Plato · Cratylus Κρατύλος

Plato, Cratylus 425b–428e: The limits of etymology; the sound of the letters and the first lawgivers

Socrates says that they must take language to pieces as the ancients put it together, and that those who say the earliest names are foreign, or ancient, evade the question, as tragedians do by bringing in a god on the machine. He explains how the letters imitate: rho for motion, iota for the subtle that goes through everything, phi, psi, sigma and zeta for what is windy and shaken, delta and tau for binding and stopping, lambda for the smooth and gliding. He says that Hermogenes and he cannot do all this exactly, but should do the best they can, adding a little to a little, as Hesiod says is worth while. Cratylus says that Socrates' oracular utterances please him, as Achilles told Ajax, and Socrates answers that the worst deception is self-deception, so they must go back over what they have said.

Sections 425b–428e · 1640 words · click a number to copy its link

ΣΩ. μᾶλλον δὲ οὐχ ἡμεῖς, ἀλλὰ λέγων ἐξηνέχθην. συνέθεσαν μὲν γὰρ οὕτως ᾗπερ σύγκειται οἱ παλαιοί· ἡμᾶς δὲ δεῖ, εἴπερ τεχνικῶς ἐπιστησόμεθα σκοπεῖσθαι αὐτὰ πάντα, οὕτω διελομένους, εἴτε κατὰ τρόπον τά τε πρῶτα ὀνόματα κεῖται καὶ τὰ ὕστερα εἴτε μή, οὕτω θεᾶσθαι· ἄλλως δὲ συνείρειν μὴ φαῦλον ᾖ καὶ οὐ καθʼ ὁδόν, ὦ φίλε Ἑρμόγενες.

ΕΡΜ. ἴσως νὴ Δίʼ, ὦ Σώκρατες.

ΣΩ. τί οὖν; σὺ πιστεύεις σαυτῷ οἷός τʼ ἂν εἶναι ταῦτα οὕτω διελέσθαι; ἐγὼ μὲν γὰρ οὔ.

ΕΡΜ. πολλοῦ ἄρα δέω ἔγωγε.

ΣΩ. ἐάσομεν οὖν, ἢ βούλει οὕτως ὅπως ἂν δυνώμεθα, καὶ ἂν σμικρόν τι αὐτῶν οἷοί τʼ ὦμεν κατιδεῖν, ἐπιχειρῶμεν, προειπόντες, ὥσπερ ὀλίγον πρότερον τοῖς θεοῖς, ὅτι οὐδὲν εἰδότες τῆς ἀληθείας τὰ τῶν ἀνθρώπων δόγματα περὶ αὐτῶν εἰκάζομεν, οὕτω δὲ καὶ νῦν αὖ εἰπόντες [ἡμῖν] αὐτοῖς ἴωμεν, ὅτι εἰ μέν τι χρῆν [ἔδει] αὐτὰ διελέσθαι εἴτε ἄλλον ὁντινοῦν εἴτε ἡμᾶς, οὕτως ἔδει αὐτὰ διαιρεῖσθαι, νῦν δὲ τὸ λεγόμενον κατὰ δύναμιν δεήσει ἡμᾶς περὶ αὐτῶν πραγματεύεσθαι; δοκεῖ ταῦτα, ἢ πῶς λέγεις;

ΕΡΜ. πάνυ μὲν οὖν σφόδρα ἔμοιγε δοκεῖ.

ΣΩ. γελοῖα μὲν οἶμαι φανεῖσθαι, ὦ Ἑρμόγενες, γράμμασι καὶ συλλαβαῖς τὰ πράγματα μεμιμημένα κατάδηλα γιγνόμενα· ὅμως δὲ ἀνάγκη. οὐ γὰρ ἔχομεν τούτου βέλτιον εἰς ὅτι ἐπανενέγκωμεν περὶ ἀληθείας τῶν πρώτων ὀνομάτων, εἰ μὴ ἄρα βούλει, ὥσπερ οἱ τραγῳδοποιοὶ ἐπειδάν τι ἀπορῶσιν ἐπὶ τὰς μηχανὰς καταφεύγουσι θεοὺς αἴροντες, καὶ ἡμεῖς οὕτως εἰπόντες ἀπαλλαγῶμεν, ὅτι τὰ πρῶτα ὀνόματα οἱ θεοὶ ἔθεσαν καὶ διὰ ταῦτα ὀρθῶς ἔχει. ἆρα καὶ ἡμῖν κράτιστος οὗτος τῶν λόγων; ἢ ἐκεῖνος, ὅτι παρὰ βαρβάρων τινῶν αὐτὰ παρειλήφαμεν, εἰσὶ δὲ ἡμῶν ἀρχαιότεροι βάρβαροι;

Socrates. No, not we; I said that too hastily. For the ancients gave language its existing composite character; and we, if we are to examine all these matters with scientific ability, must take it to pieces as they put it together and see whether the words, both the earliest and the later, are given systematically or not; for if they are strung together at haphazard, it is a poor, unmethodical performance, my dear Hermogenes.

Hermogenes. By Zeus, Socrates, may be it is.

Socrates. Well, do you believe you could take them to pieces in that way? I do not believe I could.

Hermogenes. Then I am sure I could not.

Socrates. Shall we give up then? Or shall we do the best we can and try to see if we are able to understand even a little about them, and, just as we said to the gods a while ago that we knew nothing about the truth but were guessing at human opinion about them, so now, before we proceed, shall we say to ourselves that if anyone, whether we or someone else, is to make any analysis of names, he will have to analyze them in the way we have described, and we shall have to study them, as the saying is, with all our might? Do you agree, or not?

Hermogenes. Yes, I agree most heartily.

Socrates. It will, I imagine, seem ridiculous that things are made manifest through imitation in letters and syllables; nevertheless it cannot be otherwise. For there is no better theory upon which we can base the truth of the earliest names, unless you think we had better follow the example of the tragic poets, who, when they are in a dilemma, have recourse to the introduction of gods on machines. So we may get out of trouble by saying that the gods gave the earliest names, and therefore they are right. Is that the best theory for us? Or perhaps this one, that we got the earliest names from some foreign folk and the foreigners are more ancient than we are? Or that it is impossible to investigate them because of their antiquity, as is also the case with the foreign words?

ΣΩ. ἢ ὅτι ὑπὸ παλαιότητος ἀδύνατον αὐτὰ ἐπισκέψασθαι, ὥσπερ καὶ τὰ βαρβαρικά; αὗται γὰρ ἂν πᾶσαι ἐκδύσεις εἶεν καὶ μάλα κομψαὶ τῷ μὴ ἐθέλοντι λόγον διδόναι περὶ τῶν πρώτων ὀνομάτων ὡς ὀρθῶς κεῖται. καίτοι ὅτῳ τις τρόπῳ τῶν πρώτων ὀνομάτων τὴν ὀρθότητα μὴ οἶδεν, ἀδύνατόν που τῶν γε ὑστέρων εἰδέναι, ἃ ἐξ ἐκείνων ἀνάγκη δηλοῦσθαι ὧν τις πέρι μηδὲν οἶδεν· ἀλλὰ δῆλον ὅτι τὸν φάσκοντα περὶ αὐτῶν τεχνικὸν εἶναι περὶ τῶν πρώτων ὀνομάτων μάλιστά τε καὶ καθαρώτατα δεῖ ἔχειν ἀποδεῖξαι, ἢ εὖ εἰδέναι ὅτι τά γε ὕστερα ἤδη φλυαρήσει. ἢ σοὶ ἄλλως δοκεῖ;

ΕΡΜ. οὐδʼ ὁπωστιοῦν, ὦ Σώκρατες, ἄλλως.

ΣΩ. ἃ μὲν τοίνυν ἐγὼ ᾔσθημαι περὶ τῶν πρώτων ὀνομάτων πάνυ μοι δοκεῖ ὑβριστικὰ εἶναι καὶ γελοῖα. τούτων οὖν σοι μεταδώσω, ἂν βούλῃ· σὺ δʼ ἄν τι ἔχῃς βέλτιόν ποθεν λαβεῖν, πειρᾶσθαι καὶ ἐμοὶ μεταδιδόναι.

ΕΡΜ. ποιήσω ταῦτα. ἀλλὰ θαρρῶν λέγε.

ΣΩ. πρῶτον μὲν τοίνυν τὸ ῥῶ ἔμοιγε φαίνεται ὥσπερ ὄργανον εἶναι πάσης τῆς κινήσεως, ἣν οὐδʼ εἴπομεν διʼ ὅτι ἔχει τοῦτο τοὔνομα· ἀλλὰ γὰρ δῆλον ὅτι ἕσις βούλεται εἶναι· οὐ γὰρ ἦτα ἐχρώμεθα ἀλλὰ εἶ τὸ παλαιόν. ἡ δὲ ἀρχὴ ἀπὸ τοῦ «κίειν» —ξενικὸν δὲ τοὔνομα—τοῦτο δʼ ἐστὶν ἰέναι. εἰ οὖν τις τὸ παλαιὸν αὐτῆς εὕροι ὄνομα εἰς τὴν ἡμετέραν φωνὴν συμβαῖνον, «ἕσις» ἂν ὀρθῶς καλοῖτο· νῦν δὲ ἀπό τε τοῦ ξενικοῦ τοῦ κίειν καὶ ἀπὸ τῆς τοῦ ἦτα μεταβολῆς καὶ τῆς τοῦ νῦ ἐνθέσεως «κίνησις» κέκληται, ἔδει δὲ «κιείνησιν» καλεῖσθαι [ἢ εἶσιν]. ἡ δὲ στάσις ἀπόφασις τοῦ ἰέναι βούλεται εἶναι, διὰ δὲ τὸν καλλωπισμὸν «στάσις» ὠνόμασται. τὸ δὲ οὖν ῥῶ τὸ στοιχεῖον, ὥσπερ λέγω, καλὸν ἔδοξεν ὄργανον εἶναι τῆς κινήσεως τῷ τὰ ὀνόματα τιθεμένῳ πρὸς τὸ ἀφομοιοῦν τῇ φορᾷ, πολλαχοῦ γοῦν χρῆται αὐτῷ εἰς αὐτήν· πρῶτον μὲν ἐν αὐτῷ τῷ «ῥεῖν» καὶ «ῥοῇ» διὰ τούτου τοῦ γράμματος τὴν φορὰν μιμεῖται, εἶτα ἐν τῷ «τρόμῳ,» εἶτα ἐν τῷ «τρέχειν,» ἔτι δὲ ἐν τοῖς τοιοῖσδε ῥήμασιν οἷον «κρούειν,» «θραύειν,» «ἐρείκειν,» «θρύπτειν,» «κερματίζειν,» «ῥυμβεῖν,» πάντα ταῦτα τὸ πολὺ ἀπεικάζει διὰ τοῦ ῥῶ. ἑώρα γὰρ οἶμαι τὴν γλῶτταν ἐν τούτῳ ἥκιστα μένουσαν, μάλιστα δὲ σειομένην· διὸ φαίνεταί μοι τούτῳ πρὸς ταῦτα κατακεχρῆσθαι. τῷ δὲ αὖ ἰῶτα πρὸς τὰ λεπτὰ πάντα, ἃ δὴ μάλιστα διὰ πάντων ἴοι ἄν.

Socrates. All these are merely very clever evasions on the part of those who refuse to offer any rational theory of the correctness of the earliest names. And yet if anyone is, no matter why, ignorant of the correctness of the earliest names, he cannot know about that of the later, since they can be explained only by means of the earliest, about which he is ignorant. No, it is clear that anyone who claims to have scientific knowledge of names must be able first of all to explain the earliest names perfectly, or he can be sure that what he says about the later will be nonsense. Or do you disagree?

Hermogenes. No, Socrates, not in the least.

Socrates. Now I think my notions about the earliest names are quite outrageous and ridiculous. I will impart them to you, if you like; if you can find anything better, please try to impart it to me.

Hermogenes. I will do so. Go on, and do not be afraid.

Socrates. First, then, the letter rho seems to me to be an instrument expressing all motion. We have not as yet said why motion has the name κίνησις; but it evidently should be ἴεσις, for in old times we did not employ eta, but epsilon. And the beginning of κίνησις is from κίειν, a foreign word equivalent to ἰέναι (go). So we should find that the ancient word corresponding to our modern form would be ἴεσις; but now by the employment of the foreign word κίειν, change of epsilon to eta, and the insertion of nu it has become κίνησις, though it ought to be κιείνεσις or εἶσις. And στάσις (rest) signifies the negation of motion, but is called στάσις for euphony. Well, the letter rho, as I was saying, appeared to be a fine instrument expressive of motion to the name-giver who wished to imitate rapidity, and he often applies it to motion. In the first place, in the words ῥεῖν (flow) and ῥοή (current) he imitates their rapidity by this letter, then in τρόμος (trembling) and in τρέχειν (run), and also in such words as κρούειν (strike), θραύειν (break), ἐρείκειν (rend), θρύπτειν (crush),κερματίζειν (crumble), ῥυμβεῖν (whirl), he expresses the action of them all chiefly by means of the letter rho; for he observed, I suppose, that the tongue is least at rest and most agitated in pronouncing this letter, and that is probably the reason why he employed it for these words. Iota again, he employs for everything subtle, which can most readily pass through all things.

ΣΩ. διὰ ταῦτα τὸ «ἰέναι» καὶ τὸ «ἵεσθαι» διὰ τοῦ ἰῶτα ἀπομιμεῖται, ὥσπερ γε διὰ τοῦ φεῖ καὶ τοῦ ψεῖ καὶ τοῦ σῖγμα καὶ τοῦ ζῆτα, ὅτι πνευματώδη τὰ γράμματα, πάντα τὰ τοιαῦτα μεμίμηται αὐτοῖς ὀνομάζων, οἷον τὸ «ψυχρὸν» καὶ τὸ «ζέον» καὶ τὸ «σείεσθαι» καὶ ὅλως σεισμόν. καὶ ὅταν που τὸ φυσῶδες μιμῆται, πανταχοῦ ἐνταῦθα ὡς τὸ πολὺ τὰ τοιαῦτα γράμματα ἐπιφέρειν φαίνεται ὁ τὰ ὀνόματα τιθέμενος. τῆς δʼ αὖ τοῦ δέλτα συμπιέσεως καὶ τοῦ ταῦ καὶ ἀπερείσεως τῆς γλώττης τὴν δύναμιν χρήσιμον φαίνεται ἡγήσασθαι πρὸς τὴν μίμησιν τοῦ «δεσμοῦ» καὶ τῆς «στάσεως.» ὅτι δὲ ὀλισθάνει μάλιστα ἐν τῷ λάβδα ἡ γλῶττα κατιδών, ἀφομοιῶν ὠνόμασε τά τε «λεῖα» καὶ αὐτὸ τὸ «ὀλισθάνειν» καὶ τὸ «λιπαρὸν» καὶ τὸ «κολλῶδες» καὶ τἆλλα πάντα τὰ τοιαῦτα. ᾗ δὲ ὀλισθανούσης τῆς γλώττης ἀντιλαμβάνεται ἡ τοῦ γάμμα δύναμις, τὸ «γλίσχρον» ἀπεμιμήσατο καὶ «γλυκὺ» καὶ «γλοιῶδες.» τοῦ δʼ αὖ νῦ τὸ εἴσω αἰσθόμενος τῆς φωνῆς, τὸ «ἔνδον» καὶ τὰ «ἐντὸς» ὠνόμασεν, ὡς ἀφομοιῶν τοῖς γράμμασι τὰ ἔργα. τὸ δʼ αὖ ἄλφα τῷ «μεγάλῳ» ἀπέδωκε, καὶ τῷ «μήκει» τὸ ἦτα, ὅτι μεγάλα τὰ γράμματα. εἰς δὲ τὸ «γογγύλον» τοῦ οὖ δεόμενος σημείου, τοῦτο πλεῖστον αὐτῷ εἰς τὸ ὄνομα ἐνεκέρασεν. καὶ τἆλλα οὕτω φαίνεται προσβιβάζειν καὶ κατὰ γράμματα καὶ κατὰ συλλαβὰς ἑκάστῳ τῶν ὄντων σημεῖόν τε καὶ ὄνομα ποιῶν ὁ νομοθέτης, ἐκ δὲ τούτων τὰ λοιπὰ ἤδη αὐτοῖς τούτοις συντιθέναι ἀπομιμούμενος. αὕτη μοι φαίνεται, ὦ Ἑρμόγενες, βούλεσθαι εἶναι ἡ τῶν ὀνομάτων ὀρθότης, εἰ μή τι ἄλλο Κρατύλος ὅδε λέγει.

ΕΡΜ. καὶ μήν, ὦ Σώκρατες, πολλά γέ μοι πολλάκις πράγματα παρέχει Κρατύλος, ὥσπερ κατʼ ἀρχὰς ἔλεγον, φάσκων μὲν εἶναι ὀρθότητα ὀνομάτων, ἥτις δʼ ἐστὶν οὐδὲν σαφὲς λέγων, ὥστε με μὴ δύνασθαι εἰδέναι πότερον ἑκὼν ἢ ἄκων οὕτως ἀσαφῶς ἑκάστοτε περὶ αὐτῶν λέγει. νῦν οὖν μοι, ὦ Κρατύλε, ἐναντίον Σωκράτους εἰπὲ πότερον ἀρέσκει σοι ᾗ λέγει Σωκράτης περὶ ὀνομάτων, ἢ ἔχεις πῃ ἄλλῃ κάλλιον λέγειν; καὶ εἰ ἔχεις, λέγε, ἵνα ἤτοι μάθῃς παρὰ Σωκράτους ἢ διδάξῃς ἡμᾶς ἀμφοτέρους.

ΚΡ. τί δέ, ὦ Ἑρμόγενες; δοκεῖ σοι ῥᾴδιον εἶναι οὕτω ταχὺ μαθεῖν τε καὶ διδάξαι ὁτιοῦν πρᾶγμα, μὴ ὅτι τοσοῦτον, ὃ δὴ δοκεῖ ἐν τοῖς [μεγίστοις] μέγιστον εἶναι;

Socrates. Therefore he imitates the nature of ἰέναι (go) and ἵεσθαι (hasten) by means of iota, just as he has imitated all such notions as ψυχρόν (cold, shivering), ζέον (seething), σείεσθαι (shake), and σεισμός (shock) by means of phi, psi, sigma, and zeta, because those letters are pronounced with much breath. Whenever he imitates that which resembles blowing, the giver of names always appears to use for the most part such letters. And again he appears to have thought that the compression and pressure of the tongue in the pronunciation of delta and tau was naturally fitted to imitate the notion of binding and rest. And perceiving that the tongue has a gliding movement most in the pronunciation of lambda, he made the words λεῖα (level), ὀλισθάναιν (glide) itself, λιπαρόν (sleek), κολλῶδες (glutinous), and the like to conform to it. Where the gliding of the tongue is stopped by the sound of gamma he reproduced the nature of γλισχρόν (glutinous), γλυκύ (sweet), and γλοιῶδες (gluey). And again, perceiving that nu is an internal sound, he made the words ἔνδον (inside) and ἐντός (within), assimilating the meanings to the letters, and alpha again he assigned to greatness, and eta to length, because the letters are large. He needed the sign O for the expression of γόγγυλον (round), and made it the chief element of the word. And in this way the lawgiver appears to apply the other letters, making by letters and syllables a name for each and every thing, and from these names he compounds all the rest by imitation. This, Hermogenes, appears to me to be the theory of the correctness of names, unless, indeed, Cratylus has some other view.

Hermogenes. Truly, Socrates, as I said in the beginning, Cratylus often troubles me a good deal; he declares that there is such a thing as correctness of names, but does not say clearly what it is; and so I cannot tell whether he speaks so obscurely about it on any given occasion intentionally or unintentionally. So now, Cratylus, tell me, in the presence of Socrates, do you like what Socrates says about names, or have you a better theory to propose? And if you have, tell us about it; then you will either learn from Socrates or instruct both him and me.

Cratylus. But, Hermogenes, do you think it is an easy matter to learn or teach any subject so quickly, especially so important an one as this, which appears to me to be one of the most important?

ΕΡΜ. μὰ Δίʼ, οὐκ ἔμοιγε. ἀλλὰ τὸ τοῦ Ἡσιόδου καλῶς μοι φαίνεται ἔχειν, τὸ εἰ καί τις σμικρὸν ἐπὶ σμικρῷ καταθείη, προὔργου εἶναι. εἰ οὖν καὶ σμικρόν τι οἷός τʼ εἶ πλέον ποιῆσαι, μὴ ἀπόκαμνε ἀλλʼ εὐεργέτει καὶ Σωκράτη τόνδε—δίκαιος δʼ εἶ—καὶ ἐμέ.

ΣΩ. καὶ μὲν δὴ ἔγωγε καὶ αὐτός, ὦ Κρατύλε, οὐδὲν ἂν ἰσχυρισαίμην ὧν εἴρηκα, ᾗ δέ μοι ἐφαίνετο μεθʼ Ἑρμογένους ἐπεσκεψάμην, ὥστε τούτου γε ἕνεκα θαρρῶν λέγε, εἴ τι ἔχεις βέλτιον, ὡς ἐμοῦ ἐνδεξομένου. εἰ μέντοι ἔχεις τι σὺ κάλλιον τούτων λέγειν, οὐκ ἂν θαυμάζοιμι· δοκεῖς γάρ μοι αὐτός τε ἐσκέφθαι τὰ τοιαῦτα καὶ παρʼ ἄλλων μεμαθηκέναι. ἐὰν οὖν λέγῃς τι κάλλιον, ἕνα τῶν μαθητῶν περὶ ὀρθότητος ὀνομάτων καὶ ἐμὲ γράφου.

ΚΡ. ἀλλὰ μὲν δή, ὦ Σώκρατες, ὥσπερ σὺ λέγεις, μεμέληκέν τέ μοι περὶ αὐτῶν καὶ ἴσως ἄν σε ποιησαίμην μαθητήν. φοβοῦμαι μέντοι μὴ τούτου πᾶν τοὐναντίον ᾖ, ὅτι μοί πως ἐπέρχεται λέγειν πρὸς σὲ τὸ τοῦ Ἀχιλλέως, ὃ ἐκεῖνος ἐν Λιταῖς πρὸς τὸν Αἴαντα λέγει. φησὶ δὲΑἶαν διογενὲς Τελαμώνιε, κοίρανε λαῶν, / πάντα τί μοι κατὰ θυμὸν ἐείσω μυθήσασθαι. / καὶ ἐμοὶ σύ, ὦ Σώκρατες, ἐπιεικῶς φαίνῃ κατὰ νοῦν χρησμῳδεῖν, εἴτε παρʼ Εὐθύφρονος ἐπίπνους γενόμενος, εἴτε καὶ ἄλλη τις Μοῦσα πάλαι σε ἐνοῦσα ἐλελήθει.

ΣΩ. ὠγαθὲ Κρατύλε, θαυμάζω καὶ αὐτὸς πάλαι τὴν ἐμαυτοῦ σοφίαν καὶ ἀπιστῶ. δοκεῖ οὖν μοι χρῆναι ἐπανασκέψασθαι τί καὶ λέγω. τὸ γὰρ ἐξαπατᾶσθαι αὐτὸν ὑφʼ αὑτοῦ πάντων χαλεπώτατον· ὅταν γὰρ μηδὲ σμικρὸν ἀποστατῇ ἀλλʼ ἀεὶ παρῇ ὁ ἐξαπατήσων, πῶς οὐ δεινόν; δεῖ δή, ὡς ἔοικε, θαμὰ μεταστρέφεσθαι ἐπὶ τὰ προειρημένα, καὶ πειρᾶσθαι, τὸ ἐκείνου τοῦ ποιητοῦ, βλέπειν «ἅμα πρόσσω καὶ ὀπίσσω.» καὶ δὴ καὶ νυνὶ ἡμεῖς ἴδωμεν τί ἡμῖν εἴρηται. ὀνόματος, φαμέν, ὀρθότης ἐστὶν αὕτη, ἥτις ἐνδείξεται οἷόν ἐστι τὸ πρᾶγμα· τοῦτο φῶμεν ἱκανῶς εἰρῆσθαι;

ΚΡ. ἐμοὶ μὲν δοκεῖ πάνυ σφόδρα, ὦ Σώκρατες.

ΣΩ. διδασκαλίας ἄρα ἕνεκα τὰ ὀνόματα λέγεται;

ΚΡ. πάνυ γε.

ΣΩ. οὐκοῦν φῶμεν καὶ ταύτην τέχνην εἶναι καὶ δημιουργοὺς αὐτῆς;

ΚΡ. πάνυ γε.

ΣΩ. τίνας;

Hermogenes. No, by Zeus, I do not. But I think Hesiod is right in saying: If you can only add little to little, it is worth while. / So now if you can make even a little progress, do not shirk the trouble, but oblige Socrates—you owe it to him—and me.

Socrates. For that matter, Cratylus, I would not positively affirm any of the things I have said. I merely expressed the opinions which I reached with the help of Hermogenes. So far as I am concerned, you need not hesitate, and if your view is better than mine, I will accept it. And I should not be at all surprised if it were better; for I think you have not only investigated such matters yourself but have been taught about them by others. So if you have any better theory to propound, put me down as one of your pupils in the course on the correctness of names.

Cratylus. Yes, Socrates, I have, as you say, paid attention to these matters, and perhaps I might make you my pupil. However, I am afraid the opposite is the case, and I am impelled to say to you what Achilles says in the “Prayers” to Ajax. He says: Ajax, descendant of Zeus, son of Telamon, chief of thy people, / All thou hast uttered is good in my sight and pleases my spirit. / And so, Socrates, your oracular utterances seem to me to be much to my mind, whether you are inspired by Euthyphro or some other Muse has dwelt within you all along without our knowing it.

Socrates. My excellent Cratylus, I myself have been marvelling at my own wisdom all along, and I cannot believe in it. So I think we ought to reexamine my utterances. For the worst of all deceptions is self-deception. How can it help being terrible, when the deceiver is always present and never stirs from the spot? So I think we must turn back repeatedly to what we have said and must try, as the poet says, to look both forwards and backwards. / Then let us now see what we have said. Correctness of a name, we say, is the quality of showing the nature of the thing named. Shall we call that a satisfactory statement?

Cratylus. I am perfectly satisfied with it, Socrates.

Socrates. Names, then, are given with a view to instruction?

Cratylus. Certainly.

Socrates. Shall we, then; say that this instruction is an art and has its artisans?

Cratylus. Certainly.

Socrates. Who are they?

People and places in this passage

English translation by Harold North Fowler (1926). Original text: Harold North Fowler (trans.), Plato IV: Cratylus, Parmenides, Greater Hippias, Lesser Hippias, Loeb Classical Library, Cambridge, MA: Harvard University Press; London: William Heinemann, 1926; Greek text: John Burnet, Platonis Opera, Oxford Classical Texts (as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.