Plato · Cratylus Κρατύλος

Plato, Cratylus 395a–397e: Names of heroes and of Zeus, Cronus and Uranus; the first gods

Socrates explains Agamemnon (admirable for his endurance), Atreus, Pelops (he who sees what is near) and Tantalus, whose name fits the terrible misfortunes told of him. He explains Zeus, whose name is like a sentence, divided into Dia and Zena, the cause of life, and says that Cronus, son of Uranus, means the purity of a great mind, while Uranus is the gaze upward at the things above. He says that this sudden wisdom comes from Euthyphro the Prospaltian, with whom he spent the morning. He then proposes to study the names of the gods, and says that the first men in Greece believed only in sun, moon, earth, stars and sky, and called them gods (theoi) from their running (theein).

Sections 395a–397e · 1183 words · click a number to copy its link

ΕΡΜ. φαίνεται οὕτως, ὦ Σώκρατες.

ΣΩ. ἔοικεν δέ γε καὶ τῷ πατρὶ αὐτοῦ κατὰ φύσιν τὸ ὄνομα εἶναι.

ΕΡΜ. φαίνεται.

ΣΩ. κινδυνεύει γὰρ τοιοῦτός τις εἶναι ὁ «Ἀγαμέμνων,» οἷος ἃ δόξειεν αὐτῷ διαπονεῖσθαι καὶ καρτερεῖν τέλος ἐπιτιθεὶς τοῖς δόξασι διʼ ἀρετήν. σημεῖον δὲ αὐτοῦ ἡ ἐν Τροίᾳ μονὴ τοῦ πάθους τε καὶ καρτερίας. ὅτι οὖν ἀγαστὸς κατὰ τὴν ἐπιμονὴν οὗτος ὁ ἀνὴρ ἐνσημαίνει τὸ ὄνομα ὁ «Ἀγαμέμνων.» ἴσως δὲ καὶ ὁ «Ἀτρεὺς» ὀρθῶς ἔχει. ὅ τε γὰρ τοῦ Χρυσίππου αὐτῷ φόνος καὶ ἃ πρὸς τὸν Θυέστην ὡς ὠμὰ διεπράττετο, πάντα ταῦτα ζημιώδη καὶ ἀτηρὰ πρὸς ἀρετήν. ἡ οὖν τοῦ ὀνόματος ἐπωνυμία σμικρὸν παρακλίνει καὶ ἐπικεκάλυπται, ὥστε μὴ πᾶσι δηλοῦν τὴν φύσιν τοῦ ἀνδρός· τοῖς δʼ ἐπαΐουσι περὶ ὀνομάτων ἱκανῶς δηλοῖ ὃ βούλεται ὁ «Ἀτρεύς.» καὶ γὰρ κατὰ τὸ ἀτειρὲς καὶ κατὰ τὸ ἄτρεστον καὶ κατὰ τὸ ἀτηρὸν πανταχῇ ὀρθῶς αὐτῷ τὸ ὄνομα κεῖται. δοκεῖ δέ μοι καὶ τῷ Πέλοπι τὸ ὄνομα ἐμμέτρως κεῖσθαι· σημαίνει γὰρ τοῦτο τὸ ὄνομα τὸν τὰ ἐγγὺς ὁρῶντα [ἄξιον εἶναι ταύτης τῆς ἐπωνυμίας].

ΕΡΜ. πῶς δή;

ΣΩ. οἷόν που καὶ κατʼ ἐκείνου λέγεται τοῦ ἀνδρὸς ἐν τῷ τοῦ Μυρτίλου φόνῳ οὐδὲν οἵου τε γενέσθαι προνοηθῆναι οὐδὲ προϊδεῖν τῶν πόρρω τῶν εἰς τὸ πᾶν γένος, ὅσης αὐτὸ δυστυχίας ἐνεπίμπλη, τὸ ἐγγὺς μόνον ὁρῶν καὶ τὸ παραχρῆμα—τοῦτο δʼ ἐστὶ «πέλας» —ἡνίκα προεθυμεῖτο λαβεῖν παντὶ τρόπῳ τὸν τῆς Ἱπποδαμείας γάμον. τῷ δὲ Ταντάλῳ καὶ πᾶς ἂν ἡγήσαιτο τοὔνομα ὀρθῶς καὶ κατὰ φύσιν τεθῆναι εἰ ἀληθῆ τὰ περὶ αὐτὸν λεγόμενα.

ΕΡΜ. τὰ ποῖα ταῦτα;

ΣΩ. ἅ τέ που ἔτι ζῶντι δυστυχήματα ἐγένετο πολλὰ καὶ δεινά, ὧν καὶ τέλος ἡ πατρὶς αὐτοῦ ὅλη ἀνετράπετο, καὶ τελευτήσαντι ἐν Ἅιδου ἡ ὑπὲρ τῆς κεφαλῆς τοῦ λίθου ταλαντεία θαυμαστὴ ὡς σύμφωνος τῷ ὀνόματι· καὶ ἀτεχνῶς ἔοικεν, ὥσπερ ἂν εἴ τις βουλόμενος ταλάντατον ὀνομάσαι ἀποκρυπτόμενος ὀνομάσειε καὶ εἴποι ἀντʼ ἐκείνου «Τάνταλον,» τοιοῦτόν τι καὶ τούτῳ τὸ ὄνομα ἔοικεν ἐκπορίσαι ἡ τύχη τῆς φήμης.

Hermogenes. So it seems, Socrates.

Socrates. And his father’s name also appears to be in accordance with nature.

Hermogenes. It seems so.

Socrates. Yes, for Agamemnon (admirable for remaining) is one who would resolve to toil to the end and to endure, putting the finish upon his resolution by virtue. And a proof of this is his long retention of the host at Troy and his endurance. So the name Agamemnon denotes that this man is admirable for remaining. And so, too, the name of Atreus is likely to be correct; for his murder of Chrysippus and the cruelty of his acts to Thyestes are all damaging and ruinous (ἀτηρά) to his virtue. Now the form of his name is slightly deflected and hidden, so that it does not make the man’s nature plain to every one; but to those who understand about names it makes the meaning of Atreus plain enough; for indeed in view of his stubbornness (ἀτειρές) and fearlessness (ἄτρεστον) and ruinous acts (ἀτηρά) the name is correctly given to him on every ground. And I think Pelops also has a fitting name; for this name means that he who sees only what is near deserves this designation.

Hermogenes. How is that?

Socrates. Why it is said of him that in murdering Myrtilus he was quite unable to forecast or foresee the ultimate effects upon his whole race, and all the misery with which it was overwhelmed, because he saw only the near at hand and the immediate— that is to say, πέλας (near)—in his eagerness to win by all means the hand of Hippodameia. And any one would think the name of Tantalus was given rightly and in accordance with nature, if the stories about him are true.

Hermogenes. What are the stories?

Socrates. The many terrible misfortunes that happened to him both in his life, the last of which was the utter overthrow of his country, and in Hades, after his death, the balancing (ταλαντεία) of the stone above his head, in wonderful agreement with his name; and it seems exactly as if someone who wished to call him most wretched (ταλάντατον) disguised the name and said Tantalus instead; in some such way as that chance seems to have affected his name in the legend.

ΣΩ. φαίνεται δὲ καὶ τῷ πατρὶ αὐτοῦ λεγομένῳ τῷ Διὶ παγκάλως τὸ ὄνομα κεῖσθαι· ἔστι δὲ οὐ ῥᾴδιον κατανοῆσαι. ἀτεχνῶς γάρ ἐστιν οἷον λόγος τὸ τοῦ Διὸς ὄνομα, διελόντες δὲ αὐτὸ διχῇ οἱ μὲν τῷ ἑτέρῳ μέρει, οἱ δὲ τῷ ἑτέρῳ χρώμεθα— οἱ μὲν γὰρ «Ζῆνα,» οἱ δὲ «Δία» καλοῦσιν—συντιθέμενα δʼ εἰς ἓν δηλοῖ τὴν φύσιν τοῦ θεοῦ, ὃ δὴ προσήκειν φαμὲν ὀνόματι οἵῳ τε εἶναι ἀπεργάζεσθαι. οὐ γὰρ ἔστιν ἡμῖν καὶ τοῖς ἄλλοις πᾶσιν ὅστις ἐστὶν αἴτιος μᾶλλον τοῦ ζῆν ἢ ὁ ἄρχων τε καὶ βασιλεὺς τῶν πάντων. συμβαίνει οὖν ὀρθῶς ὀνομάζεσθαι οὗτος ὁ θεὸς εἶναι, διʼ ὃν ζῆν ἀεὶ πᾶσι τοῖς ζῶσιν ὑπάρχει· διείληπται δὲ δίχα, ὥσπερ λέγω, ἓν ὂν τὸ ὄνομα, τῷ «Διὶ» καὶ τῷ «Ζηνί.» τοῦτον δὲ Κρόνου ὑὸν ὑβριστικὸν μὲν ἄν τις δόξειεν εἶναι ἀκούσαντι ἐξαίφνης, εὔλογον δὲ μεγάλης τινὸς διανοίας ἔκγονον εἶναι τὸν Δία· κόρον γὰρ σημαίνει οὐ παῖδα, ἀλλὰ τὸ καθαρὸν αὐτοῦ καὶ ἀκήρατον τοῦ νοῦ. ἔστι δὲ οὗτος Οὐρανοῦ ὑός, ὡς λόγος· ἡ δὲ αὖ ἐς τὸ ἄνω ὄψις καλῶς ἔχει τοῦτο τὸ ὄνομα καλεῖσθαι, «οὐρανία,» ὁρῶσα τὰ ἄνω, ὅθεν δὴ καί φασιν, ὦ Ἑρμόγενες, τὸν καθαρὸν νοῦν παραγίγνεσθαι οἱ μετεωρολόγοι, καὶ τῷ οὐρανῷ ὀρθῶς τὸ ὄνομα κεῖσθαι· εἰ δʼ ἐμεμνήμην τὴν Ἡσιόδου γενεαλογίαν, τίνας ἔτι τοὺς ἀνωτέρω προγόνους λέγει τούτων, οὐκ ἂν ἐπαυόμην διεξιὼν ὡς ὀρθῶς αὐτοῖς τὰ ὀνόματα κεῖται, ἕως ἀπεπειράθην τῆς σοφίας ταυτησὶ τί ποιήσει, εἰ ἄρα ἀπερεῖ ἢ οὔ, ἣ ἐμοὶ ἐξαίφνης νῦν οὑτωσὶ προσπέπτωκεν ἄρτι οὐκ οἶδʼ ὁπόθεν.

ΕΡΜ. καὶ μὲν δή, ὦ Σώκρατες, ἀτεχνῶς γέ μοι δοκεῖς ὥσπερ οἱ ἐνθουσιῶντες ἐξαίφνης χρησμῳδεῖν.

ΣΩ. καὶ αἰτιῶμαί γε, ὦ Ἑρμόγενες, μάλιστα αὐτὴν ἀπὸ Εὐθύφρονος τοῦ Προσπαλτίου προσπεπτωκέναι μοι· ἕωθεν γὰρ πολλὰ αὐτῷ συνῆ καὶ παρεῖχον τὰ ὦτα. κινδυνεύει οὖν ἐνθουσιῶν οὐ μόνον τὰ ὦτά μου ἐμπλῆσαι τῆς δαιμονίας σοφίας, ἀλλὰ καὶ τῆς ψυχῆς ἐπειλῆφθαι. δοκεῖ οὖν μοι χρῆναι οὑτωσὶ ἡμᾶς ποιῆσαι· τὸ μὲν τήμερον εἶναι χρήσασθαι αὐτῇ καὶ τὰ λοιπὰ περὶ τῶν ὀνομάτων ἐπισκέψασθαι, αὔριον δέ, ἂν καὶ ὑμῖν συνδοκῇ, ἀποδιοπομπησόμεθά τε αὐτὴν καὶ καθαρούμεθα ἐξευρόντες ὅστις τὰ τοιαῦτα δεινὸς καθαίρειν, εἴτε τῶν ἱερέων τις εἴτε τῶν σοφιστῶν.

Socrates. And his father also, who is said to be Zeus, appears to have a very excellent name, but it is not easy to understand; for the name of Zeus is exactly like a sentence; we divide it into two parts, and some of us use one part, others the other; for some call him Zena (Ζῆνα), and others Dia (Δία); but the two in combination express the nature of the god, which is just what we said a name should be able to do. For certainly no one is so much the author of life (ζῆν) for us and all others as the ruler and king of all. Thus this god is correctly named, through whom (δι’ ὅν) all living beings have the gift of life (ζῆν). But, as I say, the name is divided, though it is one name, into the two parts, Dia and Zena. And it might seem, at first hearing, highly irreverent to call him the son of Cronus and reasonable to say that Zeus is the offspring of some great intellect; and so he is, for κόρος (for Κρόνος) signifies not child, but the purity (καθαρόν) and unblemished nature of his mind. And Cronus, according to tradition, is the son of Uranus; but the upward gaze is rightly called by the name urania (οὐρανία), looking at the things above (ὁρῶ τὰ ἄνω), and the astronomers say, Hermogenes, that from this looking people acquire a pure mind, and Uranus is correctly named. If I remembered the genealogy of Hesiod and the still earlier ancestors of the gods he mentions, I would have gone on examining the correctness of their names until I had made a complete trial whether this wisdom which has suddenly come to me, I know not whence, will fail or not.

Hermogenes. Indeed, Socrates, you do seem to me to be uttering oracles, exactly like an inspired prophet.

Socrates. Yes, Hermogenes, and I am convinced that the inspiration came to me from Euthyphro the Prospaltian. For I was with him and listening to him a long time early this morning. So he must have been inspired, and he not only filled my ears but took possession of my soul with his superhuman wisdom. So I think this is our duty: we ought today to make use of this wisdom and finish the investigation of names, but tomorrow, if the rest of you agree, we will conjure it away and purify ourselves, when we have found some one, whether priest or sophist, who is skilled in that kind of purifying.

ΕΡΜ. ἀλλʼ ἐγὼ μὲν συγχωρῶ· πάνυ γὰρ ἂν ἡδέως τὰ ἐπίλοιπα περὶ τῶν ὀνομάτων ἀκούσαιμι.

ΣΩ. ἀλλὰ χρὴ οὕτω ποιεῖν. πόθεν οὖν βούλει ἀρξώμεθα διασκοποῦντες, ἐπειδήπερ εἰς τύπον τινὰ ἐμβεβήκαμεν, ἵνα εἰδῶμεν εἰ ἄρα ἡμῖν ἐπιμαρτυρήσει αὐτὰ τὰ ὀνόματα μὴ πάνυ ἀπὸ τοῦ αὐτομάτου οὕτως ἕκαστα κεῖσθαι, ἀλλʼ ἔχειν τινὰ ὀρθότητα; τὰ μὲν οὖν τῶν ἡρώων καὶ ἀνθρώπων λεγόμενα ὀνόματα ἴσως ἂν ἡμᾶς ἐξαπατήσειεν· πολλὰ μὲν γὰρ αὐτῶν κεῖται κατὰ προγόνων ἐπωνυμίας, οὐδὲν προσῆκον ἐνίοις, ὥσπερ κατʼ ἀρχὰς ἐλέγομεν, πολλὰ δὲ ὥσπερ εὐχόμενοι τίθενται, οἷον «Εὐτυχίδην» καὶ «Σωσίαν» καὶ «Θεόφιλον» καὶ ἄλλα πολλά. τὰ μὲν οὖν τοιαῦτα δοκεῖ μοι χρῆναι ἐᾶν· εἰκὸς δὲ μάλιστα ἡμᾶς εὑρεῖν τὰ ὀρθῶς κείμενα περὶ τὰ ἀεὶ ὄντα καὶ πεφυκότα. ἐσπουδάσθαι γὰρ ἐνταῦθα μάλιστα πρέπει τὴν θέσιν τῶν ὀνομάτων· ἴσως δʼ ἔνια αὐτῶν καὶ ὑπὸ θειοτέρας δυνάμεως ἢ τῆς τῶν ἀνθρώπων ἐτέθη.

ΕΡΜ. δοκεῖς μοι καλῶς λέγειν, ὦ Σώκρατες.

ΣΩ. ἆρʼ οὖν οὐ δίκαιον ἀπὸ τῶν θεῶν ἄρχεσθαι, σκοπουμένους πῇ ποτε αὐτὸ τοῦτο τὸ ὄνομα οἱ «θεοὶ» ὀρθῶς ἐκλήθησαν;

ΕΡΜ. εἰκός γε.

ΣΩ. τοιόνδε τοίνυν ἔγωγε ὑποπτεύω· φαίνονταί μοι οἱ πρῶτοι τῶν ἀνθρώπων τῶν περὶ τὴν Ἑλλάδα τούτους μόνους [τοὺς θεοὺς] ἡγεῖσθαι οὕσπερ νῦν πολλοὶ τῶν βαρβάρων, ἥλιον καὶ σελήνην καὶ γῆν καὶ ἄστρα καὶ οὐρανόν· ἅτε οὖν αὐτὰ ὁρῶντες πάντα ἀεὶ ἰόντα δρόμῳ καὶ θέοντα, ἀπὸ ταύτης τῆς φύσεως τῆς τοῦ δαήμονες «θεοὺς» αὐτοὺς ἐπονομάσαι· ὕστερον δὲ κατανοοῦντες τοὺς ἄλλους πάντας ἤδη τούτῳ τῷ ὀνόματι προσαγορεύειν. ἔοικέ τι ὃ λέγω τῷ ἀληθεῖ ἢ οὐδέν;

ΕΡΜ. πάνυ μὲν οὖν ἔοικεν.

ΣΩ. τί οὖν ἂν μετὰ τοῦτο σκοποῖμεν;

ΕΡΜ. δῆλον δὴ ὅτι [δαίμονάς τε καὶ ἥρωας καὶ ἀνθρώπους] δαίμονας.

ΣΩ. καὶ ὡς ἀληθῶς, ὦ Ἑρμόγενες, τί ἄν ποτε νοοῖ τὸ ὄνομα οἱ «δαίμονες»; σκέψαι ἄν τί σοι δόξω εἰπεῖν.

ΕΡΜ. λέγε μόνον.

ΣΩ. οἶσθα οὖν τίνας φησὶν Ἡσίοδος εἶναι τοὺς δαίμονας;

ΕΡΜ. οὐκ ἐννοῶ.

ΣΩ. οὐδὲ ὅτι χρυσοῦν γένος τὸ πρῶτόν φησιν γενέσθαι τῶν ἀνθρώπων;

ΕΡΜ. οἶδα τοῦτό γε.

Hermogenes. I agree, for I should be very glad to hear the rest of the talk about names.

Socrates. Very well. Then since we have outlined a general plan of investigation, where shall we begin, that we may discover whether the names themselves will bear witness that they are not at all distributed at haphazard, but have a certain correctness? Now the names of heroes and men might perhaps prove deceptive; for they are often given because they were names of ancestors, and in some cases, as we said in the beginning, they are quite inappropriate; many, too, are given as the expression of a prayer, such as Eutychides (fortunate), Sosias (saviour), Theophilus (beloved of God), and many others. I think we had better disregard such as these; but we are most likely to find the correct names in the nature of the eternal and absolute; for there the names ought to have been given with the greatest care, and perhaps some of them were given by a power more divine than is that of men.

Hermogenes. I think you are right, Socrates.

Socrates. Then is it not proper to begin with the gods and see how the gods are rightly called by that name?

Hermogenes. That is reasonable.

Socrates. Something of this sort, then, is what I suspect: I think the earliest men in Greece believed only in those gods in whom many foreigners believe today— sun, moon, earth, stars, and sky. They saw that all these were always moving in their courses and running, and so they called them gods (θεούς) from this running (θεῖν) nature; then afterwards, when they gained knowledge of the other gods, they called them all by the same name. Is that likely to be true, or not?

Hermogenes. Yes, very likely.

Socrates. What shall we consider next?

Hermogenes. Spirits, obviously.

Socrates. Hermogenes, what does the name “spirits” really mean? See if you think there is anything in what I am going to say.

Hermogenes. Go on and say it.

Socrates. Do you remember who Hesiod says the spirits are?

Hermogenes. I do not recall it.

Socrates. Nor that he says a golden race was the first race of men to be born?

Hermogenes. Yes, I do know that.

People and places in this passage

English translation by Harold North Fowler (1926). Original text: Harold North Fowler (trans.), Plato IV: Cratylus, Parmenides, Greater Hippias, Lesser Hippias, Loeb Classical Library, Cambridge, MA: Harvard University Press; London: William Heinemann, 1926; Greek text: John Burnet, Platonis Opera, Oxford Classical Texts (as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.