Apollonius Rhodius · Argonautica Ἀργοναυτικά

Apollonius Rhodius, Argonautica 2.528–647: Through the Clashing Rocks

After days of gifts from the Thynians the heroes leave Phineus' land, and Euphemus carries a dove to the Clashing Rocks. The dove passes through, losing only its tail feathers; the heroes row hard, Athena holds back one rock, and Argo comes through with only the tip of her stern ornament lost. Jason confesses his fears and the heroes cheer him.

Lines 2.528–647 · 1221 words · click a number to copy its link
528καὶ τὰ μὲν ὧς ὑδέονται· ἀριστῆες δὲ καταῦθι μίμνον ἐρυκόμενοι· ξεινήια δʼ ἄσπετα Θυνοὶ 530πᾶν ἦμαρ Φινῆι χαριζόμενοι προΐαλλον. ἐκ δὲ τόθεν μακάρεσσι δυώδεκα δωμήσαντες βωμὸν ἁλὸς ῥηγμῖνι πέρην καὶ ἐφʼ ἱερὰ θέντες, νῆα θοὴν εἴσβαινον ἐρεσσέμεν, οὐδὲ πελείης τρήρωνος λήθοντο μετὰ σφίσιν· ἀλλʼ ἄρα τήνγε 535δείματι πεπτηυῖαν ἑῇ φέρε χειρὶ μεμαρπὼς Εὔφημος, γαίης δʼ ἀπὸ διπλόα πείσματʼ ἔλυσαν. οὐδʼ ἄρʼ Ἀθηναίην προτέρω λάθον ὁρμηθέντες· αὐτίκα δʼ ἐσσυμένως νεφέλης ἐπιβᾶσα πόδεσσιν κούφης, ἥ κε φέροι μιν ἄφαρ βριαρήν περ ἐοῦσαν, 540σεύατʼ ἴμεν πόντονδε, φίλα φρονέουσʼ ἐρέτῃσιν. ὡς δʼ ὅτε τις πάτρηθεν ἀλώμενος, οἷά τε πολλὰ πλαζόμεθʼ ἄνθρωποι τετληότες, οὐδέ τις αἶα τηλουρός, πᾶσαι δὲ κατόψιοί εἰσι κέλευθοι, σφωιτέρους δʼ ἐνόησε δόμους, ἄμυδις δὲ κέλευθος 545ὑγρή τε τραφερή τʼ ἰνδάλλεται, ἄλλοτε δʼ ἄλλῃ ὀξέα πορφύρων ἐπιμαίεται ὀφθαλμοῖσιν· ὧς ἄρα καρπαλίμως κούρη Διὸς ἀίξασα θῆκεν ἐπʼ ἀξείνοιο πόδας Θυνηίδος ἀκτῆς. οἱ δʼ ὅτε δὴ σκολιοῖο πόρου στεινωπὸν ἵκοντο 550τρηχείῃς σπιλάδεσσιν ἐεργμένον ἀμφοτέρωθεν, δινήεις δʼ ὑπένερθεν ἀνακλύζεσκεν ἰοῦσαν νῆα ῥόος, πολλὸν δὲ φόβῳ προτέρωσε νέοντο, ἤδη δέ σφισι δοῦπος ἀρασσομένων πετράων νωλεμὲς οὔατʼ ἔβαλλε, βόων δʼ ἁλιμυρέες ἀκταί, 555δὴ τότʼ ἔπειθʼ ὁ μὲν ὦρτο πελειάδα χειρὶ μεμαρπὼς Εὔφημος πρῴρης ἐπιβήμεναι· οἱ δʼ ὑπʼ ἀνωγῇ Τίφυος Ἁγνιάδαο θελήμονα ποιήσαντο εἰρεσίην, ἵνʼ ἔπειτα διὲκ πέτρας ἐλάσειαν, κάρτεϊ ᾧ πίσυνοι. τὰς δʼ αὐτίκα λοίσθιον ἄλλων 560οἰγομένας ἀγκῶνα περιγνάμψαντες ἴδοντο. σὺν δέ σφιν χύτο θυμός· ὁ δʼ ἀίξαι πτερύγεσσιν Εὔφημος προέηκε πελειάδα· τοὶ δʼ ἅμα πάντες ἤειραν κεφαλὰς ἐσορώμενοι· ἡ δὲ διʼ αὐτῶν ἔπτατο· ταὶ δʼ ἄμυδις πάλιν ἀντίαι ἀλλήλῃσιν 565ἄμφω ὁμοῦ ξυνιοῦσαι ἐπέκτυπον. ὦρτο δὲ πολλὴ ἅλμη ἀναβρασθεῖσα, νέφος ὥς· αὖε δὲ πόντος σμερδαλέον· πάντῃ δὲ περὶ μέγας ἔβρεμεν αἰθήρ.

So the tale is told, but the chieftains stayed there by constraint, and every day the Thynians, doing pleasure to Phineus, sent them gifts beyond measure. And afterwards they raised an altar to the blessed twelve on the sea-beach opposite and laid offerings thereon and then entered their swift ship to row, nor did they forget to bear with them a trembling dove; but Euphemus seized her and brought her all quivering with fear, and they loosed the twin hawsers from the land.

Nor did they start unmarked by Athena, but straightway swiftly she set her feet on a light cloud, which would waft her on, mighty though she was, and she swept on to the sea with friendly thoughts to the oarsmen. And as when one roveth far from his native land, as we men often wander with enduring heart, nor is any land too distant but all ways are clear to his view, and he sees in mind his own home, and at once the way over sea and land seems plain, and swiftly thinking, now this way, now that, he strains with eager eyes; so swiftly the daughter of Zeus darted down and set her foot on the cheerless shore of Thynia.

Now when they reached the narrow strait of the winding passage, hemmed in on both sides by rugged cliffs, while an eddying current from below was washing against the ship as she moved on, they went forward sorely in dread; and now the thud of the crashing rocks ceaselessly struck their ears, and the sea-washed shores resounded, and then Euphemus grasped the dove in his hand and started to mount the prow; and they, at the bidding of Tiphys, son of Hagnias, rowed with good will to drive Argo between the rocks, trusting to their strength. And as they rounded a bend they saw the rocks opening for the last time of all. Their spirit melted within them; and Euphemus sent forth the dove to dart forward in flight; and they all together raised their heads to look; but she flew between them, and the rocks again rushed together and crashed as they met face to face. And the foam leapt up in a mass like a cloud; awful was the thunder of the sea; and all round them the mighty welkin roared.

568κοῖλαι δὲ σπήλυγγες ὑπὸ σπιλάδας τρηχείας κλυζούσης ἁλὸς ἔνδον ἐβόμβεον· ὑψόθι δʼ ὄχθης 570λευκὴ καχλάζοντος ἀνέπτυε κύματος ἄχνη. νῆα δʼ ἔπειτα πέριξ εἴλει ῥόος. ἄκρα δʼ ἔκοψαν οὐραῖα πτερὰ ταίγε πελειάδος· ἡ δʼ ἀπόρουσεν ἀσκηθής. ἐρέται δὲ μέγʼ ἴαχον· ἔβραχε δʼ αὐτὸς Τῖφυς ἐρεσσέμεναι κρατερῶς. οἴγοντο γὰρ αὖτις 575ἄνδιχα. τοὺς δʼ ἐλάοντας ἔχεν τρόμος, ὄφρα μιν αὐτὴ πλημμυρὶς παλίνορσος ἀνερχομένη κατένεικεν εἴσω πετράων. τότε δʼ αἰνότατον δέος εἷλεν πάντας· ὑπὲρ κεφαλῆς γὰρ ἀμήχανος ἦεν ὄλεθρος. ἤδη δʼ ἔνθα καὶ ἔνθα διὰ πλατὺς εἴδετο Πόντος, 580καί σφισιν ἀπροφάτως ἀνέδυ μέγα κῦμα πάροιθεν κυρτόν, ἀποτμῆγι σκοπιῇ ἴσον· οἱ δʼ ἐσιδόντες ἤμυσαν λοξοῖσι καρήασιν. εἴσατο γάρ ῥα νηὸς ὑπὲρ πάσης κατεπάλμενον ἀμφικαλύψειν. ἀλλά μιν ἔφθη Τῖφυς ὑπʼ εἰρεσίῃ βαρύθουσαν 585ἀγχαλάσας· τὸ δὲ πολλὸν ὑπὸ τρόπιν ἐξεκυλίσθη, ἐκ δʼ αὐτὴν πρύμνηθεν ἀνείρυσε τηλόθι νῆα πετράων· ὑψοῦ δὲ μεταχρονίη πεφόρητο. Εὔφημος δʼ ἀνὰ πάντας ἰὼν βοάασκεν ἑταίρους, ἐμβαλέειν κώπῃσιν ὅσον σθένος· οἱ δʼ ἀλαλητῷ 590κόπτον ὕδωρ. ὅσσον δʼ ἂν ὑπείκαθε νηῦς ἐρέτῃσιν, δὶς τόσον ἂψ ἀπόρουσεν· ἐπεγνάμπτοντο δὲ κῶπαι ἠύτε καμπύλα τόξα, βιαζομένων ἡρώων.

The hollow caves beneath the rugged cliffs rumbled as the sea came surging in; and the white foam of the dashing wave spurted high above the cliff. Next the current whirled the ship round. And the rocks shore away the end of the dove’s tail-feathers; but away she flew unscathed. And the rowers gave a loud cry; and Tiphys himself called to them to row with might and main. For the rocks were again parting asunder. But as they rowed they trembled, until the tide returning drove them back within the rocks. Then most awful fear seized upon all; for over their head was destruction without escape. And now to right and left broad Pontus was seen, when suddenly a huge wave rose up before them, arched, like a steep rock; and at the sight they bowed with bended heads. For it seemed about to leap down upon the ship’s whole length and to overwhelm them. But Tiphys was quick to ease the ship as she laboured with the oars; and in all its mass the wave rolled away beneath the keel, and at the stern it raised Argo herself and drew her far away from the rocks; and high in air was she borne. But Euphemus strode among all his comrades and cried to them to bend to their oars with all their might; and they with a shout smote the water. And as far as the ship yielded to the rowers, twice as far did she leap back, and the oars were bent like curved bows as the heroes used their strength.

593ἔνθεν δʼ αὐτίκʼ ἔπειτα κατηρεφὲς ἔσσυτο κῦμα, ἡ δʼ ἄφαρ ὥστε κύλινδρος ἐπέτρεχε κύματι λάβρῳ 595προπροκαταΐγδην κοίλης ἁλός. ἐν δʼ ἄρα μέσσαις Πληγάσι δινήεις εἶχεν ῥόος· αἱ δʼ ἑκάτερθεν σειόμεναι βρόμεον· πεπέδητο δὲ νήια δοῦρα. καὶ τότʼ Ἀθηναίη στιβαρῆς ἀντέσπασε πέτρης σκαιῇ, δεξιτερῇ δὲ διαμπερὲς ὦσε φέρεσθαι. 600ἡ δʼ ἰκέλη πτερόεντι μετήορος ἔσσυτʼ ὀιστῷ. ἔμπης δʼ ἀφλάστοιο παρέθρισαν ἄκρα κόρυμβα νωλεμὲς ἐμπλήξασαι ἐναντίαι. αὐτὰρ Ἀθήνη Οὔλυμπόνδʼ ἀνόρουσεν, ὅτʼ ἀσκηθεῖς ὑπάλυξαν. πέτραι δʼ εἰς ἕνα χῶρον ἐπισχεδὸν ἀλλήλῃσιν 605νωλεμὲς ἐρρίζωθεν, ὃ δὴ καὶ μόρσιμον ἦεν ἐκ μακάρων, εὖτʼ ἄν τις ἰδὼν διὰ νηὶ περήσῃ. οἱ δέ που ὀκρυόεντος ἀνέπνεον ἄρτι φόβοιο ἠέρα παπταίνοντες ὁμοῦ πέλαγός τε θαλάσσης τῆλʼ ἀναπεπτάμενον. δὴ γὰρ φάσαν ἐξ Ἀίδαο 610σώεσθαι· Τῖφυς δὲ παροίτατος ἤρχετο μύθων· ἔλπομαι αὐτῇ νηὶ τόγʼ ἔμπεδον ἐξαλέασθαι ἡμέας· οὐδέ τις ἄλλος ἐπαίτιος, ὅσσον Ἀθήνη, ἥ οἱ ἐνέπνευσεν θεῖον μένος, εὖτέ μιν Ἄργος γόμφοισιν συνάρασσε· θέμις δʼ οὐκ ἔστιν ἁλῶναι. 615Αἰσονίδη, τύνη δὲ τεοῦ βασιλῆος ἐφετμήν, εὖτε διὲκ πέτρας φυγέειν θεὸς ἧμιν ὄπασσεν, μηκέτι δείδιθι τοῖον· ἐπεὶ μετόπισθεν ἀέθλους εὐπαλέας τελέεσθαι Ἀγηνορίδης φάτο Φινεύς.

Then a vaulted billow rushed upon them, and the ship like a cylinder ran on the furious wave plunging through the hollow sea. And the eddying current held her between the clashing rocks; and on each side they shook and thundered; and the ship’s timbers were held fast. Then Athena with her left hand thrust back one mighty rock and with her right pushed the ship through; and she, like a winged arrow, sped through the air. Nevertheless the rocks, ceaselessly clashing, shore off as she passed the extreme end of the stern-ornament. But Athena soared up to Olympus, when they had escaped unscathed. And the rocks in one spot at that moment were rooted fast for ever to each other, which thing had been destined by the blessed gods, when a man in his ship should have passed between them alive. And the heroes breathed again after their chilling fear, beholding at the same time the sky and the expanse of sea spreading far and wide. For they deemed that they were saved from Hades; and Tiphys first of all began to speak:

“It is my hope that we have safely escaped this peril—we, and the ship; and none other is the cause so much as Athena, who breathed into Argo divine strength when Argus knitted her together with bolts; and she may not be caught. Son of Aeson, no longer fear thou so much the best of thy king, since a god hath granted us escape between the rocks; for Phineus, Agenor’s son, said that our toils hereafter would be lightly accomplished.”

619ἦ ῥʼ ἅμα, καὶ προτέρωσε παραὶ Βιθυνίδα γαῖαν 620νῆα διὲκ πέλαγος σεῦεν μέσον. αὐτὰρ ὁ τόνγε μειλιχίοις ἐπέεσσι παραβλήδην προσέειπεν· Τῖφυ, τίη μοι ταῦτα παρηγορέεις ἀχέοντι; ἤμβροτον ἀασάμην τε κακὴν καὶ ἀμήχανον ἄτην. χρῆν γὰρ ἐφιεμένοιο καταντικρὺ Πελίαο 625αὐτίκʼ ἀνήνασθαι τόνδε στόλον, εἰ καὶ ἔμελλον νηλειῶς μελεϊστὶ κεδαιόμενος θανέεσθαι· νῦν δὲ περισσὸν δεῖμα καὶ ἀτλήτους μελεδῶνας ἄγκειμαι, στυγέων μὲν ἁλὸς κρυόεντα κέλευθα νηὶ διαπλώειν, στυγέων δʼ, ὅτʼ ἐπʼ ἠπείροιο 630βαίνωμεν. πάντῃ γὰρ ἀνάρσιοι ἄνδρες ἔασιν. αἰεὶ δὲ στονόεσσαν ἐπʼ ἤματι νύκτα φυλάσσω, ἐξότε τὸ πρώτιστον ἐμὴν χάριν ἠγερέθεσθε, φραζόμενος τὰ ἕκαστα σὺ δʼ εὐμαρέως ἀγορεύεις οἶον ἑῆς ψυχῆς ἀλέγων ὕπερ· αὐτὰρ ἔγωγε 635εἷο μὲν οὐδʼ ἠβαιὸν ἀτύζομαι· ἀμφὶ δὲ τοῖο καὶ τοῦ ὁμῶς, καὶ σεῖο, καὶ ἄλλων δείδιʼ ἑταίρων εἰ μὴ ἐς Ἑλλάδα γαῖαν ἀπήμονας ὔμμε κομίσσω. ὧς φάτʼ ἀριστήων πειρώμενος· οἱ δʼ ὁμάδησαν θαρσαλέοις ἐπέεσσιν. ὁ δὲ φρένας ἔνδον ἰάνθη 640κεκλομένων, καί ῥʼ αὖτις ἐπιρρήδην μετέειπεν· ὦ φίλοι, ὑμετέρῃ ἀρετῇ ἔνι θάρσος ἀέξω. τούνεκα νῦν οὐδʼ εἴ κε διὲξ Ἀίδαο βερέθρων στελλοίμην, ἔτι τάρβος ἀνάψομαι, εὖτε πέλεσθε ἔμπεδοι ἀργαλέοις ἐνὶ δείμασιν. ἀλλʼ ὅτε πέτρας 645Πληγάδας ἐξέπλωμεν, ὀίομαι οὐκ ἔτʼ ὀπίσσω ἔσσεσθαι τοιόνδʼ ἕτερον φόβον, εἰ ἐτεόν γε φραδμοσύνῃ Φινῆος ἐπισπόμενοι νεόμεσθα.

He spake, and at once he sped the ship onward through the midst of the sea past the Bithynian coast. But Jason with gentle words addressed him in reply: “Tiphys, why dost thou comfort thus my grieving heart? I have erred and am distraught in wretched and helpless ruin. For I ought, when Pelias gave the command, to have straightway refused this quest to his face, yea, though I were doomed to die pitilessly, torn limb from limb, but now I am wrapped in excessive fear and cares unbearable, dreading to sail through the chilling paths of the sea, and dreading when we shall set foot on the mainland. For on every side are unkindly men. And ever when day is done I pass a night of groans from the time when ye first gathered together for my sake, while I take thought for all things; but thou talkest at thine ease, caring only for thine own life; while for myself I am dismayed not a whit; but I fear for this man and for that equally, and for thee, and for my other comrades, if I shall not bring you back safe to the land of Hellas.”

Thus he spake, making trial of the chiefs; but they shouted loud with cheerful words. And his heart was warmed within him at their cry and again he spake outright among them: “My friends, in your valour my courage is quickened. Wherefore now, even though I should take my way through the gulfs of Hades, no more shall I let fear seize upon me, since ye are steadfast amid cruel terrors. But now that we have sailed out from the striking rocks, I trow that never hereafter will there be another such fearful thing, if indeed we go on our way following the counsel of Phineus.”

People and places in this passage

English translation by R. C. Seaton (1912). Original text: George W. Mooney (ed.), Apollonii Rhodii Argonautica, London: Longmans, Green, 1912 (Greek text as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library, Greek text); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.

Argonautica 2.528–647: Through the Clashing Rocks