Plato · Cratylus Κρατύλος

Plato, Cratylus 401b–404e: Hestia, Rhea and Cronus, Poseidon, Pluto and Hades, Demeter, Hera and Pherephatta

Socrates begins with Hestia, whose name he links to essence, ousia, and the pushing (othoun) which some find in the nature of things, and with Rhea and Cronus, which he connects with the flux of Heracleitus. He explains Poseidon as the one whose foot is held by the sea, and Pluto as the giver of wealth that comes up from the earth. He says that Hades is not called so from the unseen, but because he knows all noble things, and holds the souls by their desire for virtue, so that no one wishes to leave him. Demeter is the giver of food like a mother, Hera is the lovely one, perhaps air (aer), and Pherephatta, whose name people fear, is explained as the one who touches what moves.

Sections 401b–404e · 1614 words · click a number to copy its link

ΣΩ. εἰ οὖν βούλει, σκοπῶμεν ὥσπερ προειπόντες τοῖς θεοῖς ὅτι περὶ αὐτῶν οὐδὲν ἡμεῖς σκεψόμεθα—οὐ γὰρ ἀξιοῦμεν οἷοί τʼ ἂν εἶναι σκοπεῖν—ἀλλὰ περὶ τῶν ἀνθρώπων, ἥν ποτέ τινα δόξαν ἔχοντες ἐτίθεντο αὐτοῖς τὰ ὀνόματα· τοῦτο γὰρ ἀνεμέσητον.

ΕΡΜ. ἀλλά μοι δοκεῖς, ὦ Σώκρατες, μετρίως λέγειν, καὶ οὕτω ποιῶμεν.

ΣΩ. ἄλλο τι οὖν ἀφʼ Ἑστίας ἀρχώμεθα κατὰ τὸν νόμον;

ΕΡΜ. δίκαιον γοῦν.

ΣΩ. τί οὖν ἄν τις φαίη διανοούμενον τὸν ὀνομάσαντα Ἑστίαν ὀνομάσαι;

ΕΡΜ. οὐ μὰ τὸν Δία οὐδὲ τοῦτο οἶμαι ῥᾴδιον εἶναι.

ΣΩ. κινδυνεύουσι γοῦν, ὠγαθὲ Ἑρμόγενες, οἱ πρῶτοι τὰ ὀνόματα τιθέμενοι οὐ φαῦλοι εἶναι ἀλλὰ μετεωρολόγοι καὶ ἀδολέσχαι τινές.

ΕΡΜ. τί δή;

ΣΩ. καταφαίνεταί μοι ἡ θέσις τῶν ὀνομάτων τοιούτων τινῶν ἀνθρώπων, καὶ ἐάν τις τὰ ξενικὰ ὀνόματα ἀνασκοπῇ, οὐχ ἧττον ἀνευρίσκεται ὃ ἕκαστον βούλεται. οἷον καὶ ἐν τούτῳ ὃ ἡμεῖς «οὐσίαν» καλοῦμεν, εἰσὶν οἳ «ἐσσίαν» καλοῦσιν, οἳ δʼ αὖ «ὠσίαν.» πρῶτον μὲν οὖν κατὰ τὸ ἕτερον ὄνομα τούτων ἡ τῶν πραγμάτων οὐσία «Ἑστία» καλεῖσθαι ἔχει λόγον, καὶ ὅτι γε αὖ ἡμεῖς τὸ τῆς οὐσίας μετέχον «ἔστιν» φαμέν, καὶ κατὰ τοῦτο ὀρθῶς ἂν καλοῖτο «Ἑστία»· ἐοίκαμεν γὰρ καὶ ἡμεῖς τὸ παλαιὸν «ἐσσίαν» καλεῖν τὴν οὐσίαν. ἔτι δὲ καὶ κατὰ τὰς θυσίας ἄν τις ἐννοήσας ἡγήσαιτο οὕτω νοεῖν ταῦτα τοὺς τιθεμένους· τὸ γὰρ πρὸ πάντων θεῶν τῇ Ἑστίᾳ πρώτῃ προθύειν εἰκὸς ἐκείνους οἵτινες τὴν πάντων οὐσίαν «ἐσσίαν» ἐπωνόμασαν. ὅσοι δʼ αὖ «ὠσίαν,» σχεδόν τι αὖ οὗτοι καθʼ Ἡράκλειτον ἂν ἡγοῖντο τὰ ὄντα ἰέναι τε πάντα καὶ μένειν οὐδέν· τὸ οὖν αἴτιον καὶ τὸ ἀρχηγὸν αὐτῶν εἶναι τὸ ὠθοῦν, ὅθεν δὴ καλῶς ἔχειν αὐτὸ «ὠσίαν» ὠνομάσθαι. καὶ ταῦτα μὲν δὴ ταύτῃ ὡς παρὰ μηδὲν εἰδότων εἰρήσθω· μετὰ δʼ Ἑστίαν δίκαιον Ῥέαν καὶ Κρόνον ἐπισκέψασθαι. καίτοι τό γε τοῦ Κρόνου ὄνομα ἤδη διήλθομεν. ἴσως μέντοι οὐδὲν λέγω.

ΕΡΜ. τί δή, ὦ Σώκρατες;

ΣΩ. ὠγαθέ, ἐννενόηκά τι σμῆνος σοφίας.

ΕΡΜ. ποῖον δὴ τοῦτο;

Socrates. So, if you like, let us first make a kind of announcement to the gods, saying that we are not going to investigate about them—for we do not claim to be able to do that—but about men, and let us inquire what thought men had in giving them their names; for in that there is no impiety.

Hermogenes. I think, Socrates, you are right; let us do as you say.

Socrates. Shall we, then, begin with Hestia, according to custom?

Hermogenes. That is the proper thing.

Socrates. Then what would you say the man had in mind who gave Hestia her name?

Hermogenes. By Zeus, I think that is no more easy question than the other.

Socrates. At any rate, my dear Hermogenes, the first men who gave names were no ordinary persons, but high thinkers and great talkers.

Hermogenes. What then?

Socrates. I am sure the names were given by men of that kind; and if foreign names are examined, the meaning of each of them is equally evident. Take, for instance, that which we call οὐσία (reality, essence); some people call it ἐσσία, and still others ὠσία. First, then, in connection with the second of these forms, it is reasonable that the essence of things be called Hestia; and moreover, because we ourselves say of that which partakes of reality “it is,” (ἔστιν), the name Hestia would be correct in this connection also; for apparently we also called οὐσία (reality) ἐσσία in ancient times. And besides, if you consider it in connection with sacrifices, you would come to the conclusion that those who established them understood the name in that way; for those who called the essence of things ἐσσία would naturally sacrifice to Hestia first of all the gods. Those on the other hand, who say ὠσία would agree, well enough with Heracleitus that all things move and nothing remains still. So they would say the cause and ruler of things was the pushing power (ὠθοῦν), wherefore it had been rightly named ὠσία. But enough of this, considering that we know nothing. After Hestia it is right to consider Rhea and Cronus. The name of Cronus, however, has already been discussed. But perhaps I am talking nonsense.

Hermogenes. Why, Socrates?

Socrates. My friend, I have thought of a swarm of wisdom.

Hermogenes. What is it?

ΣΩ. γελοῖον μὲν πάνυ εἰπεῖν, οἶμαι μέντοι τινὰ πιθανότητα ἔχον.

ΕΡΜ. τίνα ταύτην;

ΣΩ. τὸν Ἡράκλειτόν μοι δοκῶ καθορᾶν παλαίʼ ἄττα σοφὰ λέγοντα, ἀτεχνῶς τὰ ἐπὶ Κρόνου καὶ Ῥέας, ἃ καὶ Ὅμηρος ἔλεγεν.

ΕΡΜ. πῶς τοῦτο λέγεις;

ΣΩ. λέγει που Ἡράκλειτος ὅτι «πάντα χωρεῖ καὶ οὐδὲν μένει,» καὶ ποταμοῦ ῥοῇ ἀπεικάζων τὰ ὄντα λέγει ὡς «δὶς ἐς τὸν αὐτὸν ποταμὸν οὐκ ἂν ἐμβαίης.»

ΕΡΜ. ἔστι ταῦτα.

ΣΩ. τί οὖν; δοκεῖ σοι ἀλλοιότερον Ἡρακλείτου νοεῖν ὁ τιθέμενος τοῖς τῶν ἄλλων θεῶν προγόνοις «Ῥέαν» τε καὶ «Κρόνον»; ἆρα οἴει ἀπὸ τοῦ αὐτομάτου αὐτὸν ἀμφοτέροις ῥευμάτων ὀνόματα θέσθαι; ὥσπερ αὖ Ὅμηρος «Ὠκεανόν τε θεῶν γένεσίν» φησιν «καὶ μητέρα Τηθύν·» οἶμαι δὲ καὶ Ἡσίοδος. λέγει δέ που καὶ Ὀρφεὺς ὅτιὨκεανὸς πρῶτος καλλίρροος ἦρξε γάμοιο, / ὅς ῥα κασιγνήτην ὁμομήτορα Τηθὺν ὄπυιεν. / ταῦτʼ οὖν σκόπει ὅτι καὶ ἀλλήλοις συμφωνεῖ καὶ πρὸς τὰ τοῦ Ἡρακλείτου πάντα τείνει.

ΕΡΜ. φαίνῃ τί μοι λέγειν, ὦ Σώκρατες· τὸ μέντοι τῆς Τηθύος οὐκ ἐννοῶ ὄνομα τί βούλεται.

ΣΩ. ἀλλὰ μὴν τοῦτό γε ὀλίγου αὐτὸ λέγει ὅτι πηγῆς ὄνομα ἐπικεκρυμμένον ἐστίν. τὸ γὰρ διαττώμενον καὶ τὸ ἠθούμενον πηγῆς ἀπείκασμά ἐστιν· ἐκ δὲ τούτων ἀμφοτέρων τῶν ὀνομάτων ἡ «Τηθὺς» τὸ ὄνομα σύγκειται.

ΕΡΜ. τοῦτο μέν, ὦ Σώκρατες, κομψόν.

ΣΩ. τί δʼ οὐ μέλλει; ἀλλὰ τί τὸ μετὰ τοῦτο; τὸν μὲν Δία εἴπομεν.

ΕΡΜ. ναί.

ΣΩ. τοὺς ἀδελφοὺς δὴ αὐτοῦ λέγωμεν, τόν τε Ποσειδῶ καὶ τὸν Πλούτωνα καὶ τὸ ἕτερον ὄνομα ὃ ὀνομάζουσιν αὐτόν.

ΕΡΜ. πάνυ γε.

ΣΩ. τὸ μὲν τοίνυν τοῦ Ποσειδῶνός μοι φαίνεται ὠνομάσθαι [τοῦ πρώτου ὀνομάσαντος], ὅτι αὐτὸν βαδίζοντα ἐπέσχεν ἡ τῆς θαλάττης φύσις καὶ οὐκέτι εἴασεν προελθεῖν, ἀλλʼ ὥσπερ δεσμὸς τῶν ποδῶν αὐτῷ ἐγένετο. τὸν οὖν ἄρχοντα τῆς δυνάμεως ταύτης θεὸν ὠνόμασεν «Ποσειδῶνα,» ὡς «ποσίδεσμον» ὄντα· τὸ δὲ ε ἔγκειται ἴσως εὐπρεπείας ἕνεκα.

Socrates. It sounds absurd, but I think there is some probability in it.

Hermogenes. What is this probability?

Socrates. I seem to have a vision of Heracleitus saying some ancient words of wisdom as old as the reign of Cronus and Rhea, which Homer said too.

Hermogenes. What do you mean by that?

Socrates. Heracleitus says, you know, that all things move and nothing remains still, and he likens the universe to the current of a river, saying that you cannot step twice into the same stream.

Hermogenes. True.

Socrates. Well, don’t you think he who gave to the ancestors of the other gods the names “Rhea” and “Cronus” had the same thought as Heracleitus? Do you think he gave both of them the names of streams merely by chance? Just so Homer, too, says—Ocean the origin of the gods, and their mother Tethys; / and I believe Hesiod says that also. Orpheus, too, says—Fair-flowing Ocean was the first to marry, / and he wedded his sister Tethys, daughter of his mother. / See how they agree with each other and all tend towards the doctrine of Heracleitus.

Hermogenes. I think there is something in what you say, Socrates; but I do not know what the name of Tethys means.

Socrates. Why, the name itself almost tells that it is the name of a spring somewhat disguised; for that which is strained (διαττώμενον) and filtered (ἠθούμενον) represents a spring, and the name Tethys is compounded of those two words.

Hermogenes. That is very neat, Socrates.

Socrates. Of course it is. But what comes next? Zeus we discussed before.

Hermogenes. Yes.

Socrates. Let us, then, speak of his brothers, Poseidon and Pluto, including also the other name of the latter.

Hermogenes. By all means.

Socrates. I think Poseidon’s name was given by him who first applied it, because the power the sea restrained him as he was walking and hindered his advance; it acted as a bond (δεσμός) of his feet (ποδῶν). So he called the lord of this power Poseidon, regarding him as a foot-bond (ποσί-δεσμον). The e is inserted perhaps for euphony.

ΣΩ. τάχα δὲ οὐκ ἂν τοῦτο λέγοι, ἀλλʼ ἀντὶ τοῦ σῖγμα δύο λάβδα τὸ πρῶτον ἐλέγετο, ὡς πολλὰ εἰδότος τοῦ θεοῦ. ἴσως δὲ ἀπὸ τοῦ σείειν «ὁ σείων» ὠνόμασται· πρόσκειται δὲ τὸ πεῖ καὶ τὸ δέλτα. τὸ δὲ Πλούτωνος, τοῦτο μὲν κατὰ τὴν τοῦ πλούτου δόσιν, ὅτι ἐκ τῆς γῆς κάτωθεν ἀνίεται ὁ πλοῦτος, ἐπωνομάσθη· ὁ δὲ «Ἅιδης,» οἱ πολλοὶ μέν μοι δοκοῦσιν ὑπολαμβάνειν τὸ ἀιδὲς προσειρῆσθαι τῷ ὀνόματι τούτῳ, καὶ φοβούμενοι τὸ ὄνομα «Πλούτωνα» καλοῦσιν αὐτόν.

ΕΡΜ. σοὶ δὲ πῶς φαίνεται, ὦ Σώκρατες;

ΣΩ. πολλαχῇ ἔμοιγε δοκοῦσιν ἅνθρωποι διημαρτηκέναι περὶ τούτου τοῦ θεοῦ τῆς δυνάμεως καὶ φοβεῖσθαι αὐτὸν οὐκ ἄξιον ὄν. ὅτι τε γάρ, ἐπειδὰν ἅπαξ τις ἡμῶν ἀποθάνῃ, ἀεὶ ἐκεῖ ἐστιν, φοβοῦνται, καὶ ὅτι ἡ ψυχὴ γυμνὴ τοῦ σώματος παρʼ ἐκεῖνον ἀπέρχεται, καὶ τοῦτο πεφόβηνται· τὰ δʼ ἐμοὶ δοκεῖ πάντα ἐς ταὐτόν τι συντείνειν, καὶ ἡ ἀρχὴ τοῦ θεοῦ καὶ τὸ ὄνομα.

ΕΡΜ. πῶς δή;

ΣΩ. ἐγώ σοι ἐρῶ ἅ γέ μοι φαίνεται. εἰπὲ γάρ μοι, δεσμὸς ζῴῳ ὁτῳοῦν ὥστε μένειν ὁπουοῦν, πότερος ἰσχυρότερός ἐστιν, ἀνάγκη ἢ ἐπιθυμία;

ΕΡΜ. πολὺ διαφέρει, ὦ Σώκρατες, ἡ ἐπιθυμία.

ΣΩ. οἴει οὖν τὸν Ἅιδην οὐκ ἂν πολλοὺς ἐκφεύγειν, εἰ μὴ τῷ ἰσχυροτάτῳ δεσμῷ ἔδει τοὺς ἐκεῖσε ἰόντας;

ΕΡΜ. δῆλα δή.

ΣΩ. ἐπιθυμίᾳ ἄρα τινὶ αὐτούς, ὡς ἔοικε, δεῖ, εἴπερ τῷ μεγίστῳ δεσμῷ δεῖ, καὶ οὐκ ἀνάγκῃ.

ΕΡΜ. φαίνεται.

ΣΩ. οὐκοῦν ἐπιθυμίαι αὖ πολλαί εἰσιν;

ΕΡΜ. ναί.

ΣΩ. τῇ μεγίστῃ ἄρα ἐπιθυμίᾳ τῶν ἐπιθυμιῶν δεῖ αὐτούς, εἴπερ μέλλει τῷ μεγίστῳ δεσμῷ κατέχειν.

ΕΡΜ. ναί.

ΣΩ. ἔστιν οὖν τις μείζων ἐπιθυμία ἢ ὅταν τίς τῳ συνὼν οἴηται διʼ ἐκεῖνον ἔσεσθαι ἀμείνων ἀνήρ;

ΕΡΜ. μὰ Δίʼ οὐδʼ ὁπωστιοῦν, ὦ Σώκρατες.

ΣΩ. διὰ ταῦτα ἄρα φῶμεν, ὦ Ἑρμόγενες, οὐδένα δεῦρο ἐθελῆσαι ἀπελθεῖν τῶν ἐκεῖθεν, οὐδὲ αὐτὰς τὰς Σειρῆνας, ἀλλὰ κατακεκηλῆσθαι ἐκείνας τε καὶ τοὺς ἄλλους πάντας· οὕτω καλούς τινας, ὡς ἔοικεν, ἐπίσταται λόγους λέγειν ὁ Ἅιδης, καὶ ἔστιν, ὥς γʼ ἐκ τοῦ λόγου τούτου, ὁ θεὸς [οὗτος] τέλεος σοφιστής τε καὶ μέγας εὐεργέτης τῶν παρʼ αὐτῷ, ὅς γε καὶ τοῖς ἐνθάδε τοσαῦτα ἀγαθὰ ἀνίησιν· οὕτω πολλὰ αὐτῷ τὰ περιόντα ἐκεῖ ἐστιν, καὶ τὸν «Πλούτωνα» ἀπὸ τούτου ἔσχε τὸ ὄνομα.

Socrates. But possibly that may not be right; possibly two lambdas were originally pronounced instead of the sigma, because the god knew (εἰδότος) many (πολλά) things. Or it may be that from his shaking he was called the Shaker (ὁ σείων), and the pi and delta are additions. As for Pluto, he was so named as the giver of wealth (πλοῦτος), because wealth comes up from below out of the earth. And Hades—I fancy most people think that this is a name of the Invisible (ἀειδής), so they are afraid and call him Pluto.

Hermogenes. And what do you think yourself, Socrates?

Socrates. I think people have many false notions about the power of this god, and are unduly afraid of him. They are afraid because when we are once dead we remain in his realm for ever, and they are also terrified because the soul goes to him without the covering of the body. But I think all these facts, and the office and the name of the god, point in the same direction.

Hermogenes. How so?

Socrates. I will tell you my own view. Please answer this question: Which is the stronger bond upon any living being to keep him in any one place, desire, or compulsion?

Hermogenes. Desire, Socrates, is much stronger.

Socrates. Then do you not believe there would be many fugitives from Hades, if he did not bind with the strongest bond those who go to him there?

Hermogenes. Of course there would.

Socrates. Apparently, then, if he binds them with the strongest bond, he binds them by some kind of desire, not by compulsion.

Hermogenes. Yes, that is plain.

Socrates. There are many desires, are there not?

Hermogenes. Yes.

Socrates. Then he binds with the desire which is the strongest of all, if he is to restrain them with the strongest bond.

Hermogenes. Yes.

Socrates. And is there any desire stronger than the thought of being made a better man by association with some one?

Hermogenes. No, by Zeus, Socrates, there certainly is not.

Socrates. Then, Hermogenes, we must believe that this is the reason why no one has been willing to come away from that other world, not even the Sirens, but they and all others have been overcome by his enchantments, so beautiful, as it appears, are the words which Hades has the power to speak; and from this point of view this god is a perfect sophist and a great benefactor of those in his realm, he who also bestows such great blessings upon us who are on earth; such abundance surrounds him there below, and for this reason he is called Pluto.

ΣΩ. καὶ τὸ αὖ μὴ ἐθέλειν συνεῖναι τοῖς ἀνθρώποις ἔχουσι τὰ σώματα, ἀλλὰ τότε συγγίγνεσθαι, ἐπειδὰν ἡ ψυχὴ καθαρὰ ᾖ πάντων τῶν περὶ τὸ σῶμα κακῶν καὶ ἐπιθυμιῶν, οὐ φιλοσόφου δοκεῖ σοι εἶναι καὶ εὖ ἐντεθυμημένου ὅτι οὕτω μὲν ἂν κατέχοι αὐτοὺς δήσας τῇ περὶ ἀρετὴν ἐπιθυμίᾳ, ἔχοντας δὲ τὴν τοῦ σώματος πτοίησιν καὶ μανίαν οὐδʼ ἂν ὁ Κρόνος δύναιτο ὁ πατὴρ συγκατέχειν αὑτῷ ἐν τοῖς δεσμοῖς δήσας τοῖς αὐτοῦ λεγομένοις;

ΕΡΜ. κινδυνεύεις τὶ λέγειν, ὦ Σώκρατες.

ΣΩ. καὶ τό γε ὄνομα ὁ «Ἅιδης,» ὦ Ἑρμόγενες, πολλοῦ δεῖ ἀπὸ τοῦ ἀιδοῦς ἐπωνομάσθαι, ἀλλὰ πολὺ μᾶλλον ἀπὸ τοῦ πάντα τὰ καλὰ εἰδέναι, ἀπὸ τούτου ὑπὸ τοῦ νομοθέτου «Ἅιδης» ἐκλήθη.

ΕΡΜ. εἶεν· τί δὲ Δήμητρά τε καὶ Ἥραν καὶ Ἀπόλλω καὶ Ἀθηνᾶν καὶ Ἥφαιστον καὶ Ἄρη καὶ τοὺς ἄλλους θεούς, πῶς λέγομεν;

ΣΩ. Δημήτηρ μὲν φαίνεται κατὰ τὴν δόσιν τῆς ἐδωδῆς διδοῦσα ὡς μήτηρ «Δημήτηρ» κεκλῆσθαι, Ἥρα δὲ ἐρατή τις, ὥσπερ οὖν καὶ λέγεται ὁ Ζεὺς αὐτῆς ἐρασθεὶς ἔχειν. ἴσως δὲ μετεωρολογῶν ὁ νομοθέτης τὸν ἀέρα «Ἥραν» ὠνόμασεν ἐπικρυπτόμενος, θεὶς τὴν ἀρχὴν ἐπὶ τελευτήν· γνοίης δʼ ἄν, εἰ πολλάκις λέγοις τὸ τῆς Ἥρας ὄνομα. «Φερρέφαττα» δέ· πολλοὶ μὲν καὶ τοῦτο φοβοῦνται τὸ ὄνομα καὶ τὸν «Ἀπόλλω,» ὑπὸ ἀπειρίας, ὡς ἔοικεν, ὀνομάτων ὀρθότητος. καὶ γὰρ μεταβάλλοντες σκοποῦνται τὴν «Φερσεφόνην,» καὶ δεινὸν αὐτοῖς φαίνεται· τὸ δὲ μηνύει σοφὴν εἶναι τὴν θεόν. ἅτε γὰρ φερομένων τῶν πραγμάτων τὸ ἐφαπτόμενον καὶ ἐπαφῶν καὶ δυνάμενον ἐπακολουθεῖν σοφία ἂν εἴη. «Φερέπαφα» οὖν διὰ τὴν σοφίαν καὶ τὴν ἐπαφὴν τοῦ φερομένου ἡ θεὸς ἂν ὀρθῶς καλοῖτο, ἢ τοιοῦτόν τι—διʼ ὅπερ καὶ σύνεστιν αὐτῇ ὁ Ἅιδης σοφὸς ὤν, διότι τοιαύτη ἐστίν—νῦν δὲ αὐτῆς ἐκκλίνουσι τὸ ὄνομα εὐστομίαν περὶ πλείονος ποιούμενοι τῆς ἀληθείας, ὥστε «Φερρέφατταν» αὐτὴν καλεῖν. ταὐτὸν δὲ καὶ περὶ τὸν Ἀπόλλω, ὅπερ λέγω, πολλοὶ πεφόβηνται περὶ τὸ ὄνομα τοῦ θεοῦ, ὥς τι δεινὸν μηνύοντος· ἢ οὐκ ᾔσθησαι;

ΕΡΜ. πάνυ μὲν οὖν, καὶ ἀληθῆ λέγεις.

ΣΩ. τὸ δέ γʼ ἐστίν, ὡς ἐμοὶ δοκεῖ, κάλλιστα κείμενον πρὸς τὴν δύναμιν τοῦ θεοῦ.

ΕΡΜ. πῶς δή;

Socrates. Then, too, he refuses to consort with men while they have bodies, but only accepts their society when the soul is pure of all the evils and desires of the body. Do you not think this shows him to be a philosopher and to understand perfectly that under these conditions he could restrain them by binding them with the desire of virtue, but that so long as they are infected with the unrest and madness of the body, not even his father Cronus could hold them to himself, though he bound them with his famous chains?

Hermogenes. There seems to be something in that, Socrates.

Socrates. And the name “Hades” is not in the least derived from the invisible (ἀειδές), but far more probably from knowing (εἰδέναι) all noble things, and for that reason he was called Hades by the lawgiver.

Hermogenes. Very well; what shall we say of Demeter, Hera, Apollo, Athena, Hephaestus, Ares, and the other gods

Socrates. Demeter appears to have been called Demeter, because like a mother (μήτηρ) she gives the gift of food, and Hera is a lovely one (ἐρατή), as indeed, Zeus is said to have married her for love. But perhaps the lawgiver had natural phenomena in mind, and called her Hera (Ἥρα) as a disguise for ἀήρ (air), putting the beginning at the end. You would understand, if you were to repeat the name Hera over and over. And Pherephatta!—How many people fear this name, and also Apollo! I imagine it is because they do not know about correctness of names. You see they change the name to Phersephone and its aspect frightens them. But really the name indicates that the goddess is wise; for since things are in motion (φερόμενα), that which grasps (ἐφαπτόμενον) and touches (ἐπαφῶν) and is able to follow them is wisdom. Pherepapha, or something of that sort, would therefore be the correct name of the goddess, because she is wise and touches that which is in motion (ἐπαφὴ τοῦ φερομένου)—and this is the reason why Hades, who is wise, consorts with her, because she is wise—but people have altered her name, attaching more importance to euphony than to truth, and they call her Pherephatta. Likewise in the case of Apollo, as I say, many people are afraid because of the name of the god, thinking that it has some terrible meaning. Have you not noticed that?

Hermogenes. Certainly; what you say is true.

Socrates. But really the name is admirably appropriate to the power of the god.

Hermogenes. How is that?

People and places in this passage

English translation by Harold North Fowler (1926). Original text: Harold North Fowler (trans.), Plato IV: Cratylus, Parmenides, Greater Hippias, Lesser Hippias, Loeb Classical Library, Cambridge, MA: Harvard University Press; London: William Heinemann, 1926; Greek text: John Burnet, Platonis Opera, Oxford Classical Texts (as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.