ΤΙ. οὕτως οὖν κατʼ ἐκείνους ἡμῖν ἡ γένεσις περὶ τούτων τῶν θεῶν ἐχέτω καὶ λεγέσθω. Γῆς τε καὶ Οὐρανοῦ παῖδες Ὠκεανός τε καὶ Τηθὺς ἐγενέσθην, τούτων δὲ Φόρκυς Κρόνος τε καὶ Ῥέα καὶ ὅσοι μετὰ τούτων, ἐκ δὲ Κρόνου καὶ Ῥέας Ζεὺς Ἥρα τε καὶ πάντες ὅσους ἴσμεν ἀδελφοὺς λεγομένους αὐτῶν, ἔτι τε τούτων ἄλλους ἐκγόνους· ἐπεὶ δʼ οὖν πάντες ὅσοι τε περιπολοῦσιν φανερῶς καὶ ὅσοι φαίνονται καθʼ ὅσον ἂν ἐθέλωσιν θεοὶ γένεσιν ἔσχον, λέγει πρὸς αὐτοὺς ὁ τόδε τὸ πᾶν γεννήσας τάδε— «θεοὶ θεῶν, ὧν ἐγὼ δημιουργὸς πατήρ τε ἔργων, διʼ ἐμοῦ γενόμενα ἄλυτα ἐμοῦ γε μὴ ἐθέλοντος. τὸ μὲν οὖν δὴ δεθὲν πᾶν λυτόν, τό γε μὴν καλῶς ἁρμοσθὲν καὶ ἔχον εὖ λύειν ἐθέλειν κακοῦ· διʼ ἃ καὶ ἐπείπερ γεγένησθε, ἀθάνατοι μὲν οὐκ ἐστὲ οὐδʼ ἄλυτοι τὸ πάμπαν, οὔτι μὲν δὴ λυθήσεσθέ γε οὐδὲ τεύξεσθε θανάτου μοίρας, τῆς ἐμῆς βουλήσεως μείζονος ἔτι δεσμοῦ καὶ κυριωτέρου λαχόντες ἐκείνων οἷς ὅτʼ ἐγίγνεσθε συνεδεῖσθε. νῦν οὖν ὃ λέγω πρὸς ὑμᾶς ἐνδεικνύμενος, μάθετε. θνητὰ ἔτι γένη λοιπὰ τρία ἀγέννητα· τούτων δὲ μὴ γενομένων οὐρανὸς ἀτελὴς ἔσται· τὰ γὰρ ἅπαντʼ ἐν αὑτῷ γένη ζῴων οὐχ ἕξει, δεῖ δέ, εἰ μέλλει τέλεος ἱκανῶς εἶναι. διʼ ἐμοῦ δὲ ταῦτα γενόμενα καὶ βίου μετασχόντα θεοῖς ἰσάζοιτʼ ἄν· ἵνα οὖν θνητά τε ᾖ τό τε πᾶν τόδε ὄντως ἅπαν ᾖ, τρέπεσθε κατὰ φύσιν ὑμεῖς ἐπὶ τὴν τῶν ζῴων δημιουργίαν, μιμούμενοι τὴν ἐμὴν δύναμιν περὶ τὴν ὑμετέραν γένεσιν. καὶ καθʼ ὅσον μὲν αὐτῶν ἀθανάτοις ὁμώνυμον εἶναι προσήκει, θεῖον λεγόμενον ἡγεμονοῦν τε ἐν αὐτοῖς τῶν ἀεὶ δίκῃ καὶ ὑμῖν ἐθελόντων ἕπεσθαι, σπείρας καὶ ὑπαρξάμενος ἐγὼ παραδώσω· τὸ δὲ λοιπὸν ὑμεῖς, ἀθανάτῳ θνητὸν προσυφαίνοντες, ἀπεργάζεσθε ζῷα καὶ γεννᾶτε τροφήν τε διδόντες αὐξάνετε καὶ φθίνοντα πάλιν δέχεσθε.» ταῦτʼ εἶπε, καὶ πάλιν ἐπὶ τὸν πρότερον κρατῆρα, ἐν ᾧ τὴν τοῦ παντὸς ψυχὴν κεραννὺς ἔμισγεν, τὰ τῶν πρόσθεν ὑπόλοιπα κατεχεῖτο μίσγων τρόπον μέν τινα τὸν αὐτόν, ἀκήρατα δὲ οὐκέτι κατὰ ταὐτὰ ὡσαύτως, ἀλλὰ δεύτερα καὶ τρίτα. συστήσας δὲ τὸ πᾶν διεῖλεν ψυχὰς ἰσαρίθμους τοῖς ἄστροις, ἔνειμέν θʼ ἑκάστην πρὸς ἕκαστον, καὶ ἐμβιβάσας ὡς ἐς ὄχημα τὴν τοῦ παντὸς φύσιν ἔδειξεν, νόμους τε τοὺς εἱμαρμένους εἶπεν αὐταῖς, ὅτι γένεσις πρώτη μὲν ἔσοιτο τεταγμένη μία πᾶσιν, ἵνα μήτις ἐλαττοῖτο ὑπʼ αὐτοῦ, δέοι δὲ σπαρείσας αὐτὰς εἰς τὰ προσήκοντα ἑκάσταις ἕκαστα ὄργανα χρόνων φῦναι ζῴων τὸ θεοσεβέστατον, διπλῆς δὲ οὔσης τῆς ἀνθρωπίνης φύσεως, τὸ κρεῖττον τοιοῦτον εἴη γένος ὃ καὶ ἔπειτα κεκλήσοιτο ἀνήρ.
Therefore let the generation of these gods be stated by us, following their account, in this wise: Of Ge and Uranus were born the children Oceanus and Tethys; and of these, Phorkys, Cronos, Rhea, and all that go with them; and of Cronos and Rhea were born Zeus and Hera and all those who are, as we know, called their brethren; and of these again, other descendants. Now when all the gods, both those who revolve manifestly and those who manifest themselves so far as they choose, had come to birth, He that generated this All addressed them thus: “Gods of gods, those works whereof I am framer and father are indissoluble save by my will. For though all that is bound may be dissolved, yet to will to dissolve that which is fairly joined together and in good case were the deed of a wicked one. Wherefore ye also, seeing that ye were generated, are not wholly immortal or indissoluble, yet in no wise shall ye be dissolved nor incur the doom of death, seeing that in my will ye possess a bond greater and more sovereign than the bonds wherewith, at your birth, ye were bound together. Now, therefore, what I manifest and declare unto you do ye learn. Three mortal kinds still remain ungenerated; but if these come not into being the Heaven will be imperfect; for it will not contain within itself the whole sum of the hinds of living creatures, yet contain them it must if it is to be fully perfect. But if by my doing these creatures came into existence and partook of life, they would be made equal unto gods; in order, therefore, that they may be mortal and that this World-all may be truly All, do ye turn yourselves, as Nature directs, to the work of fashioning these living creatures, imitating the power showed by me in my generating of you. Now so much of them as it is proper to designate ’immortal,’ the part we call divine which rules supreme in those who are fain to follow justice always and yourselves, that part I will deliver unto you when I have sown it and given it origin. For the rest, do ye weave together the mortal with the immortal, and thereby fashion and generate living creatures, and give them food that they may grow, and when they waste away receive them to yourselves again.” Thus He spake, and once more into the former bowl, wherein He had blended and mixed the Soul of the Universe, He poured the residue of the previous material, mixing it in somewhat the same manner, yet no longer with a uniform and invariable purity, but second and third in degree of purity. And when He had compounded the whole He divided it into souls equal in number to the stars, and each several soul He assigned to one star, and setting them each as it were in a chariot He showed them the nature of the Universe, and declared unto them the laws of destiny,—namely, how that the first birth should be one and the same ordained for all, in order that none might be slighted by Him; and how it was needful that they, when sown each into his own proper organ of time, should grow into the most god-fearing of living creatures; and that, since human nature is two-fold, the superior sex is that which hereafter should be designated “man.”
ΤΙ. ὁπότε δὴ σώμασιν ἐμφυτευθεῖεν ἐξ ἀνάγκης, καὶ τὸ μὲν προσίοι, τὸ δʼ ἀπίοι τοῦ σώματος αὐτῶν, πρῶτον μὲν αἴσθησιν ἀναγκαῖον εἴη μίαν πᾶσιν ἐκ βιαίων παθημάτων σύμφυτον γίγνεσθαι, δεύτερον δὲ ἡδονῇ καὶ λύπῃ μεμειγμένον ἔρωτα, πρὸς δὲ τούτοις φόβον καὶ θυμὸν ὅσα τε ἑπόμενα αὐτοῖς καὶ ὁπόσα ἐναντίως πέφυκε διεστηκότα· ὧν εἰ μὲν κρατήσοιεν, δίκῃ βιώσοιντο, κρατηθέντες δὲ ἀδικίᾳ. καὶ ὁ μὲν εὖ τὸν προσήκοντα χρόνον βιούς, πάλιν εἰς τὴν τοῦ συννόμου πορευθεὶς οἴκησιν ἄστρου, βίον εὐδαίμονα καὶ συνήθη ἕξοι, σφαλεὶς δὲ τούτων εἰς γυναικὸς φύσιν ἐν τῇ δευτέρᾳ γενέσει μεταβαλοῖ· μὴ παυόμενός τε ἐν τούτοις ἔτι κακίας, τρόπον ὃν κακύνοιτο, κατὰ τὴν ὁμοιότητα τῆς τοῦ τρόπου γενέσεως εἴς τινα τοιαύτην ἀεὶ μεταβαλοῖ θήρειον φύσιν, ἀλλάττων τε οὐ πρότερον πόνων λήξοι, πρὶν τῇ ταὐτοῦ καὶ ὁμοίου περιόδῳ τῇ ἐν αὑτῷ συνεπισπώμενος τὸν πολὺν ὄχλον καὶ ὕστερον προσφύντα ἐκ πυρὸς καὶ ὕδατος καὶ ἀέρος καὶ γῆς, θορυβώδη καὶ ἄλογον ὄντα, λόγῳ κρατήσας εἰς τὸ τῆς πρώτης καὶ ἀρίστης ἀφίκοιτο εἶδος ἕξεως. διαθεσμοθετήσας δὲ πάντα αὐτοῖς ταῦτα, ἵνα τῆς ἔπειτα εἴη κακίας ἑκάστων ἀναίτιος, ἔσπειρεν τοὺς μὲν εἰς γῆν, τοὺς δʼ εἰς σελήνην, τοὺς δʼ εἰς τἆλλα ὅσα ὄργανα χρόνου· τὸ δὲ μετὰ τὸν σπόρον τοῖς νέοις παρέδωκεν θεοῖς σώματα πλάττειν θνητά, τό τʼ ἐπίλοιπον, ὅσον ἔτι ἦν ψυχῆς ἀνθρωπίνης δέον προσγενέσθαι, τοῦτο καὶ πάνθʼ ὅσα ἀκόλουθα ἐκείνοις ἀπεργασαμένους ἄρχειν, καὶ κατὰ δύναμιν ὅτι κάλλιστα καὶ ἄριστα τὸ θνητὸν διακυβερνᾶν ζῷον, ὅτι μὴ κακῶν αὐτὸ ἑαυτῷ γίγνοιτο αἴτιον. καὶ ὁ μὲν δὴ ἅπαντα ταῦτα διατάξας ἔμενεν ἐν τῷ ἑαυτοῦ κατὰ τρόπον ἤθει·
And when, by virtue of Necessity, they should be implanted in bodies, and their bodies are subject to influx and efflux, these results would necessarily follow,—firstly, sensation that is innate and common to all proceeding from violent affections; secondly, desire mingled with pleasure and pain; and besides these, fear and anger and all such emotions as are naturally allied thereto, and all such as are of a different and opposite character. And if they shall master these they will live justly, but if they are mastered, unjustly. And he that has lived his appointed time well shall return again to his abode in his native star, and shall gain a life that is blessed and congenial but whoso has failed therein shall be changed into woman’s nature at the second birth; and if, in that shape, he still refraineth not from wickedness he shall be changed every time, according to the nature of his wickedness, into some bestial form after the similitude of his own nature; nor in his changings shall he cease from woes until he yields himself to the revolution of the Same and Similar that is within him, and dominating by force of reason that burdensome mass which afterwards adhered to him of fire and water and earth and air, a mass tumultuous and irrational, returns again to the semblance of his first and best state. When He had fully declared unto them all these ordinances, to the end that He might be blameless in respect of the future wickedness of any one of them, He proceeded to sow them, some in the Earth, some in the Moon, others in the rest of the organs of Time. Following upon this sowing, He delivered over to the young gods the task of molding mortal bodies, and of framing and controlling all the rest of the human soul which it was still necessary to add, together with all that belonged thereto, and of governing this mortal creature in the fairest and best way possible, to the utmost of their power, except in so far as it might itself become the cause of its own evils. So He, then, having given all these commands, was abiding in His own proper and wonted state.
ΤΙ. μένοντος δὲ νοήσαντες οἱ παῖδες τὴν τοῦ πατρὸς τάξιν ἐπείθοντο αὐτῇ, καὶ λαβόντες ἀθάνατον ἀρχὴν θνητοῦ ζῴου, μιμούμενοι τὸν σφέτερον δημιουργόν, πυρὸς καὶ γῆς ὕδατός τε καὶ ἀέρος ἀπὸ τοῦ κόσμου δανειζόμενοι μόρια ὡς ἀποδοθησόμενα πάλιν, εἰς ταὐτὸν τὰ λαμβανόμενα συνεκόλλων, οὐ τοῖς ἀλύτοις οἷς αὐτοὶ συνείχοντο δεσμοῖς, ἀλλὰ διὰ σμικρότητα ἀοράτοις πυκνοῖς γόμφοις συντήκοντες, ἓν ἐξ ἁπάντων ἀπεργαζόμενοι σῶμα ἕκαστον, τὰς τῆς ἀθανάτου ψυχῆς περιόδους ἐνέδουν εἰς ἐπίρρυτον σῶμα καὶ ἀπόρρυτον. αἱ δʼ εἰς ποταμὸν ἐνδεθεῖσαι πολὺν οὔτʼ ἐκράτουν οὔτʼ ἐκρατοῦντο, βίᾳ δὲ ἐφέροντο καὶ ἔφερον, ὥστε τὸ μὲν ὅλον κινεῖσθαι ζῷον, ἀτάκτως μὴν ὅπῃ τύχοι προϊέναι καὶ ἀλόγως, τὰς ἓξ ἁπάσας κινήσεις ἔχον· εἴς τε γὰρ τὸ πρόσθε καὶ ὄπισθεν καὶ πάλιν εἰς δεξιὰ καὶ ἀριστερὰ κάτω τε καὶ ἄνω καὶ πάντῃ κατὰ τοὺς ἓξ τόπους πλανώμενα προῄειν. πολλοῦ γὰρ ὄντος τοῦ κατακλύζοντος καὶ ἀπορρέοντος κύματος ὃ τὴν τροφὴν παρεῖχεν, ἔτι μείζω θόρυβον ἀπηργάζετο τὰ τῶν προσπιπτόντων παθήματα ἑκάστοις, ὅτε πυρὶ προσκρούσειε τὸ σῶμά τινος ἔξωθεν ἀλλοτρίῳ περιτυχὸν ἢ καὶ στερεῷ γῆς πάγῳ ὑγροῖς τε ὀλισθήμασιν ὑδάτων, εἴτε ζάλῃ πνευμάτων ὑπὸ ἀέρος φερομένων καταληφθείη, καὶ ὑπὸ πάντων τούτων διὰ τοῦ σώματος αἱ κινήσεις ἐπὶ τὴν ψυχὴν φερόμεναι προσπίπτοιεν· αἳ δὴ καὶ ἔπειτα διὰ ταῦτα ἐκλήθησάν τε καὶ νῦν ἔτι αἰσθήσεις συνάπασαι κέκληνται. καὶ δὴ καὶ τότε ἐν τῷ παρόντι πλείστην καὶ μεγίστην παρεχόμεναι κίνησιν, μετὰ τοῦ ῥέοντος ἐνδελεχῶς ὀχετοῦ κινοῦσαι καὶ σφοδρῶς σείουσαι τὰς τῆς ψυχῆς περιόδους, τὴν μὲν ταὐτοῦ παντάπασιν ἐπέδησαν ἐναντία αὐτῇ ῥέουσαι καὶ ἐπέσχον ἄρχουσαν καὶ ἰοῦσαν, τὴν δʼ αὖ θατέρου διέσεισαν, ὥστε τὰς τοῦ διπλασίου καὶ τριπλασίου τρεῖς ἑκατέρας ἀποστάσεις καὶ τὰς τῶν ἡμιολίων καὶ ἐπιτρίτων καὶ ἐπογδόων μεσότητας καὶ συνδέσεις, ἐπειδὴ παντελῶς λυταὶ οὐκ ἦσαν πλὴν ὑπὸ τοῦ συνδήσαντος, πάσας μὲν στρέψαι στροφάς, πάσας δὲ κλάσεις καὶ διαφθορὰς τῶν κύκλων ἐμποιεῖν, ὁσαχῇπερ ἦν δυνατόν, ὥστε μετʼ ἀλλήλων μόγις συνεχομένας φέρεσθαι μέν, ἀλόγως δὲ φέρεσθαι, τοτὲ μὲν ἀντίας, ἄλλοτε δὲ πλαγίας, τοτὲ δὲ ὑπτίας· οἷον ὅταν τις ὕπτιος ἐρείσας τὴν κεφαλὴν μὲν ἐπὶ γῆς, τοὺς δὲ πόδας ἄνω προσβαλὼν ἔχῃ πρός τινι, τότε ἐν τούτῳ τῷ πάθει τοῦ τε πάσχοντος καὶ τῶν ὁρώντων τά τε δεξιὰ ἀριστερὰ καὶ τὰ ἀριστερὰ δεξιὰ ἑκατέροις τὰ ἑκατέρων φαντάζεται.
And as He thus abode, His children gave heed to their Father’s command and obeyed it. They took the immortal principle of the mortal living creature, and imitating their own Maker, they borrowed from the Cosmos portions of fire and earth and water and air, as if meaning to pay them back, and the portions so taken they cemented together; but it was not with those indissoluble bonds wherewith they themselves were joined that they fastened together the portions but with numerous pegs, invisible for smallness; and thus they constructed out of them all each several body, and within bodies subject to inflow and outflow they bound the revolutions of the immortal Soul. The souls, then, being thus bound within a mighty river neither mastered it nor were mastered, but with violence they rolled along and were rolled along themselves, so that the whole of the living creature was moved, but in such a random way that its progress was disorderly and irrational, since it partook of all the six motions: for it progressed forwards and backwards, and again to right and to left, and upwards and downwards, wandering every way in all the six directions. For while the flood which foamed in and streamed out, as it supplied the food, was immense, still greater was the tumult produced within each creature as a result of the colliding bodies, when the body of a creature happened to meet and collide with alien fire from without, or with a solid lump of earth or liquid glidings of waters, or when it was overtaken by a tempest of winds driven by air, and when the motions due to all these causes rushing through the body impinged upon the Soul. And for these reasons all such motions were then termed “Sensations,” and are still so termed today. Moreover, since at that time they were causing, for the moment, constant and widespread motion, joining with the perpetually flowing stream in moving and violently shaking the revolutions of the Soul, they totally blocked the course of the Same by flowing contrary thereto, and hindered it thereby in its ruling and its going; while, on the other hand, they so shook up the course of the Other that in the three several intervals of the double and the triple, and in the mean terms and binding links of the 3/2, 4/3 and 9/8,—these being not wholly dissoluble save by Him who had bound them together,—they produced all manner of twistings, and caused in their circles fractures and disruptions of every possible kind, with the result that, as they barely held together one with another, they moved indeed but moved irrationally, being at one time reversed, at another oblique, and again upside down. Suppose, for example, that a man is in an upside down position, with his head resting on the earth and his feet touching something above, then, in this position of the man relative to that of the onlookers, his right will appear left to them, and his left right, and so will theirs to him.