Plato · Cratylus Κρατύλος

Plato, Cratylus 409a–412e: Sun, moon and stars, the elements, the seasons and the names of wisdom

Socrates explains the names of the sun, of the moon (Selene), whose name seems to anticipate the doctrine of Anaxagoras that the moon receives its light from the sun, and of the month and the stars. He explains fire, water, air and aether, and the seasons and the two words for year, as names formed from words for light, shining, flowing and the like. He suggests that the word pyr (fire) is probably foreign, since the Phrygians have almost the same word, as they do for water and dog. Hermogenes then asks about the names of the noble qualities, and Socrates takes understanding, knowledge, wisdom and self-restraint, each of which he explains by the flowing or moving that the namegivers saw in things.

Sections 409a–412e · 1599 words · click a number to copy its link

ΣΩ. ἔοικε τοίνυν κατάδηλον γενόμενον ἂν μᾶλλον εἰ τῷ Δωρικῷ τις ὀνόματι χρῷτο— «ἅλιον» γὰρ καλοῦσιν οἱ Δωριῆς— «ἅλιος» οὖν εἴη μὲν ἂν κατὰ τὸ ἁλίζειν εἰς ταὐτὸν τοὺς ἀνθρώπους ἐπειδὰν ἀνατείλῃ, εἴη δʼ ἂν καὶ τῷ περὶ τὴν γῆν ἀεὶ εἱλεῖν ἰών, ἐοίκοι δʼ ἂν καὶ ὅτι ποικίλλει ἰὼν τὰ γιγνόμενα ἐκ τῆς γῆς· τὸ δὲ ποικίλλειν καὶ αἰολεῖν ταὐτόν.

ΕΡΜ. τί δὲ ἡ «σελήνη»;

ΣΩ. τοῦτο δὲ τὸ ὄνομα φαίνεται τὸν Ἀναξαγόραν πιέζειν.

ΕΡΜ. τί δή;

ΣΩ. ἔοικε δηλοῦντι παλαιότερον ὃ ἐκεῖνος νεωστὶ ἔλεγεν, ὅτι ἡ σελήνη ἀπὸ τοῦ ἡλίου ἔχει τὸ φῶς.

ΕΡΜ. πῶς δή;

ΣΩ. τὸ μέν που «σέλας» καὶ τὸ «φῶς» ταὐτόν.

ΕΡΜ. ναί.

ΣΩ. νέον δέ που καὶ ἕνον ἀεί ἐστι περὶ τὴν σελήνην τοῦτο τὸ φῶς, εἴπερ ἀληθῆ οἱ Ἀναξαγόρειοι λέγουσιν· κύκλῳ γάρ που ἀεὶ αὐτὴν περιιὼν νέον ἀεὶ ἐπιβάλλει, ἕνον δὲ ὑπάρχει τὸ τοῦ προτέρου μηνός.

ΕΡΜ. πάνυ γε.

ΣΩ. «Σελαναίαν» δέ γε καλοῦσιν αὐτὴν πολλοί.

ΕΡΜ. πάνυ γε.

ΣΩ. ὅτι δὲ σέλας νέον καὶ ἕνον ἔχει ἀεί, «Σελαενονεοάεια» μὲν δικαιότατʼ ἂν [τῶν] ὀνομάτων καλοῖτο, συγκεκροτημένον δὲ «Σελαναία» κέκληται.

ΕΡΜ. διθυραμβῶδές γε τοῦτο τοὔνομα, ὦ Σώκρατες. ἀλλὰ τὸν μῆνα καὶ τὰ ἄστρα πῶς λέγεις;

ΣΩ. ὁ μὲν «μεὶς» ἀπὸ τοῦ μειοῦσθαι εἴη ἂν «μείης» ὀρθῶς κεκλημένος, τὰ δʼ «ἄστρα» ἔοικε τῆς ἀστραπῆς ἐπωνυμίαν ἔχειν. ἡ δὲ «ἀστραπή,» ὅτι τὰ ὦπα ἀναστρέφει, «ἀναστρωπὴ» ἂν εἴη, νῦν δὲ «ἀστραπὴ» καλλωπισθεῖσα κέκληται.

ΕΡΜ. τί δὲ τὸ πῦρ καὶ τὸ ὕδωρ;

ΣΩ. τὸ «πῦρ» ἀπορῶ· καὶ κινδυνεύει ἤτοι ἡ τοῦ Εὐθύφρονός με μοῦσα ἐπιλελοιπέναι, ἢ τοῦτό τι παγχάλεπον εἶναι. σκέψαι οὖν ἣν εἰσάγω μηχανὴν ἐπὶ πάντα τὰ τοιαῦτα ἃ ἂν ἀπορῶ.

ΕΡΜ. τίνα δή;

ΣΩ. ἐγώ σοι ἐρῶ. ἀπόκριναι γάρ μοι· ἔχοις ἂν εἰπεῖν πῦρ κατὰ τίνα τρόπον καλεῖται;

ΕΡΜ. μὰ Δίʼ οὐκ ἔγωγε.

ΣΩ. σκέψαι δὴ ὃ ἐγὼ ὑποπτεύω περὶ αὐτοῦ. ἐννοῶ γὰρ ὅτι πολλὰ οἱ Ἕλληνες ὀνόματα ἄλλως τε καὶ οἱ ὑπὸ τοῖς βαρβάροις οἰκοῦντες παρὰ τῶν βαρβάρων εἰλήφασιν.

ΕΡΜ. τί οὖν δή;

ΣΩ. εἴ τις ζητοῖ ταῦτα κατὰ τὴν Ἑλληνικὴν φωνὴν ὡς εἰκότως κεῖται, ἀλλὰ μὴ κατʼ ἐκείνην ἐξ ἧς τὸ ὄνομα τυγχάνει ὄν, οἶσθα ὅτι ἀποροῖ ἄν.

ΕΡΜ. εἰκότως γε.

Socrates. I think it would be clearer if we were to use the Doric form of the name. The Dorians call it Ἅλιος. Now ἅλιος might be derived from collecting (ἁλίζειν) men when he rises, or because he always turns (ἀεὶ εἱλεῖν) about the earth in his course, or because he variegates the products of the earth, for variegate is identical with αἰολλεῖν.

Hermogenes. And what of the moon, Selene?

Socrates. That name appears to put Anaxagoras in an uncomfortable position.

Hermogenes. How so?

Socrates. Why, it seems to have anticipated by many years the recent doctrine of Anaxagoras, that the moon receives its light from the sun.

Hermogenes. How is that?

Socrates. Σέλας (gleam) and φῶς (light) are the same thing.

Hermogenes. Yes.

Socrates. Now the light is always new and old about the moon, if the Anaxagoreans are right; for they say the sun, in its continuous course about the moon, always sheds new light upon it, and the light of the previous month persists.

Hermogenes. Certainly.

Socrates. The moon is often called Σελαναία.

Hermogenes. Certainly.

Socrates. Because it has always a new and old gleam (σέλα νέον τε καὶ ἕνον) the very most fitting name for it would be Σελαενονεοάεια, which has been compressed into Σελαναία.

Hermogenes. That is a regular opera bouffe name, Socrates. But what have you to say of the month (μήν) and the stars?

Socrates. The word “month” (μείς) would be properly pronounced μείης, from μειοῦσθαι, to grow less, and I think the stars (ἄστερα) get their name from ἀστραπή (lightning). But ἀστραπή, because it turns our eyes upwards (τὰ ὦπα ἀναστρέθει), would be called ἀναστρωπή, which is now pronounced more prettily ἀστραπή.

Hermogenes. And what of πῦρ (fire) and ὕδωρ (water)?

Socrates. Πῦρ is too much for me. It must be that either the muse of Euthyphro has deserted me or this is a very difficult word. Now just note the contrivance I introduce in all cases like this which are too much for me.

Hermogenes. What contrivance?

Socrates. I will tell you. Answer me; can you tell the reason of the word πῦρ?

Hermogenes. Not I, by Zeus.

Socrates. See what I suspect about it. I know that many Greeks, especially those who are subject to the barbarians, have adopted many foreign words.

Hermogenes. What of that?

Socrates. If we should try to demonstrate the fitness of those words in accordance with the Greek language, and not in accordance with the language from which they are derived, you know we should get into trouble.

Hermogenes. Naturally.

ΣΩ. ὅρα τοίνυν καὶ τοῦτο τὸ ὄνομα τὸ «πῦρ» μή τι βαρβαρικὸν ᾖ. τοῦτο γὰρ οὔτε ῥᾴδιον προσάψαι ἐστὶν Ἑλληνικῇ φωνῇ, φανεροί τʼ εἰσὶν οὕτως αὐτὸ καλοῦντες Φρύγες σμικρόν τι παρακλίνοντες· καὶ τό γε «ὕδωρ» καὶ τὰς «κύνας» καὶ ἄλλα πολλά.

ΕΡΜ. ἔστι ταῦτα.

ΣΩ. οὐ τοίνυν δεῖ ταῦτα προσβιάζεσθαι, ἐπεὶ ἔχοι γʼ ἄν τις εἰπεῖν περὶ αὐτῶν. τὸ μὲν οὖν πῦρ καὶ τὸ ὕδωρ ταύτῃ ἀπωθοῦμαι· ὁ δὲ δὴ ἀὴρ ἆρά γε, ὦ Ἑρμόγενες, ὅτι αἴρει τὰ ἀπὸ τῆς γῆς, «ἀὴρ» κέκληται; ἢ ὅτι ἀεὶ ῥεῖ; ἢ ὅτι πνεῦμα ἐξ αὐτοῦ γίγνεται ῥέοντος; οἱ γὰρ ποιηταί που τὰ πνεύματα «ἀήτας» καλοῦσιν· ἴσως οὖν λέγει, ὥσπερ ἂν εἰ εἴποι πνευματόρρουν, «ἀητόρρουν» [ὅθεν δὴ βούλεται αὐτὸν οὕτως εἰπεῖν, ὅτι ἐστὶν ἀήρ]. τὸν δὲ αἰθέρα τῇδέ πῃ ὑπολαμβάνω, ὅτι ἀεὶ θεῖ περὶ τὸν ἀέρα ῥέων «ἀειθεὴρ» δικαίως ἂν καλοῖτο. γῆ δὲ μᾶλλον σημαίνει ὃ βούλεται ἐάν τις «γαῖαν» ὀνομάσῃ· γαῖα γὰρ γεννήτειρα ἂν εἴη ὀρθῶς κεκλημένη, ὥς φησιν Ὅμηρος· τὸ γὰρ «γεγάασιν» γεγεννῆσθαι λέγει. εἶεν· τί οὖν ἡμῖν ἦν τὸ μετὰ τοῦτο;

ΕΡΜ. ὧραι, ὦ Σώκρατες, καὶ ἐνιαυτὸς καὶ ἔτος.

ΣΩ. αἱ μὲν δὴ ὧραι Ἀττικιστὶ ὡς τὸ παλαιὸν ῥητέον, εἴπερ βούλει τὸ εἰκὸς εἰδέναι· ΗΟΡΑΙ γάρ εἰσι διὰ τὸ ὁρίζειν χειμῶνάς τε καὶ θέρη καὶ πνεύματα καὶ τοὺς καρποὺς τοὺς ἐκ τῆς γῆς· ὁρίζουσαι δὲ δικαίως ἂν «ὅραι» καλοῖντο. ἐνιαυτὸς δὲ καὶ ἔτος κινδυνεύει ἕν τι εἶναι. τὸ γὰρ τὰ φυόμενα καὶ τὰ γιγνόμενα ἐν μέρει ἕκαστον προάγον εἰς φῶς καὶ αὐτὸ ἐν αὑτῷ ἐξετάζον, τοῦτο, ὥσπερ ἐν τοῖς πρόσθεν τὸ τοῦ Διὸς ὄνομα δίχα διῃρημένον οἱ μὲν Ζῆνα, οἱ δὲ Δία ἐκάλουν, οὕτω καὶ ἐνταῦθα οἱ μὲν «ἐνιαυτόν,» ὅτι ἐν ἑαυτῷ, οἱ δὲ «ἔτος,» ὅτι ἐτάζει· ὁ δὲ ὅλος λόγος ἐστὶν τὸ «ἐν ἑαυτῷ ἐτάζον» τοῦτο προσαγορεύεσθαι ἓν ὂν δίχα, ὥστε δύο ὀνόματα γεγονέναι, «ἐνιαυτόν» τε καὶ «ἔτος,» ἐξ ἑνὸς λόγου.

ΕΡΜ. ἀλλὰ δῆτα, ὦ Σώκρατες, πολὺ ἐπιδίδως.

ΣΩ. πόρρω ἤδη οἶμαι φαίνομαι σοφίας ἐλαύνειν.

ΕΡΜ. πάνυ μὲν οὖν.

ΣΩ. τάχα μᾶλλον φήσεις.

Socrates. Well, this word πῦρ is probably foreign; for it is difficult to connect it with the Greek language, and besides, the Phrygians have the same word, only slightly altered. The same is the case with ὕδωρ (water), κύων (dog), and many other words.

Hermogenes. Yes, that is true.

Socrates. So we must not propose forced explanations of these words, though something might be said about them. I therefore set aside πῦρ and ὕδωρ in this way. But is air called ἀήρ because it raises (αἴρει) things from the earth, or because it is always flowing (ἀεὶ ῥεῖ), or because wind arises from its flow? The poets call the winds ἀήτας, blasts. Perhaps the poet means to say “air-flow” (ἀητόρρουν), as he might say “wind-flow” (πνευματόρρουν). The word αἴθηρ (ether) I understand in this way: because it always runs and flows about the air (ἀεὶ θεῖ περὶ τὸν ἀέρα ῥέον), it may properly be called ἀειθεήρα. The word γῆ (earth) shows the meaning better in the form γαῖα; for γαῖα is a correct word for “mother,” as Homer says, for he uses γεγάασιν to mean γεγενῆσθαι (be born). Well, now what came next?

Hermogenes. The seasons, Socrates, and the two words for year.

Socrates. The word ὧραι (seasons) should be pronounced in the old Attic fashion, ὅραι, if you wish to know the probable meaning; ΗΟΡΑΙ exist to divide winters and summers and winds and the fruits of the earth; and since they divide (ὁρίζουσι), they would rightly be called ὅραι. The two words for year, ἐνιαυτός and ἔτος, are really one. For that which brings to light within itself the plants and animals, each in its turn, and examines them, is called by some ἐνιαυτός, because of its activity within itself (ἐν ἑαυτῷ), and by others ἔτος, because it examines (ἐτάζει), just as we saw before that the name of Zeus was divided and some said Δία and others Ζῆνα. The whole phrase is “that which examines within itself” (τὸ ἐν ἁυτῷ ἐτάζον), and this one phrase is divided in speech so that the two words ἐνιαυτός and ἔτος are formed from one phrase.

Hermogenes. Truly, Socrates, you are going ahead at a great rate.

Socrates. Yes, I fancy I am already far along on the road of wisdom.

Hermogenes. I am sure you are.

Socrates. You will be surer presently.

ΕΡΜ. ἀλλὰ μετὰ τοῦτο τὸ εἶδος ἔγωγε ἡδέως ἂν θεασαίμην ταῦτα τὰ καλὰ ὀνόματα τίνι ποτὲ ὀρθότητι κεῖται, τὰ περὶ τὴν ἀρετήν, οἷον «φρόνησίς» τε καὶ «σύνεσις» καὶ «δικαιοσύνη» καὶ τἆλλα τὰ τοιαῦτα πάντα.

ΣΩ. ἐγείρεις μέν, ὦ ἑταῖρε, οὐ φαῦλον γένος ὀνομάτων· ὅμως δὲ ἐπειδήπερ τὴν λεοντῆν ἐνδέδυκα, οὐκ ἀποδειλιατέον ἀλλʼ ἐπισκεπτέον, ὡς ἔοικε, φρόνησιν καὶ σύνεσιν καὶ γνώμην καὶ ἐπιστήμην καὶ τἆλλα δὴ ἃ φῂς πάντα ταῦτα τὰ καλὰ ὀνόματα.

ΕΡΜ. πάνυ μὲν οὖν οὐ δεῖ ἡμᾶς προαποστῆναι.

ΣΩ. καὶ μήν, νὴ τὸν κύνα, δοκῶ γέ μοι οὐ κακῶς μαντεύεσθαι, ὃ καὶ νυνδὴ ἐνενόησα, ὅτι οἱ πάνυ παλαιοὶ ἄνθρωποι οἱ τιθέμενοι τὰ ὀνόματα παντὸς μᾶλλον, ὥσπερ καὶ τῶν νῦν οἱ πολλοὶ τῶν σοφῶν ὑπὸ τοῦ πυκνὰ περιστρέφεσθαι ζητοῦντες ὅπῃ ἔχει τὰ ὄντα εἰλιγγιῶσιν, κἄπειτα αὐτοῖς φαίνεται περιφέρεσθαι τὰ πράγματα καὶ πάντως φέρεσθαι. αἰτιῶνται δὴ οὐ τὸ ἔνδον τὸ παρὰ σφίσιν πάθος αἴτιον εἶναι ταύτης τῆς δόξης, ἀλλὰ αὐτὰ τὰ πράγματα οὕτω πεφυκέναι, οὐδὲν αὐτῶν μόνιμον εἶναι οὐδὲ βέβαιον, ἀλλὰ ῥεῖν καὶ φέρεσθαι καὶ μεστὰ εἶναι πάσης φορᾶς καὶ γενέσεως ἀεί. λέγω δὴ ἐννοήσας πρὸς πάντα τὰ νυνδὴ ὀνόματα.

ΕΡΜ. πῶς δὴ τοῦτο, ὦ Σώκρατες;

ΣΩ. οὐ κατενόησας ἴσως τὰ ἄρτι λεγόμενα ὅτι παντάπασιν ὡς φερομένοις τε καὶ ῥέουσι καὶ γιγνομένοις τοῖς πράγμασι τὰ ὀνόματα ἐπίκειται.

ΕΡΜ. οὐ πάνυ ἐνεθυμήθην.

ΣΩ. καὶ μὴν πρῶτον μὲν τοῦτο ὃ πρῶτον εἴπομεν παντάπασιν ὡς ἐπὶ τοιούτων ἐστίν.

ΕΡΜ. τὸ ποῖον;

ΣΩ. ἡ «φρόνησις»· φορᾶς γάρ ἐστι καὶ ῥοῦ νόησις. εἴη δʼ ἂν καὶ ὄνησιν ὑπολαβεῖν φορᾶς· ἀλλʼ οὖν περί γε τὸ φέρεσθαί ἐστιν. εἰ δὲ βούλει, ἡ «γνώμη» παντάπασιν δηλοῖ γονῆς σκέψιν καὶ νώμησιν· τὸ γὰρ «νωμᾶν» καὶ τὸ «σκοπεῖν» ταὐτόν. εἰ δὲ βούλει, αὐτὸ ἡ «νόησις» τοῦ νέου ἐστὶν ἕσις, τὸ δὲ νέα εἶναι τὰ ὄντα σημαίνει γιγνόμενα ἀεὶ εἶναι· τούτου οὖν ἐφίεσθαι τὴν ψυχὴν μηνύει τὸ ὄνομα ὁ θέμενος τὴν «νεόεσιν.» οὐ γὰρ «νόησις» τὸ ἀρχαῖον ἐκαλεῖτο, ἀλλʼ ἀντὶ τοῦ ἦτα εἶ ἔδει λέγειν δύο, «νοέεσιν.»

Hermogenes. Now after the class of words you, have explained, I should like to examine the correctness of the noble words that relate to virtue, such as wisdom, intelligence, justice, and all the others of that sort.

Socrates. You are stirring up a mighty tribe of words, my friend; however, since I have put on the lion helmet, I must not play the coward, but must, it seems, examine wisdom, intelligence, thought, knowledge, and all the other noble words of which you speak.

Hermogenes. Certainly we must not stop until that is done.

Socrates. By dog, I believe I have a fine intuition which has just come to me, that the very ancient men who invented names were quite like most of the present philosophers who always get dizzy as they turn round and round in their search for the nature of things, and then the things seem to them to turn round and round and be in motion. They think the cause of this belief is not an affection within themselves, but that the nature of things really is such that nothing is at rest or stable, but everything is flowing and moving and always full of constant motion and generation. I say this because I thought of it with reference to all these words we are now considering.

Hermogenes. How is that, Socrates?

Socrates. Perhaps you did not observe that the names we just mentioned are given under the assumption that the things named are moving and flowing and being generated.

Hermogenes. No, I did not notice that at all.

Socrates. Surely the first one we mentioned is subject to such assumptions.

Hermogenes. What is the word ?

Socrates. Wisdom (φρόνησις); for it is perception (νόησις) of motion (φορᾶς) and flowing (ῥοῦ); or it might be understood as benefit (ὄνησις) of motion (φορᾶς); in either case it has to do with motion. And γνώμη (thought), if you please, certainly denotes contemplation and consideration of generation (γονῆς νώμησις); for to consider is the same as to contemplate. Or, if you please, νόησις (intelligence) is merely ἕσις (desire) τοῦ νεοῦ (of the new); but that things are new shows that they are always being generated; therefore the soul’s desire for generation is declared by the giver of the name νεόεσις; for in antiquity the name was not νόησις, but two epsilons had to be spoken instead of the eta.

ΣΩ. «σωφροσύνη» δὲ σωτηρία οὗ νυνδὴ ἐσκέμμεθα, φρονήσεως. καὶ μὴν ἥ γε ἐπιστήμη μηνύει ὡς φερομένοις τοῖς πράγμασιν ἑπομένης τῆς ψυχῆς τῆς ἀξίας λόγου, καὶ οὔτε ἀπολειπομένης οὔτε προθεούσης· διὸ δὴ ἐμβάλλοντας δεῖ τὸ εἶ «ἑπεϊστήμην» αὐτὴν ὀνομάζειν. «σύνεσις» δʼ αὖ οὕτω μὲν δόξειεν ἂν ὥσπερ συλλογισμὸς εἶναι, ὅταν δὲ συνιέναι λέγῃ, ταὐτὸν παντάπασιν τῷ ἐπίστασθαι συμβαίνει λεγόμενον· συμπορεύεσθαι γὰρ λέγει τὴν ψυχὴν τοῖς πράγμασι τὸ «συνιέναι.» ἀλλὰ μὴν ἥ γε «σοφία» φορᾶς ἐφάπτεσθαι σημαίνει. σκοτωδέστερον δὲ τοῦτο καὶ ξενικώτερον· ἀλλὰ δεῖ ἐκ τῶν ποιητῶν ἀναμιμνῄσκεσθαι ὅτι πολλαχοῦ λέγουσιν περὶ ὅτου ἂν τύχωσιν τῶν ἀρχομένων ταχὺ προϊέναι «ἐσύθη» φασίν. Λακωνικῷ δὲ ἀνδρὶ τῶν εὐδοκίμων καὶ ὄνομα ἦν «Σοῦς»· τὴν γὰρ ταχεῖαν ὁρμὴν οἱ Λακεδαιμόνιοι τοῦτο καλοῦσιν. ταύτης οὖν τῆς φορᾶς ἐπαφὴν σημαίνει ἡ σοφία, ὡς φερομένων τῶν ὄντων. καὶ μὴν τό γε «ἀγαθόν,» τοῦτο τῆς φύσεως πάσης τῷ ἀγαστῷ βούλεται τὸ ὄνομα ἐπικεῖσθαι. ἐπειδὴ γὰρ πορεύεται τὰ ὄντα, ἔνι μὲν ἄρʼ αὐτοῖς τάχος, ἔνι δὲ βραδυτής. ἔστιν οὖν οὐ πᾶν τὸ ταχὺ ἀλλὰ τὶ αὐτοῦ ἀγαστόν. τοῦ θοοῦ δὴ τῷ ἀγαστῷ αὕτη ἡ ἐπωνυμία ἐστίν, «τἀγαθόν.»«δικαιοσύνη» δέ, ὅτι μὲν ἐπὶ τῇ τοῦ δικαίου συνέσει τοῦτο κεῖται τὸ ὄνομα, ῥᾴδιον συμβαλεῖν· αὐτὸ δὲ τὸ «δίκαιον» χαλεπόν. καὶ γὰρ δὴ καὶ ἔοικε μέχρι μέν του ὁμολογεῖσθαι παρὰ πολλῶν, ἔπειτα δὲ ἀμφισβητεῖσθαι. ὅσοι γὰρ ἡγοῦνται τὸ πᾶν εἶναι ἐν πορείᾳ, τὸ μὲν πολὺ αὐτοῦ ὑπολαμβάνουσιν τοιοῦτόν τι εἶναι οἷον οὐδὲν ἄλλο ἢ χωρεῖν, διὰ δὲ τούτου παντὸς εἶναί τι διεξιόν, διʼ οὗ πάντα τὰ γιγνόμενα γίγνεσθαι· εἶναι δὲ τάχιστον τοῦτο καὶ λεπτότατον. οὐ γὰρ ἂν δύνασθαι ἄλλως διὰ τοῦ ὄντος ἰέναι παντός, εἰ μὴ λεπτότατόν τε ἦν ὥστε αὐτὸ μηδὲν στέγειν, καὶ τάχιστον ὥστε χρῆσθαι ὥσπερ ἑστῶσι τοῖς ἄλλοις. ἐπεὶ δʼ οὖν ἐπιτροπεύει τὰ ἄλλα πάντα διαϊόν, τοῦτο τὸ ὄνομα ἐκλήθη ὀρθῶς «δίκαιον,» εὐστομίας ἕνεκα τὴν τοῦ κάππα δύναμιν προσλαβόν.

Socrates. Σωφροσύνη (self-restraint) is σωτηρία (salvation) of φρόνησις (wisdom), which we have just been discussing. And ἐπιστήμη (knowledge) indicates that the soul which is of any account accompanies (ἕπεται) things in their motion, neither falling behind them nor running in front of them; therefore we ought to insert an epsilon and call it ἐπεϊστήμη. Σύνεσις (intelligence) in its turn is a kind of reckoning together; when one says συνιέναι (understand), the same thing as ἐπίστασθαι is said; for συνιέναι means that the soul goes with things. Certainly σοφία (wisdom) denotes the touching of motion. This word is very obscure and of foreign origin; but we must remember that the poets often say of something which begins to advance ἐσύθη (it rushed). There was a famous Laconian whose name was Σοῦς (Rush), for this is the Laconian word for rapid motion. Now σοφία signifies the touching (ἐπαφή) of this rapid motion, the assumption being that things are in motion. And the word ἀγαθόν (good) is intended to denote the admirable (ἀγαστόν) in all nature. For since all things are in motion, they possess quickness and slowness; now not all that is swift, but only part of it, is admirable; this name ἀγαθόν is therefore given to the admirable (ἀγαστόν) part of the swift (θοοῦ).It is easy to conjecture that the word δικαιασύνη applies to the understanding (σύνεσις) of the just (τοῦ διαίον) but the word δίκαιον (just) is itself difficult. Up to a certain point, you see, many men seem to agree about it, but beyond that they differ. For those who think the universe is in motion believe that the greater part of it is of such a nature as to be a mere receptacle, and that there is some element which passes through all this, by means of which all created things are generated. And this element must be very rapid and very subtle; for it could not pass through all the universe unless it were very subtle, so that nothing could keep it out, and it must be very swift, so that all other things are relatively at rest. Since, then, it superintends and passes through (διαϊόν) all other things, this is rightly called by the name δίκαιον, the sound of the kappa being added merely for the sake of euphony.

People and places in this passage

English translation by Harold North Fowler (1926). Original text: Harold North Fowler (trans.), Plato IV: Cratylus, Parmenides, Greater Hippias, Lesser Hippias, Loeb Classical Library, Cambridge, MA: Harvard University Press; London: William Heinemann, 1926; Greek text: John Burnet, Platonis Opera, Oxford Classical Texts (as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.