Ἡ ιθ΄, ὡς Ψαμάθη ἡ Κροτώπου ἐξ Ἀπόλλωνος κύει, καὶ τεκοῦσα, ἐπεὶ τὸν πατέρα ἐδεδοίκει, ἐκτίθεται, Λίνον ὀνομάσασα. καὶ ὁ δεξάμενος ποιμὴν ὡς ἴδιον ἀνέτρεφε, καὶ ποτε οἱ τῆς ποίμνης κύνες διέσπασαν αὐτόν. ἡ δὲ ὑπερπαθήσασα κατάφωρος γίνεται τῷ πατρί, καὶ δικάζει αὐτῇ θάνατον, πεπορνεῦσθαι καὶ καταψεύδεσθαι αὐτὴν Ἀπόλλωνος οἰηθείς. Ἀπόλλων δὲ τῷ τῆς ἐρωμένης φόνῳ χολωθεὶς λοιμῷ κολάζει τοὺς Ἀργείους. καὶ χρωμένοις ὑπὲρ ἀπαλλαγῆς Ψαμάθην ἀνεῖλε καὶ Λίνον ἱλάσκεσθαι. οἱ δὲ τά τε ἄλλα ἐτίμησαν αὐτούς, καὶ γύναια ἅμα κόραις ἔπεμπον θρηνεῖν Λίνον· αἱ δὲ θρήνους ἀντιβολίαις μιγνῦσαι τάς τε ἐκείνων καὶ τὰς σφετέρας ἀνέκλαιον τύχας. καὶ οὕτως ἦν ἐκπρεπὴς ὁ ἐπὶ Λίνῳ θρῆνος, ὡς ἀπ᾿ ἐκείνων καὶ τοῖς ἔπειτα ποιηταῖς παντὸς πάθους παρενθήκη Λίνος ᾄδεται. μῆνά τε ὠνόμασαν ἀρνεῖον, ὅτι ἀρνάσι Λίνος συνανετράφη· καὶ θυσίαν ἄγουσι καὶ ἑορτὴν ἀρνίδα, κτείνοντες ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ κυνῶν ὅσους ἂν εὕρωσι. καὶ οὐδ᾿ οὕτως ἐλώφα τὸ κακόν, ἕως Κρότωπος κατὰ χρησμὸν ἔλιπε τὸ Ἄργος, καὶ κτίσας πόλιν ἐν τῇ Μεγαρίδι καὶ Τριποδίσκιον ἐπικαλέσας κατῴκησεν.
19. Linus
The nineteenth: how Psamathe, daughter of Crotopus, becomes pregnant by Apollo, and, having given birth, since she feared her father, exposes the child, naming him Linus. A shepherd who took him in raised him as his own, and one day the dogs of the flock tore him apart. She, overwhelmed with grief, is found out by her father, and he condemns her to death, thinking she had played the harlot and was falsely blaming Apollo. Apollo, angered by the killing of his beloved, punishes the Argives with a plague. And when they consulted the oracle for deliverance, he told them to propitiate Psamathe and Linus. The Argives honored them in various ways, and sent women together with girls to lament Linus; and these, mingling their dirges with entreaties [?], wept over their own fortunes as well as those of the others. And so remarkable was the lament for Linus that from those women the later poets too sing "Linus" as an insertion into every song of grief. And they named a month Arneios, because Linus was raised among lambs; and they hold a sacrifice and a festival of the lamb, killing on that day also as many dogs as they can find. And not even so did the evil ease, until Crotopus, by an oracle, left Argos, and, founding a city in the Megarid and calling it Tripodiscium, settled there.
Ἡ κ΄, ὡς Θέοκλος ὁ Χαλκιδεὺς αἰχμάλωτος ὑπὸ Βισαλτῶν γεγονώς (οἱ δὲ Βισάλται Θρᾳκικὸν ἔθνος, ἀντίπερα Παλλήνης οἰκοῦντες) οὗτος Χαλκιδεῖς λάθρᾳ μεταπεμψάμενος προδίδωσι Βισάλτας· καὶ αὐτοὶ πρῶτον μὲν τῷ αἰφνιδίῳ ἐτάραξαν Βισάλτας, εἶτα τειχήρεις ποιήσαντες βουκόλῳ δόλῳ αἰχμαλώτῳ παρ᾿ αὐτῶν γεγενημένῳ αἱροῦσι τὴν πόλιν, ἐκδιώξαντες τοὺς Βισάλτας. τὸν δὲ προδότην βουκόλον, παραβάντες τὰς συνθήκας, κτείνουσι. καὶ μῆνις αὐτοῖς διὰ τοῦτο θεόθεν ἐνέσκηψε. καὶ κατὰ χρησμὸν τάφον περικαλλῆ χώσαντες τῷ βουκόλῳ καὶ ὡς ἥρωι θύοντες τοῦ κακοῦ ἀπηλλάγησαν.
20. Theoclus and the Bisaltae
The twentieth: how Theoclus the Chalcidian, taken prisoner by the Bisaltae (the Bisaltae are a Thracian people living opposite Pallene), secretly summoned Chalcidians and betrays the Bisaltae. And the Chalcidians first threw the Bisaltae into confusion by their suddenness; then, having shut them up inside their walls, they take the city by means of a herdsman who had, by a ruse, become a prisoner in their hands [?], and drive out the Bisaltae. The herdsman who had betrayed them, however, they put to death, breaking the agreement; and because of this anger from the gods fell upon them, and, following an oracle, they raised a very beautiful tomb to the herdsman, sacrificed to him as to a hero, and were released from the evil.
Ἡ κα΄, Δάρδανος καὶ Ἰάσων παῖδες ἤστην Διὸς ἐξ Ἠλέκτρας τῆς Ἀτλαντίδος, καὶ ᾤκουν Σαμοθρᾴκην τὴν νῆσον. ἀλλ᾿ ὁ μὲν Ἰάσων φάσμα Δήμητρος αἰσχῦναι βουληθεὶς ἐκεραυνώθη, Δάρδανος δὲ ἐπὶ τἀδελφῷ συγχυθεὶς εἰς τὴν ἀντίπερα γῆν, ἐν ᾗ καὶ πεδιὰς πολλὴ καὶ τὸ ὄρος ἡ Ἴδη, σχεδίαις (πλοίων γὰρ χρῆσις οὐδέπω ἦν) διαβαίνει. εἶχε δὲ τὸ κράτος τότε τῆς χώρας ὁ Σκαμάνδρου τοῦ ποταμοῦ καὶ νύμφης Τεῦκρος, ἐξ οὗ Τεῦκροί τε οἱ οἰκήτορες καὶ Τευκρία ἡ γῆ· ᾧ κατὰ λόγους συνελθὼν Δάρδανος λαμβάνει τὴν ἡμίσειαν, καὶ πόλιν, ἐν ᾧ τῆς σχεδίας ἀπέβη, κτίζει Δαρδανίαν. ὕστερον δὲ τελευτήσαντος Τεύκρου ἡ πᾶσα τῆς χώρας εἰς αὐτὸν ἀρχὴ περιῆλθεν.
21. Dardanus
The twenty-first: Dardanus and Iasion were sons of Zeus by Electra, the daughter of Atlas, and lived on the island of Samothrace. But Iasion, wishing to dishonour an apparition of Demeter [?], was struck by lightning; and Dardanus, distraught about his brother, crosses to the land opposite on rafts (for there was not yet any use of ships)—a land in which there is a great plain and Mount Ida. Teucer, son of the river Scamander and a nymph, held power over the country at that time, from whom the settlers are called Teucrians and the land Teucria. Dardanus, coming to terms with him, receives half the land, and founds a city, at the place where he stepped off the raft, and calls it Dardania. Later, when Teucer died, the whole rule of the country passed to him.
Ἡ κβ΄, μειρακίῳ Κρητὶ γέννημα δράκοντος ἐραστὴς δωρεῖται. ὁ δὲ ἔτρεφέ τε καὶ ἐπεμέλειτο, ἕως ηὐξήθη καὶ φόβον ἐνεποίει ὁ δράκων τοῖς ἐπιχωρίοις· οὗτοι γὰρ τότε ἠνάγκασαν τὸ μειράκιον ἐκθεῖναι τὸ θηρίον ἐπὶ τῆς ἐρημίας, καὶ πολλὰ κλαίων ἐξέθετο. ὕστερον δ᾿ ἐπὶ θήραν ἐξελθόντος τοῦ μειρακίου καὶ λῃσταῖς περιπεσόντος, ἀνακαλουμένου τοὺς βοηθήσοντας, ἀναγνωρίσας ὁ δράκων τὴν φωνὴν τοὺς μὲν λῃστὰς διέφθειρεν ἑκάστῳ περιειληθείς, σημεῖα δὲ τῷ παιδὶ παλαιᾶς αἰσθήσεως ἐνδειξάμενος ἀπαλλάσσει τῆς ἐπιβουλῆς.
22. The Cretan youth and the serpent
The twenty-second: a lover gives a Cretan youth, as a present, the offspring of a serpent. The youth fed it and cared for it, until it grew, and the serpent caused fear among the local people. For these then forced the young man to put the creature out in the wilderness, and, weeping greatly, he put it out. Later, when the youth had gone out hunting and fell among robbers, and called on people to come to his aid, the serpent recognized the voice, destroyed the robbers by coiling itself around each one, and, giving the boy signs of its old recognition, rescued him from the plot.
Ἡ κγ΄, ὡς Ἀλεξάνδρου τοῦ Πάριδος καὶ Οἰνώνης, ἣν ἐγήματο πρὶν ἢ τὴν Ἑλένην ἁρπάσαι, παῖς Κόρυθος γίνεται, κάλλει νικῶν τὸν πατέρα. τοῦτον ἡ μήτηρ Ἑλένῃ προσέπεμπε, ζηλοτυπίαν τε κινοῦσα Ἀλεξάνδρῳ καὶ κακόν τι διαμηχανωμένη Ἑλένῃ. ὡς δὲ συνήθης ὁ Κόρυθος πρὸς Ἑλένην ἐγένετο, Ἀλέξανδρός ποτε παρελθὼν εἰς τὸν θάλαμον καὶ θεασάμενος τὸν Κόρυθον τῇ Ἑλένῃ παρεζόμενον καὶ ἀναφλεχθεὶς ἐξ ὑποψίας εὐθὺς ἀναιρεῖ. καὶ Οἰνώνη τῆς τε εἰς αὐτὴν ὕβρεως καὶ τῆς τοῦ παιδὸς ἀναιρέσεως πολλὰ Ἀλέξανδρον ἀρασαμένη, καὶ ἐπειποῦσα (καὶ γὰρ ἦν ἐπίπνους μαντείας καὶ τομῆς φαρμάκων ἐπιστήμων) ὡς τρωθεὶς ποτε ὑπ᾿ Ἀχαιῶν καὶ μὴ τυγχάνων θεραπείας δεήσεται αὐτῆς, οἴκαδε ἥει. ὕστερον δ᾿ Ἀλέξανδρος ἐν τῇ πρὸς Ἀχαιοὺς ὑπὲρ Τροίας μάχῃ τρωθεὶς ὑπὸ Φιλοκτήτου καὶ δεινῶς ἔχων δι᾿ ἀπήνης ἐκομίζετο πρὸς τὴν Ἴδην, καὶ προεκπέμψας κήρυκα ἐδεῖτο Οἰνώνης· ἡ δὲ ὑβριστικῶς μάλα τὸν κήρυκα διωσαμένη πρὸς Ἑλένην ἰέναι Ἀλέξανδρον ἐξωνείδιζε. καὶ Ἀλέξανδρος μὲν κατὰ τὴν ὁδὸν ὑπὸ τοῦ τραύματος τελευτᾷ, τὴν δὲ μήπω πεπυσμένην τὴν τελευτὴν μετάμελος ὅμως δεινὸς εἶχε, καὶ δρεψαμένη τῆς πόας ἵεται φθάσαι ἐπειγομένη. ὡς δ᾿ ἔμαθε παρὰ τοῦ κήρυκος ὅτι τέθνηκε καὶ ὅτι αὐτὴ αὐτὸν ἀνήρηκεν, ἐκεῖνον μὲν τῆς ὕβρεως λίθῳ τὴν κεφαλὴν πατάξασα ἀναιρεῖ, τῷ δ᾿ Ἀλεξάνδρῳ νεκρῷ περιχυθεῖσα, καὶ πολλὰ τὸν κοινὸν ἀμφοῖν καταμεμψαμένη δαίμονα, ἑαυτὴν ἀνήρτησε τῇ ζώνῃ.
23. Corythus and Oenone
The twenty-third: how Corythus was the child of Alexander, the son of Priam (Paris), and Oenone, whom he had married before he carried off Helen, and surpassed his father in beauty. His mother sent him to Helen, to stir jealousy in Alexander and to contrive some harm for Helen. When Corythus had become intimate with Helen, Alexander once came into the chamber, and seeing Corythus sitting beside Helen, and inflamed by suspicion, immediately kills him. And Oenone, calling down many curses on Alexander for the insult to herself and the killing of her son, and adding (for she was inspired with the gift of prophecy and skilled in the cutting of drugs) that he would be wounded one day by the Achaeans and, finding no cure, would need her, went home. Later, in the battle against the Achaeans over Troy, Alexander, wounded by Philoctetes and in a terrible state, was carried in a wagon toward Ida, and sending a herald ahead he begged Oenone; but she, thrusting the herald away most insolently, reproached Alexander with going to Helen. And Alexander died on the road of the wound; but she, who did not yet know of his death, was nevertheless seized by dreadful remorse, and, gathering herbs, hurried, pressing on to arrive first. And when she learned from the herald that he was dead and that she herself had killed him, she struck the herald on the head with a stone for his insolence and killed him, and, throwing herself around the dead Alexander, and blaming greatly the fate that they shared, she hanged herself with her girdle.
Ἡ κδ΄, ἐν Θεσπείᾳ τῆς Βοιωτίας (ἔστι δ᾿ ἡ πόλις οὐκ ἐκὰς τοῦ Ἑλικῶνος) παῖς ἔφυ Νάρκισσος πάνυ καλὸς καὶ ὑπερόπτης Ἔρωτος τε καὶ ἐραστῶν. καὶ οἱ μὲν ἄλλοι τῶν ἐραστῶν ἐρῶντες ἀπηγόρευσαν, Ἀμεινίας δὲ πολὺς ἦν ἐπιμένων καὶ δεόμενος· ὡς δ᾿ οὐ προσίετο ἀλλὰ καὶ ξίφος προσέπεμψεν, ἑαυτὸν πρὸ τῶν θυρῶν Ναρκίσσου διαχειρίζεται, πολλὰ καθικετεύσας τιμωρόν οἱ γενέσθαι τὸν θεόν. ὁ δὲ Νάρκισσος ἰδὼν αὑτοῦ τὴν ὄψιν καὶ τὴν μορφὴν ἐπὶ κρήνης ἐνδαλλομένην τῷ ὕδατι, καὶ μόνος καὶ πρῶτος ἑαυτοῦ γίνεται ἄτοπος ἐραστής. τέλος ἀμηχανῶν καὶ δίκαια πάσχειν οἰηθεὶς ἀνθ᾿ ὧν Ἀμεινίου ἐξύβρισε τοὺς ἔρωτας, ἑαυτὸν διαχρᾶται. καὶ ἐξ ἐκείνου Θεσπιεῖς μᾶλλον τιμᾶν καὶ γεραίρειν τὸν Ἔρωτα καὶ πρὸς ταῖς κοιναῖς θεραπείαις καὶ ἰδίᾳ θύειν ἔγνωσαν, δοκοῦσι δ᾿ οἱ ἐπιχώριοι τὸν νάρκισσον τὸ ἄνθος ἐξ ἐκείνης πρῶτον τῆς γῆς ἀνασχεῖν, εἰς ἣν ἐξεχύθη τὸ τοῦ Ναρκίσσου αἷμα.
24. Narcissus
The twenty-fourth: in Thespiae in Boeotia (the city is not far from Helicon) there was a boy, Narcissus, very beautiful and a scorner of Eros and of lovers. The other lovers gave up in despair; but Ameinias persisted at length, begging; and when he was not accepted, and Narcissus even sent him a sword, he killed himself before Narcissus' doors, praying hard that the god might be his avenger. And Narcissus, seeing his own face and form mirrored in a spring in the water, becomes, alone and first, a strange lover of himself; at last, in despair, and thinking that he deserved his suffering in return for having treated Ameinias' love with insolence, he kills himself. From then on the Thespians resolved to honor and revere Eros the more, and, in addition to the common worship, to sacrifice to him in private as well; and the people of the place hold that the flower, the narcissus, first came up from that earth on which the blood of Narcissus was poured out.
Ἡ κε΄, ὡς Μίνως υἱὸς Διὸς καὶ Εὐρώπης, ὁ βασιλεύων Κρήτης, κατὰ ζήτησιν Δαιδάλου στόλῳ πλεύσας εἰς Σικανίαν (αὕτη δ᾿ ἐστὶν ἡ νῦν Σικελία) ὑπὸ τῶν Κωκάλου θυγατέρων (ἐβασίλευε δ᾿ οὗτος Σικελῶν) ἀναιρεῖται, καὶ τὸ Κρητικὸν πολεμεῖ Σικελοῖς ὑπὲρ τοῦ βασιλέως, καὶ ἡττᾶται, καὶ ἐπανιόντες ὑπὸ χειμῶνος ἐξέπεσον εἰς Ἰάπυγας, καὶ αὐτόθι τότε ἱδρύσαντο, ἀντὶ Κρητῶν γεγονότες Ἰάπυγες.
25. Minos and the Cretans in Italy
The twenty-fifth: how Minos, son of Zeus and Europa, king of Crete, sailing with a fleet in search of Daedalus to Sicania (this is the present Sicily), is killed by the daughters of Cocalus (Cocalus was king of the Sicels); and the Cretan force makes war on the Sicels on behalf of their king, and is defeated. On their way home a storm drove them ashore among the Iapygians, and they settled there, becoming Iapygians instead of Cretans.
χρόνῳ δὲ ὕστερον μοῖρά τις κατὰ στάσιν ἐκπεσόντες τῆς χώρας χρησμὸν ἔλαβον, ἔνθα ἄν τις αὐτοῖς γῆν καὶ ὕδωρ ὀρέξῃ, ἐνταῦθα οἰκίζεσθαι. καὶ ᾤκησαν τὴν Βοττιαίων· ἐκεῖ γὰρ παῖδες ἄρτων εἴδη καὶ ἄλλων ὄψων παίζοντες ἀπὸ πηλοῦ καὶ πλάττοντες, αἰτουμένοις ἐπέδωκαν αὐτοῖς ἀντὶ ἄρτων τοὺς πηλίνους ἄρτους· καὶ οἵ γε τὸν χρησμὸν τετελέσθαι νομίσαντες ᾐτήσαντο τὸν βασιλέα Μακεδόνων, καὶ ἔλαβον οἰκεῖν τὴν Βοττιαίων, καὶ Βοττιαῖοι μὲν τρίτον γένος ἀπὸ Κρητῶν ἀμείψαντες μοῖρα νῦν εἰσὶ Μακεδόνων.
Some time later, a part of them, driven out of the country by faction, received an oracle: wherever someone should offer them earth and water, there they were to settle. And they settled the land of the Bottiaeans; for there children, playing at making shapes of loaves and other foods out of clay, gave them, when they asked for food, clay loaves instead of loaves of bread. And they, believing that the oracle had been fulfilled, asked the king of the Macedonians for the land, and received the Bottiaean land to live in; and the Bottiaeans, having been changed in the third generation from Cretans, are now a part of the Macedonians.
Ἡ κς΄ διέξεισιν ὡς φάσμα Ἀπόλλωνος, ὄνομα Κάρνος, Δωριεῦσιν ἑπόμενον, Ἱππότης τις τῶν ἀφ᾿ Ἡρακλέους ἀναιρεῖ, ὅτε κατῄεσαν εἰς Πελοπόννησον Ἡρακλεῖδαι. καὶ λοιμῷ τούτοις προσπεσόντος, χρησμὸν λαβόντες ἤλασαν τὸν Ἱππότην τοῦ στρατοπέδου, μάντις δ᾿ ἦν τὸ φάσμα τοῖς Δωριεῦσιν. Ἡρακλείδαις μὲν κάθοδος εἰς Πελοπόννησον ἐγένετο· ὁ δ᾿ Ἱππότης ἀλώμενος τίκτει παῖδα, ἐκ τοῦ πράγματος Ἀλήτην καλέσας, ὃς ἀνδρωθεὶς καὶ μοῖραν τοῦ Δωρικοῦ συλλέξας, καὶ Σισυφίδας ἐκβαλὼν Κορίνθου βασιλέας ὄντας καὶ τοὺς σὺν αὐτοῖς Ἴωνας, ἀνοικίζει τὴν πόλιν καὶ ἐπῄει κατὰ τῆς Ἀττικῆς, ὅτε καὶ χρησμὸν λαμβάνει νικήσειν, εἰ ἀπόσχοιντο τοῦ βασιλέως Ἀθηναίων. καὶ τοῦ χρησμοῦ γνωσθέντος Ἀθηναίοις, πείθουσι Κόδρον ἑβδομηκοντούτην ὄντα ἑκόντα δοῦναι ἑαυτὸν ὑπὲρ τῆς πατρίδος, καὶ ἀμειψάμενος τὴν στολήν, ὡς εἷς τῶν ξυλοφόρων ὑφ᾿ ἑνὸς τῶν Δωριέων ἀναιρεῖται, καὶ γνόντες ὕστερον Δωριεῖς καὶ ἀπογνόντες τὴν νίκην ἐσπείσαντο Ἀθηναίοις.
26. Carnus and Codrus
The twenty-sixth relates how an apparition of Apollo, named Carnus, following the Dorians, was killed by a certain Hippotes, one of the descendants of Heracles, when the Heracleidae came down into the Peloponnese. And when a plague struck them, they received an oracle and drove Hippotes out of the camp; for the apparition had been a seer to the Dorians. The Heracleidae got their return to the Peloponnese; but Hippotes, wandering, has a son, whom, from the circumstance, he named Aletes. Aletes, when he was grown, gathered a part of the Dorian host, drove out the Sisyphidae, who were kings of Corinth, and the Ionians who were with them, resettled the city, and marched against Attica, when he received an oracle that he would conquer if they kept away from the king of the Athenians. And when the oracle became known to the Athenians, they persuade Codrus, who was seventy years old, to give himself willingly for his country; and having changed his dress, like one of the wood-gatherers, he is killed by one of the Dorians. And the Dorians, finding out later, and giving up hope of victory, made peace with the Athenians.
Ἡ κζ΄ τὰ περὶ Δευκαλίωνος ἀπαγγέλλει, ὃς ἐβασίλευε τῆς Φθιώτιδος, καὶ τοῦ κατ᾿ αὐτὸν τῆς Ἑλλάδος κατακλυσμοῦ καὶ περὶ Ἕλληνος τοῦ παιδὸς αὐτοῦ, ὃν ἔνιοι τοῦ Διὸς παῖδα εἶναί φασιν, ὃς καὶ διεδέξατο τὴν βασιλείαν τελευτήσαντος Δευκαλίωνος, καὶ τίκτει παῖδας τρεῖς. ὧν Αἴολον μὲν τὸν πρῶτον βασιλεύειν ἐδικαίωσεν ἧς ἦρχε γῆς, Ἀσωπῷ καὶ Ἐνιπεῖ δυσὶ ποταμοῖς τὴν ἀρχὴν διορισάμενος, ἐξ οὗ τὸ Αἰολικὸν κατάγεται γένος· Δῶρος δ᾿ ὁ δεύτερος μοῖραν τοῦ λαοῦ λαβὼν παρὰ τοῦ πατρὸς ἀποικίζεται καὶ ὑπὸ τὸν Παρνασσὸν τὸ ὄρος κτίζει πόλεις Βοιόν, Κυτίνιον, Ἐρινεόν, ἐξ ὧν Δωριεῖς· ὁ δὲ νεώτατος Ἀθήναζε ἀφικόμενος κτίζει τετράπολιν καλουμένην τῆς Ἀττικῆς καὶ γαμεῖ Κρέουσαν τὴν Ἐρεχθέως, καὶ τίκτει ἐξ αὐτῆς Ἀχαιὸν καὶ Ἴωνα. καὶ ὁ μὲν Ἀχαιὸς ἀκούσιον φόνον ἐργασάμενος ἠλάθη, καὶ εἰς Πελοπόννησον ἐλθὼν Ἀχαΐαν κτίζει τετράπολιν, ἐξ ἧς Ἀχαιοί· Ἴων δὲ θανόντος τοῦ μητροπάτορος διά τε τὴν ἀρετὴν καὶ τὴν ἄλλην ἀξίωσιν αἱρεθεὶς βασιλεύει Ἀθηναίων, ἐξ οὗ Ἴωνες οἵ τε Ἀθηναῖοι ἤρξαντο καλεῖσθαι καὶ τὸ ἄλλο πᾶν Ἰωνικόν.
27. The line of Deucalion
The twenty-seventh reports on Deucalion, who was king of Phthiotis, and on the flood that came on Greece in his time, and on Hellen his son, whom some say was a son of Zeus, who also succeeded to the kingdom when Deucalion died, and has three sons. Of these, Aeolus, the eldest, he thought right to be king over the land that he himself had ruled, marking off his realm between two rivers, the Asopus and the Enipeus; from him the Aeolic race descends. Dorus, the second, receiving a portion of the people from his father, goes off to found a colony, and under Mount Parnassus founds cities, Boion, Cytinion and Erineon, from which the Dorians came. The youngest, coming to Athens, founds what is called the Tetrapolis of Attica and marries Creusa, daughter of Erechtheus, and has by her Achaeus and Ion. And Achaeus, having committed an involuntary killing, went into exile, and, going to the Peloponnese, founded Achaea, a Tetrapolis, from which the Achaeans came. Ion, when his mother's father died, was chosen king of the Athenians because of his excellence and his general standing; from him the Ionians, and the Athenians too, began to be called by that name, and all the rest of the Ionian race.