Theocritus · Idylls Εἰδύλλια

Theocritus, Idylls 25.1–137: Idyll 25: Heracles at the farm of Augeas

Heracles, in his lion's skin, is answered by an old husbandman of the estate of Augeas, who tells him about the lands and the work there and asks whom he has come to find. Augeas' son Phyleus leads him to the farm, where the dogs, the stalls and the countless herds of cattle and sheep are shown.

Lines 25.1–137 · 1482 words · click a number to copy its link
1τὸν δʼ ὁ γέρων προσέειπε φυτῶν ἐπίουρος ἀροτρεὺς παυσάμενος ἔργοιο, τό οἱ μετὰ χερσὶν ἔκειτο· ἔκ τοι ξεῖνε πρόφρων μυθήσομαι ὅσσʼ ἐρεείνεις, Ἑρμέω ἁζόμενος δεινὴν ὄπιν εἰνοδίοιο· 5τὸν γάρ φασι μέγιστον ἐπουρανίων κεχολῶσθαι, εἴ κεν ὁδοῦ ζαχρεῖον ἀνήνηταί τις ὁδίτην. ποῖμναι μὲν βασιλῆος εὔτριχες Αὐγείαο οὐ πᾶσαι βόσκονται ἴαν βόσιν οὐδʼ ἕνα χῶρον· ἀλλʼ αἱ μέν ῥα νάοντος ἐπʼ ὄχθαις ἀμφʼ Ἐλισοῦντος, 10αἱ δʼ ἱερὸν θείοιο παρὰ ῥόον Ἀλφειοῖο, αἱ δʼ ἐπὶ Βουπρασίου πολυβότρυος, αἱ δὲ καὶ ὧδε. χωρὶς δὴ σηκοί σφι τετυγμένοι εἰσὶν ἑκάσταις. αὐτὰρ βουκολίοισι περιπλήθουσί περ ἔμπης πάντεσσιν νομοὶ ὧδε τεθηλότες αἰὲν ἔασι, 15Μηνίου ἀμμέγα τῖφος, ἐπεὶ πολυειδέα ποίην λειμῶνες θαλέθουσιν ὑπόδροσοι εἰαμεναί τε εἰς ἅλις, ἥ ῥα βόεσσι μένος κεραῇσιν ἀέξει. αὖλις δέ σφισιν ἥδε τεῆς ἐπὶ δεξιὰ χειρὸς φαίνεται εὖ μάλα πᾶσα πέρην ποταμοῖο ῥέοντος, 20κείνῃ, ὅθι πλατάνιστοι ἐπηεταναὶ πεφύασι χλωρή τʼ ἀγριέλαιος, Ἀπόλλωνος νομίοιο ἱερὸν ἁγνόν, ξεῖνε, τελειοτάτοιο θεοῖο. εὐθὺς δὲ σταθμοὶ περιμήκεες ἀγροιώταις δέδμηνθʼ, οἳ βασιλῆι πολὺν καὶ ἀθέσφατον ὄλβον 25ῥυόμεθʼ ἐνδυκέως, τριπόλοις σπόρον ἐν νειοῖσιν ἔσθʼ ὅτε βάλλοντες καὶ τετραπόλοισιν ὁμοίως. οὔρους μὴν ἴσασι φυτοσκάφοι οἱ πολύεργοι, ἐς ληνοὺς δʼ ἱκνεῦνται, ἐπὴν θέρος ὥριον ἔλθῃ. πᾶν γὰρ δὴ πεδίον τόδʼ ἐπίφρονος Αὐγείαο, 30πυροφόροι τε γύαι καὶ ἀλωαὶ δενδρήεσσαι, μέχρις ἐπʼ ἐσχατιὰς πολυπίδακος ἀκρωρείης, ἃς ἡμεῖς ἔργοισιν ἐποιχόμεθα πρόπαν ἦμαρ, ἣ δίκη οἰκήων, οἷσιν βίος ἔπλετʼ ἐπʼ ἀγροῦ.

. . . Him answered the old man, a husbandman that had the care of the tillage, ceasing a moment from the work that lay betwixt his hands—‘Right readily will I tell thee, stranger, concerning the things whereof thou inquirest, for I revere the awful wrath of Hermes of the roadside. Yea he, they say, is of all the heavenly Gods the most in anger, if any deny the wayfarer that asks eagerly for the way.

‘The fleecy flocks of the king Augeas feed not all on one pasture, nor in one place, but some there be that graze by the river-banks round Elisus, and some by the sacred stream of divine Alpheius, and some by Buprasium rich in clusters of the vine, and some even in this place. And behold, the pens for each herd after its kind are builded apart. Nay, but for all the herds of Augeas, overflowing as they be, these pasture lands are ever fresh and flowering, around the great marsh of Peneus, for with herbage honey-sweet the dewy water-meadows are ever blossoming abundantly, and this fodder it is that feeds the strength of horned kine. And this their steading, on thy right hand stands all plain to view, beyond the running river, there, where the plane-trees grow luxuriant, and the green wild olive, a sacred grove, O stranger, of Apollo of the pastures, a God most gracious unto prayer. Next thereto are builded long rows of huts for the country folk, even for us that do zealously guard the great and marvellous wealth of the king; casting in season the seed in fallow lands, thrice, ay, and four times broken by the plough. As for the marches, truly, the ditchers know them, men of many toils, who throng to the wine-press at the coming of high summer tide. For, behold, all this plain is held by gracious Augeas, and the wheat-bearing plough-land, and the orchards with their trees, as far as the upland farm of the ridge, whence the fountains spring; over all which lands we go labouring, the whole day long, as is the wont of thralls that live their lives among the fields.

34ἀλλὰ σύ πέρ μοι ἔνισπε, τό τοι καὶ κέρδιον αὐτῷ 35ἔσσεται, οὗτινος ὧδε κεχρημένος εἰλήλουθας, ἠὲ σύγʼ Αὐγείην ἢ καὶ δμώων τινὰ κείνου δίζεαι, οἵ οἱ ἔασιν. ἐγὼ δέ κέ τοι σάφα εἰδὼς ἀτρεκέως εἴποιμʼ, ἐπεὶ οὐ σέγε φημὶ κακῶν ἒξ ἔμμεναι οὐδὲ κακοῖσιν ἐοικότα φύμεναι αὐτόν, 40οἷόν τοι μέγα εἶδος ἐπιπρέπει. ἦ ῥά νυ παῖδες ἀθανάτων τοιοίδε μετὰ θνητοῖσιν ἔασι. τὸν δʼ ἀπαμειβόμενος προσέφη Διὸς ἄλκιμος υἱός. Ναὶ γέρον Αὐγείην ἐθέλοιμί κεν ἀρχὸν Ἐπειῶν εἰσιδέειν· τοῦ γάρ με καὶ ἤγαγεν ἐνθάδε χρειώ. 45εἰ δʼ ὁ μὲν ἂρ κατὰ ἄστυ μένει παρὰ οἷσι πολίταις δήμου κηδόμενος, διὰ δὲ κρίνουσι θέμιστας, δμώων δή τινα πρέσβυ σύ μοι φράσον ἡγεμονεύσας, ὅστις ἐπʼ ἀγρῶν τῶνδε γεραίτερος αἰσυμνήτης, ᾧ κε τὸ μὲν εἴποιμι, τὸ δʼ ἐκ φαμένοιο πυθοίμην. 50ἄλλου δʼ ἄλλον ἔθηκε θεὸς ἐπιδευέα φωτῶν. τὸν δʼ ὁ γέρων ἐξαῦτις ἀμείβετο δῖος ἀροτρεύς· Ἀθανάτων ὦ ξεῖνε φραδῇ τινος ἐνθάδʼ ἱκάνεις, ὥς τοι πᾶν ὃ θέλεις αἶψα χρέος ἐκτετέλεσται. ὧδε γὰρ Αὐγείης, υἱὸς φίλος Ἠελίοιο, 55σφωιτέρῳ σὺν παιδί, βίῃ Φυλῆος ἀγαυοῦ, χθιζός γʼ εἰλήλουθεν ἀπʼ ἄστεος, ἤμασι πολλοῖς κτῆσιν ἐποψόμενος, ἥ οἱ νήριθμος ἐπʼ ἀγρῶν· ὥς που καὶ βασιλεῦσιν ἐείδεται ἐν φρεσὶν ᾗσιν αὐτοῖς κηδομένοισι σαώτερος ἔμμεναι οἶκος. 60ἀλλʼ ἴομεν μάλα πρός μιν· ἐγὼ δέ τοι ἡγεμονεύσω αὖλιν ἐφʼ ἡμετέρην, ἵνα κεν τέτμοιμεν ἄνακτα. Ὣς εἰπὼν ἡγεῖτο, νόῳ δʼ ἔτι πόλλʼ ἐμενοίνα, δέρμά τε θηρὸς ὁρῶν χειροπληθῆ τε κορύνην, ὁππόθεν ὁ ξεῖνος· μέμονεν δέ μιν αἰὲν ἔρεσθαι· 65ἂψ δʼ ὄκνῳ ποτὶ χεῖλος ἐλάμβανε μῦθον ἰόντα, μή τί οἱ οὐ κατὰ καιρὸν ἔπος προτιμυθήσαιτο, σπερχομένου· χαλεπὸν δʼ ἑτέρου νόον ἴδμεναι ἀνδρός.

‘But, prithee, tell thou me, in thy turn (and for thine own gain it will be), whom comest thou hither to seek; in quest, perchance, of Augeas, or one of his servants? Of all these things, behold, I have knowledge, and could tell thee plainly, for methinks that thou, for thy part, comest of no churlish stock, nay, nor hath thy shape aught of the churl, so excellent in might shows thy form. Lo, now, even such are the children of the immortal Gods among mortal men.’ Then the mighty son of Zeus answered him, saying—

‘Yea, old man, I fain would see Augeas, prince of the Epeans, for truly ’twas need of him that brought me hither. If he abides at the town with his citizens, caring for his people, and settling the pleas, do thou, old man, bid one of the servants to guide me on the way, a head-man of the more honourable sort in these fields, to whom I may both tell my desire, and learn in turn what I would, for God has made all men dependent, each on each.’

Then the old man, the worthy husbandman, answered him again—

‘By the guidance of some one of the immortals hast thou come hither, stranger, for verily all that thou requirest hath quickly been fulfilled. For hither hath come Augeas, the dear son of Helios, with his own son, the strong and princely Phyleus. But yesterday he came hither from the city, to be overseeing after many days his substance, that he hath uncounted in the fields. Thus do even kings in their inmost hearts believe that the eye of the master makes the house more prosperous. Nay come, let us hasten to him, and I will lead thee to our dwelling, where methinks we shall find the king.’

So he spake, and began to lead the way, but in his mind, as he marked the lion’s hide, and the club that filled the stranger’s fist, the old man was deeply pondering as to whence he came, and ever he was eager to inquire of him. But back again he kept catching the word as it rose to his lips, in fear lest he should speak somewhat out of season (his companion being in haste) for hard it is to know another’s mood.

68τοὺς δὲ κύνες προσιόντας ἀπόπροθεν αἶψʼ ἐνόησαν, ἀμφότερον ὀσμῇ τε χροὸς δούπῳ τε ποδοῖιν. 70θεσπέσιον δʼ ὑλάοντες ἐπέδραμον ἄλλοθεν ἄλλος Ἀμφιτρυωνιάδῃ Ἡρακλέι· τὸν δὲ γέροντα ἀχρεῖον κλάζοντε περίσσαινον ἑτέρωθεν. τοὺς μὲν ὅγε λάεσσιν ἀπὸ χθόνος ὅσσον ἀείρων φευγέμεν ἂψ ὀπίσω δειδίσσετο, τρηχὺ δὲ φωνῇ 75ἠπείλει μάλα πᾶσιν, ἐρητύσασκε δʼ ὑλαγμοῦ, χαίρων ἐν φρεσὶν ᾗσιν, ὁθούνεκεν αὖλιν ἔρυντο αὐτοῦ γʼ οὐ παρεόντος· ἔπος δʼ ὅγε τοῖον ἔειπεν· Ὢ πόποι, οἷον τοῦτο θεοὶ ποίησαν ἄνακτες θηρίον ἀνθρώποισι μετέμμεναι, ὡς ἐπιμηθές. 80εἴ οἱ καὶ φρένες ὧδε νοήμονες ἔνδοθεν ἦσαν, ᾔδει δʼ, ᾧ τε χρὴ χαλεπαινέμεν ᾧ τε καὶ οὐκί, οὐκ ἄν οἱ θηρῶν τις ἐδήρισεν περὶ τιμῆς· νῦν δὲ λίην ζάκοτόν τε καὶ ἀρρηνὲς γένετʼ αὔτως. Ἦ ῥα, καὶ ἐσσυμένως ποτὶ ταὐλίον ἷξον ἰόντες. 85Ἠέλιος μὲν ἔπειτα ποτὶ ζόφον ἔτραπεν ἵππους δείελον ἦμαρ ἄγων· τὰ δʼ ἐπήλυθε πίονα μῆλα ἐκ βοτάνης ἀνιόντα μετʼ αὐλία τε σηκούς τε. αὐτὰρ ἔπειτα βόες μάλα μυρίαι ἄλλαι ἐπʼ ἄλλαις ἐρχόμεναι φαίνονθʼ ὡσεὶ νέφη ὑδατόεντα, 90ἅσσά τʼ ἐν οὐρανῷ εἶσιν ἐλαυνόμενα προτέρωσε ἠὲ νότοιο βίῃ ἠὲ Θρῃκὸς βορέαο· τῶν μέν τʼ οὔτις ἀριθμὸς ἐν ἠέρι γίνετʼ ἰόντων, οὐδʼ ἄνυσις· τόσα γάρ τε μετὰ προτέροισι κυλίνδει ἲς ἀνέμου, τὰ δέ τʼ ἄλλα κορύσσεται αὖτις ἐπʼ ἄλλοις· 95τόσσʼ αἰεὶ μετόπισθε βοῶν ἐπὶ βουκόλιʼ ᾔει. πᾶν δʼ ἄρʼ ἐνεπλήσθη πεδίον, πᾶσαι δὲ κέλευθοι ληίδος ἐρχομένης (στείνοντο δὲ πίονες ἀγροί), μυκηθμῷ· σηκοὶ δὲ βοῶν ῥεῖα πλήσθησαν εἰλιπόδων, ὄιες δὲ κατʼ αὐλὰς ηὐλίζοντο.

Now as they began to draw nigh, the dogs from afar were instantly aware of them, both by the scent, and by the sound of footsteps, and, yelling furiously, they charged from all sides against Heracles, son of Amphitryon, while with faint yelping, on the other side, they greeted the old man, and fawned around him. But he just lifted stones from the ground, and scared them away, and, raising his voice, he right roughly chid them all, and made them cease from their yelping, being glad in his heart withal for that they guarded his dwelling, even when he was afar. Then thus he spake—

‘Lo, what a comrade for men have the Gods, the lords of all, made in this creature, how mindful is he! If he had but so much wit within him as to know against whom he should rage, and with whom he should forbear, no beast in the world could vie with his deserts. But now he is something over-fierce and blindly furious.’

So he spake, and they hastened, and came even to that dwelling whither they were faring.

Now Helios had turned his steeds to the west, bringing the late day, and the fatted sheep came up from the pastures to the pens and folds. Next thereafter the kine approaching, ten thousand upon ten thousand, showed for multitude even like the watery clouds that roll forward in heaven under the stress of the South Wind, or the Thracian North (and countless are they, and ceaseless in their airy passage, for the wind’s might rolls up the rear as numerous as the van, and hosts upon hosts again are moving in infinite array), even so many did herds upon herds of kine move ever forwards. And, lo, the whole plain was filled, and all the ways, as the cattle fared onwards, and the rich fields could not contain their lowing, and the stalls were lightly filled with kine of trailing feet, and the sheep were being penned in the folds.

100ἔνθα μὲν οὔτις ἕκηλος ἀπειρεσίων περ ἐόντων εἱστήκει παρὰ βουσὶν ἀνὴρ κεχρημένος ἔργου· ἀλλʼ ὁ μὲν ἀμφὶ πόδεσσιν ἐυτμήτοισιν ἱμᾶσι κωλοπέδας ἀράρισκε περισταδὸν ἐγγὺς ἀμέλγειν· ἄλλος δʼ αὖ φίλα τέκνα φίλαις ὑπὸ μητράσιν ἵει 105πινέμεναι λιαροῖο μεμαότα πάγχυ γάλακτος, ἄλλος ἀμόλγιον εἶχʼ, ἄλλος τρέφε πίονα τυρόν, ἄλλος ἐσῆγεν ἔσω ταύρους δίχα θηλειάων. Αὐγείης δʼ ἐπὶ πάντας ἰὼν θηεῖτο βοαύλους ἥντινά οἱ κτεάνων κομιδὴν ἐτίθεντο νομῆες, 110σὺν δʼ υἱός τε βίη τε βαρύφρονος Ἡρακλῆος ὡμάρτευν βασιλῆι διερχομένῳ μέγαν ὄλβον. ἔνθα καὶ ἄρρηκτόν περ ἔχων ἐν στήθεσι θυμὸν Ἀμφιτρυωνιάδης καὶ ἀρηρότα νωλεμὲς αἰεὶ ἐκπάγλως θαύμαζε θεῶν τόγε μυρίον ἕδνον 115εἰσορόων. οὐ γάρ κεν ἔφασκέ τις οὐδὲ ἐώλπει ἀνδρὸς ληίδʼ ἑνὸς τόσσην ἔμεν οὐδὲ δέκʼ ἄλλων, οἵτε πολύρρηνες πάντων ἔσαν ἐκ βασιλήων. Ἠέλιος δʼ ᾧ παιδὶ τόγʼ ἔξοχον ὤπασε δῶρον, ἀφνειὸν μήλοις περὶ πάντων ἔμμεναι ἀνδρῶν, 120καί ῥά οἱ αὐτὸς ὄφελλε διαμπερέως βοτὰ πάντα ἐς τέλος· οὐ μὲν γάρ τις ἐπήλυθε νοῦσος ἐκείνου βουκολίοις, αἵτʼ ἔργα καταφθείρουσι νομήων, αἰεὶ δὲ πλέονες κερααὶ βόες, αἰὲν ἀμείνους ἐξ ἔτεος γίνοντο μάλʼ εἰς ἔτος· ἦ γὰρ ἅπασαι 125ζωοτόκοι τʼ ἦσαν περιώσια θηλυτόκοι τε. ταῖς δὲ τριηκόσιοι ταῦροι συνάμʼ ἐστιχόωντο κνήμαργοί θʼ ἕλικές τε, διηκόσιοί γε μὲν ἄλλοι φοίνικες· πάντες δʼ ἐπιβήτορες οἵγʼ ἔσαν ἤδη. ἄλλοι δʼ αὖ μετὰ τοῖσι δυώδεκα βουκολέοντο 130ἱεροὶ Ἠελίοιο· χρόην δʼ ἔσαν ἠύτε κύκνοι ἀργησταί, πᾶσιν δὲ μετέπρεπον εἰλιπόδεσσιν οἳ καὶ ἀτιμαγέλαι βόσκοντʼ ἐριθηλέα ποίην ἐν νομῷ· ὧδʼ ἔκπαγλον ἐπὶ σφίσι γαυριόωντο. καί ῥʼ ὁπότʼ ἐκ λασίοιο θοοὶ προγενοίατο θῆρες 135ἐς πεδίον δρυμοῖο βοῶν ἕνεκʼ ἀγροτεράων, πρῶτοι τοίγε μάχηνδε κατὰ χροὸς ᾔεσαν ὀσμήν, δεινὸν δʼ ἐβρυχῶντο φόνον λεύσσοντε προσώπῳ.

There no man, for lack of labour, stood idle by the cattle, though countless men were there, but one was fastening guards of wood, with shapely thongs, about the feet of the kine, that he might draw near and stand by, and milk them. And another beneath their mothers kind was placing the calves right eager to drink of the sweet milk. Yet another held a milking pail, while his fellow was fixing the rich cheese, and another led in the bulls apart from the cows. Meanwhile Augeas was going round all the stalls, and marking the care his herdsmen bestowed upon all that was his. And the king’s son, and the mighty, deep-pondering Heracles, went along with the king, as he passed through his great possessions. Then though he bore a stout spirit in his heart, and a mind stablished always imperturbable, yet the son of Amphitryon still marvelled out of measure, as he beheld these countless troops of cattle. Yea none would have deemed or believed that the substance of one man could be so vast, nay, nor ten men’s wealth, were they the richest in sheep of all the kings in the world. But Helios to his son gave this gift pre-eminent, namely to abound in flocks far above all other men, and Helios himself did ever and always give increase to the cattle, for upon his herds came no disease, of them that always minish the herdman’s toil. But always more in number waxed the horned kine, and goodlier, year by year, for verily they all brought forth exceeding abundantly, and never cast their young, and chiefly bare heifers.

With the kine went continually three hundred bulls, white-shanked, and curved of horn,—and two hundred others, red cattle,—and all these already were of an age to mate with the kine. Other twelve bulls, again, besides these, went together in a herd, being sacred to Helios. They were white as swans, and shone among all the herds of trailing gait. And these disdaining the herds grazed still on the rich herbage in the pastures, and they were exceeding high of heart. And whensoever the swift wild beasts came down from the rough oakwood to the plain, to seek the wilder cattle, afield went these bulls first to the fight, at the smell of the savour of the beasts, bellowing fearfully, and glancing slaughter from their brows.

People and places in this passage

English translation by Andrew Lang (1889). Original text: R. J. Cholmeley (ed.), The Idylls of Theocritus, London: George Bell and Sons, 1901-1919 (Greek text as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library, Greek text); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.