Theocritus · Idylls Εἰδύλλια

Theocritus, Idylls 17.1–137: Idyll 17: In praise of Ptolemy

The poem begins with Zeus and passes to Ptolemy son of Lagus, whom it praises as foremost among men, and to his mother Berenice. It tells of his birth on the isle of Cos, of the lands he rules and the wealth of Egypt, and of the temples he has built for his parents. It ends with his marriage to his sister, likened to the bridal of Zeus and Hera.

Lines 17.1–137 · 1479 words · click a number to copy its link
1Ἐκ Διὸς ἀρχώμεσθα καὶ ἐς Δία λήγετε Μοῖσαι, ἀθανάτων τὸν ἄριστον ἐπὴν αὐδῶμεν ἀοιδαῖς· ἀνδρῶν δʼ αὖ Πτολεμαῖος ἐνὶ πρώτοισι λεγέσθω καὶ πύματος καὶ μέσσος· ὁ γὰρ προφερέστατος ἄλλων. 5ἥρωες, τοὶ πρόσθεν ἀφʼ ἡμιθέων ἐγένοντο, ῥέξαντες καλὰ ἔργα σοφῶν ἐκύρησαν ἀοιδῶν· αὐτὰρ ἐγὼ Πτολεμαῖον ἐπιστάμενος καλὰ εἰπεῖν ὑμνήσαιμʼ· ὕμνοι δὲ καὶ ἀθανάτων γέρας αὐτῶν. Ἴδαν ἐς πολύδενδρον ἀνὴρ ὑλατόμος ἐλθὼν 10παπταίνει, παρεόντος ἄδην, πόθεν ἄρξεται ἔργου. τί πρῶτον καταλέξω; ἐπεὶ πάρα μυρία εἰπεῖν, οἷσι θεοὶ τὸν ἄριστον ἐτίμησαν βασιλήων. Ἐκ πατέρων οἷος μὲν ἔην τελέσαι μέγα ἔργον Λαγείδας Πτολεμαῖος, ὅτε φρεσὶν ἐγκατάθοιτο 15βουλάν, ἃν οὐκ ἄλλος ἀνὴρ οἷός τε νοῆσαι. τῆνον καὶ μακάρεσσι πατὴρ ὁμότιμον ἔθηκεν ἀθανάτοις, καί οἱ χρύσεος δόμος ἐν Διὸς οἴκῳ δέδμηται· παρὰ δʼ αὐτὸν Ἀλέξανδρος φίλα εἰδὼς ἑδριάει, Πέρσαισι βαρὺς θεὸς αἰολομίτρας. 20ἀντία δʼ Ἡρακλῆος ἕδρα κενταυροφόνοιο ἵδρυται στερεοῖο τετυγμένα ἐξ ἀδάμαντος· ἔνθα σὺν ἄλλοισιν θαλίας ἔχει οὐρανίδαισι, χαίρων υἱωνῶν περιώσιον υἱωνοῖσιν, ὅττί σφεων Κρονίδης μελέων ἐξείλετο γῆρας, 25ἀθάνατοι δὲ καλεῦνται ἑοὶ νέποδες γεγαῶτες. ἄμφω γὰρ πρόγονός σφιν ὁ καρτερὸς Ἡρακλείδας, ἀμφότεροι δʼ ἀριθμεῦνται ἐς ἔσχατον Ἡρακλῆα. τῷ καὶ ἐπεὶ δαίτηθεν ἴοι κεκορημένος ἤδη νέκταρος εὐόδμοιο φίλας ἐς δῶμʼ ἀλόχοιο, 30τῷ μὲν τόξον ἔδωκεν ὑπωλένιόν τε φαρέτραν, τῷ δὲ σιδάρειον σκύταλον κεχαραγμένον ὄζοις.

FROM Zeus let us begin, and with Zeus make end, ye Muses, whensoever we chant in songs the chiefest of immortals! But of men, again, let Ptolemy be named, among the foremost, and last, and in the midmost place, for of men he hath the pre-eminence. The heroes that in old days were begotten of the demigods, wrought noble deeds, and chanced on minstrels skilled, but I, with what skill I have in song, would fain make my hymn of Ptolemy, and hymns are the glorious meed, yea, of the very immortals.

When the feller hath come up to wooded Ida, he glances around, so many are the trees, to see whence he should begin his labour. Where first shall I begin the tale, for there are countless things ready for the telling, wherewith the Gods have graced the most excellent of kings?

Even by virtue of his sires, how mighty was he to accomplish some great work,—Ptolemy son of Lagus,—when he had stored in his mind such a design, as no other man was able even to devise! Him hath the Father stablished in the same honour as the blessed immortals, and for him a golden mansion in the house of Zeus is builded; beside him is throned Alexander, that dearly loves him, Alexander, a grievous god to the white-turbaned Persians.

And over against them is set the throne of Heracles, the slayer of the Bull, wrought of stubborn adamant. There holds he festival with the rest of the heavenly host, rejoicing exceedingly in his far-off children’s children, for that the son of Cronos hath taken old age clean away from their limbs, and they are called immortals, being his offspring. For the strong son of Heracles is ancestor of the twain, I and both are reckoned to Heracles, on the utmost of the lineage.

Therefore when he hath now had his fill of fragrant nectar, and is going from the feast to the bower of his bed-fellow dear, to one of his children he gives his bow, and the quiver that swings beneath his elbow, to the other his knotted mace of iron. Then they to the ambrosial bower of white-ankled Hera, convey the weapons and the bearded son of Zeus.

32οἱ δʼ εἰς ἀμβρόσιον θάλαμον λευκοσφύρου Ἥβης ὅπλα καὶ αὐτὸν ἄγουσι γενειήταν Διὸς υἱόν. οἵα δʼ ἐν πινυταῖσι περικλειτὰ Βερενίκα 35ἔπρεπε θηλυτέραις, ὄφελος μέγα γειναμένοισι. τᾷ μὲν Κύπρον ἔχοισα Διώνας πότνια κούρα κόλπον ἐς εὐώδη ῥαδινὰς ἐσεμάξατο χεῖρας. τῷ οὔπω τινὰ φαντὶ ἁδεῖν τόσον ἀνδρὶ γυναικῶν, ὅσσόν περ Πτολεμαῖος ἑὴν ἐφίλησεν ἄκοιτιν. 40ἦ μὰν ἀντεφιλεῖτο πολὺ πλέον· ὧδέ κε παισὶ θαρσήσας σφετέροισιν ἐπιτρέποι οἶκον ἅπαντα, ὁππότε κεν φιλέων βαίνῃ λέχος ἐς φιλεούσης. ἀστόργου δὲ γυναικὸς ἐπʼ ἀλλοτρίῳ νόος αἰεί, ῥηίδιοι δὲ γοναί, τέκνα δʼ οὐ ποτεοικότα πατρί. 45κάλλει ἀριστεύουσα θεάων πότνʼ Ἀφροδίτα, σοὶ τήνα μεμέλητο· σέθεν δʼ ἕνεκεν Βερενίκα εὐειδὴς Ἀχέροντα πολύστονον οὐκ ἐπέρασεν, ἀλλά μιν ἁρπάξασα, πάροιθʼ ἐπὶ νῆα κατελθεῖν κυανέαν καὶ στυγνὸν ἀεὶ πορθμῆα καμόντων, 50ἐς ναὸν κατέθηκας, ἑᾶς δʼ ἀπεδάσσαο τιμᾶς. πᾶσιν δʼ ἤπιος ἥδε βροτοῖς μαλακοὺς μὲν ἔρωτας προσπνείει, κούφας δὲ διδοῖ ποθέοντι μερίμνας.— Ἀργεία κυάνοφρυ, σὺ λαοφόνον Διομήδεα μισγομένα Τυδῆι τέκες, Καλυδώνιον ἄνδρα, 55ἀλλὰ Θέτις βαθύκολπος ἀκοντιστὰν Ἀχιλῆα Αἰακίδᾳ Πηλῆι, σὲ δʼ αἰχμητὰ Πτολεμαῖε αἰχμητᾷ Πτολεμαίῳ ἀρίζηλος Βερενίκα. καί σε Κόως ἀτίταλλε βρέφος νεογιλλὸν ἐόντα, δεξαμένα παρὰ ματρός, ὅτε πρώταν ἴδες ἀῶ. 60ἔνθα γὰρ Εἰλείθυιαν ἐβώσατο λυσίζωνον Ἀντιγόνας θυγάτηρ βεβαρημένα ὠδίνεσσιν· ἡ δέ οἱ εὐμενέοισα παρίστατο, κὰδ δʼ ἄρα πάντων νωδυνίαν κατέχευε μελῶν· ὁ δὲ πατρὶ ἐοικὼς παῖς ἀγαπητὸς ἔγεντο. Κόως δʼ ὀλόλυξεν ἰδοῖσα, 65φᾶ δὲ καθαπτομένα βρέφεος χείρεσσι φίλῃσιν· Ὄλβιε κοῦρε γένοιο, τίοις δέ με τόσσον, ὅσον περ Δᾶλον ἐτίμησεν κυανάμπυκα Φοῖβος Ἀπόλλων· ἐν δὲ μιᾷ τιμᾷ Τρίοπον καταθεῖο κολώναν, ἶσον Δωριέεσσι νέμων γέρας ἐγγὺς ἐοῦσιν. 70ἶσον καὶ Ῥήναιαν ἄναξ ἐφίλησεν Ἀπόλλων.

Again, how shone renowned Berenice among the wise of womankind, how great a boon was she to them that begat her! Yea, in her fragrant breast did the Lady of Cyprus, the queenly daughter of Dione, lay her slender hands, wherefore they say that never any woman brought man such delight as came from the love borne to his wife by Ptolemy. And verily he was loved again with far greater love, and in such a wedlock a man may well trust all his house to his children, whensoever he goes to the bed of one that loves him as he loves her. But the mind of a woman that loves not is set ever on a stranger, and she hath children at her desire, but they are never like the father.

O thou that amongst the Goddesses hast the prize of beauty, O Lady Aphrodite, thy care was she, and by thy favour the lovely Berenice crossed not Acheron, the river of mourning, but thou didst catch her away, ere she came to the dark water, and to the still-detested ferryman of souls outworn, and in thy temple didst thou instal her, and gavest her a share of thy worship. Kindly is she to all mortals, and she breathes into them soft desires, and she lightens the cares of him that is in longing.

O dark-browed lady of Argos, in wedlock with Tydeus didst thou bear slaying Diomede, a hero of Calydon, and, again, deep-bosomed Thetis to Peleus, son of Aeacus, bare the spearman Achilles. But thee, O warrior Ptolemy, to Ptolemy the warrior bare the glorious Berenice! And Cos did foster thee, when thou wert still a child new-born, and received thee at thy mother’s hand, when thou saw’st thy first dawning. For there she called aloud on Eilithyia, loosener of the girdle; she called, the daughter of Antigone, when heavy on her came the pangs of childbirth. And Eilithyia was present to help her, and so poured over all her limbs release from pain. Then the beloved child was born, his father’s very counterpart. And Cos brake forth into a cry, when she beheld it, and touching the child with kind hands, she said:

‘Blessed, O child, mayst thou be, and me mayst thou honour even as Phoebus Apollo honours Delos of the azure crown, yea, stablish in the same renown the Triopean hill, and allot such glory to the Dorians dwelling nigh, as that wherewithal Prince Apollo favours Rhenaea.’

71Ὣς ἄρα νᾶσος ἔειπεν· ὁ δʼ ὑψόθεν ἔκλαγε φωνᾷ ἐς τρὶς ἀπὸ νεφέων μέγας αἰετὸς αἴσιος ὄρνις. Ζηνός που τόδε σᾶμα. Διὶ Κρονίωνι μέλοντι αἰδοῖοι βασιλῆες· ὁ δʼ ἔξοχος, ὅν κε φιλήσῃ 75γεινόμενον τὰ πρῶτα· πολὺς δέ οἱ ὄλβος ὀπαδεῖ, πολλᾶς δὲ κρατέει γαίας, πολλᾶς δὲ θαλάσσας. μυρίαι ἄπειροί τε καὶ ἔθνεα μυρία φωτῶν λήιον ἀλδήσκουσιν ὀφελλόμεναι Διὸς ὄμβρῳ· ἀλλʼ οὔτις τόσα φύει, ὅσα χθαμαλὰ Αἴγυπτος, 80Νεῖλος ἀναβλύζων διερὰν ὅτε βώλακα θρύπτει. οὐδέ τις ἄστεα τόσσα βροτῶν ἔχει ἔργα δαέντων. τρεῖς μέν οἱ πολίων ἑκατοντάδες ἐνδέδμηνται, τρεῖς δʼ ἄρα χιλιάδες τρισσαῖς ἐπὶ μυριάδεσσι, δοιαὶ δὲ τριάδες, μετὰ δέ σφισιν ἐννεάδες τρεῖς· 85τῶν πάντων Πτολεμαῖος ἀγήνωρ ἐμβασιλεύει.

Lo, thus spake the Isle, but far aloft under the clouds a great eagle screamed thrice aloud, the ominous bird of Zeus. This sign, methinks, was of Zeus; Zeus, the son of Cronos, in his care hath awful kings, but he is above all, whom Zeus loved from the first, even from his birth. Great fortune goes with him, and much land he rules, and wide sea.

Countless are the lands, and tribes of men innumerable win increase of the soil that waxeth under the rain of Zeus, but no land brings forth so much as low-lying Egypt, when Nile wells up and breaks the sodden soil. Nor is there any land that hath so many towns of men skilled in handiwork; therein are three centuries of cities builded, and thousands three, and to these three myriads, and cities twice three, and beside these, three times nine, and over them all high-hearted Ptolemy is king.

86καὶ μὴν Φοινίκας ἀποτέμνεται Ἀρραβίας τε καὶ Συρίας Λιβύας τε κελαινῶν τʼ Αἰθιοπήων. Παμφύλοισί τε πᾶσι καὶ αἰχμηταῖς Κιλίκεσσι σαμαίνει, Λυκίοις τε φιλοπτολέμοισί τε Καρσί, 90καὶ νάσοις Κυκλάδεσσιν, ἐπεί οἱ νᾶες ἄρισται πόντον ἐπιπλώοντι, θάλασσα δὲ πᾶσα καὶ αἶα καὶ ποταμοὶ κελάδοντες ἀνάσσονται Πτολεμαίῳ. πολλοὶ δʼ ἱππῆες, πολλοὶ δέ μιν ἀσπιδιῶται. χαλκῷ μαρμαίροντι σεσαγμένοι ἀμφαγέρονται. 95ὄλβῳ μὲν πάντάς κε καταβρίθοι βασιλῆας· τόσσον ἐπʼ ἆμαρ ἕκαστον ἐς ἀφνεὸν ἔρχεται οἶκον πάντοθε. λαοὶ δʼ ἔργα περιστέλλουσιν ἕκηλοι. οὐ γάρ τις δηίων πολυκήτεα Νεῖλον ὑπερβὰς πεζὸς ἐν ἀλλοτρίαισι βοὰν ἐστάσατο κώμαις, 100οὐδέ τις αἰγιαλόνδε θοᾶς ἐξάλατο ναὸς θωρηχθεὶς ἐπὶ βουσὶν ἀνάρσιος Αἰγυπτίῃσι· τοῖος ἀνὴρ πλατέεσσιν ἐνίδρυται πεδίοισι ξανθοκόμας Πτολεμαῖος, ἐπιστάμενος δόρυ πάλλειν, ᾧ ἐπὶ πάγχυ μέλει πατρώια πάντα φυλάσσειν 105οἷʼ ἀγαθῷ βασιλῆι, τὰ δὲ κτεατίζεται αὐτός. οὐ μὰν ἀχρεῖός γε δόμῳ ἐνὶ πίονι χρυσὸς μυρμάκων ἅτε πλοῦτος ἀεὶ κέχυται μογεόντων· ἀλλὰ πολὺν μὲν ἔχοντι θεῶν ἐρικυδέες οἶκοι, αἰὲν ἀπαρχομένοιο σὺν ἄλλοισιν γεράεσσι, 110πολλὸν δʼ ἰφθίμοισι δεδώρηται βασιλεῦσι, πολλὸν δὲ πτολίεσσι, πολὺν δʼ ἀγαθοῖσιν ἑταίροις. οὐδὲ Διωνύσου τις ἀνὴρ ἱεροὺς κατʼ ἀγῶνας ἵκετʼ ἐπιστάμενος λιγυρὰν ἀναμέλψαι ἀοιδάν, ᾧ οὐ δωτίναν ἀντάξιον ὤπασε τέχνας. 115Μουσάων δʼ ὑποφῆται ἀείδοντι Πτολεμαῖον ἀντʼ εὐεργεσίας. τί δὲ κάλλιον ἀνδρί κεν εἴη ὀλβίῳ ἢ κλέος ἐσθλὸν ἐν ἀνθρώποισιν ἀρέσθαι; τοῦτο καὶ Ἀτρείδαισι μένει· τὰ δὲ μυρία τῆνα, ὅσσα μέγαν Πριάμοιο δόμον κτεάτισσαν ἑλόντες, 120ἀέρι πᾳ κέκρυπται, ὅθεν πάλιν οὐκέτι νόστος·

Yea, and he taketh him a portion of Phoenicia, and of Arabia, and of Syria, and of Libya, and the black Aethiopians. And he is lord of all the Pamphylians, and the Cilician warriors, and the Lycians, and the Carians, that joy in battle, and lord of the isles of the Cyclades,—since his are the best of ships that sail over the deep,—yea, all the sea, and land and the sounding rivers are ruled by Ptolemy. Many are his horsemen, and many his targeteers that go clanging in harness of shining bronze. And in weight of wealth he surpasses all kings; such treasure comes day by day from every side to his rich palace, while the people are busy about their labours in peace. For never hath a foeman marched up the bank of teaming Nile, and raised the cry of war in villages not his own, nor hath any cuirassed enemy leaped ashore from his swift ship, to harry the kine of Egypt. So mighty a hero hath his throne established in the broad plains, even Ptolemy of the fair hair, a spearman skilled, whose care is above all, as a good king’s should be, to keep all the heritage of his fathers, and yet more he himself doth win. Nay, nor useless in his wealthy house, is the gold, like piled stores of the still toilsome ants, but the glorious temples of the gods have their rich share, for constant first-fruits he renders, with many another due, and much is lavished on mighty kings, much on cities, much on faithful friends. And never to the sacred contests of Dionysus comes any man that is skilled to raise the shrill sweet song, but Ptolemy gives him a guerdon worthy of his art. And the interpreters of the Muses sing of Ptolemy, in return for his favours. Nay, what fairer thing might befall a wealthy man, than to win a goodly renown among mortals?

This abides even by the sons of Atreus, but all those countless treasures that they won, when they took the mighty house of Priam, are hidden away in the mist, whence there is no returning.

121μοῦνος δὲ προτέρων τε καὶ ὧν ἔτι θερμὰ κονία στειβομένα καθύπερθε ποδῶν ἐκμάσσεται ἴχνη, ματρὶ φίλᾳ καὶ πατρὶ θυώδεας εἵσατο ναούς· ἐν δʼ αὐτοὺς χρυσῷ περικαλλέας ἠδʼ ἐλέφαντι 125ἵδρυται πάντεσσιν ἐπιχθονίοισιν ἀρωγούς. πολλὰ δὲ πιανθέντα βοῶν ὅγε μηρία καίει μησὶ περιπλομένοισιν ἐρευθομένων ἐπὶ βωμῶν, αὐτός τʼ ἰφθίμα τʼ ἄλοχος, τᾶς οὔτις ἀρείων νυμφίον ἐν μεγάροισι γυνὰ περιβάλλετʼ ἀγοστῷ, 130ἐκ θυμοῦ στέργοισα κασίγνητόν τε πόσιν τε. ὧδε καὶ ἀθανάτων ἱερὸς γάμος ἐξετελέσθη, οὓς τέκετο κρείουσα Ῥέα βασιλῆας Ὀλύμπου· ἓν δὲ λέχος στόρνυσιν ἰαύειν Ζηνὶ καὶ Ἥρῃ χεῖρας φοιβήσασα μύροις ἔτι παρθένος Ἶρις. 135χαῖρε ἄναξ Πτολεμαῖε· σέθεν δʼ ἐγὼ ἶσα καὶ ἄλλων μνάσομαι ἡμιθέων, δοκέω δʼ ἔπος οὐκ ἀπόβλητον φθέγξομαι ἐσσομένοις· ἀρετήν γε μὲν ἐκ Διὸς αἰτεῦ.

Ptolemy alone presses his own feet in the footmarks, yet glowing in the dust, of his fathers that were before him. To his mother dear, and his father he hath stablished fragrant temples; therein has he set their images, splendid with gold and ivory, to succour all earthly men. And many fat thighs of kine doth he burn on the empurpled altars, as the months roll by, he and his stately wife; no nobler lady did ever embrace a bridegroom in the halls, who loves, with her whole heart, her brother, her lord. On this wise was the holy bridal of the Immortals, too, accomplished, even of the pair that great Rhea bore, the rulers of Olympus; and one bed for the slumber of Zeus and of Hera doth Iris strew, with myrrh-anointed hands, the virgin Iris.

Prince Ptolemy, farewell, and of thee will I make mention, even as of the other demigods; and a word methinks I will utter not to be rejected of men yet unborn,—excellence, howbeit, thou shalt gain from Zeus.

People and places in this passage

English translation by Andrew Lang (1889). Original text: R. J. Cholmeley (ed.), The Idylls of Theocritus, London: George Bell and Sons, 1901-1919 (Greek text as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library, Greek text); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.