο τοίνυν παντὸς μᾶλλον λέγει, ὡς ἐμοὶ δοκεῖ, τοὺς δαίμονας· ὅτι φρόνιμοι καὶ δαήμονες ἦσαν, «δαίμονας» αὐτοὺς ὠνόμασεν· καὶ ἔν γε τῇ ἀρχαίᾳ τῇ ἡμετέρᾳ φωνῇ αὐτὸ συμβαίνει τὸ ὄνομα. λέγει οὖν καλῶς καὶ οὗτος καὶ ἄλλοι ποιηταὶ πολλοὶ ὅσοι λέγουσιν ὡς, ἐπειδάν τις ἀγαθὸς ὢν τελευτήσῃ, μεγάλην μοῖραν καὶ τιμὴν ἔχει καὶ γίγνεται δαίμων κατὰ τὴν τῆς φρονήσεως ἐπωνυμίαν. ταύτῃ οὖν τίθεμαι καὶ ἐγὼ [τὸν δαήμονα] πάντʼ ἄνδρα ὃς ἂν ἀγαθὸς ᾖ, δαιμόνιον εἶναι καὶ ζῶντα καὶ τελευτήσαντα, καὶ ὀρθῶς «δαίμονα» καλεῖσθαι.

ΕΡΜ. καὶ ἐγώ μοι δοκῶ, ὦ Σώκρατες, τούτου πάνυ σοι σύμψηφος εἶναι. ὁ δὲ δὴ «ἥρως» τί ἂν εἴη;

ΣΩ. τοῦτο δὲ οὐ πάνυ χαλεπὸν ἐννοῆσαι. σμικρὸν γὰρ παρῆκται αὐτῶν τὸ ὄνομα, δηλοῦν τὴν ἐκ τοῦ ἔρωτος γένεσιν.

ΕΡΜ. πῶς λέγεις;

ΣΩ. οὐκ οἶσθα ὅτι ἡμίθεοι οἱ ἥρωες;

ΕΡΜ. τί οὖν;

ΣΩ. πάντες δήπου γεγόνασιν ἐρασθέντος ἢ θεοῦ θνητῆς ἢ θνητοῦ θεᾶς. ἐὰν οὖν σκοπῇς καὶ τοῦτο κατὰ τὴν Ἀττικὴν τὴν παλαιὰν φωνήν, μᾶλλον εἴσῃ· δηλώσει γάρ σοι ὅτι παρὰ τὸ τοῦ ἔρωτος ὄνομα, ὅθεν γεγόνασιν οἱ ἥρωες, σμικρὸν παρηγμένον ἐστὶν ὀνόματος χάριν. καὶ ἤτοι τοῦτο λέγει τοὺς ἥρωας, ἢ ὅτι σοφοὶ ἦσαν καὶ ῥήτορες [καὶ] δεινοὶ καὶ διαλεκτικοί, ἐρωτᾶν ἱκανοὶ ὄντες· τὸ γὰρ «εἴρειν» λέγειν ἐστίν. ὅπερ οὖν ἄρτι λέγομεν, ἐν τῇ Ἀττικῇ φωνῇ λεγόμενοι οἱ ἥρωες ῥήτορές τινες καὶ ἐρωτητικοὶ συμβαίνουσιν, ὥστε ῥητόρων καὶ σοφιστῶν γένος γίγνεται τὸ ἡρωικὸν φῦλον. ἀλλὰ οὐ τοῦτο χαλεπόν ἐστιν ἐννοῆσαι, ἀλλὰ μᾶλλον τὸ τῶν ἀνθρώπων, διὰ τί ποτε «ἄνθρωποι» καλοῦνται· ἢ σὺ ἔχεις εἰπεῖν;

ΕΡΜ. πόθεν, ὠγαθέ, ἔχω; οὐδʼ εἴ τι οἷός τʼ ἂν εἴην εὑρεῖν, οὐ συντείνω διὰ τὸ ἡγεῖσθαι σὲ μᾶλλον εὑρήσειν ἢ ἐμαυτόν.

Socrates. Well, he says of it: But since Fate has covered up this race, / They are called holy spirits under the earth, / Noble, averters of evil, guardians of mortal men. /

Hermogenes. What of that?

Socrates. Why, I think he means that the golden race was not made of gold, but was good and beautiful. And I regard it as a proof of this that he further says we are the iron race.

Hermogenes. True.

Socrates. Don’t you suppose that if anyone of our day is good, Hesiod would say he was of that golden race?

Hermogenes. Quite likely.

Socrates. But the good are the wise, are they not?

Hermogenes. Yes, they are the wise.

Socrates. This, then, I think, is what he certainly means to say of the spirits: because they were wise and knowing (δαήμονες) he called them spirits (δαίμονες) and in the old form of our language the two words are the same. Now he and all the other poets are right, who say that when a good man dies he has a great portion and honor among the dead, and becomes a spirit, a name which is in accordance with the other name of wisdom. And so I assert that every good man, whether living or dead, is of spiritual nature, and is rightly called a spirit.

Hermogenes. And I, Socrates, believe I quite agree with you in that. But what is the word “hero”?

Socrates. That is easy to understand; for the name has been but slightly changed, and indicates their origin from love (ἔρως).

Hermogenes. What do you mean?

Socrates. Why, they were all born because a god fell in love with a mortal woman, or a mortal man with a goddess. Now if you consider the word “hero” also in the old Attic pronunciation, you will understand better; for that will show you that it has been only slightly altered from the name of love (Eros), the source from which the heroes spring, to make a name for them. And either this is the reason why they are called heroes, or it is because they were wise and clever orators and dialecticians, able to ask questions (ἐρωτᾶν), for εἴρειν is the same as λέγειν (speak). Therefore, when their name is spoken in the Attic dialect, which I was mentioning just now, the heroes turn out to be orators and askers of questions, so that the heroic race proves to be a race of orators and sophists. That is easy to understand, but the case of men, and the reason why they are called men (ἄνθρωποι), is more difficult. Can you tell me what it is?

Hermogenes. No, my friend, I cannot; and even if I might perhaps find out, I shall not try, because I think you are more likely to find out than I am.

ΣΩ. τῇ τοῦ Εὐθύφρονος ἐπιπνοίᾳ πιστεύεις, ὡς ἔοικας.

ΕΡΜ. δῆλα δή.

ΣΩ. ὀρθῶς γε σὺ πιστεύων· ὡς καὶ νῦν γέ μοι φαίνομαι κομψῶς ἐννενοηκέναι, καὶ κινδυνεύσω, ἐὰν μὴ εὐλαβῶμαι, ἔτι τήμερον σοφώτερος τοῦ δέοντος γενέσθαι. σκόπει δὴ ὃ λέγω. πρῶτον μὲν γὰρ τὸ τοιόνδε δεῖ ἐννοῆσαι περὶ ὀνομάτων, ὅτι πολλάκις ἐπεμβάλλομεν γράμματα, τὰ δʼ ἐξαιροῦμεν, παρʼ ὃ βουλόμεθα ὀνομάζοντες, καὶ τὰς ὀξύτητας μεταβάλλομεν. οἷον «Διὶ φίλος» —τοῦτο ἵνα ἀντὶ ῥήματος ὄνομα ἡμῖν γένηται, τό τε ἕτερον αὐτόθεν ἰῶτα ἐξείλομεν καὶ ἀντὶ ὀξείας τῆς μέσης συλλαβῆς βαρεῖαν ἐφθεγξάμεθα. ἄλλων δὲ τοὐναντίον ἐμβάλλομεν γράμματα, τὰ δὲ βαρύτερα ὀξύτερα φθεγγόμεθα.

ΕΡΜ. ἀληθῆ λέγεις.

ΣΩ. τούτων τοίνυν ἓν καὶ τὸ τῶν ἀνθρώπων ὄνομα πέπονθεν, ὡς ἐμοὶ δοκεῖ. ἐκ γὰρ ῥήματος ὄνομα γέγονεν, ἑνὸς γράμματος τοῦ ἄλφα ἐξαιρεθέντος καὶ βαρυτέρας τῆς τελευτῆς γενομένης.

ΕΡΜ. πῶς λέγεις;

ΣΩ. ὧδε. σημαίνει τοῦτο τὸ ὄνομα ὁ «ἄνθρωπος» ὅτι τὰ μὲν ἄλλα θηρία ὧν ὁρᾷ οὐδὲν ἐπισκοπεῖ οὐδὲ ἀναλογίζεται οὐδὲ ἀναθρεῖ, ὁ δὲ ἄνθρωπος ἅμα ἑώρακεν—τοῦτο δʼ ἐστὶ [τὸ] «ὄπωπε» —καὶ ἀναθρεῖ καὶ λογίζεται τοῦτο ὃ ὄπωπεν. ἐντεῦθεν δὴ μόνον τῶν θηρίων ὀρθῶς ὁ ἄνθρωπος «ἄνθρωπος» ὠνομάσθη, ἀναθρῶν ἃ ὄπωπε.

ΕΡΜ. τί οὖν τὸ μετὰ τοῦτο; ἔρωμαί σε ὃ ἡδέως ἂν πυθοίμην;

ΣΩ. πάνυ γε.

ΕΡΜ. ὥσπερ τοίνυν μοι δοκεῖ τούτοις ἑξῆς εἶναί τι χρῆμα. «ψυχὴν» γάρ που καὶ «σῶμα» καλοῦμεν τοῦ ἀνθρώπου.

ΣΩ. πῶς γὰρ οὔ;

ΕΡΜ. πειρώμεθα δὴ καὶ ταῦτα διελεῖν ὥσπερ τὰ ἔμπροσθεν.

ΣΩ. ψυχὴν λέγεις ἐπισκέψασθαι ὡς εἰκότως τούτου τοῦ ὀνόματος τυγχάνει, ἔπειτʼ αὖ τὸ σῶμα;

ΕΡΜ. ναί.

ΣΩ. ὡς μὲν τοίνυν ἐκ τοῦ παραχρῆμα λέγειν, οἶμαί τι τοιοῦτον νοεῖν τοὺς τὴν ψυχὴν ὀνομάσαντας, ὡς τοῦτο ἄρα, ὅταν παρῇ τῷ σώματι, αἴτιόν ἐστι τοῦ ζῆν αὐτῷ, τὴν τοῦ ἀναπνεῖν δύναμιν παρέχον καὶ ἀναψῦχον, ἅμα δὲ ἐκλείποντος τοῦ ἀναψύχοντος τὸ σῶμα ἀπόλλυταί τε καὶ τελευτᾷ· ὅθεν δή μοι δοκοῦσιν αὐτὸ «ψυχὴν» καλέσαι. εἰ δὲ βούλει —ἔχε ἠρέμα· δοκῶ γάρ μοί τι καθορᾶν πιθανώτερον τούτου τοῖς ἀμφὶ Εὐθύφρονα. τούτου μὲν γάρ, ὡς ἐμοὶ δοκεῖ, καταφρονήσαιεν ἂν καὶ ἡγήσαιντο φορτικὸν εἶναι· τόδε δὲ σκόπει ἐὰν ἄρα καὶ σοὶ ἀρέσῃ.

Socrates. You have faith in the inspiration of Euthyphro, it seems.

Hermogenes. Evidently.

Socrates. And you are right in having it; for just at this very moment I think I have had a clever thought, and if I am not careful, before the day is over I am likely to be wiser than I ought to be. So pay attention. First we must remember in regard to names that we often put in or take out letters, making the names different from the meaning we intend, and we change the accent. Take, for instance, Διὶ φίλος; to change this from a phrase to a name, we took out the second iota and pronounced the middle syllable with the grave instead of the acute accent (Diphilus). In other instances, on the contrary, we insert letters and pronounce grave accents as acute.

Hermogenes. True.

Socrates. Now it appears to me that the name of men (ἄνθρωπος) underwent a change of that sort. It was a phrase, but became a noun when one letter, alpha, was removed and the accent of the last syllable was dropped.

Hermogenes. What do you mean?

Socrates. I will tell you. The name “man” (ἄνθρωπος) indicates that the other animals do not examine, or consider, or look up at (ἀναθρεῖ) any of the things that they see, but man has no sooner seen—that is, ὄπωπε—than he looks up at and considers that which he has seen. Therefore of all the animals man alone is rightly called man (ἄνθρωπος), because he looks up at (ἀναθρεῖ) what he has seen (ὄπωπε).

Hermogenes. Of course. May I ask you about the next word I should like to have explained?

Socrates. Certainly.

Hermogenes. It seems to me to come naturally next after those you have discussed. We speak of man’s soul and body.

Socrates. Yes, of course.

Hermogenes. Let us try to analyze these, as we did the previous words.

Socrates. You mean consider “soul” (ψυχή) and see why it is properly called by that name, and likewise “body” (σῶμα)?

Hermogenes. Yes.

Socrates. To speak on the spur of the moment, I think those who gave the soul its name had something of this sort in mind: they thought when it was present in the body it was the cause of its living, giving it the power to breathe and reviving it (ἀναψῦχον), and when this revivifying force fails, the body perishes and comes to an end therefore, I think, they called it ψυχή. But—please keep still a moment. I fancy I see something which will carry more conviction to Euthyphro and his followers; for I think they would despise this attempt and would consider it cheap talk. Now see if you like the new one.

ΕΡΜ. λέγε μόνον.

ΣΩ. τὴν φύσιν παντὸς τοῦ σώματος, ὥστε καὶ ζῆν καὶ περιιέναι, τί σοι δοκεῖ ἔχειν τε καὶ ὀχεῖν ἄλλο ἢ ψυχή;

ΕΡΜ. οὐδὲν ἄλλο.

ΣΩ. τί δέ; καὶ τὴν τῶν ἄλλων ἁπάντων φύσιν οὐ πιστεύεις Ἀναξαγόρᾳ νοῦν καὶ ψυχὴν εἶναι τὴν διακοσμοῦσαν καὶ ἔχουσαν;

ΕΡΜ. ἔγωγε.

ΣΩ. καλῶς ἄρα ἂν τὸ ὄνομα τοῦτο ἔχοι τῇ δυνάμει ταύτῃ ἣ φύσιν ὀχεῖ καὶ ἔχει «φυσέχην» ἐπονομάζειν. ἔξεστι δὲ καὶ «ψυχὴν» κομψευόμενον λέγειν.

ΕΡΜ. πάνυ μὲν οὖν, καὶ δοκεῖ γέ μοι τοῦτο ἐκείνου τεχνικώτερον εἶναι.

ΣΩ. καὶ γὰρ ἔστιν· γελοῖον μέντοι φαίνεται ὡς ἀληθῶς ὀνομαζόμενον ὡς ἐτέθη.

ΕΡΜ. ἀλλὰ δὴ τὸ μετὰ τοῦτο πῶς φῶμεν ἔχειν;

ΣΩ. τὸ σῶμα λέγεις;

ΕΡΜ. ναί.

ΣΩ. πολλαχῇ μοι δοκεῖ τοῦτό γε· ἂν μὲν καὶ σμικρόν τις παρακλίνῃ, καὶ πάνυ. καὶ γὰρ σῆμά τινές φασιν αὐτὸ εἶναι τῆς ψυχῆς, ὡς τεθαμμένης ἐν τῷ νῦν παρόντι· καὶ διότι αὖ τούτῳ σημαίνει ἃ ἂν σημαίνῃ ἡ ψυχή, καὶ ταύτῃ «σῆμα» ὀρθῶς καλεῖσθαι. δοκοῦσι μέντοι μοι μάλιστα θέσθαι οἱ ἀμφὶ Ὀρφέα τοῦτο τὸ ὄνομα, ὡς δίκην διδούσης τῆς ψυχῆς ὧν δὴ ἕνεκα δίδωσιν, τοῦτον δὲ περίβολον ἔχειν, ἵνα σῴζηται, δεσμωτηρίου εἰκόνα· εἶναι οὖν τῆς ψυχῆς τοῦτο, ὥσπερ αὐτὸ ὀνομάζεται, ἕως ἂν ἐκτείσῃ τὰ ὀφειλόμενα, [τὸ] «σῶμα,» καὶ οὐδὲν δεῖν παράγειν οὐδʼ ἓν γράμμα.

ΕΡΜ. ταῦτα μέν μοι δοκεῖ ἱκανῶς, ὦ Σώκρατες, εἰρῆσθαι· περὶ δὲ τῶν θεῶν τῶν ὀνομάτων, οἷον καὶ περὶ τοῦ «Διὸς» νυνδὴ ἔλεγες, ἔχοιμεν ἄν που κατὰ τὸν αὐτὸν τρόπον ἐπισκέψασθαι κατὰ τίνα ποτὲ ὀρθότητα αὐτῶν τὰ ὀνόματα κεῖται;

ΣΩ. ναὶ μὰ Δία ἡμεῖς γε, ὦ Ἑρμόγενες, εἴπερ γε νοῦν ἔχοιμεν, ἕνα μὲν τὸν κάλλιστον τρόπον, ὅτι περὶ θεῶν οὐδὲν ἴσμεν, οὔτε περὶ αὐτῶν οὔτε περὶ τῶν ὀνομάτων, ἅττα ποτὲ ἑαυτοὺς καλοῦσιν· δῆλον γὰρ ὅτι ἐκεῖνοί γε τἀληθῆ καλοῦσι. δεύτερος δʼ αὖ τρόπος ὀρθότητος, ὥσπερ ἐν ταῖς εὐχαῖς νόμος ἐστὶν ἡμῖν εὔχεσθαι, οἵτινές τε καὶ ὁπόθεν χαίρουσιν ὀνομαζόμενοι, ταῦτα καὶ ἡμᾶς αὐτοὺς καλεῖν, ὡς ἄλλο μηδὲν εἰδότας· καλῶς γὰρ δὴ ἔμοιγε δοκεῖ νενομίσθαι.

Hermogenes. I am listening.

Socrates. Do you think there is anything which holds and carries the whole nature of the body, so that it lives and moves, except the soul?

Hermogenes. No; nothing.

Socrates. Well, and do you not believe the doctrine of Anaxagoras, that it is mind or soul which orders and holds the nature of all things?

Hermogenes. I do.

Socrates. Then there would be an admirable fitness in calling that power which carries and holds (ἔχει) nature (φύσιν) φυσέχη and this may be refined and pronounced ψυχή.

Hermogenes. Certainly; and I think this is a more scientific explanation than the other.

Socrates. Yes, it is. But it seems actually absurd that the name was given with such truth.

Hermogenes. Now what shall we say about the next word?

Socrates. You mean “body” (σῶμα)?

Hermogenes. Yes.

Socrates. I think this admits of many explanations, if a little, even very little, change is made; for some say it is the tomb (σῆμα) of the soul, their notion being that the soul is buried in the present life; and again, because by its means the soul gives any signs which it gives, it is for this reason also properly called sign (σῆμα). But I think it most likely that the Orphic poets gave this name, with the idea that the soul is undergoing punishment for something; they think it has the body as an enclosure to keep it safe, like a prison, and this is, as the name itself denotes, the safe (σῶμα) for the soul, until the penalty is paid, and not even a letter needs to be changed.

Hermogenes. I think, Socrates, enough has been said about these words; but might we not consider the names of the gods in the same way in which you were speaking about that of Zeus a few minutes ago, and see what kind of correctness there is in them?

Socrates. By Zeus, Hermogenes, we, if we are sensible, must recognize that there is one most excellent kind, since of the gods we know nothing, neither of them nor of their names, whatever they may be, by which they call themselves, for it is clear that they use the true names. But there is a second kind of correctness, that we call them, as is customary in prayers, by whatever names and patronymics are pleasing to them, since we know no other. Now I think that is an excellent custom.

People and places in this passage

English translation by Harold North Fowler (1926). Original text: Harold North Fowler (trans.), Plato IV: Cratylus, Parmenides, Greater Hippias, Lesser Hippias, Loeb Classical Library, Cambridge, MA: Harvard University Press; London: William Heinemann, 1926; Greek text: John Burnet, Platonis Opera, Oxford Classical Texts (as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.

Cratylus 398a–400e: Daemons, heroes, man, soul and body