Plato · Timaeus Τίμαιος

Plato, Timaeus 23a–25e: Athens nine thousand years ago and the island of Atlantis

The priest says that Athena founded Athens a thousand years before Egypt, from the seed of Ge and Hephaestus, and that the Egyptian records describe the laws and exploits of that Athens 9,000 years ago. The city had a class of warriors separated from the rest, and was devoted to wisdom, and its women and men practised the same pursuits. The priest tells of a great host that came out of the Atlantic Ocean from an island larger than Libya and Asia together, lying in front of the Pillars of Heracles, and that threatened Europe and Asia. Athens stopped the invasion alone, and afterwards earthquakes and floods in a single day and night swallowed the warriors and made the island of Atlantis disappear into the sea.

Sections 23a–25e · 1397 words · click a number to copy its link

ΚΡ. ««ὅθεν καὶ διʼ ἃς αἰτίας τἀνθάδε σῳζόμενα λέγεται παλαιότατα· τὸ δὲ ἀληθές, ἐν πᾶσιν τοῖς τόποις ὅπου μὴ χειμὼν ἐξαίσιος ἢ καῦμα ἀπείργει, πλέον, τοτὲ δὲ ἔλαττον ἀεὶ γένος ἐστὶν ἀνθρώπων. ὅσα δὲ ἢ παρʼ ὑμῖν ἢ τῇδε ἢ καὶ κατʼ ἄλλον τόπον ὧν ἀκοῇ ἴσμεν, εἴ πού τι καλὸν ἢ μέγα γέγονεν ἢ καί τινα διαφορὰν ἄλλην ἔχον, πάντα γεγραμμένα ἐκ παλαιοῦ τῇδʼ ἐστὶν ἐν τοῖς ἱεροῖς καὶ σεσωσμένα· τὰ δὲ παρʼ ὑμῖν καὶ τοῖς ἄλλοις ἄρτι κατεσκευασμένα ἑκάστοτε τυγχάνει γράμμασι καὶ ἅπασιν ὁπόσων πόλεις δέονται, καὶ πάλιν διʼ εἰωθότων ἐτῶν ὥσπερ νόσημα ἥκει φερόμενον αὐτοῖς ῥεῦμα οὐράνιον καὶ τοὺς ἀγραμμάτους τε καὶ ἀμούσους ἔλιπεν ὑμῶν, ὥστε πάλιν ἐξ ἀρχῆς οἷον νέοι γίγνεσθε, οὐδὲν εἰδότες οὔτε τῶν τῇδε οὔτε τῶν παρʼ ὑμῖν, ὅσα ἦν ἐν τοῖς παλαιοῖς χρόνοις. τὰ γοῦν νυνδὴ γενεαλογηθέντα, ὦ Σόλων, περὶ τῶν παρʼ ὑμῖν ἃ διῆλθες, παίδων βραχύ τι διαφέρει μύθων, οἳ πρῶτον μὲν ἕνα γῆς κατακλυσμὸν μέμνησθε πολλῶν ἔμπροσθεν γεγονότων, ἔτι δὲ τὸ κάλλιστον καὶ ἄριστον γένος ἐπʼ ἀνθρώπους ἐν τῇ χώρᾳ παρʼ ὑμῖν οὐκ ἴστε γεγονός, ἐξ ὧν σύ τε καὶ πᾶσα ἡ πόλις ἔστιν τὰ νῦν ὑμῶν, περιλειφθέντος ποτὲ σπέρματος βραχέος, ἀλλʼ ὑμᾶς λέληθεν διὰ τὸ τοὺς περιγενομένους ἐπὶ πολλὰς γενεὰς γράμμασιν τελευτᾶν ἀφώνους. ἦν γὰρ δή ποτε, ὦ Σόλων, ὑπὲρ τὴν μεγίστην φθορὰν ὕδασιν ἡ νῦν Ἀθηναίων οὖσα πόλις ἀρίστη πρός τε τὸν πόλεμον καὶ κατὰ πάντα εὐνομωτάτη διαφερόντως· ᾗ κάλλιστα ἔργα καὶ πολιτεῖαι γενέσθαι λέγονται κάλλισται πασῶν ὁπόσων ὑπὸ τὸν οὐρανὸν ἡμεῖς ἀκοὴν παρεδεξάμεθα.» ἀκούσας οὖν ὁ Σόλων ἔφη θαυμάσαι καὶ πᾶσαν προθυμίαν σχεῖν δεόμενος τῶν ἱερέων πάντα διʼ ἀκριβείας οἱ τὰ περὶ τῶν πάλαι πολιτῶν ἑξῆς διελθεῖν. τὸν οὖν ἱερέα φάναι· «φθόνος οὐδείς, ὦ Σόλων, ἀλλὰ σοῦ τε ἕνεκα ἐρῶ καὶ τῆς πόλεως ὑμῶν, μάλιστα δὲ τῆς θεοῦ χάριν, ἣ τήν τε ὑμετέραν καὶ τήνδε ἔλαχεν καὶ ἔθρεψεν καὶ ἐπαίδευσεν, προτέραν μὲν τὴν παρʼ ὑμῖν ἔτεσιν χιλίοις, ἐκ Γῆς τε καὶ Ἡφαίστου τὸ σπέρμα παραλαβοῦσα ὑμῶν, τήνδε δὲ ὑστέραν. τῆς δὲ ἐνθάδε διακοσμήσεως παρʼ ἡμῖν ἐν τοῖς ἱεροῖς γράμμασιν ὀκτακισχιλίων ἐτῶν ἀριθμὸς γέγραπται. περὶ δὴ τῶν ἐνακισχίλια γεγονότων ἔτη πολιτῶν σοι δηλώσω διὰ βραχέων νόμους, καὶ τῶν ἔργων αὐτοῖς ὃ κάλλιστον ἐπράχθη·»»

“‘Hence it is, for these reasons, that what is here preserved is reckoned to be most ancient; the truth being that in every place where there is no excessive heat or cold to prevent it there always exists some human stock, now more, now less in number. And if any event has occurred that is noble or great or in any way conspicuous, whether it be in your country or in ours or in some other place of which we know by report, all such events are recorded from of old and preserved here in our temples; whereas your people and the others are but newly equipped, every time, with letters and all such arts as civilized States require and when, after the usual interval of years, like a plague, the flood from heaven comes sweeping down afresh upon your people, it leaves none of you but the unlettered and uncultured, so that you become young as ever, with no knowledge of all that happened in old times in this land or in your own. Certainly the genealogies which you related just now, Solon, concerning the people of your country, are little better than children’s tales; for, in the first place, you remember but one deluge, though many had occurred previously; and next, you are ignorant of the fact that the noblest and most perfect race amongst men were born in the land where you now dwell, and from them both you yourself are sprung and the whole of your existing city, out of some little seed that chanced to be left over; but this has escaped your notice because for many generations the survivors died with no power to express themselves in writing. For verily at one time, Solon, before the greatest destruction by water, what is now the Athenian State was the bravest in war and supremely well organized also in all other respects. It is said that it possessed the most splendid works of art and the noblest polity of any nation under heaven of which we have heard tell.’ Upon hearing this, Solon said that he marvelled, and with the utmost eagerness requested the priest to recount for him in order and exactly all the facts about those citizens of old. The priest then said: ‘I begrudge you not the story, Solon; nay, I will tell it, both for your own sake and that of your city, and most of all for the sake of the Goddess who has adopted for her own both your land and this of ours, and has nurtured and trained them,—yours first by the space of a thousand years, when she had received the seed of you from Ge and Hephaestus, and after that ours. And the duration of our civilization as set down in our sacred writings is 8000 years. Of the citizens, then, who lived 9000 years ago, I will declare to you briefly certain of their laws and the noblest of the deeds they performed:’”

ΚΡ. ««τὸ δʼ ἀκριβὲς περὶ πάντων ἐφεξῆς εἰς αὖθις κατὰ σχολὴν αὐτὰ τὰ γράμματα λαβόντες διέξιμεν. τοὺς μὲν οὖν νόμους σκόπει πρὸς τοὺς τῇδε· πολλὰ γὰρ παραδείγματα τῶν τότε παρʼ ὑμῖν ὄντων ἐνθάδε νῦν ἀνευρήσεις, πρῶτον μὲν τὸ τῶν ἱερέων γένος ἀπὸ τῶν ἄλλων χωρὶς ἀφωρισμένον, μετὰ δὲ τοῦτο τὸ τῶν δημιουργῶν, ὅτι καθʼ αὑτὸ ἕκαστον ἄλλῳ δὲ οὐκ ἐπιμειγνύμενον δημιουργεῖ, τό τε τῶν νομέων καὶ τὸ τῶν θηρευτῶν τό τε τῶν γεωργῶν. καὶ δὴ καὶ τὸ μάχιμον γένος ᾔσθησαί που τῇδε ἀπὸ πάντων τῶν γενῶν κεχωρισμένον, οἷς οὐδὲν ἄλλο πλὴν τὰ περὶ τὸν πόλεμον ὑπὸ τοῦ νόμου προσετάχθη μέλειν· ἔτι δὲ ἡ τῆς ὁπλίσεως αὐτῶν σχέσις ἀσπίδων καὶ δοράτων, οἷς ἡμεῖς πρῶτοι τῶν περὶ τὴν Ἀσίαν ὡπλίσμεθα, τῆς θεοῦ καθάπερ ἐν ἐκείνοις τοῖς τόποις παρʼ ὑμῖν πρώτοις ἐνδειξαμένης. τὸ δʼ αὖ περὶ τῆς φρονήσεως, ὁρᾷς που τὸν νόμον τῇδε ὅσην ἐπιμέλειαν ἐποιήσατο εὐθὺς κατʼ ἀρχὰς περί τε τὸν κόσμον, ἅπαντα μέχρι μαντικῆς καὶ ἰατρικῆς πρὸς ὑγίειαν ἐκ τούτων θείων ὄντων εἰς τὰ ἀνθρώπινα ἀνευρών, ὅσα τε ἄλλα τούτοις ἕπεται μαθήματα πάντα κτησάμενος. ταύτην οὖν δὴ τότε σύμπασαν τὴν διακόσμησιν καὶ σύνταξιν ἡ θεὸς προτέρους ὑμᾶς διακοσμήσασα κατῴκισεν, ἐκλεξαμένη τὸν τόπον ἐν ᾧ γεγένησθε, τὴν εὐκρασίαν τῶν ὡρῶν ἐν αὐτῷ κατιδοῦσα, ὅτι φρονιμωτάτους ἄνδρας οἴσοι· ἅτε οὖν φιλοπόλεμός τε καὶ φιλόσοφος ἡ θεὸς οὖσα τὸν προσφερεστάτους αὐτῇ μέλλοντα οἴσειν τόπον ἄνδρας, τοῦτον ἐκλεξαμένη πρῶτον κατῴκισεν. ᾠκεῖτε δὴ οὖν νόμοις τε τοιούτοις χρώμενοι καὶ ἔτι μᾶλλον εὐνομούμενοι πάσῃ τε παρὰ πάντας ἀνθρώπους ὑπερβεβληκότες ἀρετῇ, καθάπερ εἰκὸς γεννήματα καὶ παιδεύματα θεῶν ὄντας. πολλὰ μὲν οὖν ὑμῶν καὶ μεγάλα ἔργα τῆς πόλεως τῇδε γεγραμμένα θαυμάζεται, πάντων μὴν ἓν ὑπερέχει μεγέθει καὶ ἀρετῇ· λέγει γὰρ τὰ γεγραμμένα ὅσην ἡ πόλις ὑμῶν ἔπαυσέν ποτε δύναμιν ὕβρει πορευομένην ἅμα ἐπὶ πᾶσαν Εὐρώπην καὶ Ἀσίαν, ἔξωθεν ὁρμηθεῖσαν ἐκ τοῦ Ἀτλαντικοῦ πελάγους.»»

“‘ the full account in precise order and detail we shall go through later at our leisure, taking the actual writings. To get a view of their laws, look at the laws here; for you will find existing here at the present time many examples of the laws which then existed in your city. You see, first, how the priestly class is separated off from the rest; next, the class of craftsmen, of which each sort works by itself without mixing with any other; then the classes of shepherds, hunters, and farmers, each distinct and separate. Moreover, the military class here, as no doubt you have noticed, is kept apart from all the other classes, being enjoined by the law to devote itself solely to the work of training for war. A further feature is the character of their equipment with shields and spears; for we were the first of the peoples of Asia to adopt these weapons, it being the Goddess who instructed us, even as she instructed you first of all the dwellers in yonder lands. Again, with regard to wisdom, you perceive, no doubt, the law here—how much attention it has devoted from the very beginning to the Cosmic Order, by discovering all the effects which the divine causes produce upon human life, down to divination and the art of medicine which aims at health, and by its mastery also of all the other subsidiary studies. So when, at that time, the Goddess had furnished you, before all others, with all this orderly and regular system, she established your State, choosing the spot wherein you were born since she perceived therein a climate duly blended, and how that it would bring forth men of supreme wisdom. So it was that the Goddess, being herself both a lover of war and a lover of wisdom, chose the spot which was likely to bring forth men most like unto herself, and this first she established. Wherefore you lived under the rule of such laws as these,—yea, and laws still better,—and you surpassed all men in every virtue, as became those who were the offspring and nurslings of gods. Many, in truth, and great are the achievements of your State, which are a marvel to men as they are here recorded; but there is one which stands out above all both for magnitude and for nobleness. For it is related in our records how once upon a time your State stayed the course of a mighty host, which, starting from a distant point in the Atlantic ocean, was insolently advancing to attack the whole of Europe, and Asia to boot.’”

ΚΡ. ««τότε γὰρ πορεύσιμον ἦν τὸ ἐκεῖ πέλαγος· νῆσον γὰρ πρὸ τοῦ στόματος εἶχεν ὃ καλεῖτε, ὥς φατε, ὑμεῖς Ἡρακλέους στήλας, ἡ δὲ νῆσος ἅμα Λιβύης ἦν καὶ Ἀσίας μείζων, ἐξ ἧς ἐπιβατὸν ἐπὶ τὰς ἄλλας νήσους τοῖς τότε ἐγίγνετο πορευομένοις, ἐκ δὲ τῶν νήσων ἐπὶ τὴν καταντικρὺ πᾶσαν ἤπειρον τὴν περὶ τὸν ἀληθινὸν ἐκεῖνον πόντον. τάδε μὲν γάρ, ὅσα ἐντὸς τοῦ στόματος οὗ λέγομεν, φαίνεται λιμὴν στενόν τινα ἔχων εἴσπλουν· ἐκεῖνο δὲ πέλαγος ὄντως ἥ τε περιέχουσα αὐτὸ γῆ παντελῶς ἀληθῶς ὀρθότατʼ ἂν λέγοιτο ἤπειρος. ἐν δὲ δὴ τῇ Ἀτλαντίδι νήσῳ ταύτῃ μεγάλη συνέστη καὶ θαυμαστὴ δύναμις βασιλέων, κρατοῦσα μὲν ἁπάσης τῆς νήσου, πολλῶν δὲ ἄλλων νήσων καὶ μερῶν τῆς ἠπείρου· πρὸς δὲ τούτοις ἔτι τῶν ἐντὸς τῇδε Λιβύης μὲν ἦρχον μέχρι πρὸς Αἴγυπτον, τῆς δὲ Εὐρώπης μέχρι Τυρρηνίας. αὕτη δὴ πᾶσα συναθροισθεῖσα εἰς ἓν ἡ δύναμις τόν τε παρʼ ὑμῖν καὶ τὸν παρʼ ἡμῖν καὶ τὸν ἐντὸς τοῦ στόματος πάντα τόπον μιᾷ ποτὲ ἐπεχείρησεν ὁρμῇ δουλοῦσθαι. τότε οὖν ὑμῶν, ὦ Σόλων, τῆς πόλεως ἡ δύναμις εἰς ἅπαντας ἀνθρώπους διαφανὴς ἀρετῇ τε καὶ ῥώμῃ ἐγένετο· πάντων γὰρ προστᾶσα εὐψυχίᾳ καὶ τέχναις ὅσαι κατὰ πόλεμον, τὰ μὲν τῶν Ἑλλήνων ἡγουμένη, τὰ δʼ αὐτὴ μονωθεῖσα ἐξ ἀνάγκης τῶν ἄλλων ἀποστάντων, ἐπὶ τοὺς ἐσχάτους ἀφικομένη κινδύνους, κρατήσασα μὲν τῶν ἐπιόντων τρόπαιον ἔστησεν, τοὺς δὲ μήπω δεδουλωμένους διεκώλυσεν δουλωθῆναι, τοὺς δʼ ἄλλους, ὅσοι κατοικοῦμεν ἐντὸς ὅρων Ἡρακλείων, ἀφθόνως ἅπαντας ἠλευθέρωσεν. ὑστέρῳ δὲ χρόνῳ σεισμῶν ἐξαισίων καὶ κατακλυσμῶν γενομένων, μιᾶς ἡμέρας καὶ νυκτὸς χαλεπῆς ἐπελθούσης, τό τε παρʼ ὑμῖν μάχιμον πᾶν ἁθρόον ἔδυ κατὰ γῆς, ἥ τε Ἀτλαντὶς νῆσος ὡσαύτως κατὰ τῆς θαλάττης δῦσα ἠφανίσθη· διὸ καὶ νῦν ἄπορον καὶ ἀδιερεύνητον γέγονεν τοὐκεῖ πέλαγος, πηλοῦ κάρτα βραχέος ἐμποδὼν ὄντος, ὃν ἡ νῆσος ἱζομένη παρέσχετο.»» τὰ μὲν δὴ ῥηθέντα, ὦ Σώκρατες, ὑπὸ τοῦ παλαιοῦ Κριτίου κατʼ ἀκοὴν τὴν Σόλωνος, ὡς συντόμως εἰπεῖν, ἀκήκοας· λέγοντος δὲ δὴ χθὲς σοῦ περὶ πολιτείας τε καὶ τῶν ἀνδρῶν οὓς ἔλεγες, ἐθαύμαζον ἀναμιμνῃσκόμενος αὐτὰ ἃ νῦν λέγω, κατανοῶν ὡς δαιμονίως ἔκ τινος τύχης οὐκ ἄπο σκοποῦ συνηνέχθης τὰ πολλὰ οἷς Σόλων εἶπεν.

“‘ For the ocean there was at that time navigable; for in front of the mouth which you Greeks call, as you say, ’the pillars of Heracles,’ there lay an island which was larger than Libya and Asia together; and it was possible for the travellers of that time to cross from it to the other islands, and from the islands to the whole of the continent over against them which encompasses that veritable ocean. For all that we have here, lying within the mouth of which we speak, is evidently a haven having a narrow entrance; but that yonder is a real ocean, and the land surrounding it may most rightly be called, in the fullest and truest sense, a continent. Now in this island of Atlantis there existed a confederation of kings, of great and marvellous power, which held sway over all the island, and over many other islands also and parts of the continent; and, moreover, of the lands here within the Straits they ruled over Libya as far as Egypt, and over Europe as far as Tuscany. So this host, being all gathered together, made an attempt one time to enslave by one single onslaught both your country and ours and the whole of the territory within the Straits. And then it was, Solon, that the manhood of your State showed itself conspicuous for valor and might in the sight of all the world. For it stood pre-eminent above all in gallantry and all warlike arts, and acting partly as leader of the Greeks, and partly standing alone by itself when deserted by all others, after encountering the deadliest perils, it defeated the invaders and reared a trophy; whereby it saved from slavery such as were not as yet enslaved, and all the rest of us who dwell within the bounds of Heracles it ungrudgingly set free. But at a later time there occurred portentous earthquakes and floods, and one grievous day and night befell them, when the whole body of your warriors was swallowed up by the earth, and the island of Atlantis in like manner was swallowed up by the sea and vanished; wherefore also the ocean at that spot has now become impassable and unsearchable, being blocked up by the shoal mud which the island created as it settled down.’” You have now heard, Socrates, in brief outline, the account given by the elder Critias of what he heard from Solon; and when you were speaking yesterday about the State and the citizens you were describing, I marvelled as I called to mind the facts I am now relating, reflecting what a strange piece of fortune it was that your description coincided so exactly for the most part with Solon’s account.

People and places in this passage

English translation by Robert Gregg Bury (1929). Original text: Robert Gregg Bury (trans.), Plato IX: Timaeus, Critias, Cleitophon, Menexenus, Epistles, Loeb Classical Library, Cambridge, MA: Harvard University Press; London: William Heinemann, 1929; Greek text: John Burnet, Platonis Opera, Oxford Classical Texts (as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.