Plato · Cratylus Κρατύλος

Plato, Cratylus 417a–420e: Advantage and profit, harm, pleasure, pain and desire

Socrates takes up the words for what is advantageous, profitable, useful and gainful, and then the words for what is harmful and what is hurtful. He explains pleasure, pain, distress, joy, delight, desire and longing (himeros) by the flowing and rushing of the soul. He says that the old forms of words, which women especially keep, are more likely to be right than the modern ones, and that the namegivers sometimes added or changed letters to make a word sound better. Hermogenes asks next for the greatest and noblest names.

Sections 417a–420e · 1746 words · click a number to copy its link

ΕΡΜ. ταῦτα τὰ περὶ τὸ ἀγαθόν τε καὶ καλόν, συμφέροντά τε καὶ λυσιτελοῦντα καὶ ὠφέλιμα καὶ κερδαλέα καὶ τἀναντία τούτων.

ΣΩ. οὐκοῦν τὸ μὲν «συμφέρον» ἤδη που κἂν σὺ εὕροις ἐκ τῶν πρότερον ἐπισκοπῶν· τῆς γὰρ ἐπιστήμης ἀδελφόν τι φαίνεται. οὐδὲν γὰρ ἄλλο δηλοῖ ἢ τὴν ἅμα φορὰν τῆς ψυχῆς μετὰ τῶν πραγμάτων, καὶ τὰ ὑπὸ τοῦ τοιούτου πραττόμενα «συμφέροντά» τε καὶ «σύμφορα» κεκλῆσθαι ἀπὸ τοῦ συμπεριφέρεσθαι ἔοικε, τὸ δέ γε «κερδαλέον» ἀπὸ τοῦ κέρδους. «κέρδος» δὲ νῦ ἀντὶ τοῦ δέλτα ἀποδιδόντι ἐς τὸ ὄνομα δηλοῖ ὃ βούλεται· τὸ γὰρ ἀγαθὸν κατʼ ἄλλον τρόπον ὀνομάζει. ὅτι γὰρ κεράννυται ἐς πάντα διεξιόν, ταύτην αὐτοῦ τὴν δύναμιν ἐπονομάζων ἔθετο τοὔνομα· δέλτα δʼ ἐνθεὶς ἀντὶ τοῦ νῦ «κέρδος» ἐφθέγξατο.

ΕΡΜ. «Λυσιτελοῦν» δὲ τί δή;

ΣΩ. ἔοικεν, ὦ Ἑρμόγενες, οὐχὶ καθάπερ οἱ κάπηλοι αὐτῷ χρῶνται, ἐὰν τὸ ἀνάλωμα ἀπολύῃ, οὐ ταύτῃ λέγειν μοι δοκεῖ τὸ «λυσιτελοῦν,» ἀλλʼ ὅτι τάχιστον ὂν τοῦ ὄντος ἵστασθαι οὐκ ἐᾷ τὰ πράγματα, οὐδὲ τέλος λαβοῦσαν τὴν φορὰν τοῦ φέρεσθαι στῆναί τε καὶ παύσασθαι, ἀλλʼ ἀεὶ λύει αὐτῆς ἄν τι ἐπιχειρῇ τέλος ἐγγίγνεσθαι, καὶ παρέχει ἄπαυστον καὶ ἀθάνατον αὐτήν, ταύτῃ μοι δοκεῖ ἐπιφημίσαι τὸ ἀγαθὸν λυσιτελοῦν· τὸ γὰρ τῆς φορᾶς λύον τὸ τέλος «λυσιτελοῦν» καλέσαι. «ὠφέλιμον» δὲ ξενικὸν τοὔνομα, ᾧ καὶ Ὅμηρος πολλαχοῦ κέχρηται, τῷ «ὀφέλλειν»· ἔστι δὲ τοῦτο τοῦ αὔξειν καὶ ποιεῖν ἐπωνυμία.

ΕΡΜ. τὰ δὲ δὴ τούτων ἐναντία πῶς ἔχει ἡμῖν;

ΣΩ. ὅσα μὲν ἀπόφησιν αὐτῶν, ὥς γέ μοι δοκεῖ, οὐδὲν δεῖ ταῦτα διεξιέναι.

ΕΡΜ. ποῖα ταῦτα;

ΣΩ. «ἀσύμφορον» καὶ «ἀνωφελὲς» καὶ «ἀλυσιτελὲς» καὶ «ἀκερδές.»

ΕΡΜ. ἀληθῆ λέγεις.

ΣΩ. ἀλλὰ «βλαβερόν» γε καὶ «ζημιῶδες.»

ΕΡΜ. ναί.

ΣΩ. καὶ τὸ μέν γε «βλαβερὸν» τὸ βλάπτον τὸν ῥοῦν εἶναι λέγει· τὸ δὲ «βλάπτον» αὖ σημαίνει βουλόμενον ἅπτειν· τὸ δὲ «ἅπτειν» καὶ δεῖν ταὐτόν ἐστι, τοῦτο δὲ πανταχοῦ ψέγει. τὸ βουλόμενον οὖν ἅπτειν ῥοῦν ὀρθότατα μὲν ἂν εἴη «βουλαπτεροῦν,» καλλωπισθὲν δὲ καλεῖσθαί μοι φαίνεται «βλαβερόν.»

ΕΡΜ. ποικίλα γέ σοι, ὦ Σώκρατες, ἐκβαίνει τὰ ὀνόματα. καὶ γὰρ νῦν μοι ἔδοξας ὥσπερ τοῦ τῆς Ἀθηνάας νόμου προαύλιον στομαυλῆσαι, τοῦτο τὸ ὄνομα προειπὼν τὸ «βουλαπτεροῦν.»

Hermogenes. Those that are related to the good and the beautiful, such as συμφέροντα (advantageous), λυσιτελοῦντα (profitable), ὠφέλιμα (useful), κερδαλέα (gainful), and their opposites.

Socrates. You might by this time be able to find the meaning of συμφέροντα by yourself in the light of the previous explanations, for it appears to be own brother to ἐπιστήμη. It means nothing else but the motion (φορά) of the soul in company with the world, and naturally things which are done by such a power are called συμφέροντα and σύμφορα because they are carried round with (συμπεριφέρεσθαι) the world. But κερδαλέον is from κέρδος (gain). If you restore nu in the word κέρδος in place of the delta, the meaning is plain; it signifies good, but in another way. Because it passes through and is mingled (κεράννυται) with all things, he who named it gave it this name which indicates that function; but he inserted a delta instead of nu and said κέρδος.

Hermogenes. And what is λυσιτελοῦν?

Socrates. I do not think, Hermogenes, the name-giver gives the meaning to λυσιτελοῦν which it has in the language of tradesfolk, when profit sets free (ἀπολύει) the sum invested, but he means that because it is the swiftest thing in the world it does not allow things to remain at rest and does not allow the motion to come to any end (τέλος) of movement or to stop or pause, but always, if any end of the motion is attempted, it sets it free, making it unceasing and immortal. It is in this sense, I think, that the good is dubbed λυσιτελοῦν, for it frees (λύει) the end (τέλος) of the motion. But the word ὠφέλιμον is a foreign one, which Homer often uses in the verbal form ὀφέλλειν. This is a synonym of “increase” and “create.”

Hermogenes. What shall be our explanations of the opposites of these?

Socrates. Those of them that are mere negatives, need, I think, no discussion.

Hermogenes. Which are those?

Socrates. Disadvantageous, useless, unprofitable, and ungainful.

Hermogenes. True.

Socrates. But βλαβερόν (harmful) and ζημιῶδες (hurtful) do need it.

Hermogenes. Yes.

Socrates. And βλαβερόν means that which harms (βλάπτον) the flow (ῥοῦν); but βλάπτον means wishing to fasten (ἅπτειν), and ἅπτειν is the same thing as δεῖν (bind), which the name-giver constantly finds fault with. Now τὸ βουλόμενον ἅπτειν ῥοῦν (that which wishes to fasten the flow) would most correctly be called βουλαπτεροῦν, but is called βλαβερόν merely, as I think, to make it prettier.

Hermogenes. Elaborate names these are, Socrates, that result from your method. Just now, when you pronounced βουλαπτεροῦν, you looked as if you had made up your mouth to whistle the flute-prelude of the hymn to Athena.

ΣΩ. οὐκ ἐγώ, ὦ Ἑρμόγενες, αἴτιος, ἀλλʼ οἱ θέμενοι τὸ ὄνομα.

ΕΡΜ. ἀληθῆ λέγεις· ἀλλὰ δὴ τὸ «ζημιῶδες» τί ἂν εἴη;

ΣΩ. τί δʼ ἂν εἴη ποτὲ «ζημιῶδες»; θέασαι, ὦ Ἑρμόγενες, ὡς ἐγὼ ἀληθῆ λέγω λέγων ὅτι προστιθέντες γράμματα καὶ ἐξαιροῦντες σφόδρα ἀλλοιοῦσι τὰς τῶν ὀνομάτων διανοίας, οὕτως ὥστε σμικρὰ πάνυ παραστρέφοντες ἐνίοτε τἀναντία ποιεῖν σημαίνειν. οἷον καὶ ἐν τῷ «δέοντι»· ἐνενόησα γὰρ αὐτὸ καὶ ἀνεμνήσθην ἄρτι ἀπὸ τοῦδε ὃ ἔμελλόν σοι ἐρεῖν ὅτι ἡ μὲν νέα φωνὴ ἡμῖν ἡ καλὴ αὑτηὶ καὶ τοὐναντίον περιέτρεψε μηνύειν τὸ «δέον» καὶ τὸ «ζημιῶδες,» ἀφανίζουσα ὅτι νοεῖ, ἡ δὲ παλαιὰ ἀμφότερον δηλοῖ ὃ βούλεται τοὔνομα.

ΕΡΜ. πῶς λέγεις;

ΣΩ. ἐγώ σοι ἐρῶ. οἶσθα ὅτι οἱ παλαιοὶ οἱ ἡμέτεροι τῷ ἰῶτα καὶ τῷ δέλτα εὖ μάλα ἐχρῶντο, καὶ οὐχ ἥκιστα αἱ γυναῖκες, αἵπερ μάλιστα τὴν ἀρχαίαν φωνὴν σῴζουσι. νῦν δὲ ἀντὶ μὲν τοῦ ἰῶτα ἢ εἶ ἢ ἦτα μεταστρέφουσιν, ἀντὶ δὲ τοῦ δέλτα ζῆτα, ὡς δὴ μεγαλοπρεπέστερα ὄντα.

ΕΡΜ. πῶς δή;

ΣΩ. οἷον οἱ μὲν ἀρχαιότατοι «ἱμέραν» τὴν ἡμέραν ἐκάλουν, οἱ δὲ «ἑμέραν,» οἱ δὲ νῦν «ἡμέραν.»

ΕΡΜ. ἔστι ταῦτα.

ΣΩ. οἶσθα οὖν ὅτι μόνον τούτων δηλοῖ τὸ ἀρχαῖον ὄνομα τὴν διάνοιαν τοῦ θεμένου; ὅτι γὰρ ἁσμένοις τοῖς ἀνθρώποις καὶ ἱμείρουσιν ἐκ τοῦ σκότους τὸ φῶς ἐγίγνετο, ταύτῃ ὠνόμασαν «ἱμέραν.»

ΕΡΜ. φαίνεται.

ΣΩ. νῦν δέ γε τετραγῳδημένον οὐδʼ ἂν κατανοήσαις ὅτι βούλεται ἡ «ἡμέρα.» καίτοι τινὲς οἴονται, ὡς δὴ ἡ ἡμέρα ἥμερα ποιεῖ, διὰ ταῦτα ὠνομάσθαι αὐτὴν οὕτως.

ΕΡΜ. δοκεῖ μοι.

ΣΩ. καὶ τό γε «ζυγὸν» οἶσθα ὅτι «δυογὸν» οἱ παλαιοὶ ἐκάλουν.

ΕΡΜ. πάνυ γε.

ΣΩ. καὶ τὸ μέν γε «ζυγὸν» οὐδὲν δηλοῖ, τὸ δὲ τοῖν δυοῖν ἕνεκα τῆς δέσεως ἐς τὴν ἀγωγὴν ἐπωνόμασται «δυογὸν» δικαίως· νῦν δὲ «ζυγόν.» καὶ ἄλλα πάμπολλα οὕτως ἔχει.

ΕΡΜ. φαίνεται.

ΣΩ. κατὰ ταὐτὰ τοίνυν πρῶτον μὲν τὸ «δέον» οὕτω λεγόμενον τοὐναντίον σημαίνει πᾶσι τοῖς περὶ τὸ ἀγαθὸν ὀνόμασιν· ἀγαθοῦ γὰρ ἰδέα οὖσα τὸ δέον φαίνεται δεσμὸς εἶναι καὶ κώλυμα φορᾶς, ὥσπερ ἀδελφὸν ὂν τοῦ βλαβεροῦ.

ΕΡΜ. καὶ μάλα, ὦ Σώκρατες, οὕτω φαίνεται.

Socrates. Not I, Hermogenes, am responsible, but those who gave the name.

Hermogenes. True. Well, what is the origin of ζημιῶδες?

Socrates. What can the origin of ζημιῶδες be? See, Hermogenes, how true my words are when I say that by adding and taking away letters people alter the sense of words so that even by very slight changes they sometimes make them mean the opposite of what they meant before; as, for instance, in the case of the word δέον (obligation, right), for that just occurred to me and I was reminded of it by what I was going to say to you, that this fine modern language of ours has turned δέον and also ζημιῶδες round, so that each has the opposite of its original meaning, whereas the ancient language shows clearly the real sense of both words.

Hermogenes. What do you mean?

Socrates. I will tell you. You know that our ancestors made good use of the sounds of iota and delta, and that is especially true of the women, who are most addicted to preserving old forms of speech. But nowadays people change iota to eta or epsilon, and delta to zeta, thinking they have a grander sound.

Hermogenes. How is that?

Socrates. For instance, in the earliest times they called day ἱμέρα, others said ἑμέρα, and now they say ἡμέρα.

Hermogenes. That is true.

Socrates. Only the ancient word discloses the intention of the name-giver, don’t you know? For day comes out of darkness to men; they welcome it and long (ἱμείρουσι) for it, and so they called it ἱμέρα.

Hermogenes. That is clear.

Socrates. But now ἡμέρα is masquerading so that you could not guess its meaning. Why, some people think day is called ἡμέρα because it makes things gentle (ἥμερα).

Hermogenes. I believe they do.

Socrates. And you know the ancients called ζυγόν (yoke) δυογόν.

Hermogenes. Certainly.

Socrates. And ζυγόν conveys no clear meaning, but the name δυογόν is quite properly given to that which binds two together for the purpose of draught; now, however, we say ζυγόν. There are a great many other such instances.

Hermogenes. Yes, that is plain.

Socrates. Similarly the word δέον (obligation) at first, when spoken in this way, denotes the opposite of all words connected with the good; for although it is a form of good, δέον seems to be a bond (δεσμός) and hindrance of motion, own brother, as it were, toβλαβερόν.

Hermogenes. Yes, Socrates, it certainly does seem so.

ΣΩ. ἀλλʼ οὐκ ἐὰν τῷ ἀρχαίῳ ὀνόματι χρῇ, ὃ πολὺ μᾶλλον εἰκός ἐστιν ὀρθῶς κεῖσθαι ἢ τὸ νῦν, ἀλλʼ ὁμολογήσει τοῖς πρόσθεν ἀγαθοῖς, ἐὰν ἀντὶ τοῦ εἶ τὸ ἰῶτα ἀποδιδῷς, ὥσπερ τὸ παλαιόν· διϊὸν γὰρ αὖ σημαίνει, ἀλλʼ οὐ δέον, τἀγαθόν, ὅπερ δὴ ἐπαινεῖ. καὶ οὕτω οὐκ ἐναντιοῦται αὐτὸς αὑτῷ ὁ τὰ ὀνόματα τιθέμενος, ἀλλὰ «δέον» καὶ «ὠφέλιμον» καὶ «λυσιτελοῦν» καὶ «κερδαλέον» καὶ «ἀγαθὸν» καὶ «συμφέρον» καὶ «εὔπορον» τὸ αὐτὸ φαίνεται, ἑτέροις ὀνόμασι σημαῖνον τὸ διακοσμοῦν καὶ ἰὸν πανταχοῦ ἐγκεκωμιασμένον, τὸ δὲ ἴσχον καὶ δοῦν ψεγόμενον. καὶ δὴ καὶ τὸ «ζημιῶδες,» ἐὰν κατὰ τὴν ἀρχαίαν φωνὴν ἀποδῷς ἀντὶ τοῦ ζῆτα δέλτα, φανεῖταί σοι κεῖσθαι τὸ ὄνομα ἐπὶ τῷ δοῦντι τὸ ἰόν, ἐπονομασθὲν «δημιῶδες.»

ΕΡΜ. τί δὲ δὴ «ἡδονὴ» καὶ «λύπη» καὶ «ἐπιθυμία» καὶ τὰ τοιαῦτα, ὦ Σώκρατες;

ΣΩ. οὐ πάνυ χαλεπά μοι φαίνεται, ὦ Ἑρμόγενες. ἥ τε γὰρ «ἡδονή,» ἡ πρὸς τὴν ὄνησιν ἔοικε τείνουσα πρᾶξις τοῦτο ἔχειν τὸ ὄνομα—τὸ δέλτα δὲ ἔγκειται, ὥστε «ἡδονὴ» ἀντὶ «ἡονῆς» καλεῖται—ἥ τε «λύπη» ἀπὸ τῆς διαλύσεως τοῦ σώματος ἔοικεν ἐπωνομάσθαι ἣν ἐν τούτῳ τῷ πάθει ἴσχει τὸ σῶμα. καὶ ἥ γε «ἀνία» τὸ ἐμποδίζον τοῦ ἰέναι. ἡ δὲ «ἀλγηδὼν» ξενικόν τι φαίνεταί μοι ἀπὸ τοῦ ἀλγεινοῦ ὠνομασμένον. «ὀδύνη» δὲ ἀπὸ τῆς ἐνδύσεως τῆς λύπης κεκλημένῃ ἔοικεν. «ἀχθηδὼν» δὲ καὶ παντὶ δῆλον ἀπεικασμένον τὸ ὄνομα τῷ τῆς φορᾶς βάρει. «χαρὰ» δὲ τῇ διαχύσει καὶ εὐπορίᾳ τῆς ῥοῆς τῆς ψυχῆς ἔοικε κεκλημένῃ. «τέρψις» δὲ ἀπὸ τοῦ τερπνοῦ· τὸ δὲ «τερπνὸν» ἀπὸ τῆς διὰ τῆς ψυχῆς ἕρψεως πνοῇ ἀπεικασθὲν κέκληται, ἐν δίκῃ μὲν ἂν «ἕρπνουν» καλούμενον, ὑπὸ χρόνου δὲ «τερπνὸν» παρηγμένον. «εὐφροσύνη» δὲ οὐδὲν προσδεῖται τοῦ διότι ῥηθῆναι· παντὶ γὰρ δῆλον ὅτι ἀπὸ τοῦ εὖ τοῖς πράγμασι τὴν ψυχὴν συμφέρεσθαι τοῦτο ἔλαβε τὸ ὄνομα, «εὐφεροσύνην» τό γε δίκαιον· ὅμως δὲ αὐτὸ καλοῦμεν «εὐφροσύνην.» οὐδʼ «ἐπιθυμία» χαλεπόν· τῇ γὰρ ἐπὶ τὸν θυμὸν ἰούσῃ δυνάμει δῆλον ὅτι τοῦτο ἐκλήθη τὸ ὄνομα. «θυμὸς» δὲ ἀπὸ τῆς θύσεως καὶ ζέσεως τῆς ψυχῆς ἔχοι ἂν τοῦτο τὸ ὄνομα.

Socrates. But it does not, if you employ the ancient word, which is more likely to be right than the present one. You will find that it agrees with the previous words for “good,” if instead of the epsilon you restore the iota, as it was in old times for διόν (going through), not δέον, signifies good, which the name-giver praises. And so the giver of names does not contradict himself, but δέον (obligation, right), ὠφέλιμον (useful), λυσιτελοῦν (profitable), κερδαλέον (gainful), ἀγαθόν (good), ξυμφέρον (advantageous), and εὔπορον (prosperous), are plainly identical, signifying under different names the principle of arrangement and motion which has constantly been praised, whereas the principle of constraint and bondage is found fault with. And likewise in the case of ζημιῶδες, if you restore the ancient delta in place of the zeta, you will see that the name, pronounced δημιῶδες, was given to that which binds motion (δοῦντι τὸ ἰόν).

Hermogenes. What of ἡδονή (pleasure) and λύπη (pain) and ἐπιθυμία (desire), and the like, Socrates?

Socrates. I do not think they are at all difficult, Hermogenes, for ἡδονή appears to have this name because it is the action that tends towards advantage (ἡ πρὸς τὴν ὄνησιν τείνουσα); the delta is inserted, so that we say ἡδονή instead of ἡονή. Λύπη appears to have received its name from the dissolution (διάλυσις) of the body which takes place through pain. Ἀνία (sorrow) is that which hinders motion (ἰέναι). Ἀλγηδών (distress) is, I think, a foreign word, derived from ἀλγεινός (distressing). Ὀδύνη (grief) appears to be so called from the putting on of pain (τῆς ἐνδύσεως τῆς λύπης). Ἀχθηδών (vexation) has a name, as anyone can see, made in the likeness of the weight (ἄχθος, burden) which vexation imposes upon motion. Χαρά (joy) seems to have its name from the plenteous diffusion (διάχυσις) of the flow of the soul. Τέρψις (delight) is from τερπνόν (delightful); and τερπνόν is called from the creeping (ἕρψις) of the soul, which is likened to a breath (πνοή), and would properly be called ἕρπνουν, but the name has been changed in course of time to τερπνόν. Εὐφροσύνη(mirth) needs no explanation, for it is clear to anyone that from the motion of the soul in harmony (εὖ) with the universe, it received the name εὐφεροσύνη, as it rightfully is; but we call it ευφροσύνη. Nor is there any difficulty about ἐπιθυμία (desire), for this name was evidently given to the power that goes (ἰοῦσα) into the soul (θυμός). And θυμός has its name from the raging (θύσις) and boiling of the soul.

ΣΩ. ἀλλὰ μὴν «ἵμερός» γε τῷ μάλιστα ἕλκοντι τὴν ψυχὴν ῥῷ ἐπωνομάσθη· ὅτι γὰρ ἱέμενος ῥεῖ καὶ ἐφιέμενος τῶν πραγμάτων, καὶ οὕτω δὴ ἐπισπᾷ σφόδρα τὴν ψυχὴν διὰ τὴν ἕσιν τῆς ῥοῆς, ἀπὸ ταύτης οὖν πάσης τῆς δυνάμεως «ἵμερος» ἐκλήθη. καὶ μὴν «πόθος» αὖ καλεῖται σημαίνων οὐ τοῦ παρόντος εἶναι [ἱμέρου τε καὶ ῥεύματος] ἀλλὰ τοῦ ἄλλοθί που ὄντος καὶ ἀπόντος, ὅθεν «πόθος» ἐπωνόμασται ὃς τότε, ὅταν παρῇ οὗ τις ἐφίετο, «ἵμερος» ἐκαλεῖτο· ἀπογενομένου δὲ ὁ αὐτὸς οὗτος «πόθος» ἐκλήθη. «ἔρως» δέ, ὅτι εἰσρεῖ ἔξωθεν καὶ οὐκ οἰκεία ἐστὶν ἡ ῥοὴ αὕτη τῷ ἔχοντι ἀλλʼ ἐπείσακτος διὰ τῶν ὀμμάτων, διὰ ταῦτα ἀπὸ τοῦ ἐσρεῖν «ἔσρος» τό γε παλαιὸν ἐκαλεῖτο— τῷ γὰρ οὖ ἀντὶ τοῦ ὦ ἐχρώμεθα—νῦν δʼ «ἔρως» κέκληται διὰ τὴν τοῦ ὦ ἀντὶ τοῦ οὖ μεταλλαγήν. ἀλλὰ τί ἔτι σὺ λέγεις ὅτι σκοπῶμεν;

ΕΡΜ. «δόξα» καὶ τὰ τοιαῦτα πῇ σοι φαίνεται;

ΣΩ. «δόξα» δὴ ἤτοι τῇ διώξει ἐπωνόμασται, ἣν ἡ ψυχὴ διώκουσα τὸ εἰδέναι ὅπῃ ἔχει τὰ πράγματα πορεύεται, ἢ τῇ ἀπὸ τοῦ τόξου βολῇ. ἔοικε δὲ τούτῳ μᾶλλον. ἡ γοῦν «οἴησις» τούτῳ συμφωνεῖ. «οἶσιν» γὰρ τῆς ψυχῆς ἐπὶ πᾶν πρᾶγμα, οἷόν ἐστιν ἕκαστον τῶν ὄντων, δηλούσῃ προσέοικεν, ὥσπερ γε καὶ ἡ «βουλή» πως τὴν βολήν, καὶ τὸ «βούλεσθαι» τὸ ἐφίεσθαι σημαίνει καὶ τὸ «βουλεύεσθαι»· πάντα ταῦτα δόξῃ ἑπόμενʼ ἄττα φαίνεται τῆς βολῆς ἀπεικάσματα, ὥσπερ αὖ καὶ τοὐναντίον ἡ «ἀβουλία» ἀτυχία δοκεῖ εἶναι, ὡς οὐ βαλόντος οὐδὲ τυχόντος οὗ τʼ ἔβαλλε καὶ ὃ ἐβούλετο καὶ περὶ οὗ ἐβουλεύετο καὶ οὗ ἐφίετο.

ΕΡΜ. ταῦτα ἤδη μοι δοκεῖς, ὦ Σώκρατες, πυκνότερα ἐπάγειν.

ΣΩ. τέλος γὰρ ἤδη θέω. «ἀνάγκην» δʼ οὖν ἔτι βούλομαι διαπερᾶναι, ὅτι τούτοις ἑξῆς ἐστι, καὶ τὸ «ἑκούσιον.» τὸ μὲν οὖν «ἑκούσιον,» τὸ εἶκον καὶ μὴ ἀντιτυποῦν ἀλλʼ, ὥσπερ λέγω, εἶκον τῷ ἰόντι δεδηλωμένον ἂν εἴη τούτῳ τῷ ὀνόματι, τῷ κατὰ τὴν βούλησιν γιγνομένῳ· τὸ δὲ «ἀναγκαῖον» καὶ ἀντίτυπον, παρὰ τὴν βούλησιν ὄν, τὸ περὶ τὴν ἁμαρτίαν ἂν εἴη καὶ ἀμαθίαν, ἀπείκασται δὲ τῇ κατὰ τὰ ἄγκη πορείᾳ, ὅτι δύσπορα καὶ τραχέα καὶ λάσια ὄντα ἴσχει τοῦ ἰέναι. ἐντεῦθεν οὖν ἴσως ἐκλήθη «ἀναγκαῖον,» τῇ διὰ τοῦ ἄγκους ἀπεικασθὲν πορείᾳ. ἕως δὲ πάρεστιν ἡ ῥώμη, μὴ ἀνιῶμεν αὐτήν· ἀλλὰ καὶ σὺ μὴ ἀνίει, ἀλλὰ ἐρώτα.

Socrates. The name ἵμερος (longing) was given to the stream (ῥοῦς) which most draws the soul; for because it flows with a rush (ἱέμενος) and with a desire for things and thus draws the soul on through the impulse of its flowing, all this power gives it the name of ἵμερος. And the word πόθος (yearning) signifies that it pertains not to that which is present, but to that which is elsewhere (ἄλλοθί που) or absent, and therefore the same feeling which is called ἵμερος when its object is present, is called πόθος when it is absent. And ἔρως (love) is so called because it flows in (ἐσρεῖ) from without, and this flowing is not inherent in him who has it, but is introduced through the eyes; for this reason it was in ancient times called ἔσρος, from ἐσρεῖν—for we used to employ omicron instead of omega—but now it is called ἔρως through the change of omicron to omega. Well, what more is there that you want to examine?

Hermogenes. What is your view about δόξα (opinion) and the like?

Socrates. Δόξα is derived either from the pursuit (δίωξις) which the soul carries on as it pursues the knowledge of the nature of things, or from the shooting of the bow (τόξον); the latter is more likely; at any rate οἴησις (belief) supports this view, for it appears to mean the motion (οἶσις) of the soul towards the essential nature of every individual thing, just as βουλή (intention) denotes shooting (βολή) and βούλεσθαι (wish), as well as βουλεύεσθαι (plan), denotes aiming at something. All these words seem to follow δόξα and to express the idea of shooting, just as ἀβουλία (ill-advisedness), on the other hand, appears to be a failure to hit, as if a person did not shoot or hit that which he shot at or wished or planned or desired.

Hermogenes. I think you are hurrying things a bit, Socrates.

Socrates. Yes, for I am running the last lap now. But I think I must still explain ἀνάγκη (compulsion) and ἑκούσιον (voluntary) because they naturally come next. Now by the word ἑκούσιον is expressed the yielding (εἶκον) and not opposing, but, as I say, yielding to the motion which is in accordance with the will; but the compulsory (τὸ ἀναγκαῖον) and resistant, being contrary to the will, is associated with error and ignorance; so it is likened to walking through ravines (ἄγκη), because they are hard to traverse, rough, and rugged, and retard motion; the word ἀναγκαῖον may, then, originate in a comparison with progress through a ravine. But let us not cease to use my strength, so long as it lasts and do not you cease from asking questions.

English translation by Harold North Fowler (1926). Original text: Harold North Fowler (trans.), Plato IV: Cratylus, Parmenides, Greater Hippias, Lesser Hippias, Loeb Classical Library, Cambridge, MA: Harvard University Press; London: William Heinemann, 1926; Greek text: John Burnet, Platonis Opera, Oxford Classical Texts (as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.

Cratylus 417a–420e: Advantage and profit, harm, pleasure…