Apollonius Rhodius · Argonautica Ἀργοναυτικά

Apollonius Rhodius, Argonautica 2.1030–1225: The birds of Ares and the sons of Phrixus

Near the island of Ares the heroes scare off the birds that shoot their feathers like arrows, by wearing helmets and clashing shields. On the island they find the four shipwrecked sons of Phrixus, who are Jason's kinsmen, and who tell them of Aeetes and the sleepless serpent. Argus agrees to guide the Argonauts to Colchis.

Lines 2.1030–1225 · 1961 words · click a number to copy its link
1030τοὺς παρανισσόμενοι καὶ δὴ σχεδὸν ἀντιπέρηθεν νήσου Ἀρητιάδος τέμνον πλόον εἰρεσίῃσιν ἠμάτιοι· λιαρὴ γὰρ ὑπὸ κνέφας ἔλλιπεν αὔρη. ἤδη καί τινʼ ὕπερθεν Ἀρήιον ἀίσσοντα ἐνναέτην νήσοιο διʼ ἠέρος ὄρνιν ἴδοντο, 1035ὅς ῥα τιναξάμενος πτέρυγας κατὰ νῆα θέουσαν ἧκʼ ἐπί οἱ πτερὸν ὀξύ· τὸ δʼ ἐν λαιῷ πέσεν ὤμῳ δίου Ὀιλῆος· μεθέηκε δὲ χερσὶν ἐρετμὸν βλήμενος· οἱ δὲ τάφον πτερόεν βέλος εἰσορόωντες. καὶ τὸ μὲν ἐξείρυσσε παρεδριόων Ἐρυβώτης, 1040ἕλκος δὲ ξυνέδησεν, ἀπὸ σφετέρου κολεοῖο λυσάμενος τελαμῶνα κατήορον· ἐκ δʼ ἐφαάνθη ἄλλος ἐπὶ προτέρῳ πεποτημένος· ἀλλά μιν ἥρως Εὐρυτίδης Κλυτίος—πρὸ γὰρ ἀγκύλα τείνατο τόξα, ἧκε δʼ ἐπʼ οἰωνὸν ταχινὸν βέλος—αὐτὰρ ἔπειτα 1045πλῆξεν· δινηθεὶς δὲ θοῆς πέσεν ἀγχόθι νηός. τοῖσιν δʼ Ἀμφιδάμας μυθήσατο, παῖς Ἀλεοῖο· νῆσος μὲν πέλας ἧμιν Ἀρητιάς· ἴστε καὶ αὐτοὶ τούσδʼ ὄρνιθας ἰδόντες. ἐγὼ δʼ οὐκ ἔλπομαι ἰοὺς τόσσον ἐπαρκέσσειν εἰς ἔκβασιν. ἀλλά τινʼ ἄλλην 1050μῆτιν πορσύνωμεν ἐπίρροθον, εἴ γʼ ἐπικέλσαι μέλλετε, Φινῆος μεμνημένοι, ὡς ἐπέτελλεν. οὐδὲ γὰρ Ἡρακλέης, ὁπότʼ ἤλυθεν Ἀρκαδίηνδε, πλωίδας ὄρνιθας Στυμφαλίδας ἔσθενε λίμνης ὤσασθαι τόξοισι, τὸ μέν τʼ ἐγὼ αὐτὸς ὄπωπα. 1055ἀλλʼ ὅγε χαλκείην πλατάγην ἐνὶ χερσὶ τινάσσων δούπει ἐπὶ σκοπιῆς περιμήκεος· αἱ δʼ ἐφέβοντο τηλοῦ, ἀτυζηλῷ ὑπὸ δείματι κεκληγυῖαι. τῶ καὶ νῦν τοίην τινʼ ἐπιφραζώμεθα μῆτιν· αὐτὸς δʼ ἂν τὸ πάροιθεν ἐπιφρασθεὶς ἐνέποιμι. 1060ἀνθέμενοι κεφαλῇσιν ἀερσιλόφους τρυφαλείας, ἡμίσεες μὲν ἐρέσσετʼ ἀμοιβαδίς, ἡμίσεες δὲ δούρασί τε ξυστοῖσι καὶ ἀσπίσιν ἄρσετε νῆα. αὐτὰρ πασσυδίῃ περιώσιον ὄρνυτʼ ἀυτὴν ἀθρόοι, ὄφρα κολῳὸν ἀηθείῃ φοβέωνται 1065νεύοντάς τε λόφους καὶ ἐπήορα δούραθʼ ὕπερθεν. εἰ δέ κεν αὐτὴν νῆσον ἱκώμεθα, δὴ τότʼ ἔπειτα σὺν κελάδῳ σακέεσσι πελώριον ὄρσετε δοῦπον. ὧς ἄρʼ ἔφη· πάντεσσι δʼ ἐπίρροθος ἥνδανε μῆτις.

They passed them by and cleft their way with oars over against the island of Ares all day long; for at dusk the light breeze left them. At last they spied above them, hurtling through the air, one of the birds of Ares which haunt that isle. It shook its wings down over the ship as she sped on and sent against her a keen feather, and it fell on the left shoulder of goodly Oileus, and he dropped his oar from his hands at the sudden blow, and his comrades marvelled at the sight of the winged bolt. And Eribotes from his seat hard by drew out the feather, and bound up the wound when he had loosed the strap hanging from his own sword-sheath; and besides the first, another bird appeared swooping down; but the hero Clytius, son of Eurytus—for he bent his curved bow, and sped a swift arrow against the bird—struck it, and it whirled round and fell close to the ship. And to them spake Amphidamas, son of Aleus:

“The island of Ares is near us; you know it yourselves now that ye have seen these birds. But little will arrows avail us, I trow, for landing. But let us contrive some other device to help us, if ye intend to land, bearing in mind the injunction of Phineus. For not even could Heracles, when he came to Arcadia, drive away with bow and arrow the birds that swam on the Stymphalian lake. I saw it myself. But he shook in his hand a rattle of bronze and made a loud clatter as he stood upon a lofty peak; and the birds fled far off, screeching in bewildered fear. Wherefore now too let us contrive some such device, and I myself will speak, having pondered the matter beforehand. Set on your heads your helmets of lofty crest, then half row by turns, and half fence the ship about with polished spears and shields. Then all together raise a mighty shout so that the birds may be scared by the unwonted din, the nodding crests, and the uplifted spears on high. And if we reach the island itself, then make mighty noise with the clashing of shields.”

1069ἀμφὶ δὲ χαλκείας κόρυθας κεφαλῇσιν ἔθεντο 1070δεινὸν λαμπομένας, ἐπὶ δὲ λόφοι ἐσσείοντο φοινίκεοι. καὶ τοὶ μὲν ἀμοιβήδην ἐλάασκον· τοὶ δʼ αὖτʼ ἐγχείῃσι καὶ ἀσπίσι νῆʼ ἐκάλυψαν. ὡς δʼ ὅτε τις κεράμῳ κατερέψεται ἑρκίον ἀνήρ, δώματος ἀγλαΐην τε καὶ ὑετοῦ ἔμμεναι ἄλκαρ, 1075ἄλλῳ δʼ ἔμπεδον ἄλλος ὁμῶς ἐπαμοιβὸς ἄρηρεν· ὧς οἵγʼ ἀσπίσι νῆα συναρτύναντες ἔρεψαν. οἵη δὲ κλαγγὴ δῄου πέλει ἐξ ὁμάδοιο ἀνδρῶν κινυμένων, ὁπότε ξυνίωσι φάλαγγες, τοίη ἄρʼ ὑψόθι νηὸς ἐς ἠέρα κίδνατʼ ἀυτή. 1080οὐδέ τινʼ οἰωνῶν ἔτʼ ἐσέδρακον, ἀλλʼ ὅτε νήσῳ χρίμψαντες σακέεσσιν ἐπέκτυπον, αὐτίκʼ ἄρʼ οἵγε μυρίοι ἔνθα καὶ ἔνθα πεφυζότες ἠερέθοντο. ὡς δʼ ὁπότε Κρονίδης πυκινὴν ἐφέηκε χάλαζαν ἐκ νεφέων ἀνά τʼ ἄστυ καὶ οἰκία, τοὶ δʼ ὑπὸ τοῖσιν 1085ἐνναέται κόναβον τεγέων ὕπερ εἰσαΐοντες ἧνται ἀκήν, ἐπεὶ οὔ σφε κατέλλαβε χείματος ὥρη ἀπροφάτως, ἀλλὰ πρὶν ἐκαρτύναντο μέλαθρον· ὧς πυκινὰ πτερὰ τοῖσιν ἐφίεσαν ἀίσσοντες ὕψι μάλʼ ἂμ πέλαγος περάτης εἰς οὔρεα γαίης. 1090τίς γὰρ δὴ Φινῆος ἔην νόος, ἐνθάδε κέλσαι ἀνδρῶν ἡρώων θεῖον στόλον; ἢ καὶ ἔπειτα ποῖον ὄνειαρ ἔμελλεν ἐελδομένοισιν ἱκέσθαι;

Thus he spake, and the helpful device pleased all. And on their heads they placed helmets of bronze, gleaming terribly, and the blood-red crests were tossing. And half of them rowed in turn, and the rest covered the ship with spears and shields. And as when a man roofs over a house with tiles, to be an ornament of his home and a defence against rain, and one that fits firmly into another, each after each; so they roofed over the ship with their shields, locking them together. And as a din arises from a warrior-host of men sweeping on, when lines of battle meet, such a shout rose upward from the ship into the air. Now they saw none of the birds yet, but when they touched the island and clashed upon their shields, then the birds in countless numbers rose in flight hither and thither. And as when the son of Cronos sends from the clouds a dense hailstorm on city and houses, and the people who dwell beneath hear the din above the roof and sit quietly, since the stormy season has not come upon them unawares, but they have first made strong their roofs; so the birds sent against the heroes a thick shower of feather-shafts as they darted over the sea to the mountains of the land opposite.

What then was the purpose of Phineus in bidding the divine band of heroes land there? Or what kind of help was about to meet their desire?

1093υἱῆες Φρίξοιο μετὰ πτόλιν Ὀρχομενοῖο ἐξ Αἴης ἐνέοντο παρʼ Αἰήταο Κυταίου, 1095Κολχίδα νῆʼ ἐπιβάντες, ἵνʼ ἄσπετον ὄλβον ἄρωνται πατρός· ὁ γὰρ θνῄσκων ἐπετείλατο τήνδε κέλευθον. καὶ δὴ ἔσαν νήσοιο μάλα σχεδὸν ἤματι κείνῳ. Ζεὺς δʼ ἀνέμου βορέαο μένος κίνησεν ἀῆναι, ὕδατι σημαίνων διερὴν ὁδὸν Ἀρκτούροιο· 1100αὐτὰρ ὅγʼ ἠμάτιος μὲν ἐν οὔρεσι φύλλʼ ἐτίνασσεν τυτθὸν ἐπʼ ἀκροτάτοισιν ἀήσυρος ἀκρεμόνεσσιν· νυκτὶ δʼ ἔβη πόντονδε πελώριος, ὦρσε δὲ κῦμα κεκληγὼς πνοιῇσι· κελαινὴ δʼ οὐρανὸν ἀχλὺς ἄμπεχεν, οὐδέ πῃ ἄστρα διαυγέα φαίνετʼ ἰδέσθαι 1105ἐκ νεφέων, σκοτόεις δὲ περὶ ζόφος ἠρήρειστο. οἱ δʼ ἄρα μυδαλέοι, στυγερὸν τρομέοντες ὄλεθρον, υἱῆες Φρίξοιο φέρονθʼ ὑπὸ κύμασιν αὔτως. ἱστία δʼ ἐξήρπαξʼ ἀνέμου μένος, ἠδὲ καὶ αὐτὴν νῆα διάνδιχʼ ἔαξε τινασσομένην ῥοθίοισιν. 1110ἔνθα δʼ ὑπʼ ἐννεσίῃσι θεῶν πίσυρές περ ἐόντες δούρατος ὠρέξαντο πελωρίου, οἷά τε πολλὰ ῥαισθείσης κεκέδαστο θόοις συναρηρότα γόμφοις. καὶ τοὺς μὲν νῆσόνδε, παρὲξ ὀλίγον θανάτοιο, κύματα καὶ ῥιπαὶ ἀνέμου φέρον ἀσχαλόωντας. 1115αὐτίκα δʼ ἐρράγη ὄμβρος ἀθέσφατος, ὗε δὲ πόντον καὶ νῆσον καὶ πᾶσαν ὅσην κατεναντία νήσου χώρην Μοσσύνοικοι ὑπέρβιοι ἀμφενέμοντο. τοὺς δʼ ἄμυδις κρατερῷ σὺν δούρατι κύματος ὁρμὴ υἱῆας Φρίξοιο μετʼ ἠιόνας βάλε νήσου 1120νύχθʼ ὕπο λυγαίην· τὸ δὲ μυρίον ἐκ Διὸς ὕδωρ λῆξεν ἅμʼ ἠελίῳ· τάχα δʼ ἐγγύθεν ἀντεβόλησαν ἀλλήλοις, Ἄργος δὲ παροίτατος ἔκφατο μῦθον·

The sons of Phrixus were faring towards the city of Orchomenus from Aea, coming from Cytaean Aeetes, on board a Colchian ship, to win the boundless wealth of their father; for he, when dying, had enjoined this journey upon them. And lo, on that day they were very near that island. But Zeus had impelled the north wind’s might to blow, marking by rain the moist path of Arcturus; and all day long he was stirring the leaves upon the mountains, breathing gently upon the topmost sprays; but at night he rushed upon the sea with monstrous force, and with his shrieking blasts uplifted the surge; and a dark mist covered the heavens, nor did the bright stars anywhere appear from among the clouds, but a murky gloom brooded all around. And so the sons of Phrixus, drenched and trembling in fear of a horrible doom, were borne along by the waves helplessly. And the force of the wind had snatched away their sails and shattered in twain the hull, tossed as it was by the breakers. And hereupon by heaven’s prompting those four clutched a huge beam, one of many that were scattered about, held together by sharp bolts, when the ship broke to pieces. And on to the island the waves and the blasts of wind bore the men in their distress, within a little of death. And straightway a mighty rain burst forth, and rained upon the sea and the island, and all the country opposite the island, where the arrogant Mossynoeci dwelt. And the sweep of the waves hurled the sons of Phrixus, together with their massy beam, upon the beach of the island, in the murky night; and the floods of rain from Zeus ceased at sunrise, and soon the two bands drew near and met each other, and Argus spoke first:

1123Ἀντόμεθα πρὸς Ζηνὸς Ἐποψίου, οἵτινές ἐστε ἀνδρῶν, εὐμενέειν τε καὶ ἀρκέσσαι χατέουσιν. 1125πόντῳ γὰρ τρηχεῖαι ἐπιβρίσασαι ἄελλαι νηὸς ἀεικελίης διὰ δούρατα πάντʼ ἐκέδασσαν, ᾗ ἔνι πείρομεν οἶμον ἐπὶ χρέος ἐμβεβαῶτες. τούνεκα νῦν ὑμέας γουναζόμεθʼ, αἴ κε πίθησθε, δοῦναι ὅσον τʼ εἴλυμα περὶ χροός, ἠδὲ κομίσσαι 1130ἀνέρας οἰκτείραντας ὁμήλικας ἐν κακότητι. ἀλλʼ ἱκέτας ξείνους Διὸς εἵνεκεν αἰδέσσασθε Ξεινίου Ἱκεσίου τε· Διὸς δʼ ἄμφω ἱκέται τε καὶ ξεῖνοι· ὁ δέ που καὶ ἐπόψιος ἄμμι τέτυκται. τὸν δʼ αὖτʼ Αἴσονος υἱὸς ἐπιφραδέως ἐρέεινεν, 1135μαντοσύνας Φινῆος ὀισσάμενος τελέεσθαι· ταῦτα μὲν αὐτίκα πάντα παρέξομεν εὐμενέοντες. ἀλλʼ ἄγε μοι κατάλεξον ἐτήτυμον, ὁππόθι γαίης ναίετε, καὶ χρέος οἷον ὑπεὶρ ἅλα νεῖσθαι ἀνώγει, αὐτῶν θʼ ὑμείων ὄνομα κλυτόν, ἠδὲ γενέθλην. 1140τὸν δʼ Ἄργος προσέειπεν ἀμηχανέων κακότητι· Αἰολίδην Φρίξον τινʼ ἀφʼ Ἑλλάδος Αἶαν ἱκέσθαι ἀτρεκέως δοκέω που ἀκούετε καὶ πάρος αὐτοί, Φρίξον, ὅτις πτολίεθρον ἀνήλυθεν Αἰήταο, κριοῦ ἐπεμβεβαώς, τόν ῥα χρύσειον ἔθηκεν 1145Ἑρμείας· κῶας δὲ καὶ εἰσέτι νῦν κεν ἴδοισθε. τὸν μὲν ἔπειτʼ ἔρρεξεν ἑῇς ὑποθημοσύνῃσιν Φυξίῳ ἐκ πάντων Κρονίδῃ Διί. καί μιν ἔδεκτο Αἰήτης μεγάρῳ, κούρην τέ οἱ ἐγγυάλιξεν Χαλκιόπην ἀνάεδνον ἐυφροσύνῃσι νόοιο. 1150τῶν ἐξ ἀμφοτέρων εἰμὲν γένος. ἀλλʼ ὁ μὲν ἤδη γηραιὸς θάνε Φρίξος ἐν Αἰήταο δόμοισιν· ἡμεῖς δʼ αὐτίκα πατρὸς ἐφετμάων ἀλέγοντες νεύμεθʼ ἐς Ὀρχομενὸν κτεάνων Ἀθάμαντος ἕκητι. εἰ δὲ καὶ οὔνομα δῆθεν ἐπιθύεις δεδαῆσθαι, 1155τῷδε Κυτίσσωρος πέλει οὔνομα, τῷ δέ τε Φρόντις, τῷ δὲ Μέλας· ἐμὲ δʼ αὐτὸν ἐπικλείοιτέ κεν Ἄργον. ὧς φάτʼ· ἀριστῆες δὲ συνηβολίῃ κεχάροντο, καί σφεας ἀμφίεπον περιθαμβέες. αὐτὰρ Ἰήσων ἐξαῦτις κατὰ μοῖραν ἀμείψατο τοῖσδʼ ἐπέεσσιν·

“We beseech you, by Zeus the Beholder, whoever ye are, to be kindly and to help us in our need. For fierce tempests, falling on the sea, have shattered all the timbers of the crazy ship in which we were cleaving our path on business bent. Wherefore we entreat you, if haply ye will listen, to grant us just a covering for our bodies, and to pity and succour men in misfortune, your equals in age. Oh, reverence suppliants and strangers for Zeus’ sake, the god of strangers and suppliants. To Zeus belong both suppliants and strangers; and his eye, methinks, beholdeth even us.”

And in reply the son of Aeson prudently questioned him, deeming that the prophecies of Phineus were being fulfilled: “All these things will we straightway grant you with right good will. But come tell me truly in what country ye dwell and what business bids you sail across the sea, and tell me your own glorious names and lineage.”

And him Argus, helpless in his evil plight, addressed: “That one Phrixus an Aeolid reached Aea from Hellas you yourselves have clearly heard ere this, I trow; Phrixus, who came to the city of Aeetes, bestriding a ram, which Hermes had made all gold; and the fleece ye may see even now. The ram, at its own prompting, he then sacrificed to Zeus, son of Cronos, above all, the god of fugitives. And him did Aeetes receive in his palace, and with gladness of heart gave him his daughter Chalciope in marriage without gifts of wooing. From those two are we sprung. But Phrixus died at last, an aged man, in the home of Aeetes; and we, giving heed to our father’s behests, are journeying to Orchomenus to take the possessions of Athamas. And if thou dost desire to learn our names, this is Cytissorus, this Phrontis, and this Melas, and me ye may call Argus.”

Thus he spake, and the chieftains rejoiced at the meeting, and tended them, much marvelling. And Jason again in turn replied, as was fitting, with these words:

1160ἦ ἄρα δὴ γνωτοὶ πατρώιοι ἄμμιν ἐόντες λίσσεσθʼ εὐμενέοντας ἐπαρκέσσαι κακότητα. Κρηθεὺς γάρ ῥʼ Ἀθάμας τε κασίγνητοι γεγάασιν. Κρηθῆος δʼ υἱωνὸς ἐγὼ σὺν τοισίδʼ ἑταίροις Ἑλλάδος ἐξ αὐτῆς νέομʼ ἐς πόλιν Αἰήταο. 1165ἀλλὰ τὰ μὲν καὶ ἐσαῦτις ἐνίψομεν ἀλλήλοισιν. νῦν δʼ ἕσσασθε πάροιθεν· ὑπʼ ἐννεσίῃσι δʼ ὀίω ἀθανάτων ἐς χεῖρας ἐμὰς χατέοντας ἱκέσθαι. ἦ ῥα, καὶ ἐκ νηὸς δῶκέ σφισιν εἵματα δῦναι. πασσυδίῃ δἤπειτα κίον μετὰ νηὸν Ἄρηος, 1170μῆλʼ ἱερευσόμενοι· περὶ δʼ ἐσχάρῃ ἐστήσαντο ἐσσυμένως, ἥ τʼ ἐκτὸς ἀνηρεφέος πέλε νηοῦ στιάων· εἴσω δὲ μέλας λίθος ἠρήρειστο ἱερός, ᾧ ποτε πᾶσαι Ἀμαζόνες εὐχετόωντο. οὐδέ σφιν θέμις ἦεν, ὅτʼ ἀντιπέρηθεν ἵκοιντο, 1175μήλων τʼ ἠδὲ βοῶν τῇδʼ ἐσχάρῃ ἱερὰ καίειν· ἀλλʼ ἵππους δαίτρευον, ἐπηετανὸν κομέουσαι. αὐτὰρ ἐπεὶ ῥέξαντες ἐπαρτέα δαῖτʼ ἐπάσαντο, δὴ τότ ἄρʼ Αἰσονίδης μετεφώνεεν, ἦρχέ τε μύθων· Ζεὺς ἐτεῇ τὰ ἕκαστʼ ἐπιδέρκεται· οὐδέ μιν ἄνδρες 1180λήθομεν ἔμπεδον, οἵ τε θεουδέες οὐδὲ δίκαιοι. ὡς μὲν γὰρ πατέρʼ ὑμὸν ὑπεξείρυτο φόνοιο μητρυιῆς, καὶ νόσφιν ἀπειρέσιον πόρεν ὄλβον· ὧς δὲ καὶ ὑμέας αὖτις ἀπήμονας ἐξεσάωσεν χείματος οὐλομένοιο. πάρεστι δὲ τῆσδʼ ἐπὶ νηὸς 1185ἔνθα καὶ ἔνθα νέεσθαι, ὅπῃ φίλον, εἴτε μετʼ Αἶαν, εἶτε μετʼ ἀφνειὴν θείου πόλιν Ὀρχομενοῖο. τὴν γὰρ Ἀθηναίη τεχνήσατο, καὶ τάμε χαλκῷ δούρατα Πηλιάδος κορυφῆς πέρι· σὺν δέ οἱ Ἄργος τεῦξεν. ἀτὰρ κείνην γε κακὸν διὰ κῦμʼ ἐκέδασσεν, 1190πρὶν καὶ πετράων σχεδὸν ἐλθεῖν, αἵ τʼ ἐνὶ πόντῳ στεινωπῷ συνίασι πανήμεροι ἀλλήλῃσιν. ἀλλʼ ἄγεθʼ ὧδε καὶ αὐτοὶ ἐς Ἑλλάδα μαιομένοισιν κῶας ἄγειν χρύσειον ἐπίρροθοι ἄμμι πέλεσθε καὶ πλόου ἡγεμονῆες, ἐπεὶ Φρίξοιο θυηλὰς 1195στέλλομαι ἀμπλήσων, Ζηνὸς χόλον Αἰολίδῃσιν. ἴσκε παρηγορέων· οἱ δʼ ἔστυγον εἰσαΐοντες. οὐ γὰρ ἔφαν τεύξεσθαι ἐνηέος Αἰήταο κῶας ἄγειν κριοῖο μεμαότας, ὧδε δʼ ἔειπεν Ἄργος, ἀτεμβόμενος τοῖον στόλον ἀμφιπένεσθαι·

“Surely ye are our kinsmen on my father’s side, and ye pray that with kindly hearts we succour your evil plight. For Cretheus and Athamas were brothers. I am the grandson of Cretheus, and with these comrades here I am journeying from that same Hellas to the city of Aeetes. But of these things we will converse hereafter. And do ye first put clothing upon you. By heaven’s devising, I ween, have ye come to my hands in your sore need.”

He spake, and out of the ship gave them raiment to put on. Then all together they went to the temple of Ares to offer sacrifice of sheep; and in haste they stood round the altar, which was outside the roofless temple, an altar built of pebbles; within a black stone stood fixed, a sacred thing, to which of yore the Amazons all used to pray. Nor was it lawful for them, when they came from the opposite coast, to burn on this altar offerings of sheep and oxen, but they used to slay horses which they kept in great herds. Now when they had sacrificed and eaten the feast prepared, then Aeson’s son spake among them and thus began:

“Zeus’ self, I ween, beholds everything; nor do we men escape his eye, we that be god-fearing and just, for as he rescued your father from the hands of a murderous step-dame and gave him measureless wealth besides; even so hath he saved you harmless from the baleful storm. And on board this ship ye may sail hither and thither, where ye will, whether to Aea or to the wealthy city of divine Orchomenus. For our ship Athena built and with axe of bronze cut her timbers near the crest of Pelion, and with the goddess wrought Argus. But yours the fierce surge hath shattered, before ye came nigh to the rocks which all day long clash together in the straits of the sea. But come, be yourselves our helpers, for we are eager to bring to Hellas the golden fleece, and guide us on our voyage, for I go to atone for the intended sacrifice of Phrixus, the cause of Zeus’ wrath against the sons of Aeolus.”

He spake with soothing words; but horror seized them when they heard. For they deemed that they would not find Aeetes friendly if they desired to take away the ram’s fleece. And Argus spake as follows, vexed that they should busy themselves with such a quest:

1200ὦ φίλοι, ἡμέτερον μὲν ὅσον σθένος, οὔποτʼ ἀρωγῆς σχήσεται, οὐδʼ ἠβαιόν, ὅτε χρειώ τις ἵκηται. ἀλλʼ αἰνῶς ὀλοῇσιν ἀπηνείῃσιν ἄρηρεν Αἰήτης· τῶ καὶ περιδείδια ναυτίλλεσθαι. στεῦται δʼ Ἠελίου γόνος ἔμμεναι· ἀμφὶ δὲ Κόλχων 1205ἔθνεα ναιετάουσιν ἀπείρονα· καὶ δέ κεν Ἄρει σμερδαλέην ἐνοπὴν μέγα τε σθένος ἰσοφαρίζοι. οὐ μὰν οὐδʼ ἀπάνευθεν ἑλεῖν δέρος Αἰήταο ῥηίδιον, τοῖός μιν ὄφις περί τʼ ἀμφί τʼ ἔρυται ἀθάνατος καὶ ἄυπνος, ὃν αὐτὴ Γαῖʼ ἀνέφυσεν 1210Καυκάσου ἐν κνημοῖσι, Τυφαονίη ὅθι πέτρη, ἔνθα Τυφάονά φασι Διὸς Κρονίδαο κεραυνῷ βλήμενον, ὁππότε οἱ στιβαρὰς ἐπορέξατο χεῖρας, θερμὸν ἀπὸ κρατὸς στάξαι φόνον· ἵκετο δʼ αὔτως οὔρεα καὶ πεδίον Νυσήιον, ἔνθʼ ἔτι νῦν περ 1215κεῖται ὑποβρύχιος Σερβωνίδος ὕδασι λίμνης. ὧς ἄρʼ ἔφη· πολέεσσι δʼ ἐπὶ χλόος εἷλε παρειὰς αὐτίκα, τοῖον ἄεθλον ὅτʼ ἔκλυον. αἶψα δὲ Πηλεὺς θαρσαλέοις ἐπέεσσιν ἀμείψατο, φώνησέν τε· μηδʼ οὕτως, ἠθεῖε, λίην δειδίσσεο θυμῷ. 1220οὔτε γὰρ ὧδʼ ἀλκὴν ἐπιδευόμεθʼ, ὥστε χερείους ἔμμεναι Αἰήταο σὺν ἔντεσι πειρηθῆναι. ἀλλὰ καὶ ἡμέας οἴω ἐπισταμένους πολέμοιο κεῖσε μολεῖν, μακάρων σχεδὸν αἵματος ἐκγεγαῶτας. τῶ εἰ μὴ φιλότητι δέρος χρύσειον ὀπάσσει, 1225οὔ οἱ χραισμήσειν ἐπιέλπομαι ἔθνεα Κόλχων.

“My friends, our strength, so far as it avails, shall never cease to help you, not one whit, when need shall come. But Aeetes is terribly armed with deadly ruthlessness; wherefore exceedingly do I dread this voyage. And he boasts himself to be the son of Helios; and all round dwell countless tribes of Colchians; and he might match himself with Ares in his dread war-cry and giant strength. Nay, to seize the fleece in spite of Aeetes is no easy task; so huge a serpent keeps guard round and about it, deathless and sleepless, which Earth herself brought forth on the sides of Caucasus, by the rock of Typhaon, where Typhaon, they say, smitten by the bolt of Zeus, son of Cronos, when he lifted against the god his sturdy hands, dropped from his head hot gore; and in such plight he reached the mountains and plain of Nysa, where to this day he lies whelmed beneath the waters of the Serbonian lake.”

Thus he spake, and straightway many a cheek grew pale when they heard of so mighty an adventure. But quickly Peleus answered with cheering words, and thus spake:

“Be not so fearful in spirit, my good friend. For we are not so lacking in prowess as to be no match for Aeetes to try his strength with arms; but I deem that we too are cunning in war, we that go thither, near akin to the blood of the blessed gods. Wherefore if he will not grant us the fleece of gold for friendship’s sake, the tribes of the Colchians will not avail him, I ween.”

People and places in this passage

English translation by R. C. Seaton (1912). Original text: George W. Mooney (ed.), Apollonii Rhodii Argonautica, London: Longmans, Green, 1912 (Greek text as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library, Greek text); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.

Argonautica Book 2, lines 1030–1225: The birds of Ares and…