Plato · Timaeus Τίμαιος

Plato, Timaeus 20a–22e: Critias' story from Solon: the priests of Sais and the children of Greece

Critias says that the state described by Socrates is the very Athens of an old story, which Solon brought from Egypt and told to Dropides, great-grandfather of the speaker. Solon would have been a greater poet than Hesiod or Homer if he had not been drawn off to politics, and in the Delta of Egypt he visited the city of Sais, founded by the goddess Neith, who is Athena. When he tried to tell the Egyptian priests the oldest Greek traditions about Phoroneus and Niobe and the flood of Deucalion and Pyrrha, an old priest said that the Greeks are always children. He explains that the story of Phaethon, son of Helios, who burnt up things on earth, is a mythical way of telling of the destruction by fire and by flood that recurs, while Egypt is spared.

Sections 20a–22e · 1443 words · click a number to copy its link

ΣΩ. καταλέλειπται δὴ τὸ τῆς ὑμετέρας ἕξεως γένος, ἅμα ἀμφοτέρων φύσει καὶ τροφῇ μετέχον. Τίμαιός τε γὰρ ὅδε, εὐνομωτάτης ὢν πόλεως τῆς ἐν Ἰταλίᾳ Λοκρίδος, οὐσίᾳ καὶ γένει οὐδενὸς ὕστερος ὢν τῶν ἐκεῖ, τὰς μεγίστας μὲν ἀρχάς τε καὶ τιμὰς τῶν ἐν τῇ πόλει μετακεχείρισται, φιλοσοφίας δʼ αὖ κατʼ ἐμὴν δόξαν ἐπʼ ἄκρον ἁπάσης ἐλήλυθεν· Κριτίαν δέ που πάντες οἱ τῇδε ἴσμεν οὐδενὸς ἰδιώτην ὄντα ὧν λέγομεν. τῆς δὲ Ἑρμοκράτους αὖ περὶ φύσεως καὶ τροφῆς, πρὸς ἅπαντα ταῦτʼ εἶναι ἱκανὴν πολλῶν μαρτυρούντων πιστευτέον. διὸ καὶ χθὲς ἐγὼ διανοούμενος, ὑμῶν δεομένων τὰ περὶ τῆς πολιτείας διελθεῖν, προθύμως ἐχαριζόμην, εἰδὼς ὅτι τὸν ἑξῆς λόγον οὐδένες ἂν ὑμῶν ἐθελόντων ἱκανώτερον ἀποδοῖεν—εἰς γὰρ πόλεμον πρέποντα καταστήσαντες τὴν πόλιν ἅπαντʼ αὐτῇ τὰ προσήκοντα ἀποδοῖτʼ ἂν μόνοι τῶν νῦν—εἰπὼν δὴ τἀπιταχθέντα ἀντεπέταξα ὑμῖν ἃ καὶ νῦν λέγω. συνωμολογήσατʼ οὖν κοινῇ σκεψάμενοι πρὸς ὑμᾶς αὐτοὺς εἰς νῦν ἀνταποδώσειν μοι τὰ τῶν λόγων ξένια, πάρειμί τε οὖν δὴ κεκοσμημένος ἐπʼ αὐτὰ καὶ πάντων ἑτοιμότατος ὢν δέχεσθαι.

ΕΡ. καὶ μὲν δή, καθάπερ εἶπεν Τίμαιος ὅδε, ὦ Σώκρατες, οὔτε ἐλλείψομεν προθυμίας οὐδὲν οὔτε ἔστιν οὐδεμία πρόφασις ἡμῖν τοῦ μὴ δρᾶν ταῦτα· ὥστε καὶ χθές, εὐθὺς ἐνθένδε ἐπειδὴ παρὰ Κριτίαν πρὸς τὸν ξενῶνα οὗ καὶ καταλύομεν ἀφικόμεθα, καὶ ἔτι πρότερον καθʼ ὁδὸν αὐτὰ ταῦτʼ ἐσκοποῦμεν. ὅδε οὖν ἡμῖν λόγον εἰσηγήσατο ἐκ παλαιᾶς ἀκοῆς· ὃν καὶ νῦν λέγε, ὦ Κριτία, τῷδε, ἵνα συνδοκιμάσῃ πρὸς τὴν ἐπίταξιν εἴτʼ ἐπιτήδειος εἴτε ἀνεπιτήδειός ἐστι.

ΚΡ. ταῦτα χρὴ δρᾶν, εἰ καὶ τῷ τρίτῳ κοινωνῷ Τιμαίῳ συνδοκεῖ.

ΤΙ. δοκεῖ μήν.

ΚΡ. ἄκουε δή, ὦ Σώκρατες, λόγου μάλα μὲν ἀτόπου, παντάπασί γε μὴν ἀληθοῦς, ὡς ὁ τῶν ἑπτὰ σοφώτατος Σόλων ποτʼ ἔφη. ἦν μὲν οὖν οἰκεῖος καὶ σφόδρα φίλος ἡμῖν Δρωπίδου τοῦ προπάππου, καθάπερ λέγει πολλαχοῦ καὶ αὐτὸς ἐν τῇ ποιήσει·

Thus there remains only that class which is of your complexion— a class which, alike by nature and nurture, shares the qualities of both the others. For our friend is a native of a most well-governed State, Italian Locris, and inferior to none of its citizens either in property or in rank; and not only has he occupied the highest offices and posts of honor in his State, but he has also attained, in my opinion, the very summit of eminence in all branches of philosophy. As to Critias, all of us here know that he is no novice in any of the subjects we are discussing. As regards Hermocrates, we must believe the many witnesses who assert that both by nature and by nurture he is competent for all these inquiries. So, with this in my mind, when you requested me yesterday to expound my views of the polity I gratified you most willingly, since I knew that none could deal more adequately than you (if you were willing) with the next subject of discourse; for you alone, of men now living, could show our State engaged in a suitable war and exhibiting all the qualities which belong to it. Accordingly, when I had spoken upon my prescribed theme, I in turn prescribed for you this theme which I am now explaining. And you, after consulting together among yourselves, agreed to pay me back today with a feast of words; so here I am, ready for that feast in festal garb, and eager above all men to begin.

Of a truth, Socrates, as our friend has said, we will show no lack of zeal, nor have we any excuse for refusing to do as you say. Yesterday, in fact, immediately after our return from you to the guest-chamber at Critias where we are lodging—aye, and earlier still, on our way there—we were considering these very subjects. Critias here mentioned to us a story derived from ancient tradition; and now, Critias, pray tell it again to our friend here, so that he may help us to decide whether or not it is pertinent to our prescribed theme.

That I must certainly do, if our third partner, also approves.

Assuredly I approve.

Listen then, Socrates, to a tale which, though passing strange, is yet wholly true, as Solon, the wisest of the Seven, once upon a time declared. Now Solon—as indeed he often says himself in his poems—was a relative and very dear friend of our great-grandfather Dropides;

ΚΡ. πρὸς δὲ Κριτίαν τὸν ἡμέτερον πάππον εἶπεν, ὡς ἀπεμνημόνευεν αὖ πρὸς ἡμᾶς ὁ γέρων, ὅτι μεγάλα καὶ θαυμαστὰ τῆσδʼ εἴη παλαιὰ ἔργα τῆς πόλεως ὑπὸ χρόνου καὶ φθορᾶς ἀνθρώπων ἠφανισμένα, πάντων δὲ ἓν μέγιστον, οὗ νῦν ἐπιμνησθεῖσιν πρέπον ἂν ἡμῖν εἴη σοί τε ἀποδοῦναι χάριν καὶ τὴν θεὸν ἅμα ἐν τῇ πανηγύρει δικαίως τε καὶ ἀληθῶς οἷόνπερ ὑμνοῦντας ἐγκωμιάζειν.

ΣΩ. εὖ λέγεις. ἀλλὰ δὴ ποῖον ἔργον τοῦτο Κριτίας οὐ λεγόμενον μέν, ὡς δὲ πραχθὲν ὄντως ὑπὸ τῆσδε τῆς πόλεως ἀρχαῖον διηγεῖτο κατὰ τὴν Σόλωνος ἀκοήν;

ΚΡ. ἐγὼ φράσω, παλαιὸν ἀκηκοὼς λόγον οὐ νέου ἀνδρός. ἦν μὲν γὰρ δὴ τότε Κριτίας, ὡς ἔφη, σχεδὸν ἐγγὺς ἤδη τῶν ἐνενήκοντα ἐτῶν, ἐγὼ δέ πῃ μάλιστα δεκέτης· ἡ δὲ Κουρεῶτις ἡμῖν οὖσα ἐτύγχανεν Ἀπατουρίων. τὸ δὴ τῆς ἑορτῆς σύνηθες ἑκάστοτε καὶ τότε συνέβη τοῖς παισίν· ἆθλα γὰρ ἡμῖν οἱ πατέρες ἔθεσαν ῥαψῳδίας. πολλῶν μὲν οὖν δὴ καὶ πολλὰ ἐλέχθη ποιητῶν ποιήματα, ἅτε δὲ νέα κατʼ ἐκεῖνον τὸν χρόνον ὄντα τὰ Σόλωνος πολλοὶ τῶν παίδων ᾔσαμεν. εἶπεν οὖν τις τῶν φρατέρων, εἴτε δὴ δοκοῦν αὐτῷ τότε εἴτε καὶ χάριν τινὰ τῷ Κριτίᾳ φέρων, δοκεῖν οἱ τά τε ἄλλα σοφώτατον γεγονέναι Σόλωνα καὶ κατὰ τὴν ποίησιν αὖ τῶν ποιητῶν πάντων ἐλευθεριώτατον. ὁ δὴ γέρων— σφόδρα γὰρ οὖν μέμνημαι—μάλα τε ἥσθη καὶ διαμειδιάσας εἶπεν· «εἴ γε, ὦ Ἀμύνανδρε, μὴ παρέργῳ τῇ ποιήσει κατεχρήσατο, ἀλλʼ ἐσπουδάκει καθάπερ ἄλλοι, τόν τε λόγον ὃν ἀπʼ Αἰγύπτου δεῦρο ἠνέγκατο ἀπετέλεσεν, καὶ μὴ διὰ τὰς στάσεις ὑπὸ κακῶν τε ἄλλων ὅσα ηὗρεν ἐνθάδε ἥκων ἠναγκάσθη καταμελῆσαι, κατά γε ἐμὴν δόξαν οὔτε Ἡσίοδος οὔτε Ὅμηρος οὔτε ἄλλος οὐδεὶς ποιητὴς εὐδοκιμώτερος ἐγένετο ἄν ποτε αὐτοῦ.» «τίς δʼ ἦν ὁ λόγος,» ἦ δʼ ὅς, «ὦ Κριτία;» «ἦ περὶ μεγίστης,» ἔφη, «καὶ ὀνομαστοτάτης πασῶν δικαιότατʼ ἂν πράξεως οὔσης, ἣν ἥδε ἡ πόλις ἔπραξε μέν, διὰ δὲ χρόνον καὶ φθορὰν τῶν ἐργασαμένων οὐ διήρκεσε δεῦρο ὁ λόγος.» «λέγε ἐξ ἀρχῆς,» ἦ δʼ ὅς, «τί τε καὶ πῶς καὶ παρὰ τίνων ὡς ἀληθῆ διακηκοὼς ἔλεγεν ὁ Σόλων.» «ἔστιν τις κατʼ Αἴγυπτον,» ἦ δʼ ὅς, «ἐν τῷ Δέλτα, περὶ ὃν κατὰ κορυφὴν σχίζεται τὸ τοῦ Νείλου ῥεῦμα Σαϊτικὸς ἐπικαλούμενος νομός, τούτου δὲ τοῦ νομοῦ μεγίστη πόλις Σάις—ὅθεν δὴ καὶ Ἄμασις ἦν ὁ βασιλεύς—οἷς τῆς πόλεως θεὸς ἀρχηγός τίς ἐστιν, Αἰγυπτιστὶ μὲν τοὔνομα Νηίθ, Ἑλληνιστὶ δέ, ὡς ὁ ἐκείνων λόγος, Ἀθηνᾶ· μάλα δὲ φιλαθήναιοι καί τινα τρόπον οἰκεῖοι τῶνδʼ εἶναί φασιν.»

and Dropides told our grandfather Critias as the old man himself, in turn, related to us—that the exploits of this city in olden days, the record of which had perished through time and the destruction of its inhabitants, were great and marvellous, the greatest of all being one which it would be proper for us now to relate both as a payment of our debt of thanks to you and also as a tribute of praise, chanted as it were duly and truly, in honor of the Goddess on this her day of Festival.

Excellent! But come now, what was this exploit described by Critias, following Solons report, as a thing not verbally recorded, although actually performed by this city long ago?

I will tell you: it is an old tale, and I heard it from a man not young. For indeed at that time, as he said himself, Critias was already close upon ninety years of age, while I was somewhere about ten; and it chanced to be that day of the Apaturia which is called “Cureotis.” The ceremony for boys which was always customary at the feast was held also on that occasion, our fathers arranging contests in recitation. So while many poems of many poets were declaimed, since the poems of Solon were at that time new, many of us children chanted them. And one of our fellow tribesmen—whether he really thought so at the time or whether he was paying a compliment to Critias—declared that in his opinion Solon was not only the wisest of men in all else, but in poetry also he was of all poets the noblest. Whereat the old man (I remember the scene well) was highly pleased and said with a smile, “If only, Amynander, he had not taken up poetry as a by-play but had worked hard at it like others, and if he had completed the story he brought here from Egypt, instead of being forced to lay it aside owing to the seditions and all the other evils he found here on his return,— why then, I say, neither Hesiod nor Homer nor any other poet would ever have proved more famous than he.” “And what was the story, Critias?” said the other. “Its subject,” replied Critias, “was a very great exploit, worthy indeed to be accounted the most notable of all exploits, which was performed by this city, although the record of it has not endured until now owing to lapse of time and the destruction of those who wrought it.” “Tell us from the beginning,” said Amynander, “what Solon related and how, and who were the informants who vouched for its truth.” “In the Delta of Egypt,” said Critias, “where, at its head, the stream of the Nile parts in two, there is a certain district called the Saitic. The chief city in this district is Sais—the home of King Amasis,—the founder of which, they say, is a goddess whose Egyptian name is Neith, and in Greek, as they assert, Athena. These people profess to be great lovers of Athens and in a measure akin to our people here.”

ΚΡ. «οἷ δὴ Σόλων ἔφη πορευθεὶς σφόδρα τε γενέσθαι παρʼ αὐτοῖς ἔντιμος, καὶ δὴ καὶ τὰ παλαιὰ ἀνερωτῶν ποτε τοὺς μάλιστα περὶ ταῦτα τῶν ἱερέων ἐμπείρους, σχεδὸν οὔτε αὑτὸν οὔτε ἄλλον Ἕλληνα οὐδένα οὐδὲν ὡς ἔπος εἰπεῖν εἰδότα περὶ τῶν τοιούτων ἀνευρεῖν. καί ποτε προαγαγεῖν βουληθεὶς αὐτοὺς περὶ τῶν ἀρχαίων εἰς λόγους, τῶν τῇδε τὰ ἀρχαιότατα λέγειν ἐπιχειρεῖν, περὶ Φορωνέως τε τοῦ πρώτου λεχθέντος καὶ Νιόβης, καὶ μετὰ τὸν κατακλυσμὸν αὖ περὶ Δευκαλίωνος καὶ Πύρρας ὡς διεγένοντο μυθολογεῖν, καὶ τοὺς ἐξ αὐτῶν γενεαλογεῖν, καὶ τὰ τῶν ἐτῶν ὅσα ἦν οἷς ἔλεγεν πειρᾶσθαι διαμνημονεύων τοὺς χρόνους ἀριθμεῖν· καί τινα εἰπεῖν τῶν ἱερέων εὖ μάλα παλαιόν· «ὦ Σόλων, Σόλων, Ἕλληνες ἀεὶ παῖδές ἐστε, γέρων δὲ Ἕλλην οὐκ ἔστιν.» ἀκούσας οὖν, «πῶς τί τοῦτο λέγεις;» φάναι.«νέοι ἐστέ,» εἰπεῖν, «τὰς ψυχὰς πάντες· οὐδεμίαν γὰρ ἐν αὐταῖς ἔχετε διʼ ἀρχαίαν ἀκοὴν παλαιὰν δόξαν οὐδὲ μάθημα χρόνῳ πολιὸν οὐδέν. τὸ δὲ τούτων αἴτιον τόδε. πολλαὶ κατὰ πολλὰ φθοραὶ γεγόνασιν ἀνθρώπων καὶ ἔσονται, πυρὶ μὲν καὶ ὕδατι μέγισται, μυρίοις δὲ ἄλλοις ἕτεραι βραχύτεραι. τὸ γὰρ οὖν καὶ παρʼ ὑμῖν λεγόμενον, ὥς ποτε Φαέθων Ἡλίου παῖς τὸ τοῦ πατρὸς ἅρμα ζεύξας διὰ τὸ μὴ δυνατὸς εἶναι κατὰ τὴν τοῦ πατρὸς ὁδὸν ἐλαύνειν τά τʼ ἐπὶ γῆς συνέκαυσεν καὶ αὐτὸς κεραυνωθεὶς διεφθάρη, τοῦτο μύθου μὲν σχῆμα ἔχον λέγεται, τὸ δὲ ἀληθές ἐστι τῶν περὶ γῆν κατʼ οὐρανὸν ἰόντων παράλλαξις καὶ διὰ μακρῶν χρόνων γιγνομένη τῶν ἐπὶ γῆς πυρὶ πολλῷ φθορά. τότε οὖν ὅσοι κατʼ ὄρη καὶ ἐν ὑψηλοῖς τόποις καὶ ἐν ξηροῖς οἰκοῦσιν μᾶλλον διόλλυνται τῶν ποταμοῖς καὶ θαλάττῃ προσοικούντων· ἡμῖν δὲ ὁ Νεῖλος εἴς τε τἆλλα σωτὴρ καὶ τότε ἐκ ταύτης τῆς ἀπορίας σῴζει λυόμενος. ὅταν δʼ αὖ θεοὶ τὴν γῆν ὕδασιν καθαίροντες κατακλύζωσιν, οἱ μὲν ἐν τοῖς ὄρεσιν διασῴζονται βουκόλοι νομῆς τε, οἱ δʼ ἐν ταῖς παρʼ ὑμῖν πόλεσιν εἰς τὴν θάλατταν ὑπὸ τῶν ποταμῶν φέρονται· κατὰ δὲ τήνδε χώραν οὔτε τότε οὔτε ἄλλοτε ἄνωθεν ἐπὶ τὰς ἀρούρας ὕδωρ ἐπιρρεῖ, τὸ δʼ ἐναντίον κάτωθεν πᾶν ἐπανιέναι πέφυκεν.»»

“And Solon said that when he travelled there he was held in great esteem amongst them; moreover, when he was questioning such of their priests as were most versed in ancient lore about their early history, he discovered that neither he himself nor any other Greek knew anything at all, one might say, about such matters. And on one occasion, when he wished to draw them on to discourse on ancient history, he attempted to tell them the most ancient of our traditions, concerning Phoroneus, who was said to be the first man, and Niobe; and he went on to tell the legend about Deucalion and Pyrrha after the Flood, and how they survived it, and to give the geneology of their descendants; and by recounting the number of years occupied by the events mentioned he tried to calculate the periods of time. Whereupon one of the priests, a prodigiously old man, said, ‘O Solon, Solon, you Greeks are always children: there is not such a thing as an old Greek.’ And on hearing this he asked, ‘What mean you by this saying?’ And the priest replied, ‘You are young in soul, every one of you. For therein you possess not a single belief that is ancient and derived from old tradition, nor yet one science that is hoary with age. And this is the cause thereof: There have been and there will be many and divers destructions of mankind, of which the greatest are by fire and water, and lesser ones by countless other means. For in truth the story that is told in your country as well as ours, how once upon a time Phaethon, son of Helios, yoked his father’s chariot, and, because he was unable to drive it along the course taken by his father, burnt up all that was upon the earth and himself perished by a thunderbolt,—that story, as it is told, has the fashion of a legend, but the truth of it lies in the occurrence of a shifting of the bodies in the heavens which move round the earth, and a destruction of the things on the earth by fierce fire, which recurs at long intervals. At such times all they that dwell on the mountains and in high and dry places suffer destruction more than those who dwell near to rivers or the sea; and in our case the Nile, our Saviour in other ways, saves us also at such times from this calamity by rising high. And when, on the other hand, the Gods purge the earth with a flood of waters, all the herdsmen and shepherds that are in the mountains are saved, but those in the cities of your land are swept into the sea by the streams; whereas In our country neither then nor at any other time does the water pour down over our fields from above, on the contrary it all tends naturally to well up from below.’”

People and places in this passage

English translation by Robert Gregg Bury (1929). Original text: Robert Gregg Bury (trans.), Plato IX: Timaeus, Critias, Cleitophon, Menexenus, Epistles, Loeb Classical Library, Cambridge, MA: Harvard University Press; London: William Heinemann, 1929; Greek text: John Burnet, Platonis Opera, Oxford Classical Texts (as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.