Apollonius Rhodius · Argonautica Ἀργοναυτικά

Apollonius Rhodius, Argonautica 3.744–911: Medea's night of torment

At night Medea is divided between her duty to her parents and her love for Jason, and takes up a casket of drugs with the thought of ending her life. A fear of Hades and a prompting from Hera restore her resolve, and at dawn she takes the charm of Prometheus and drives to the temple of Hecate. She tells her maids that she will meet the stranger there.

Lines 3.744–911 · 1663 words · click a number to copy its link
744νὺξ μὲν ἔπειτʼ ἐπὶ γαῖαν ἄγεν κνέφας· οἱ δʼ ἐνὶ πόντῳ 745ναῦται εἰς Ἑλίκην τε καὶ ἀστέρας Ὠρίωνος ἔδρακον ἐκ νηῶν· ὕπνοιο δὲ καί τις ὁδίτης ἤδη καὶ πυλαωρὸς ἐέλδετο· καί τινα παίδων μητέρα τεθνεώτων ἀδινὸν περὶ κῶμʼ ἐκάλυπτεν· οὐδὲ κυνῶν ὑλακὴ ἔτʼ ἀνὰ πτόλιν, οὐ θρόος ἦεν 750ἠχήεις· σιγὴ δὲ μελαινομένην ἔχεν ὄρφνην. ἀλλὰ μάλʼ οὐ Μήδειαν ἐπὶ γλυκερὸς λάβεν ὕπνος. πολλὰ γὰρ Αἰσονίδαο πόθῳ μελεδήματʼ ἔγειρεν δειδυῖαν ταύρων κρατερὸν μένος, οἷσιν ἔμελλεν φθίσθαι ἀεικελίῃ μοίρῃ κατὰ νειὸν Ἄρηος. 755πυκνὰ δέ οἱ κραδίη στηθέων ἔντοσθεν ἔθυιεν, ἠελίου ὥς τίς τε δόμοις ἐνιπάλλεται αἴγλη ὕδατος ἐξανιοῦσα, τὸ δὴ νέον ἠὲ λέβητι ἠέ που ἐν γαυλῷ κέχυται· ἡ δʼ ἔνθα καὶ ἔνθα ὠκείῃ στροφάλιγγι τινάσσεται ἀίσσουσα· 760ὧς δὲ καὶ ἐν στήθεσσι κέαρ ἐλελίζετο κούρης. δάκρυ δʼ ἀπʼ ὀφθαλμῶν ἐλέῳ ῥέεν· ἔνδοθι δʼ αἰεὶ τεῖρʼ ὀδύνη σμύχουσα διὰ χροός, ἀμφί τʼ ἀραιὰς ἶνας καὶ κεφαλῆς ὑπὸ νείατον ἰνίον ἄχρις, ἔνθʼ ἀλεγεινότατον δύνει ἄχος, ὁππότʼ ἀνίας 765ἀκάματοι πραπίδεσσιν ἐνισκίμψωσιν Ἔρωτες. φῆ δέ οἱ ἄλλοτε μὲν θελκτήρια φάρμακα ταύρων δωσέμεν, ἄλλοτε δʼ οὔτι· καταφθίσθαι δὲ καὶ αὐτή· αὐτίκα δʼ οὔτʼ αὐτὴ θανέειν, οὐ φάρμακα δώσειν, ἀλλʼ αὔτως εὔκηλος ἑὴν ὀτλησέμεν ἄτην. 770ἑζομένη δἤπειτα δοάσσατο, φώνησέν τε· δειλὴ ἐγώ, νῦν ἔνθα κακῶν ἢ ἔνθα γένωμαι;

Then did night draw darkness over the earth; and on the sea sailors from their ships looked towards the Bear and the stars of Orion; and now the wayfarer and the warder longed for sleep, and the pall of slumber wrapped round the mother whose children were dead; nor was there any more the barking of dogs through the city, nor sound of men’s voices; but silence held the blackening gloom. But not indeed upon Medea came sweet sleep. For in her love for Aeson’s son many cares kept her wakeful, and she dreaded the mighty strength of the bulls, beneath whose fury he was like to perish by an unseemly fate in the field of Ares. And fast did her heart throb within her breast, as a sunbeam quivers upon the walls of a house when flung up from water, which is just poured forth in a caldron or a pail may be; and hither and thither on the swift eddy does it dart and dance along; even so the maiden’s heart quivered in her breast. And the tear of pity flowed from her eyes, and ever within anguish tortured her, a smouldering fire through her frame, and about her fine nerves and deep down beneath the nape of the neck where the pain enters keenest, whenever the unwearied Loves direct against the heart their shafts of agony. And she thought now that she would give him the charms to cast a spell on the bulls, now that she would not, and that she herself would perish; and again that she would not perish and would not give the charms, but just as she was would endure her fate in silence. Then sitting down she wavered in mind and said:

772πάντῃ μοι φρένες εἰσὶν ἀμήχανοι· οὐδέ τις ἀλκὴ πήματος· ἀλλʼ αὔτως φλέγει ἔμπεδον. ὡς ὄφελόν γε Ἀρτέμιδος κραιπνοῖσι πάρος βελέεσσι δαμῆναι, 775πρὶν τόνγʼ εἰσιδέειν, πρὶν Ἀχαιίδα γαῖαν ἱκέσθαι Χαλκιόπης υἷας. τοὺς μὲν θεὸς ἤ τις Ἐρινὺς ἄμμι πολυκλαύτους δεῦρʼ ἤγαγε κεῖθεν ἀνίας. φθίσθω ἀεθλεύων, εἴ οἱ κατὰ νειὸν ὀλέσθαι μοῖρα πέλει. πῶς γάρ κεν ἐμοὺς λελάθοιμι τοκῆας 780φάρμακα μησαμένη; ποῖον δʼ ἐπὶ μῦθον ἐνίψω; τίς δὲ δόλος, τίς μῆτις ἐπίκλοπος ἔσσετʼ ἀρωγῆς; ἦ μιν ἄνευθʼ ἑτάρων προσπτύξομαι οἶον ἰδοῦσα; δύσμορος· οὐ μὲν ἔολπα καταφθιμένοιό περ ἔμπης λωφήσειν ἀχέων· τότε δʼ ἂν κακὸν ἄμμι πέλοιτο, 785κεῖνος ὅτε ζωῆς ἀπαμείρεται. ἐρρέτω αἰδώς, ἐρρέτω ἀγλαΐη· ὁ δʼ ἐμῇ ἰότητι σαωθεὶς ἀσκηθής, ἵνα οἱ θυμῷ φίλον, ἔνθα νέοιτο. αὐτὰρ ἐγὼν αὐτῆμαρ, ὅτʼ ἐξανύσειεν ἄεθλον, τεθναίην, ἢ λαιμὸν ἀναρτήσασα μελάθρῳ, 790ἢ καὶ πασσαμένη ῥαιστήρια φάρμακα θυμοῦ. ἀλλὰ καὶ ὧς φθιμένῃ μοι ἐπιλλίξουσιν ὀπίσσω κερτομίας· τηλοῦ δὲ πόλις περὶ πᾶσα βοήσει πότμον ἐμόν· καί κέν με διὰ στόματος φορέουσαι Κολχίδες ἄλλυδις ἄλλαι ἀεικέα μωμήσονται· 795ἥτις κηδομένη τόσον ἀνέρος ἀλλοδαποῖο κάτθανεν, ἥτις δῶμα καὶ οὓς ᾔσχυνε τοκῆας, μαργοσύνῃ εἴξασα. τί δʼ οὐκ ἐμὸν ἔσσεται αἶσχος; ᾤ μοι ἐμῆς ἄτης. ἦ τʼ ἂν πολὺ κέρδιον εἴη τῇδʼ αὐτῇ ἐν νυκτὶ λιπεῖν βίον ἐν θαλάμοισιν 800πότμῳ ἀνωίστῳ, κάκʼ ἐλέγχεα πάντα φυγοῦσαν, πρὶν τάδε λωβήεντα καὶ οὐκ ὀνομαστὰ τελέσσαι.

“Poor wretch, must I toss hither and thither in woe? On every side my heart is in despair; nor is there any help for my pain; but it burneth ever thus. Would that I had been slain by the swift shafts of Artemis before I had set eyes on him, before Chalciope’s sons reached the Achaean land. Some god or some Fury brought them hither for our grief, a cause of many tears. Let him perish in the contest if it be his lot to die in the field. For how could I prepare the charms without my parents’ knowledge? What story can I tell them? What trick, what cunning device for aid can I find? If I see him alone, apart from his comrades, shall I greet him? Ill-starred that I am! I cannot hope that I should rest from my sorrows even though he perished; then will evil come to me when he is bereft of life. Perish all shame, perish all glory; may he, saved by my effort, go scatheless wherever his heart desires. But as for me, on the day when he bides the contest in triumph, may I die either straining my neck in the noose from the roof-tree or tasting drugs destructive of life. But even so, when I am dead, they will fling out taunts against me; and every city far away will ring with my doom, and the Colchian women, tossing my name on their lips hither and thither, will revile me with unseemly mocking—the maid who cared so much for a stranger that she died, the maid who disgraced her home and her parents, yielding to a mad passion. And what disgrace will not be mine? Alas for my infatuation! Far better would it be for me to forsake life this very night in my chamber by some mysterious fate, escaping all slanderous reproach, before I complete such nameless dishonour.”

802ἦ, καὶ φωριαμὸν μετεκίαθεν, ᾗ ἔνι πολλὰ φάρμακά οἱ, τὰ μὲν ἐσθλά, τὰ δὲ ῥαιστήριʼ, ἔκειτο. ἐνθεμένη δʼ ἐπὶ γούνατʼ ὀδύρετο. δεῦε δὲ κόλπους 805ἄλληκτον δακρύοισι, τὰ δʼ ἔρρεεν ἀσταγὲς αὔτως, αἴνʼ ὀλοφυρομένης τὸν ἑὸν μόρον. ἵετο δʼ ἥγε φάρμακα λέξασθαι θυμοφθόρα, τόφρα πάσαιτο. ἤδη καὶ δεσμοὺς ἀνελύετο φωριαμοῖο, ἐξελέειν μεμαυῖα, δυσάμμορος. ἀλλά οἱ ἄφνω 810δεῖμʼ ὀλοὸν στυγεροῖο κατὰ φρένας ἦλθʼ Ἀίδαο. ἔσχετο δʼ ἀμφασίῃ δηρὸν χρόνον, ἀμφὶ δὲ πᾶσαι θυμηδεῖς βιότοιο μεληδόνες ἰνδάλλοντο. μνήσατο μὲν τερπνῶν, ὅσʼ ἐνὶ ζωοῖσι πέλονται, μνήσαθʼ ὁμηλικίης περιγηθέος, οἷά τε κούρη· 815καί τέ οἱ ἠέλιος γλυκίων γένετʼ εἰσοράασθαι, ἢ πάρος, εἰ ἐτεόν γε νόῳ ἐπεμαίεθʼ ἕκαστα. καὶ τὴν μέν ῥα πάλιν σφετέρων ἀποκάτθετο γούνων, Ἥρης ἐννεσίῃσι μετάτροπος, οὐδʼ ἔτι βουλὰς ἄλλῃ δοιάζεσκεν· ἐέλδετο δʼ αἶψα φανῆναι 820ἠῶ τελλομένην, ἵνα οἱ θελκτήρια δοίη φάρμακα συνθεσίῃσι, καὶ ἀντήσειεν ἐς ὠπήν. πυκνὰ δʼ ἀνὰ κληῖδας ἑῶν λύεσκε θυράων, αἴγλην σκεπτομένη· τῇ δʼ ἀσπάσιον βάλε φέγγος Ἠριγενής, κίνυντο δʼ ἀνὰ πτολίεθρον ἕκαστοι. 825ἔνθα κασιγνήτους μὲν ἔτʼ αὐτόθι μεῖναι ἀνώγει Ἄργος, ἵνα φράζοιντο νόον καὶ μήδεα κούρης·

She spake, and brought a casket wherein lay many drugs, some for healing, others for killing, and placing it upon her knees she wept. And she drenched her bosom with ceaseless tears, which flowed in torrents as she sat, bitterly bewailing her own fate. And she longed to choose a murderous drug to taste it, and now she was loosening the bands of the casket eager to take it forth, unhappy maid! But suddenly a deadly fear of hateful Hades came upon her heart. And long she held back in speechless horror, and all around her thronged visions of the pleasing cares of life. She thought of all the delightful things that are among the living, she thought of her joyous playmates, as a maiden will; and the sun grew sweeter than ever to behold, seeing that in truth her soul yearned for all. And she put the casket again from off her knees, all changed by the prompting of Hera, and no more did she waver in purpose; but longed for the rising dawn to appear quickly, that she might give him the charms to work the spell as she had promised, and meet him face to face. And often did she loosen the bolts of her door, to watch for the faint gleam: and welcome to her did the dayspring shed its light, and folk began to stir throughout the city.

Then Argus bade his brothers remain there to learn the maiden’s mind and plans, but himself turned back and went to the ship.

827αὐτὸς δʼ αὖτʼ ἐπὶ νῆα κίεν προπάροιθε λιασθείς. ἡ δʼ ἐπεὶ οὖν τὰ πρῶτα φαεινομένην ἴδεν ἠῶ παρθενική, ξανθὰς μὲν ἀνήψατο χερσὶν ἐθείρας, 830αἵ οἱ ἀτημελίῃ καταειμέναι ἠερέθοντο, αὐσταλέας δʼ ἔψησε παρηίδας· αὐτὰρ ἀλοιφῇ νεκταρέῃ φαιδρύνετʼ ἐπὶ χρόα· δῦνε δὲ πέπλον καλόν, ἐυγνάμπτοισιν ἀρηρέμενον περόνῃσιν· ἀμβροσίῳ δʼ ἐφύπερθε καρήατι βάλλε καλύπτρην 835ἀργυφέην. αὐτοῦ δὲ δόμοις ἔνι δινεύουσα στεῖβε πέδον λήθῃ ἀχέων, τά οἱ ἐν ποσὶν ἦεν θεσπέσιʼ, ἄλλα τʼ ἔμελλεν ἀεξήσεσθαι ὀπίσσω. κέκλετο δʼ ἀμφιπόλοις, αἵ οἱ δυοκαίδεκα πᾶσαι ἐν προδόμῳ θαλάμοιο θυώδεος ηὐλίζοντο 840ἥλικες, οὔπω λέκτρα σὺν ἀνδράσι πορσύνουσαι, ἐσσυμένως οὐρῆας ὑποζεύξασθαι ἀπήνῃ, οἵ κέ μιν εἰς Ἑκάτης περικαλλέα νηὸν ἄγοιεν. ἔνθʼ αὖτʼ ἀμφίπολοι μὲν ἐφοπλίζεσκον ἀπήνην· ἡ δὲ τέως γλαφυρῆς ἐξείλετο φωριαμοῖο 845φάρμακον, ὅ ῥά τέ φασι Προμήθειον καλέεσθαι. τῷ εἴ κʼ ἐννυχίοισιν ἀρεσσάμενος θυέεσσιν κούρην μουνογένειαν ἑὸν δέμας ἰκμαίνοιτο, ἦ τʼ ἂν ὅγʼ οὔτε ῥηκτὸς ἔοι χαλκοῖο τυπῇσιν, οὔτε κεν αἰθομένῳ πυρὶ εἰκάθοι· ἀλλὰ καὶ ἀλκῇ 850λωίτερος κεῖνʼ ἦμαρ ὁμῶς κάρτει τε πέλοιτο. πρωτοφυὲς τόγʼ ἀνέσχε καταστάξαντος ἔραζε αἰετοῦ ὠμηστέω κνημοῖς ἔνι Καυκασίοισιν αἱματόεντʼ ἰχῶρα Προμηθῆος μογεροῖο. τοῦ δʼ ἤτοι ἄνθος μὲν ὅσον πήχυιον ὕπερθεν 855χροιῇ Κωρυκίῳ ἴκελον κρόκῳ ἐξεφαάνθη, καυλοῖσιν διδύμοισιν ἐπήορον· ἡ δʼ ἐνὶ γαίῃ σαρκὶ νεοτμήτῳ ἐναλιγκίη ἔπλετο ῥίζα. τῆς οἵην τʼ ἐν ὄρεσσι κελαινὴν ἰκμάδα φηγοῦ Κασπίῃ ἐν κόχλῳ ἀμήσατο φαρμάσσεσθαι, 860ἑπτὰ μὲν ἀενάοισι λοεσσαμένη ὑδάτεσσιν, ἑπτάκι δὲ Βριμὼ κουροτρόφον ἀγκαλέσασα, Βριμὼ νυκτιπόλον, χθονίην, ἐνέροισιν ἄνασσαν, λυγαίῃ ἐνὶ νυκτί, σὺν ὀρφναίοις φαρέεσσιν. μυκηθμῷ δʼ ὑπένερθεν ἐρεμνὴ σείετο γαῖα, 865ῥίζης τεμνομένης Τιτηνίδος· ἔστενε δʼ αὐτὸς Ἰαπετοῖο πάις ὀδύνῃ πέρι θυμὸν ἀλύων. τό ῥʼ ἥγʼ ἐξανελοῦσα θυώδεϊ κάτθετο μίτρῃ, ἥ τέ οἱ ἀμβροσίοισι περὶ στήθεσσιν ἔερτο. ἐκ δὲ θύραζε κιοῦσα θοῆς ἐπεβήσατʼ ἀπήνης· 870σὺν δέ οἱ ἀμφίπολοι δοιαὶ ἑκάτερθεν ἔβησαν. αὐτὴ δʼ ἡνίʼ ἔδεκτο καὶ εὐποίητον ἱμάσθλην δεξιτερῇ, ἔλαεν δὲ διʼ ἄστεος· αἱ δὲ δὴ ἄλλαι ἀμφίπολοι, πείρινθος ἐφαπτόμεναι μετόπισθεν, τρώχων εὐρεῖαν κατʼ ἀμαξιτόν· ἂν δὲ χιτῶνας 875λεπταλέους λευκῆς ἐπιγουνίδος ἄχρις ἄειρον. οἵη δὲ λιαροῖσιν ἐφʼ ὕδασι Παρθενίοιο, ἠὲ καὶ Ἀμνισοῖο λοεσσαμένη ποταμοῖο χρυσείοις Λητωὶς ἐφʼ ἅρμασιν ἑστηυῖα ὠκείαις κεμάδεσσι διεξελάσῃσι κολώνας, 880τηλόθεν ἀντιόωσα πολυκνίσου ἑκατόμβης· τῇ δʼ ἅμα νύμφαι ἕπονται ἀμορβάδες, αἱ μὲν ἐπʼ αὐτῆς ἀγρόμεναι πηγῆς Ἀμνισίδος, ἂν δὲ δὴ ἄλλαι ἄλσεα καὶ σκοπιὰς πολυπίδακας· ἀμφὶ δὲ θῆρες κνυζηθμῷ σαίνουσιν ὑποτρομέοντες ἰοῦσαν· 885ὧς αἵγʼ ἐσσεύοντο διʼ ἄστεος· ἀμφὶ δὲ λαοὶ εἶκον, ἀλευάμενοι βασιληίδος ὄμματα κούρης. αὐτὰρ ἐπεὶ πόλιος μὲν ἐυδμήτους λίπʼ ἀγυιάς, νηὸν δʼ εἰσαφίκανε διὲκ πεδίων ἐλάουσα, δὴ τότʼ ἐυτροχάλοιο κατʼ αὐτόθι βήσατʼ ἀπήνης 890ἱεμένη, καὶ τοῖα μετὰ δμωῇσιν ἔειπεν·

Now soon as ever the maiden saw the light of dawn, with her hands she gathered up her golden tresses which were floating round her shoulders in careless disarray, and bathed her tear-stained cheeks, and made her skin shine with ointment sweet as nectar; and she donned a beautiful robe, fitted with well-bent clasps, and above on her head, divinely fair, she threw a veil gleaming like silver. And there, moving to and fro in the palace, she trod the ground forgetful of the heaven-sent woes thronging round her and of others that were destined to follow. And she called to her maids. Twelve they were, who lay during the night in the vestibule of her fragrant chamber, young as herself, not yet sharing the bridal couch, and she bade them hastily yoke the mules to the chariot to bear her to the beauteous shrine of Hecate. Thereupon the handmaids were making ready the chariot; and Medea meanwhile took from the hollow casket a charm which men say is called the charm of Prometheus. If a man should anoint his body therewithal, having first appeased the Maiden, the only-begotten, with sacrifice by night, surely that man could not be wounded by the stroke of bronze nor would he flinch from blazing fire; but for that day he would prove superior both in prowess and in might. It shot up first-born when the ravening eagle on the rugged flanks of Caucasus let drip to the earth the blood-like ichor of tortured Prometheus. And its flower appeared a cubit above ground in colour like the Corycian crocus, rising on twin stalks; but in the earth the root was like newly-cut flesh. The dark juice of it, like the sap of a mountain-oak, she had gathered in a Caspian shell to make the charm withal, when she had first bathed in seven ever-flowing streams, and had called seven times on Brimo, nurse of youth, night-wandering Brimo, of the underworld, queen among the dead,—in the gloom of night, clad in dusky garments. And beneath, the dark earth shook and bellowed when the Titanian root was cut; and the son of Iapetus himself groaned, his soul distraught with pain. And she brought the charm forth and placed it in the fragrant band which engirdled her, just beneath her bosom, divinely fair. And going forth she mounted the swift chariot, and with her went two handmaidens on each side. And she herself took the reins and in her right hand the well-fashioned whip, and drove through the city; and the rest, the handmaids, laid their hands on the chariot behind and ran along the broad highway; and they kilted up their light robes above their white knees. And even as by the mild waters of Parthenius, or after bathing in the river Amnisus, Leto’s daughter stands upon her golden chariot and courses over the hills with her swift-footed roes, to greet from afar some richly-steaming hecatomb; and with her come the nymphs in attendance, gathering, some at the spring of Amnisus itself, others by the glens and many-fountained peaks; and round her whine and fawn the beasts cowering as she moves along: thus they sped through the city; and on both sides the people gave way shunning the eyes of the royal maiden. But when she had left the city’s well paved streets, and was approaching the shrine as she drove over the plains, then she alighted eagerly from the smooth-running chariot and spake as follows among her maidens:

891ὦ φίλαι, ἦ μέγα δή τι παρήλιτον, οὐδʼ ἐνόησα μὴ ἴμεν ἀλλοδαποῖσι μετʼ ἀνδράσιν, οἵ τʼ ἐπὶ γαῖαν ἡμετέρην στρωφῶσιν. ἀμηχανίῃ βεβόληται πᾶσα πόλις· τὸ καὶ οὔτις ἀνήλυθε δεῦρο γυναικῶν 895τάων, αἳ τὸ πάροιθεν ἐπημάτιαι ἀγέρονται. ἀλλʼ ἐπεὶ οὖν ἱκόμεσθα, καὶ οὔ νύ τις ἄλλος ἔπεισιν, εἰ δʼ ἄγε μολπῇ θυμὸν ἀφειδείως κορέσωμεν μειλιχίῃ, τὰ δὲ καλὰ τερείνης ἄνθεα ποίης λεξάμεναι τότʼ ἔπειτʼ αὐτὴν ἀπονισσόμεθʼ ὥρην. 900καὶ δέ κε σὺν πολέεσσιν ὀνείασιν οἴκαδʼ ἵκοισθε ἤματι τῷ, εἴ μοι συναρέσσετε τήνδε μενοινήν. Ἄργος γάρ μʼ ἐπέεσσι παρατρέπει, ὧς δὲ καὶ αὐτὴ Χαλκιόπη· τὰ δὲ σῖγα νόῳ ἔχετʼ εἰσαΐουσαι ἐξ ἐμέθεν, μὴ πατρὸς ἐς οὔατα μῦθος ἵκηται. 905τὸν ξεῖνόν με κέλονται, ὅτις περὶ βουσὶν ὑπέστη, δῶρʼ ἀποδεξαμένην ὀλοῶν ῥύσασθαι ἀέθλων. αὐτὰρ ἐγὼ τὸν μῦθον ἐπῄνεον, ἠδὲ καὶ αὐτὸν κέκλομαι εἰς ὠπὴν ἑτάρων ἄπο μοῦνον ἱκέσθαι, ὄφρα τὰ μὲν δασόμεσθα μετὰ σφίσιν, εἴ κεν ὀπάσσῃ 910δῶρα φέρων, τῷ δʼ αὖτε κακώτερον ἄλλο πόρωμεν φάρμακον. ἀλλʼ ἀπονόσφι πέλεσθέ μοι, εὖτʼ ἂν ἵκηται.

“Friends, verily have I sinned greatly and took no heed not to go among the stranger-folk who roam over our land. The whole city is smitten with dismay; wherefore no one of the women who formerly gathered here day by day has now come hither. But since we have come and no one else draws near, come, let us satisfy our souls without stint with soothing song, and when we have plucked the fair flowers amid the tender grass, that very hour will we return. And with many a gift shall ye reach home this very day, if ye will gladden me with this desire of mine. For Argus pleads with me, also Chalciope herself; but this that ye hear from me keep silently in your hearts, lest the tale reach my father’s ears. As for yon stranger who took on him the task with the oxen, they bid me receive his gifts and rescue him from the deadly contest. And I approved their counsel, and I have summoned him to come to my presence apart from his comrades, so that we may divide the gifts among ourselves if he bring them in his hands, and in return may give him a baleful charm. But when he comes, do ye stand aloof.”

People and places in this passage

English translation by R. C. Seaton (1912). Original text: George W. Mooney (ed.), Apollonii Rhodii Argonautica, London: Longmans, Green, 1912 (Greek text as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library, Greek text); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.