ΤΙ. ὧδε γὰρ δὴ λογισώμεθα αὐτὰ πάλιν, ὡς ὅταν ἐν πυρὶ λαμβανόμενον τῶν ἄλλων ὑπʼ αὐτοῦ τι γένος τῇ τῶν γωνιῶν καὶ κατὰ τὰς πλευρὰς ὀξύτητι τέμνηται, συστὰν μὲν εἰς τὴν ἐκείνου φύσιν πέπαυται τεμνόμενον—τὸ γὰρ ὅμοιον καὶ ταὐτὸν αὑτῷ γένος ἕκαστον οὔτε τινὰ μεταβολὴν ἐμποιῆσαι δυνατὸν οὔτε τι παθεῖν ὑπὸ τοῦ κατὰ ταὐτὰ ὁμοίως τε ἔχοντος—ἕως δʼ ἂν εἰς ἄλλο τι γιγνόμενον ἧττον ὂν κρείττονι μάχηται, λυόμενον οὐ παύεται. τά τε αὖ σμικρότερα ὅταν ἐν τοῖς μείζοσιν πολλοῖς περιλαμβανόμενα ὀλίγα διαθραυόμενα κατασβεννύηται, συνίστασθαι μὲν ἐθέλοντα εἰς τὴν τοῦ κρατοῦντος ἰδέαν πέπαυται κατασβεννύμενα γίγνεταί τε ἐκ πυρὸς ἀήρ, ἐξ ἀέρος ὕδωρ· ἐὰν δʼ εἰς ταὐτὰ ἴῃ καὶ τῶν ἄλλων τι συνιὸν γενῶν μάχηται, λυόμενα οὐ παύεται, πρὶν ἢ παντάπασιν ὠθούμενα καὶ διαλυθέντα ἐκφύγῃ πρὸς τὸ συγγενές, ἢ νικηθέντα, ἓν ἐκ πολλῶν ὅμοιον τῷ κρατήσαντι γενόμενον, αὐτοῦ σύνοικον μείνῃ. καὶ δὴ καὶ κατὰ ταῦτα τὰ παθήματα διαμείβεται τὰς χώρας ἅπαντα· διέστηκεν μὲν γὰρ τοῦ γένους ἑκάστου τὰ πλήθη κατὰ τόπον ἴδιον διὰ τὴν τῆς δεχομένης κίνησιν, τὰ δὲ ἀνομοιούμενα ἑκάστοτε ἑαυτοῖς, ἄλλοις δὲ ὁμοιούμενα, φέρεται διὰ τὸν σεισμὸν πρὸς τὸν ἐκείνων οἷς ἂν ὁμοιωθῇ τόπον. ὅσα μὲν οὖν ἄκρατα καὶ πρῶτα σώματα διὰ τοιούτων αἰτιῶν γέγονεν· τὸ δʼ ἐν τοῖς εἴδεσιν αὐτῶν ἕτερα ἐμπεφυκέναι γένη τὴν ἑκατέρου τῶν στοιχείων αἰτιατέον σύστασιν, μὴ μόνον ἓν ἑκατέραν μέγεθος ἔχον τὸ τρίγωνον φυτεῦσαι κατʼ ἀρχάς, ἀλλʼ ἐλάττω τε καὶ μείζω, τὸν ἀριθμὸν δὲ ἔχοντα τοσοῦτον ὅσαπερ ἂν ᾖ τἀν τοῖς εἴδεσι γένη. διὸ δὴ συμμειγνύμενα αὐτά τε πρὸς αὑτὰ καὶ πρὸς ἄλληλα τὴν ποικιλίαν ἐστὶν ἄπειρα· ἧς δὴ δεῖ θεωροὺς γίγνεσθαι τοὺς μέλλοντας περὶ φύσεως εἰκότι λόγῳ χρήσεσθαι. κινήσεως οὖν στάσεώς τε πέρι, τίνα τρόπον καὶ μεθʼ ὧντινων γίγνεσθον, εἰ μή τις διομολογήσεται, πόλλʼ ἂν εἴη ἐμποδὼν τῷ κατόπισθεν λογισμῷ. τὰ μὲν οὖν ἤδη περὶ αὐτῶν εἴρηται, πρὸς δʼ ἐκείνοις ἔτι τάδε, ἐν μὲν ὁμαλότητι μηδέποτε ἐθέλειν κίνησιν ἐνεῖναι. τὸ γὰρ κινησόμενον ἄνευ τοῦ κινήσοντος ἢ τὸ κινῆσον ἄνευ τοῦ κινησομένου χαλεπόν, μᾶλλον δὲ ἀδύνατον, εἶναι· κίνησις δὲ οὐκ ἔστιν τούτων ἀπόντων, ταῦτα δὲ ὁμαλὰ εἶναί ποτε ἀδύνατον.
Once again let us reason out their character in this way. Whenever any of the other Kinds is caught within fire it is cut up thereby, owing to the acuteness of its angles and of the line of its sides, but when it has been re-composed into the substance of fire it ceases to be cut; for the Kind that is similar and uniform is in no case able either to cause any change in, or to suffer any affection from, a Kind which is in a uniform and similar state; but so long as, in the course of its passage into another form, it is a weaker body fighting against a stronger, it is continually being dissolved. And again, whenever a few of the smaller corpuscles, being caught within a great number of larger corpuscles, are broken up and quenched, then, if they consent to be re-compounded into the shape of the victorious Kind, they cease to be quenched, and air is produced out of fire, and out of air water; but if they fight against combining with these or with any of the other Kinds, they do not cease from dissolution until either they are driven out to their own kindred, by means of this impact and dissolution, or else they are defeated and, instead of many forms, assume one form similar to the victorious Kind, and continue dwelling therewith as a united family. Moreover, it is owing to these affections that they all interchange their places; for while the bulk of each Kind keeps apart in a region of its own because of the motion of the Recipient, yet those corpuscles which from time to time become dissimilar to themselves and similar to others are carried, because of the shaking, towards the region which belongs to those corpuscles whereto they have been assimilated. Such are the causes which account for the generation of all the unmixed and primary bodies. But within these four Kinds other classes exist, whereof the cause must be sought in the construction of each of the two elemental triangles, each such construction having originally produced not merely a triangle of one definite size, but larger and smaller triangles of sizes as numerous as are the classes within the Kinds. Consequently, when these are combined amongst themselves and with one another they are infinite in their variety; and this variety must be kept in view by those who purpose to employ probable reasoning concerning Nature. Now, unless we can arrive at some agreed conclusion concerning Motion and Rest, as to how and under what conditions they come about, our subsequent argument will be greatly hampered. The facts about them have already been stated in part; but in addition thereto we must state further that motion never consents to exist within uniformity. For it is difficult, or rather impossible, for that which is to be moved to exist without that which is to move, or that which is to move without that which is to be moved; but in the absence of these there is no motion, and that these should ever be uniform is a thing impossible.
ΤΙ. οὕτω δὴ στάσιν μὲν ἐν ὁμαλότητι, κίνησιν δὲ εἰς ἀνωμαλότητα ἀεὶ τιθῶμεν· αἰτία δὲ ἀνισότης αὖ τῆς ἀνωμάλου φύσεως. ἀνισότητος δὲ γένεσιν μὲν διεληλύθαμεν· πῶς δέ ποτε οὐ κατὰ γένη διαχωρισθέντα ἕκαστα πέπαυται τῆς διʼ ἀλλήλων κινήσεως καὶ φορᾶς, οὐκ εἴπομεν. ὧδε οὖν πάλιν ἐροῦμεν. ἡ τοῦ παντὸς περίοδος, ἐπειδὴ συμπεριέλαβεν τὰ γένη, κυκλοτερὴς οὖσα καὶ πρὸς αὑτὴν πεφυκυῖα βούλεσθαι συνιέναι, σφίγγει πάντα καὶ κενὴν χώραν οὐδεμίαν ἐᾷ λείπεσθαι. διὸ δὴ πῦρ μὲν εἰς ἅπαντα διελήλυθε μάλιστα, ἀὴρ δὲ δεύτερον, ὡς λεπτότητι δεύτερον ἔφυ, καὶ τἆλλα ταύτῃ· τὰ γὰρ ἐκ μεγίστων μερῶν γεγονότα μεγίστην κενότητα ἐν τῇ συστάσει παραλέλοιπεν, τὰ δὲ σμικρότατα ἐλαχίστην. ἡ δὴ τῆς πιλήσεως σύνοδος τὰ σμικρὰ εἰς τὰ τῶν μεγάλων διάκενα συνωθεῖ. σμικρῶν οὖν παρὰ μεγάλα τιθεμένων καὶ τῶν ἐλαττόνων τὰ μείζονα διακρινόντων, τῶν δὲ μειζόνων ἐκεῖνα συγκρινόντων, πάντʼ ἄνω κάτω μεταφέρεται πρὸς τοὺς ἑαυτῶν τόπους· μεταβάλλον γὰρ τὸ μέγεθος ἕκαστον καὶ τὴν τόπων μεταβάλλει στάσιν. οὕτω δὴ διὰ ταῦτά τε ἡ τῆς ἀνωμαλότητος διασῳζομένη γένεσις ἀεὶ τὴν ἀεὶ κίνησιν τούτων οὖσαν ἐσομένην τε ἐνδελεχῶς παρέχεται. μετὰ δὴ ταῦτα δεῖ νοεῖν ὅτι πυρός τε γένη πολλὰ γέγονεν, οἷον φλὸξ τό τε ἀπὸ τῆς φλογὸς ἀπιόν, ὃ κάει μὲν οὔ, φῶς δὲ τοῖς ὄμμασιν παρέχει, τό τε φλογὸς ἀποσβεσθείσης ἐν τοῖς διαπύροις καταλειπόμενον αὐτοῦ· κατὰ ταὐτὰ δὲ ἀέρος, τὸ μὲν εὐαγέστατον ἐπίκλην αἰθὴρ καλούμενος, ὁ δὲ θολερώτατος ὁμίχλη τε καὶ σκότος, ἕτερά τε ἀνώνυμα εἴδη, γεγονότα διὰ τὴν τῶν τριγώνων ἀνισότητα. τὰ δὲ ὕδατος διχῇ μὲν πρῶτον, τὸ μὲν ὑγρόν, τὸ δὲ χυτὸν γένος αὐτοῦ. τὸ μὲν οὖν ὑγρὸν διὰ τὸ μετέχον εἶναι τῶν γενῶν τῶν ὕδατος ὅσα σμικρά, ἀνίσων ὄντων, κινητικὸν αὐτό τε καθʼ αὑτὸ καὶ ὑπʼ ἄλλου διὰ τὴν ἀνωμαλότητα καὶ τὴν τοῦ σχήματος ἰδέαν γέγονεν· τὸ δὲ ἐκ μεγάλων καὶ ὁμαλῶν στασιμώτερον μὲν ἐκείνου καὶ βαρὺ πεπηγὸς ὑπὸ ὁμαλότητός ἐστιν, ὑπὸ δὲ πυρὸς εἰσιόντος καὶ διαλύοντος αὐτὸ τὴν ὁμαλότητα ἀποβάλλει, ταύτην δὲ ἀπολέσαν μετίσχει μᾶλλον κινήσεως, γενόμενον δὲ εὐκίνητον, ὑπὸ τοῦ πλησίον ἀέρος ὠθούμενον καὶ κατατεινόμενον ἐπὶ γῆν, τήκεσθαι μὲν τὴν τῶν ὄγκων καθαίρεσιν, ῥοὴν δὲ τὴν κατάτασιν ἐπὶ γῆν ἐπωνυμίαν ἑκατέρου τοῦ πάθους ἔλαβεν.
Accordingly, we must always place rest in uniformity, and motion in non-uniformity; and the cause of the non-uniform nature lies in inequality. Now we have explained the origin of inequality; but we have not declared how it is that these bodies are not separated according to their several Kinds, and cease not from their motion and passage one through another. Wherefore, we shall once more expound the matter as follows. The revolution of the All, since it comprehends the Kinds, compresses them all, seeing that it is circular and tends naturally to come together to itself; and thus it suffers no void place to be left. Wherefore, fire most of all has permeated all things, and in a second degree air, as it is by nature second in fineness; and so with the rest; for those that have the largest constituent parts have the largest void left in their construction, and those that have the smallest the least. Thus the tightening of the compression forces together the small bodies into the void intervals of the large. Therefore, when small bodies are placed beside large, and the smaller disintegrate the larger while the larger unite the smaller, they all shift up and down towards their own proper regions; for the change in their several sizes causes their position in space also to change. And since in this way and for these reasons the production of non-uniformity is perpetually maintained, it brings about unceasingly, both now and for the future, the perpetual motion of these bodies. In the next place, we must observe that there are many kinds of fire: for example, there is flame; and the kind issuing from flame, which does not burn but supplies light to the eyes; and the kind which, when the flame is quenched, is left behind among the embers. So likewise of air, there is the most translucent kind which is called by the name of aether, and the most opaque which is mist and darkness, and other species without a name, which are produced by reason of the inequality of the triangles. The kinds of water are, primarily, two, the one being the liquid, the other the fusible kind. Now the liquid kind, inasmuch as it partakes of those small particles of water which are unequal, is mobile both in itself and by external force owing to its non-uniformity and the shape of its figure. But the other kind, which is composed of large and uniform particles, is more stable than the first and is heavy, being solidified by its uniformity; but when fire enters and dissolves it, this causes it to abandon its uniformity, and this being lost it partakes more largely in motion; and when it has become mobile it is pushed by the adjacent air and extended upon the earth; and for each of these modifications it has received a descriptive name—“melting” for the disintegration of its masses, and for its extension over the earth “fluidity.”
ΤΙ. πάλιν δʼ ἐκπίπτοντος αὐτόθεν τοῦ πυρός, ἅτε οὐκ εἰς κενὸν ἐξιόντος, ὠθούμενος ὁ πλησίον ἀὴρ εὐκίνητον ὄντα ἔτι τὸν ὑγρὸν ὄγκον εἰς τὰς τοῦ πυρὸς ἕδρας συνωθῶν αὐτὸν αὑτῷ συμμείγνυσιν· ὁ δὲ συνωθούμενος ἀπολαμβάνων τε τὴν ὁμαλότητα πάλιν, ἅτε τοῦ τῆς ἀνωμαλότητος δημιουργοῦ πυρὸς ἀπιόντος, εἰς ταὐτὸν αὑτῷ καθίσταται. καὶ τὴν μὲν τοῦ πυρὸς ἀπαλλαγὴν ψῦξιν, τὴν δὲ σύνοδον ἀπελθόντος ἐκείνου πεπηγὸς εἶναι γένος προσερρήθη. τούτων δὴ πάντων ὅσα χυτὰ προσείπομεν ὕδατα, τὸ μὲν ἐκ λεπτοτάτων καὶ ὁμαλωτάτων πυκνότατον γιγνόμενον, μονοειδὲς γένος, στίλβοντι καὶ ξανθῷ χρώματι κοινωθέν, τιμαλφέστατον κτῆμα χρυσὸς ἠθημένος διὰ πέτρας ἐπάγη· χρυσοῦ δὲ ὄζος, διὰ πυκνότητα σκληρότατον ὂν καὶ μελανθέν, ἀδάμας ἐκλήθη. τὸ δʼ ἐγγὺς μὲν χρυσοῦ τῶν μερῶν, εἴδη δὲ πλείονα ἑνὸς ἔχον, πυκνότητι δέ, τῇ μὲν χρυσοῦ πυκνότερον ὄν, καὶ γῆς μόριον ὀλίγον καὶ λεπτὸν μετασχόν, ὥστε σκληρότερον εἶναι, τῷ δὲ μεγάλα ἐντὸς αὑτοῦ διαλείμματα ἔχειν κουφότερον, τῶν λαμπρῶν πηκτῶν τε ἓν γένος ὑδάτων χαλκὸς συσταθεὶς γέγονεν· τὸ δʼ ἐκ γῆς αὐτῷ μειχθέν, ὅταν παλαιουμένω διαχωρίζησθον πάλιν ἀπʼ ἀλλήλων, ἐκφανὲς καθʼ αὑτὸ γιγνόμενον ἰὸς λέγεται. τἆλλα δὲ τῶν τοιούτων οὐδὲν ποικίλον ἔτι διαλογίσασθαι τὴν τῶν εἰκότων μύθων μεταδιώκοντα ἰδέαν· ἣν ὅταν τις ἀναπαύσεως ἕνεκα τοὺς περὶ τῶν ὄντων ἀεὶ καταθέμενος λόγους, τοὺς γενέσεως πέρι διαθεώμενος εἰκότας ἀμεταμέλητον ἡδονὴν κτᾶται, μέτριον ἂν ἐν τῷ βίῳ παιδιὰν καὶ φρόνιμον ποιοῖτο. ταύτῃ δὴ καὶ τὰ νῦν ἐφέντες τὸ μετὰ τοῦτο τῶν αὐτῶν πέρι τὰ ἑξῆς εἰκότα δίιμεν τῇδε. τὸ πυρὶ μεμειγμένον ὕδωρ, ὅσον λεπτὸν ὑγρόν τε διὰ τὴν κίνησιν καὶ τὴν ὁδὸν ἣν κυλινδούμενον ἐπὶ γῆς ὑγρὸν λέγεται, μαλακόν τε αὖ τῷ τὰς βάσεις ἧττον ἑδραίους οὔσας ἢ τὰς γῆς ὑπείκειν, τοῦτο ὅταν πυρὸς ἀποχωρισθὲν ἀέρος τε μονωθῇ, γέγονεν μὲν ὁμαλώτερον, συνέωσται δὲ ὑπὸ τῶν ἐξιόντων εἰς αὑτό, παγέν τε οὕτως τὸ μὲν ὑπὲρ γῆς μάλιστα παθὸν ταῦτα χάλαζα, τὸ δʼ ἐπὶ γῆς κρύσταλλος, τὸ δὲ ἧττον, ἡμιπαγές τε ὂν ἔτι, τὸ μὲν ὑπὲρ γῆς αὖ χιών, τὸ δʼ ἐπὶ γῆς συμπαγὲν ἐκ δρόσου γενόμενον πάχνη λέγεται.
Again, since the fire on issuing from the water does not pass into a void but presses on the adjacent air, this in turn compresses the liquid mass which is still mobile into the abodes of the fire and combines it with itself; and the mass, being this, is compressed and recovering again its uniformity, because of the departure of the fire, the author of its non-uniformity, returns to its state of self-identity. And this cessation of the fire is termed “cooling,” and the combination which follows on its departure “solidification.” Of all the kinds of water which we have termed “fusible,” the densest is produced from the finest and most uniform particles: this is a kind of unique form, tinged with a glittering and yellow hue, even that most precious of possessions, “gold,” which has been strained through stones and solidified. And the off-shoot of gold, which is very hard because of its density and black in color, is called “adamant.” And the kind which closely resembles gold in its particles but has more forms than one, and in density is more dense than gold, and partakes of small and fine portions of earth so that it is harder, while it is also lighter owing to its having large interstices within it,—this particular kind of the bright and solid waters, being compounded thus, is termed “bronze.” And the portion of earth that is mixed therewith becomes distinct by itself, when both grow old and separate again-each from the other; and then it is named “rust.” And the rest of such phenomena it is no longer difficult to explain in full, if one aims at framing a description that is probable. For as regards this, whenever for the sake of recreation a man lays aside arguments concerning eternal Realities and considers probable accounts of Becoming, gaining thereby a pleasure not to be repented of, he provides for his life a pastime that is both moderate and sensible. To this pastime let us now give free play, and proceed to expound in order the subsequent probabilities concerning these same phenomena in the following way. The water that is mixed with fire, which is fine and fluid, is termed “fluid,” owing to its motion and the way it rolls over the earth. Also it is soft owing to the fact that its bases, being less stable than those of earth, give way. When this kind is separated off from fire and air and isolated it becomes more uniform, but because of their outflow it is compressed upon itself; and when it is thus solidified, the part of it above the earth which is most affected by this process is termed “hail,” and the part upon the earth “ice” and the part which is less affected and is still only half-solid is called snow when it is above the earth, but when it is upon the earth and solidified out of dew it is called “hoar-frost.”
ΤΙ. τὰ δὲ δὴ πλεῖστα ὑδάτων εἴδη μεμειγμένα ἀλλήλοις—σύμπαν μὲν τὸ γένος, διὰ τῶν ἐκ γῆς φυτῶν ἠθημένα, χυμοὶ λεγόμενοι—διὰ δὲ τὰς μείξεις ἀνομοιότητα ἕκαστοι σχόντες τὰ μὲν ἄλλα πολλὰ ἀνώνυμα γένη παρέσχοντο, τέτταρα δὲ ὅσα ἔμπυρα εἴδη, διαφανῆ μάλιστα γενόμενα, εἴληφεν ὀνόματα αὐτῶν, τὸ μὲν τῆς ψυχῆς μετὰ τοῦ σώματος θερμαντικὸν οἶνος, τὸ δὲ λεῖον καὶ διακριτικὸν ὄψεως διὰ ταῦτά τε ἰδεῖν λαμπρὸν καὶ στίλβον λιπαρόν τε φανταζόμενον ἐλαιηρὸν εἶδος, πίττα καὶ κίκι καὶ ἔλαιον αὐτὸ ὅσα τʼ ἄλλα τῆς αὐτῆς δυνάμεως· ὅσον δὲ διαχυτικὸν μέχρι φύσεως τῶν περὶ τὸ στόμα συνόδων, ταύτῃ τῇ δυνάμει γλυκύτητα παρεχόμενον, μέλι τὸ κατὰ πάντων μάλιστα πρόσρημα ἔσχεν, τὸ δὲ τῆς σαρκὸς διαλυτικὸν τῷ κάειν, ἀφρῶδες γένος, ἐκ πάντων ἀφορισθὲν τῶν χυμῶν, ὀπὸς ἐπωνομάσθη. γῆς δὲ εἴδη, τὸ μὲν ἠθημένον διὰ ὕδατος τοιῷδε τρόπῳ γίγνεται σῶμα λίθινον. τὸ συμμιγὲς ὕδωρ ὅταν ἐν τῇ συμμείξει κοπῇ, μετέβαλεν εἰς ἀέρος ἰδέαν· γενόμενος δὲ ἀὴρ εἰς τὸν ἑαυτοῦ τόπον ἀναθεῖ. κενὸν δʼ ὑπερεῖχεν αὐτῶν οὐδέν· τὸν οὖν πλησίον ἔωσεν ἀέρα. ὁ δὲ ἅτε ὢν βαρύς, ὠσθεὶς καὶ περιχυθεὶς τῷ τῆς γῆς ὄγκῳ, σφόδρα ἔθλιψεν συνέωσέν τε αὐτὸν εἰς τὰς ἕδρας ὅθεν ἀνῄει ὁ νέος ἀήρ· συνωσθεῖσα δὲ ὑπὸ ἀέρος ἀλύτως ὕδατι γῆ συνίσταται πέτρα, καλλίων μὲν ἡ τῶν ἴσων καὶ ὁμαλῶν διαφανὴς μερῶν, αἰσχίων δὲ ἡ ἐναντία. τὸ δὲ ὑπὸ πυρὸς τάχους τὸ νοτερὸν πᾶν ἐξαρπασθὲν καὶ κραυρότερον ἐκείνου συστάν, ᾧ γένει κέραμον ἐπωνομάκαμεν, τοῦτο γέγονεν· ἔστιν δὲ ὅτε νοτίδος ὑπολειφθείσης χυτὴ γῆ γενομένη διὰ πυρὸς ὅταν ψυχθῇ, γίγνεται τὸ μέλαν χρῶμα ἔχον λίθος. τὼ δʼ αὖ κατὰ ταὐτὰ μὲν ταῦτα ἐκ συμμείξεως ὕδατος ἀπομονουμένω πολλοῦ, λεπτοτέρων δὲ ἐκ γῆς μερῶν ἁλμυρώ τε ὄντε, ἡμιπαγῆ γενομένω καὶ λυτὼ πάλιν ὑφʼ ὕδατος, τὸ μὲν ἐλαίου καὶ γῆς καθαρτικὸν γένος λίτρον, τὸ δʼ εὐάρμοστον ἐν ταῖς κοινωνίαις ταῖς περὶ τὴν τοῦ στόματος αἴσθησιν ἁλῶν κατὰ λόγον [νόμου] θεοφιλὲς σῶμα ἐγένετο. τὰ δὲ κοινὰ ἐξ ἀμφοῖν ὕδατι μὲν οὐ λυτά, πυρὶ δέ, διὰ τὸ τοιόνδε οὕτω συμπήγνυται. γῆς ὄγκους πῦρ μὲν ἀήρ τε οὐ τήκει· τῆς γὰρ συστάσεως τῶν διακένων αὐτῆς σμικρομερέστερα πεφυκότα, διὰ πολλῆς εὐρυχωρίας ἰόντα, οὐ βιαζόμενα, ἄλυτον αὐτὴν ἐάσαντα ἄτηκτον παρέσχεν· τὰ δὲ ὕδατος ἐπειδὴ μείζω πέφυκεν μέρη, βίαιον ποιούμενα τὴν διέξοδον, λύοντα αὐτὴν τήκει.
Now as regards most forms of water that are intermingled one with another, the kind as a whole, consisting of water that has been strained through earth-grown plants, is called “sap”; but inasmuch as the several sorts have become dissimilar owing to intermixture, most of the kinds thus produced are unnamed. Four of these kinds, however, being fiery and specially conspicuous, have received names. Of these, that which is heating to the soul as well as the body is called “wine”; that which is smooth and divisive of the vision, and therefore bright to look upon and gleaming and glistening in appearance, is the species “oil,” including pitch and castor oil and olive oil itself and all the others that are of the same character; and all that kind which tends to expand the contracted parts of the mouth, so far as their nature allows, and by this property produces sweetness, has received as a general designation the name of “honey”; and the foamy kind, which tends to dissolve the flesh by burning, and is secreted from all the saps, is named “verjuice.” Of the species of earth, that which is strained through water becomes a stony substance in the following way. When the water commingled therewith is divided in the process of mingling, it changes into the form of air; and when it has become air it rushes up to its own region; but because there was no void space above them, therefore it pressed against the adjacent air; and it, being heavy, when pressed and poured round the mass of earth, crushed it forcibly and compressed it into the spaces from which the new air was ascending. But when earth is thus compressed by the air so as to be indissoluble by water it forms “stone”; of which the fairer sort is that composed of equal and uniform parts and transparent, and the coarser sort the opposite. That kind from which all the moisture has been carried off by the rapidity of fire, and which is more brittle in its composition than the first kind, is the kind to which we have given the name of “earthenware.” But sometimes, when moisture is still left in the earth and it has been fused by fire and has cooled again, it forms the species which is black in hue. On the other hand there are two kinds, which, in exactly the same manner, are isolated after the mixture from much of their water, but are composed of finer parts of earth, and are saline: when these have become semi-solid and soluble again by water, one of them is purgative of oil and earth and forms the species called “lye”; and the other, which blends well with the combinations which affect the sensation of the mouth, is that substance which is customarily termed “beloved of the gods,” namely “salt.” As regards the kinds which are a blend of these two, and are dissoluble by fire and not by water, their composition is due to the following cause. Fire and air do not melt masses of earth; for, inasmuch as their particles are smaller then the interstices of its structure, they have room to pass through without forcible effort and leave the earth undissolved, with the result that it remains unmelted; whereas the particles of water, being larger, must use force to make their way out, and consequently dissolve and melt the earth.