Theocritus · Idylls Εἰδύλλια

Theocritus, Idylls 5.1–150: Idyll 5: Comatas and Lacon's singing match

Comatas and Lacon trade insults over a stolen goat-skin and a stolen pipe, and then challenge each other to a singing match with Morson as judge. They sing in turn, with taunts and rustic wishes. Morson awards the lamb to Comatas.

Lines 5.1–150 · 1746 words · click a number to copy its link
1αἶγες ἐμαί, τῆνον τὸν ποιμένα τόνδε Σιβύρτα φεύγετε τὸν Λάκωνα· τό μευ νάκος ἐχθὲς ἔκλεψεν. οὐκ ἀπὸ τᾶς κράνας; σίττʼ ἀμνίδες. οὐκ ἐσορῆτε τόν μευ τὰν σύριγγα πρόαν κλέψαντα Κομάταν; 5τὰν ποίαν σύριγγα; τὺ γάρ ποκα δῶλε Σιβύρτα ἐκτάσα σύριγγα; τί δʼ οὐκέτι σὺν Κορύδωνι ἀρκεῖ τοι καλάμας αὐλὸν ποππύσδεν ἔχοντι; τάν μοι ἔδωκε Λύκων ὠλεύθερε. τὶν δὲ τὸ ποῖον Λάκων ἀγκλέψας πόκʼ ἔβα νάκος; εἰπὲ Κομάτα· 10οὐδὲ γὰρ Εὐμάρᾳ τῷ δεσπότᾳ ἦς τι ἐνεύδειν. τὸ Κροκύλος μοι ἔδωκε, τὸ ποικίλον, ἁνίκʼ ἔθυσε ταῖς Νύμφαις τὰν αἶγα· τὺ δʼ ὦ κακὲ καὶ τόκʼ ἐτάκευ βασκαίνων, καὶ νῦν με τὰ λοίσθια γυμνὸν ἔθηκας. οὐκ αὐτὸν τὸν Πᾶνα τὸν ἄκτιον, οὐ τέ γε Λάκων 15τὰν βαίταν ἀπέδυσʼ ὁ Καλαιθίδος, ἢ κατὰ τήνας τᾶς πέτρας ὤνθρωπε μανεὶς ἐς Κρᾶθιν ἁλοίμαν. οὐ μὰν οὐκ αὐτὰς τὰς λιμνάδας ὠγαθὲ Νύμφας, αἵτέ μοι ἵλαοί τε καὶ εὐμενέες τελέθοιεν, οὔ τευ τὰν σύριγγα λαθὼν ἔκλεψε Κομάτας. 20αἴ τοι πιστεύσαιμι, τὰ Δάφνιδος ἄλγεʼ ἀροίμαν. ἀλλʼ ὦν αἴκα λῇς ἔριφον θέμεν—ἔστι μὲν οὐδὲν ἱερόν—ἀλλά γε τοι διαείσομαι, ἕστέ κʼ ἀπείπῃς. ὗς ποτʼ Ἀθαναίαν ἔριν ἤρισεν. ἠνίδε κεῖται ὥριφος· ἀλλά γε καὶ τὺ τὸν εὔβοτον ἀμνὸν.-ἔρισδε. 25καὶ πῶς ὦ κίναδος τὺ τάδʼ ἔσσεται ἐξ ἴσω ἁμίν; τίς τρίχας ἀντʼ ἐρίων ἐποκίξατο; τίς δὲ παρεύσας αἰγὸς πρατοτόκοιο κακὰν κύνα δήλετʼ ἀμέλγειν; ὅστις νικασεῖν τὸν πλατίον ὡς τὺ πεποίθεις, σφὰξ βομβέων τέττιγος ἐναντίον. ἀλλὰ γὰρ οὔ τοι 30ὥριφος ἰσοπαλής, τυῖδʼ ὁ τράγος οὗτος. ἔρισδε. μὴ σπεῦδʼ· οὐ γάρ τοι πυρὶ θάλπεαι. ἅδιον ᾀσῇ τεῖδʼ ὑπὸ τὰν κότινον καὶ τἄλσεα ταῦτα καθίξας. ψυχρὸν ὕδωρ τουτεῖ καταλείβεται· ὧδε πεφύκει ποία χἁ στιβὰς ἅδε, καὶ ἀκρίδες ὧδε λαλεῦντι. 35ἀλλʼ οὔ τι σπεύδω· μέγα δʼ ἄχθομαι, εἰ τύ με τολμῇς ὄμμασι τοῖς ὀρθοῖσι ποτιβλέπεν, ὅν ποκʼ ἐόντα παῖδʼ ἔτʼ ἐγὼν ἐδίδασκον. ἴδʼ ἁ χάρις ἐς τί ποθʼ ἕρπει. θρέψαι καὶ λυκιδεῖς, θρέψαι κύνας, ὥς τυ φάγωντι. καὶ πόκʼ ἐγὼ παρὰ τεῦς τι μαθὼν καλὸν ἢ καὶ ἀκούσας 40μέμναμʼ; ὦ φθονερὸν τὺ καὶ ἀπρεπὲς ἀνδρίον αὔτως.

Comatas. Goats of mine, keep clear of that notorious shepherd of Sibyrtas, that Lacon; he stole my goat-skin yesterday.

Lacon. Will ye never leave the well-head? Off, my lambs, see ye not Comatas; him that lately stole my shepherd’s pipe?

Comatas. What manner of pipe might that be, for when gat’st thou a pipe, thou slave of Sibyrtas? Why does it no more suffice thee to keep a flute of straw, and whistle with Corydon?

Lacon. What pipe, free sir? why, the pipe that Lycon gave me. And what manner of goat-skin hadst thou, that Lacon made off with? Tell me, Comatas, for truly even thy master, Eumarides, had never a goat-skin to sleep in.

Comatas. ’Twas the skin that Crocylus gave me, the dappled one, when he sacrificed the she-goat to the nymphs; but thou, wretch, even then wert wasting with envy, and now, at last, thou hast stripped me bare!

Lacon. Nay verily, so help me Pan of the seashore, it was not Lacon the son of Calaethis that filched the coat of skin. If I lie, sirrah, may I leap frenzied down this rock into the Crathis!

Comatas. Nay verily, my friend, so help me these nymphs of the mere (and ever may they be favourable, as now, and kind to me), it was not Comatas that pilfered thy pipe.

Lacon. If I believe thee, may I suffer the afflictions of Daphnis! But see, if thou carest to stake a kid—though indeed ’tis scarce worth my while—then, go to, I will sing against thee, and cease not, till thou dost cry ‘enough!’

Comatas. The sow defied Athene! See, there is staked the kid, go to, do thou too put a fatted lamb against him, for thy stake.

Lacon. Thou fox, and where would be our even betting then? Who ever chose hair to shear, in place of wool? and who prefers to milk a filthy bitch, when he can have a she-goat, nursing her first kid?

Comatas. Why, he that deems himself as sure of getting the better of his neighbour as thou dost, a wasp that buzzes against the cicala. But as it is plain thou thinkst the kid no fair stake, lo, here is this he-goat. Begin the match!

Lacon. No such haste, thou art not on fire! More sweetly wilt thou sing, if thou wilt sit down beneath the wild olive tree, and the groves in this place. Chill water falls there, drop by drop, here grows the grass, and here a leafy bed is strown, and here the locusts prattle.

Comatas. Nay, no whit am I in haste, but I am sorely vexed, that thou shouldst dare to look me straight in the face, thou whom I used to teach while thou wert still a child. See where gratitude goes! As well rear wolf-whelps, breed hounds, that they may devour thee!

Lacon. And what good thing have I to remember that I ever learned or heard from thee, thou envious thing, thou mere hideous manikin!

. . . . .

41…… ἀλλὰ γὰρ ἕρφʼ ὧδʼ, ἕρπε, καὶ ὕστατα βουκολιαξῇ. 45οὐχ ἑρψῶ τηνεῖ· τουτεῖ δρύες, ὧδε κύπειρος, ὧδε καλὸν βομβεῦντι ποτὶ σμήνεσσι μέλισσαι· ἔνθʼ ὕδατος ψυχρῶ κρᾶναι δύο· ταὶ δʼ ἐπὶ δένδρει ὄρνιχες λαλαγεῦντι· καὶ ἁ σκιὰ οὐδὲν ὁμοία τᾷ παρὰ τίν· βάλλει δὲ καὶ ἁ πίτυς ὑψόθε κώνοις. 50ἦ μὰν ἀρνακίδας τε καὶ εἴρια τεῖδε πατησεῖς, αἴκʼ ἔνθῃς, ὕπνω μαλακώτερα· ταὶ δὲ τραγεῖαι ταὶ παρὰ τὶν ὄσδοντι κακώτερον ἢ τύ περ ὄσδεις. στασῶ δὲ κρατῆρα μέγαν λευκοῖο γάλακτος ταῖς Νύμφαις, στασῶ δὲ καὶ ἁδέος ἄλλον ἐλαίω. 55αἰ δέ κε καὶ τὺ μόλῃς, ἁπαλὰν πτέριν ὧδε πατησεῖς καὶ γλάχωνʼ ἀνθεῦσαν· ὑπεσσεῖται δὲ χιμαιρᾶν δέρματα τῶν παρὰ τὶν μαλακώτερα τετράκις ἀρνῶν. στασῶ δʼ ὀκτὼ μὲν γαυλὼς τῷ Πανὶ γάλακτος, ὀκτὼ δὲ σκαφίδας μέλιτος πλέα κηρίʼ ἐχοίσας. 60αὐτόθε μοι ποτέρισδε καὶ αὐτόθε βουκολιάσδευ· τὰν σαυτῶ πατέων ἔχε τὰς δρύας. ἀλλὰ τίς ἄμμε τίς κρινεῖ; αἴθʼ ἔνθοι πόθʼ ὁ βουκόλος ὧδʼ ὁ Λυκώπας. οὐδὲν ἐγὼ τήνω ποτιδεύομαι· ἀλλὰ τὸν ἄνδρα, αἰ λῇς, τὸν δρυτόμον βωστρήσομες, ὃς τὰς ἐρείκας 65τήνας τὰς παρὰ τὶν ξυλοχίζεται· ἔστι δὲ Μόρσων. βωστρέωμες. τὺ κάλει νιν. ἴθʼ ὦ ξένε μικκὸν ἄκουσον τεῖδʼ ἐνθών· ἄμμες γὰρ ἐρίσδομες, ὅστις ἀρείων βουκολιαστάς ἐστι. τὺ δʼ ὦ φίλε μήτʼ ἐμὲ Μόρσων ἐν χάριτι κρίνῃς, μήτʼ ὦν τύγα τοῦτον ὀνάσῃς. 70ναὶ ποτὶ τᾶν Νυμφᾶν Μόρσων φίλε μήτε Κομάτᾳ τὸ πλέον ἰθύνῃς, μήτʼ ὦν τύγα τῷδε χαρίξῃ. ἅδέ τοι ἁ ποίμνα τῶ Θουρίω ἐστὶ Σιβύρτα, Εὐμάρα δὲ τὰς αἶγας ὁρῇς φίλε τῶ Συβαρίτα. μή τύ τις ἠρώτη πὸτ τῶ Διός, αἴτε Σιβύρτα 75αἴτʼ ἐμόν ἐστι κάκιστε τὸ ποίμνιον; ὡς λάλος ἐσσί. βέντισθʼ οὗτος, ἐγὼ μὲν ἀλαθέα πάντʼ ἀγορεύω κοὐδὲν καυχέομαι· τὺ δʼ ἄγαν φιλοκέρτομος ἐσσί. εἶα λέγʼ εἴ τι λέγεις, καὶ τὸν ξένον ἐς πόλιν αὖθις ζῶντʼ ἄφες· ὦ Παιάν, ἦ στωμύλος ἦσθα Κομάτα.

But come this way, come, and thou shalt sing thy last of country song.

Comatas. That way I will not go! Here be oak trees, and here the galingale, and sweetly here hum the bees about the hives. There are two wells of chill water, and on the tree the birds are warbling, and the shadow is beyond compare with that where thou liest, and from on high the pine tree pelts us with her cones.

Lacon. Nay, but lambs’ wool, truly, and fleeces, shalt thou tread here, if thou wilt but come,—fleeces more soft than sleep, but the goat-skins beside thee stink—worse than thyself. And I will set a great bowl of white milk for the nymphs, and another will I offer of sweet olive oil.

Comatas. Nay, but an if thou wilt come, thou shalt tread here the soft feathered fern, and flowering thyme, and beneath thee shall be strown the skins of she-goats, four times more soft than the fleeces of thy lambs. And I will set out eight bowls of milk for Pan, and eight bowls full of the richest honeycombs.

Lacon. Thence, where thou art, I pray thee, begin the match, and there sing thy country song, tread thine own ground and keep thine oaks to thyself. But who, who shall judge between us? Would that Lycopas, the neatherd, might chance to come this way!

Comatas. I want nothing with him, but that man, if thou wilt, that woodcutter we will call, who is gathering those tufts of heather near thee. It is Morson.

Lacon. Let us shout, then!

Comatas. Call thou to him.

Lacon. Ho, friend, come hither and listen for a little while, for we two have a match to prove which is the better singer of country song. So Morson, my friend, neither judge me too kindly, no, nor show him favour.

Comatas. Yes, dear Morson, for the nymphs’ sake neither lean in thy judgment to Comatas, nor, prithee, favour him. The flock of sheep thou seest here belongs to Sibyrtas of Thurii, and the goats, friend, that thou beholdest are the goats of Eumarides of Sybaris.

Lacon. Now, in the name of Zeus did any one ask thee, thou make-mischief, who owned the flock, I or Sibyrtas? What a chatterer thou art!

Comatas. Best of men, I am for speaking the whole truth, and boasting never, but thou art too fond of cutting speeches.

Lacon. Come, say whatever thou hast to say, and let the stranger get home to the city alive; oh, Paean, what a babbler thou art, Comatas!

THE SINGING MATCH.

80ταὶ Μοῖσαί με φιλεῦντι πολὺ πλέον ἢ τὸν ἀοιδὸν Δάφνιν· ἐγὼ δʼ αὐταῖς χιμάρως δύο πρᾶν ποκʼ ἔθυσα. καὶ γὰρ ἔμʼ ὡπόλλων φιλέει μέγα, καὶ καλὸν αὐτῷ κριὸν ἐγὼ βόσκω. τὰ δὲ Κάρνεα καὶ δὴ ἐφέρπει. πλὰν δύο τὰς λοιπὰς διδυματόκος αἶγας ἀμέλγω, 85καί μʼ ἁ παῖς ποθορεῦσα τάλαν λέγει αὐτὸς ἀμέλγεις; φεῦ φεῦ Λάκων τοι ταλάρως σχεδὸν εἴκατι πληροῖ τυρῶ καὶ τὸν ἄναβον ἐν ἄνθεσι παῖδα μολύνει. βάλλει καὶ μάλοισι τὸν αἰπόλον ἁ Κλεαρίστα τὰς αἶγας παρελᾶντα καὶ ἁδύ τι ποππυλιάσδει. 90κἠμὲ γὰρ ὁ Κρατίδας τὸν ποιμένα λεῖος ὑπαντῶν ἐκμαίνει· λιπαρὰ δὲ παρʼ αὐχένα σείετʼ ἔθειρα. ἀλλʼ οὐ σύμβλητʼ ἐστὶ κυνόσβατος οὐδʼ ἀνεμώνα πρὸς ῥόδα, τῶν ἄνδηρα παρʼ αἱμασιαῖσι πεφύκει. οὐδὲ γὰρ οὐδʼ ἀκύλοις ὁμομαλίδες· αἱ μὲν ἔχοντι 95λυπρὸν ἀπὸ πρίνοιο λεπύριον, αἱ δὲ μελιχραί. κἠγὼ μὲν δωσῶ τᾷ παρθένῳ αὐτίκα φάσσαν ἐκ τᾶς ἀρκεύθω καθελών· τηνεῖ γὰρ ἐφίσδει. ἀλλʼ ἐγὼ ἐς χλαῖναν μαλακὸν πόκον, ὁππόκα πέξω τὰν οἶν τὰν πέλλαν, Κρατίδᾳ δωρήσομαι αὐτός. 100σίττʼ ἀπὸ τᾶς κοτίνω ταὶ μηκάδες· ὧδε νέμεσθε, ὡς τὸ κάταντες τοῦτο γεώλοφον αἵ τε μυρῖκαι. οὐκ ἀπὸ τᾶς δρυὸς οὗτος ὁ Κώναρος ἅ τε Κιναίθα; τουτεῖ βοσκησεῖσθε ποτʼ ἀντολάς, ὡς ὁ Φάλαρος. ἔστι δέ μοι γαυλὸς κυπαρίσσινος, ἔστι δὲ κρατήρ, 105ἔργον Πραξιτέλευς· τᾷ παιδὶ δὲ ταῦτα φυλάσσω. χἁμῖν ἐστι κύων φιλοποίμνιος, ὃς λύκος ἄγχει, ὃν τῷ παιδὶ δίδωμι τὰ θηρία πάντα διώκειν. ἀκρίδες, αἳ τὸν φραγμὸν ὑπερπαδῆτε τὸν ἁμόν, μή μευ λωβασεῖσθε τὰς ἀμπέλος· ἐντὶ γὰρ ἧβαι. 110τοὶ τέττιγες, ὁρῆτε τὸν αἰπόλον ὡς ἐρεθίζω· οὑτῶς χὑμές θην ἐρεθίζετε τὼς καλαμευτάς. μισέω τὰς δασυκέρκος ἀλώπεκας, αἳ τὰ Μίκωνος αἰεὶ φοιτῶσαι τὰ ποθέσπερα ῥαγίζοντι. καὶ γὰρ ἐγὼ μισέω τὼς κανθάρος, οἳ τὰ Φιλώνδα 115σῦκα κατατρώγοντες ὑπανέμιοι φορέονται. ἦ οὐ μέμνᾳ, ὅκʼ ἐγώ τυ κατήλασα, καὶ τὺ σεσαρὼς εὖ ποτεκιγκλίζευ καὶ τᾶς δρυὸς εἴχεο τήνας; τοῦτο μὲν οὐ μέμναμʼ· ὅκα μάν ποκα τεῖδέ τυ δήσας Εὐμάρας ἐκάθηρε καλῶς μάλα, τοῦτό γʼ ἴσαμι.

Comatas. The Muses love me better far than the minstrel Daphnis; but a little while ago I sacrificed two young she-goats to the Muses.

Lacon. Yea, and me too Apollo loves very dearly, and a noble ram I rear for Apollo, for the feast of the Carnea, look you, is drawing nigh.

Comatas. The she-goats that I milk have all borne twins save two. The maiden saw me, and ‘alas,’ she cried, ‘dost thou milk alone?’

Lacon. Ah, ah, but Lacon here hath nigh twenty baskets full of cheese, and Lacon lies with his darling in the flowers!

Comatas. Clearista, too, pelts the goatherd with apples as he drives past his she-goats, and a sweet word she murmurs.

Lacon. And wild with love am I too, for my fair young darling, that meets the shepherd, with the bright hair floating round the shapely neck.

Comatas. Nay, ye may not liken dog-roses to the rose, or wind-flowers to the roses of the garden; by the garden walls their beds are blossoming.

Lacon. Nay, nor wild apples to acorns, for acorns are bitter in the oaken rind, but apples are sweet as honey.

Comatas. Soon will I give my maiden a ring-dove for a gift; I will take it from the juniper tree, for there it is brooding.

Lacon. But I will give my darling a soft fleece to make a cloak, a free gift, when I shear the black ewe.

Comatas. Forth from the wild olive, my bleating she-goats, feed here where the hillside slopes, and the tamarisks grove.

Lacon. Conarus there, and Cynaetha, will you never leave the oak? Graze here, where Phalarus feeds, where the hillside fronts the dawn.

Comatas. Ay, and I have a vessel of cypress wood, and a mixing bowl, the work of Praxiteles, and I hoard them for my maiden.

Lacon. I too have a dog that loves the flock, the dog to strangle wolves; him I am giving to my darling to chase all manner of wild beasts.

Comatas. Ye locusts that overleap our fence, see that ye harm not our vines, for our vines are young.

Lacon. Ye cicalas, see how I make the goatherd chafe: even so, methinks, do ye vex the reapers.

Comatas. I hate the foxes, with their bushy brushes, that ever come at evening, and eat the grapes of Micon.

Lacon. And I hate the lady-birds that devour the figs of Philondas, and flit down the wind.

Comatas. Dost thou not remember how I cudgelled thee, and thou didst grin and nimbly writhe, and catch hold of yonder oak?

Lacon. That I have no memory of, but how Eumarides bound thee there, upon a time, and flogged thee through and through, that I do very well remember.

120ἦ δή τις Μόρσων πικραίνεται· ἢ οὐχὶ παρῄσθευ; σκίλλας ἰὼν γραίας ἀπὸ σάματος αὐτίκα τίλλειν. κἠγὼ μὰν κνίζω Μόρσων τινά· καὶ τὺ δὲ λεύσσεις. ἐνθὼν τὰν κυκλάμινον ὄρυσσέ νυν ἐς τὸν Ἄλεντα. Ἱμέρα ἀνθʼ ὕδατος ῥείτω γάλα, καὶ τὺ δὲ Κράθι 125οἴνῳ πορφύροις, τὰ δέ τʼ οἴσυα καρπὸν ἐνείκαι. ῥείτω χἁ Συβαρῖτις ἐμὶν μέλι, καὶ τὸ πότορθρον ἁ παῖς ἀνθʼ ὕδατος τᾷ κάλπιδι κηρία βάψαι. ταὶ μὲν ἐμαὶ κύτισόν τε καὶ αἴγιλον αἶγες ἔδοντι, καὶ σχῖνον πατέοντι καὶ ἐν κομάροισι κέχυνται. 130ταῖσι δʼ ἐμαῖς ὀίεσσι πάρεστι μὲν ἁ μελίτεια φέρβεσθαι, πολλὸς δὲ καὶ ὡς ῥόδα κίσθος ἐπανθεῖ. οὐκ ἔραμʼ Ἀλκίππας, ὅτι με πρᾶν οὐκ ἐφίλησε τῶν ὤτων καθελοῖσʼ, ὅκά οἱ τὰν φάσσαν ἔδωκα. ἀλλʼ ἐγὼ Εὐμήδευς ἔραμαι μέγα· καὶ γὰρ ὅκʼ αὐτῷ 135τὰν σύριγγʼ ὤρεξα, καλόν τί με κάρτʼ ἐφίλησεν. οὐ θεμιτὸν Λάκων ποτʼ ἀηδόνα κίσσας ἐρίσδειν, οὐδʼ ἔποπας κύκνοισι· τὺ δʼ ὦ τάλαν ἐσσὶ φιλεχθής. παύσασθαι κέλομαι τὸν ποιμένα. τὶν δὲ Κομάτα δωρεῖται Μόρσων τὰν ἀμνίδα· καὶ τὺ δὲ θύσας 140ταῖς Νύμφαις Μόρσωνι καλὸν κρέας αὐτίκα πέμψον. πεμψῶ ναὶ τὸν Πᾶνα. φριμάσσεο πᾶσα τραγίσκων νῦν ἀγέλα· κἠγὼ γὰρ ἴδʼ ὡς μέγα τοῦτο καχαξῶ κὰτ τῶ Λάκωνος τῶ ποιμένος, ὅττι πόκʼ ἤδη ἀνυσάμαν τὰν ἀμνόν· ἐς ὠρανὸν ὔμμιν ἁλεῦμαι. 145αἶγες ἐμαὶ θαρσεῖτε κερούτιδες· αὔριον ὔμμε πάσας ἐγὼ λουσῶ Συβαρίτιδος ἔνδοθι λίμνας. οὗτος ὁ Λευκίτας ὁ κορυπτίλος, εἴ τινʼ ὀχευσεῖς τᾶν αἰγῶν, φλασσῶ τυ πρὶν ἤ γʼ ἐμὲ καλλιερῆσαι ταῖς Νύμφαις τὰν ἀμνόν. ὁ δʼ αὖ πάλιν. ἀλλὰ γενοίμαν, 150αἰ μή τυ φλάσσαιμι, Μελάνθιος ἀντὶ Κομάτα.

Comatas. Already, Morson, some one is waxing bitter, dost thou see no sign of it? Go, go, and pluck, forthwith, the squills from some old wife’s grave.

Lacon. And I too, Morson, I make some one chafe, and thou dost perceive it. Be off now to the Hales stream, and dig cyclamen.

Comatas. Let Himera flow with milk instead of water, and thou, Crathis, run red with wine, and all thy reeds bear apples.

Lacon. Would that the fount of Sybaris may flow with honey, and may the maiden’s pail, at dawning, be dipped, not in water, but in the honeycomb.

Comatas. My goats eat cytisus, and goatswort, and tread the lentisk shoots, and lie at ease among the arbutus.

Lacon. But my ewes have honey-wort to feed on, and luxuriant creepers flower around, as fair as roses.

Comatas. I love not Alcippe, for yesterday she did not kiss me, and take my face between her hands, when I gave her the dove.

Lacon. But deeply I love my darling, for a kind kiss once I got, in return for the gift of a shepherd’s pipe.

Comatas. Lacon, it never was right that pyes should contend with the nightingale, nor hoopoes with swans, but thou, unhappy swain, art ever for contention.

Morson’s Judgement. I bid the shepherd cease. But to thee, Comatas, Morson presents the lamb. And thou, when thou hast sacrificed her to the nymphs, send Morson, anon, a goodly portion of her flesh.

Comatas. I will, by Pan. Now leap, and snort, my he-goats, all the herd of you, and see here how loud I ever will laugh, and exult over Lacon, the shepherd, for that, at last, I have won the lamb. See, I will leap sky high with joy. Take heart, my horned goats, to-morrow I will dip you all in the fountain of Sybaris. Thou white he-goat, I will beat thee if thou dare to touch one of the herd before I sacrifice the lamb to the nymphs. There he is at it again! Call me Melanthius, not Comatas, if I do not cudgel thee.

People and places in this passage

English translation by Andrew Lang (1889). Original text: R. J. Cholmeley (ed.), The Idylls of Theocritus, London: George Bell and Sons, 1901-1919 (Greek text as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library, Greek text); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.