Theocritus · Idylls Εἰδύλλια

Theocritus, Idylls 7.1–157: Idyll 7: The Harvest Feast

The speaker walks with Eucritus and Amyntas from the city to a harvest feast of Demeter, and on the way they meet the goatherd Lycidas. They exchange songs, Lycidas wishing a safe voyage to the beloved Ageanax and Simichidas singing of his friend Aratus' love. They reach the farm and lie down among poplars and elms to feast.

Lines 7.1–157 · 1705 words · click a number to copy its link
1Ἦς χρόνος ἁνίκʼ ἐγώ τε καὶ Εὔκριτος ἐς τὸν Ἅλεντα εἵρπομες ἐκ πόλιος, σὺν καὶ τρίτος ἁμὶν Ἀμύντας· τᾷ Δηοῖ γὰρ ἔτευχε θαλύσια καὶ Φρασίδαμος κἀντιγένης, δύο τέκνα Λυκωπέος, εἴ τί περ ἐσθλὸν 5χᾳῶν τῶν ἐπάνωθεν, ἀπὸ Κλυτίας τε καὶ αὐτῶ Χάλκωνος, Βούριναν ὃς ἐκ ποδὸς ἄνυσε κράναν εὖ ἐνερεισάμενος πέτρᾳ γόνυ· ταὶ δὲ παρʼ αὐτὰν αἴγειροι πτελέαι τε ἐύσκιον ἄλσος ὕφαινον, χλωροῖσιν πετάλοισι κατηρεφέες κομόωσαι. 10κοὔπω τὰν μεσάταν ὁδὸν ἄνυμες, οὐδὲ τὸ σᾶμα ἁμὶν τὸ Βρασίλα κατεφαίνετο, καὶ τὸν ὁδίταν ἐσθλὸν σὺν Μοίσαισι Κυδωνικὸν εὕρομες ἄνδρα, οὔνομα μὲν Λυκίδαν, ἦς δʼ αἰπόλος, οὐδέ κέ τίς νιν ἠγνοίησεν ἰδών, ἐπεὶ αἰπόλῳ ἔξοχʼ ἐῴκει. 15ἐκ μὲν γὰρ λασίοιο δασύτριχος εἶχε τράγοιο κνακὸν δέρμʼ ὤμοισι νέας ταμίσοιο ποτόσδον, ἀμφὶ δέ οἱ στήθεσσι γέρων ἐσφίγγετο πέπλος ζωστῆρι πλακερῷ, ῥοικὰν δʼ ἔχεν ἀγριελαίω δεξιτερᾷ κορύναν. καί μʼ ἀτρέμας εἶπε σεσαρὼς 20ὄμματι μειδιόωντι, γέλως δέ οἱ εἴχετο χείλευς· Σιμιχίδα, πᾷ δὴ τὸ μεσαμέριον πόδας ἕλκεις, ἁνίκα δὴ καὶ σαῦρος ἐν αἱμασιαῖσι καθεύδει, οὐδʼ ἐπιτυμβίδιαι κορυδαλλίδες ἠλαίνοντι; ἦ μετὰ δαῖτα κλητὸς ἐπείγεαι; ἤ τινος ἀστῶν 25λανὸν ἔπι θρώσκεις; ὥς τοι ποσὶ νισσομένοιο πᾶσα λίθος πταίοισα ποτʼ ἀρβυλίδεσσιν ἀείδει.

The Harvest Feast.

IT fell upon a time when Eucritus and I were walking from the city to the Hales water, and Amyntas was the third in our company. The harvest-feast of Deo was then being held by Phrasidemus and Antigenes, two sons of Lycopeus (if aught there be of noble and old descent), whose lineage dates from Clytia, and Chalcon himself—Chalcon, beneath whose foot the fountain sprang, the well of Buriné. He set his knee stoutly against the rock, and straightway by the spring poplars and elm trees showed a shadowy glade, arched overhead they grew, and pleached with leaves of green. We had not yet reached the mid-point of the way, nor was the tomb of Brasilas yet risen upon our sight, when,—thanks be to the Muses—we met a certain wayfarer, the best of men, a Cydonian. Lycidas was his name, a goatherd was he, nor could any that saw him have taken him for other than he was, for all about him bespoke the goatherd. Stripped from the roughest of he-goats was the tawny skin he wore on his shoulders, the smell of rennet clinging to it still, and about his breast an old cloak was buckled with a plaited belt, and in his right hand he carried a crooked staff of wild olive: and quietly he accosted me, with a smile, a twinkling eye, and a laugh still on his lips:—

‘Simichidas, whither, pray, through the noon dost thou trail thy feet, when even the very lizard on the rough stone wall is sleeping, and the crested larks no longer fare afield? Art thou hastening to a feast, a bidden guest, or art thou for treading a townsman’s wine-press? For such is thy speed that every stone upon the way spins singing from thy boots!’

27τὸν δʼ ἐγὼ ἀμείφθην· Λυκίδα φίλε, φαντί τυ πάντες συριγκτὰν ἔμεναι μέγʼ ὑπείροχον ἔν τε νομεῦσιν ἔν τʼ ἀμητήρεσσι. τὸ δὴ μάλα θυμὸν ἰαίνει 30ἁμέτερον· καί τοι κατʼ ἐμὸν νόον ἰσοφαρίζειν ἔλπομαι. ἁ δʼ ὁδὸς ἅδε θαλυσιάς· ἦ γὰρ ἑταῖροι ἀνέρες εὐπέπλῳ Δαμάτερι δαῖτα τελεῦντι ὄλβω ἀπαρχόμενοι· μάλα γάρ σφισι πίονι μέτρῳ ἁ δαίμων εὔκριθον ἀνεπλήρωσεν ἀλωάν. 35ἀλλʼ ἄγε δή—ξυνὰ γὰρ ὁδός, ξυνὰ δὲ καὶ ἀώς— βουκολιασδώμεσθα· τάχʼ ὥτερος ἄλλον ὀνασεῖ. καὶ γὰρ ἐγὼ Μοισᾶν καπυρὸν στόμα, κἠμὲ λέγοντι πάντες ἀοιδὸν ἄριστον· ἐγὼ δέ τις οὐ ταχυπειθής, οὐ Δᾶν· οὐ γάρ πω κατʼ ἐμὸν νόον οὔτε τὸν ἐσθλὸν 40Σικελίδαν νίκημι τὸν ἐκ Σάμω οὔτε Φιλητᾶν ἀείδων, βάτραχος δὲ ποτʼ ἀκρίδας ὥς τις ἐρίσδω. ὣς ἐφάμαν ἐπίταδες· ὁ δʼ αἰπόλος ἁδὺ γελάσσας, τάν τοι" ἔφα "κορύναν δωρύττομαι, οὕνεκεν ἐσσὶ πᾶν ἐπʼ ἀλαθείᾳ πεπλασμένον ἐκ Διὸς ἔρνος. 45ὥς μοι καὶ τέκτων μέγʼ ἀπέχθεται, ὅστις ἐρευνῇ ἶσον ὄρευς κορυφᾷ τελέσαι δόμον εὐρυμέδοντος, καὶ Μοισᾶν ὄρνιχες, ὅσοι ποτὶ Χῖον ἀοιδὸν ἀντία κοκκύζοντες ἐτώσια μοχθίζοντι. ἀλλʼ ἄγε βουκολικᾶς ταχέως ἀρχώμεθʼ ἀοιδᾶς, 50Σιμιχίδα· κἠγὼ μέν—ὅρη φίλος, εἴ τοι ἀρέσκει τοῦθʼ ὅ τι πρᾶν ἐν ὄρει τὸ μελύδριον ἐξεπόνασα. ἔσσεται Ἀγεάνακτι καλὸς πλόος ἐς Μυτιλήναν, χὥταν ἐφʼ ἑσπερίοις ἐρίφοις νότος ὑγρὰ διώκῃ κύματα, χὡρίων ὅτʼ ἐπʼ ὠκεανῷ πόδας ἴσχῃ, 55αἴκεν τὸν Λυκίδαν ὀπτεύμενον ἐξ Ἀφροδίτας ῥύσηται· θερμὸς γὰρ ἔρως αὐτῶ με καταίθει.

‘Dear Lycidas,’ I answered him, ‘they all say that thou among herdsmen, yea, and reapers art far the chiefest flute-player. In sooth this greatly rejoices our hearts, and yet, to my conceit, meseems I can vie with thee. But as to this journey, we are going to the harvest-feast, for, look you some friends of ours are paying a festival to fair-robed Demeter, out of the first-fruits of their increase, for verily in rich measure has the goddess filled their threshing-floor with barley grain. But come, for the way and the day are thine alike and mine, come, let us vie in pastoral song, perchance each will make the other delight. For I, too, am a clear-voiced mouth of the Muses, and they all call me the best of minstrels, but I am not so credulous; no, by Earth, for to my mind I cannot as yet conquer in song that great Sicelidas—the Samian—nay, nor yet Philetas. ’Tis a match of frog against cicala!’

So I spoke, to win my end, and the goatherd with his sweet laugh, said, ‘I give thee this staff, because thou art a sapling of Zeus, and in thee is no guile. For as I hate your builders that try to raise a house as high as the mountain summit of Oromedon, so I hate all birds of the Muses that vainly toil with their cackling notes against the Minstrel of Chios! But come, Simichidas, without more ado let us begin the pastoral song. And I—nay, see friend—if it please thee at all, this ditty that I lately fashioned on the mountain side!’

The Song of Lycidas.

Fair voyaging befall Ageanax to Mytilene, both when the Kids are westering, and the south wind the wet waves chases, and when Orion holds his feet above the Ocean! Fair voyaging betide him, if he saves Lycidas from the fire of Aphrodite, for hot is the love that consumes me.

57χἁλκυόνες στορεσεῦντι τὰ κύματα τάν τε θάλασσαν τόν τε νότον τόν τʼ εὖρον, ὃς ἔσχατα φυκία κινεῖ· ἁλκυόνες, γλαυκαῖς Νηρηίσι ταί τε μάλιστα 60ὀρνίχων ἐφίληθεν, ὅσαις τέ περ ἐξ ἁλὸς ἄγρα. Ἀγεάνακτι πλόον διζημένῳ ἐς Μυτιλήναν ὥρια πάντα γένοιτο, καὶ εὔπλοον ὅρμον ἵκοιτο. κἠγὼ τῆνο κατʼ ἆμαρ ἀνήτινον ἢ ῥοδόεντα ἢ καὶ λευκοΐων στέφανον περὶ κρατὶ φυλάσσων 65τὸν Πτελεατικὸν οἶνον ἀπὸ κρατῆρος ἀφυξῶ πὰρ πυρὶ κεκλιμένος, κύαμον δέ τις ἐν πυρὶ φρυξεῖ. χἁ στιβὰς ἐσσεῖται πεπυκασμένα ἕστʼ ἐπὶ πᾶχυν κνύζᾳ τʼ ἀσφοδέλῳ τε πολυγνάμπτῳ τε σελίνῳ. καὶ πίομαι μαλακῶς μεμνημένος Ἀγεάνακτος 70αὐταῖσιν κυλίκεσσι καὶ ἐς τρύγα χεῖλος ἐρείδων. αὐλησεῦντι δέ μοι δύο ποιμένες, εἷς μὲν Ἀχαρνεύς, εἷς δὲ Λυκωπίτας· ὁ δὲ Τίτυρος ἐγγύθεν ᾀσεῖ, ὥς ποκα τᾶς Ξενέας ἠράσσατο Δάφνις ὁ βούτας, χὡς ὄρος ἀμφʼ ἐπονεῖτο, καὶ ὡς δρύες αὐτὸν ἐθρήνευν, 75Ἱμέρα αἵτε φύοντι παρʼ ὄχθῃσιν ποταμοῖο, εὖτε χιὼν ὥς τις κατετάκετο μακρὸν ὑφʼ Αἷμον ἢ Ἄθω ἢ Ῥοδόπαν ἢ Καύκασον ἐσχατόωντα. ᾀσεῖ δʼ ὥς ποκʼ ἔδεκτο τὸν αἰπόλον εὐρέα λάρναξ ζωὸν ἐόντα κακαῖσιν ἀτασθαλίαισιν ἄνακτος, 80ὥς τέ νιν αἱ σιμαὶ λειμωνόθε φέρβον ἰοῖσαι κέδρον ἐς ἁδεῖαν μαλακοῖς ἄνθεσσι μέλισσαι, οὕνεκά οἱ γλυκὺ Μοῖσα κατὰ στόματος χέε νέκταρ. ὦ μακαριστὲ Κομάτα, τύ θην τάδε τερπνὰ πεπόνθεις, καὶ τὺ κατεκλᾴσθης ἐς λάρνακα, καὶ τὺ μελισσᾶν 85κηρία φερβόμενος ἔτος ὥριον ἐξεπόνασας. αἴθʼ ἐπʼ ἐμεῦ ζωοῖς ἐναρίθμιος ὤφελες εἶμεν, ὥς τοι ἐγὼν ἐνόμευον ἀνʼ ὤρεα τὰς καλὰς αἶγας φωνᾶς εἰσαΐων, τὺ δʼ ὑπὸ δρυσὶν ἢ ὑπὸ πεύκαις ἁδὺ μελισδόμενος κατεκέκλισο θεῖε Κομάτα. 90χὡ μὲν τόσσʼ εἰπὼν ἀπεπαύσατο· τὸν δὲ μετʼ αὖθις κἠγὼ τοῖʼ ἐφάμαν· Λυκίδα φίλε, πολλὰ μὲν ἄλλα Νύμφαι κἠμὲ δίδαξαν ἀνʼ ὤρεα βουκολέοντα ἐσθλά, τά που καὶ Ζηνὸς ἐπὶ θρόνον ἄγαγε φάμα· ἀλλὰ τόγʼ ἐκ πάντων μέγʼ ὑπείροχον, ᾧ τυ γεραίρειν 95ἀρξεῦμʼ· ἀλλʼ ὑπάκουσον, ἐπεὶ φίλος ἔπλεο Μοίσαις.

The halcyons will lull the waves, and lull the deep, and the south wind, and the east, that stirs the sea-weeds on the farthest shores, the halcyons that are dearest to the green-haired mermaids, of all the birds that take their prey from the salt sea. Let all things smile on Ageanax to Mytilene sailing, and may he come to a friendly haven. And I, on that day, will go crowned with anise, or with a rosy wreath, or a garland of white violets, and the fine wine of Ptelea I will dip from the bowl as I lie by the fire, while one shall roast beans for me, in the embers. And elbow-deep shall the flowery bed be thickly strewn, with fragrant leaves and with asphodel, and with curled parsley; and softly will I drink, toasting Ageanax with lips clinging fast to the cup, and draining it even to the lees.

Two shepherds shall be my flute-players, one from Acharnae, one from Lycope, and hard by Tityrus shall sing, how the herdsman Daphnis once loved a strange maiden, and how on the hill he wandered, and how the oak trees sang his dirge—the oaks that grow by the banks of the river Himeras—while he was wasting like any snow under high Haemus, or Athos, or Rhodope, or Caucasus at the world’s end.

And he shall sing how, once upon a time, the great chest prisoned the living goatherd, by his lord’s infatuate and evil will, and how the blunt-faced bees, as they came up from the meadow to the fragrant cedar chest, fed him with food of tender flowers, because the Muse still dropped sweet nectar on his lips.

O blessed Comatas, surely these joyful things befell thee, and thou wast enclosed within the chest, and feeding on the honeycomb through the springtime didst thou serve out thy bondage. Ah, would that in my days thou hadst been numbered with the living, how gladly on the hills would I have herded thy pretty she-goats, and listened to thy voice, whilst thou, under oaks or pine trees lying, didst sweetly sing, divine Comatas!

When he had chanted thus much he ceased, and I followed after him again, with some such words as these:—

‘Dear Lycidas, many another song the Nymphs have taught me also, as I followed my herds upon the hillside, bright songs that Rumour, perchance, has brought even to the throne of Zeus. But of them all this is far the most excellent, wherewith I will begin to do thee honour: nay listen as thou art dear to the Muses.’

The Song of Simichidas.

96Σιμιχίδᾳ μὲν Ἔρωτες ἐπέπταρον· ἦ γὰρ ὁ δειλὸς τόσσον ἐρᾷ Μυρτοῦς, ὅσον εἴαρος αἶγες ἐρᾶντι. ὥρατος δʼ ὁ τὰ πάντα φιλαίτατος ἀνέρι τήνῳ παιδὸς ὑπὸ σπλάγχνοισιν ἔχει πόθον. οἶδεν Ἄριστις, 100ἐσθλὸς ἀνήρ, μέγʼ ἄριστος, ὃν οὐδέ κεν αὐτὸς ἀείδειν Φοῖβος σὺν φόρμιγγι παρὰ τριπόδεσσι μεγαίροι, ὡς ἐκ παιδὸς Ἄρατος ὑπʼ ὀστέον αἴθετʼ ἔρωτι. τόν μοι Πάν, Ὁμόλας ἐρατὸν πέδον ὅστε λέλογχας, ἄκλητον κείνοιο φίλας ἐς χεῖρας ἐρείσαις, 105εἴτʼ ἐστʼ ἆρα Φιλῖνος ὁ μαλθακὸς εἴτέ τις ἄλλος. κἢν μὲν ταῦτʼ ἔρδῃς ὦ Πὰν φίλε, μή τί τυ παῖδες Ἀρκαδικοὶ σκίλλαισιν ὑπὸ πλευράς τε καὶ ὤμους τανίκα μαστίσδοιεν, ὅτε κρέα τυτθὰ παρείη· εἰ δʼ ἄλλως νεύσαις, κατὰ μὲν χρόα πάντʼ ὀνύχεσσι 110δακνόμενος κνάσαιο καὶ ἐν κνίδαισι καθεύδοις, εἴης δʼ Ἠδωνῶν μὲν ἐν ὤρεσι χείματι μέσσῳ Ἕβρον πὰρ ποταμὸν τετραμμένος ἐγγύθεν ἄρκτω, ἐν δὲ θέρει πυμάτοισι παρʼ Αἰθιόπεσσι νομεύοις πέτρᾳ ὕπο Βλεμύων, ὅθεν οὐκέτι Νεῖλος ὁρατός. 115ὔμμες δʼ Ὑετίδος καὶ Βυβλίδος ἁδὺ λιπόντες νᾶμα καὶ Οἰκεῦντα, ξανθᾶς ἕδος αἰπὺ Διώνας, ὦ μάλοισιν Ἔρωτες ἐρευθομένοισιν ὁμοῖοι, βάλλετέ μοι τόξοισι τὸν ἱμερόεντα Φιλῖνον, βάλλετʼ, ἐπεὶ τὸν ξεῖνον ὁ δύσμορος οὐκ ἐλεεῖ μευ. 120καὶ δὴ μὰν ἀπίοιο πεπαίτερος, αἱ δὲ γυναῖκες αἰαῖ" φαντὶ "Φιλῖνε, τό τοι καλὸν ἄνθος ἀπορρεῖ. μηκέτι τοι φρουρέωμες ἐπὶ προθύροισιν Ἄρατε, μηδὲ πόδας τρίβωμες· ὁ δʼ ὄρθριος ἄλλον ἀλέκτωρ κοκκύζων νάρκαισιν ἀνιαραῖσι διδοίη, 125εἷς δʼ ἀπὸ τᾶσδε φέριστε Μόλων ἄγχοιτο παλαίστρας, ἄμμιν δʼ ἁσυχία τε μέλοι γραία τε παρείη, ἅτις ἐπιφθύζοισα τὰ μὴ καλὰ νόσφιν ἐρύκοι.

For Simichidas the Loves have sneezed, for truly the wretch loves Myrto as dearly as goats love the spring. But Aratus, far the dearest of my friends, deep, deep his heart he keeps Desire,—and Aratus’s love is young! Aristis knows it, an honourable man, nay of men the best, whom even Phoebus would permit to stand and sing lyre in hand, by his tripods. Aristis knows how deeply love is burning Aratus to the bone. Ah, Pan, thou lord of the beautiful plain of Homole, bring, I pray thee, the darling of Aratus unbidden to his arms, whosoe’er it be that he loves. If this thou dost, dear Pan, then never may the boys of Arcady flog thy sides and shoulders with stinging herbs, when scanty meats are left them on thine altar. But if thou shouldst otherwise decree, then may all thy skin be frayed and torn with thy nails, yea, and in nettles mayst thou couch! In the hills of the Edonians mayst thou dwell in mid-winter time, by the river Hebrus, close neighbour to the Polar star! But in summer mayst thou range with the uttermost Æthiopians beneath the rock of the Blemyes, whence Nile no more is seen.

And you, leave ye the sweet fountain of Hyetis and Byblis, and ye that dwell in the steep home of golden Dione, ye Loves as rosy as red apples, strike me with your arrows, the desired, the beloved; strike, for that ill-starred one pities not my friend, my host! And yet assuredly the pear is over-ripe, and the maidens cry ‘alas, alas, thy fair bloom fades away!’

Come, no more let us mount guard by these gates, Aratus, nor wear our feet away with knocking there. Nay, let the crowing of the morning cock give others over to the bitter cold of dawn. Let Molon alone, my friend, bear the torment at that school of passion! For us, let us secure a quiet life, and some old crone to spit on us for luck, and so keep all unlovely things away.

128τόσσʼ ἐφάμαν· ὁ δέ μοι τὸ λαγωβόλον, ἁδὺ γελάσσας ὡς πάρος, ἐκ Μοισᾶν ξεινήιον ὤπασεν εἶμεν. 130χὡ μὲν ἀποκλίνας ἐπʼ ἀριστερὰ τὰν ἐπὶ Πύξας εἷρφʼ ὁδόν, αὐτὰρ ἐγώ τε καὶ Εὔκριτος ἐς Φρασιδάμω στραφθέντες χὡ καλὸς Ἀμύντιχος ἔν τε βαθείαις ἁδείας σχοίνοιο χαμευνίσιν ἐκλίνθημες ἔν τε νεοτμάτοισι γεγαθότες οἰναρέοισι. 135πολλαὶ δʼ ἁμὶν ὕπερθε κατὰ κρατὸς δονέοντο αἴγειροι πτελέαι τε· τὸ δʼ ἐγγύθεν ἱερὸν ὕδωρ Νυμφᾶν ἐξ ἄντροιο κατειβόμενον κελάρυζε. τοὶ δὲ ποτὶ σκιαραῖς ὀροδαμνίσιν αἰθαλίωνες τέττιγες λαλαγεῦντες ἔχον πόνον· ἁ δʼ ὀλολυγὼν 140τηλόθεν ἐν πυκιναῖσι βάτων τρύζεσκεν ἀκάνθαις. ἄειδον κόρυδοι καὶ ἀκανθίδες, ἔστενε τρυγών, πωτῶντο ξουθαὶ περὶ πίδακας ἀμφὶ μέλισσαι. πάντʼ ὦσδεν θέρεος μάλα πίονος, ὦσδε δʼ ὀπώρας. ὄχναι μὲν πὰρ ποσσί, παρὰ πλευραῖσι δὲ μᾶλα 145δαψιλέως ἁμῖν ἐκυλίνδετο· τοὶ δʼ ἐκέχυντο ὄρπακες βραβίλοισι καταβρίθοντες ἔραζε· τετράενες δὲ πίθων ἀπελύετο κρατὸς ἄλειφαρ. Νύμφαι Κασταλίδες Παρνάσιον αἶπος ἔχοισαι, ἆρά γέ πᾳ τοιόνδε Φόλω κατὰ λάινον ἄντρον 150κρατῆρʼ Ἡρακλῆι γέρων ἐστήσατο Χείρων; ἆρά γέ πᾳ τῆνον τὸν ποιμένα τὸν ποτʼ Ἀνάπῳ, τὸν κρατερὸν Πολύφαμον, ὃς ὤρεσι νᾶας ἔβαλλε, τοῖον νέκταρ ἔπεισε κατʼ αὐλία ποσσὶ χορεῦσαι, οἷον δὴ τόκα πῶμα διεκρανάσατε Νύμφαι 155βωμῷ πὰρ Δάματρος ἀλῳάδος; ἇς ἐπὶ σωρῷ αὖθις ἐγὼ πάξαιμι μέγα πτύον, ἁ δὲ γελάσσαι δράγματα καὶ μάκωνας ἐν ἀμφοτέραισιν ἔχοισα.

Thus I sang, and sweetly smiling, as before, he gave me the staff, a pledge of brotherhood in the Muses. Then he bent his way to the left, and took the road to Pyxa, while I and Eucritus, with beautiful Amyntas, turned to the farm of Phrasidemus. There we reclined on deep beds of fragrant lentisk, lowly strown, and rejoicing we lay in new stript leaves of the vine. And high above our heads waved many a poplar, many an elm tree, while close at hand the sacred water from the nymphs’ own cave welled forth with murmurs musical. On shadowy boughs the burnt cicalas kept their chattering toil, far off the little owl cried in the thick thorn brake, the larks and finches were singing, the ring-dove moaned, the yellow bees were flitting about the springs. All breathed the scent of the opulent summer, of the season of fruits; pears at our feet and apples by our sides were rolling plentiful, the tender branches, with wild plums laden, were earthward bowed, and the four-year-old pitch seal was loosened from the mouth of the wine-jars.

Ye nymphs of Castaly that hold the steep of Parnassus, say, was it ever a bowl like this that old Chiron set before Heracles in the rocky cave of Pholus? Was it nectar like this that beguiled the shepherd to dance and foot it about his folds, the shepherd that dwelt by Anapus, on a time, the strong Polyphemus who hurled at ships with mountains? Had these ever such a draught as ye nymphs bade flow for us by the altar of Demeter of the threshing-floor?

Ah, once again may I plant the great fan on her corn-heap, while she stands smiling by, with sheaves and poppies in her hands.

People and places in this passage

English translation by Andrew Lang (1889). Original text: R. J. Cholmeley (ed.), The Idylls of Theocritus, London: George Bell and Sons, 1901-1919 (Greek text as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library, Greek text); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.