Apollonius Rhodius · Argonautica Ἀργοναυτικά

Apollonius Rhodius, Argonautica 1.721–909: Jason and Hypsipyle on Lemnos

Jason puts on the purple mantle that Athena gave him, woven with scenes such as the Cyclopes at their forge, and goes to the city. Hypsipyle tells him how the women drove out the men and offers him her father's rule. The Argonauts linger on Lemnos until Heracles rebukes them, and Hypsipyle bids Jason a tearful farewell.

Lines 1.721–909 · 1934 words · click a number to copy its link
721αὐτὰρ ὅγʼ ἀμφʼ ὤμοισι θεᾶς Τριτωνίδος ἔργον, δίπλακα πορφυρέην περονήσατο, τήν οἱ ὄπασσεν Παλλάς, ὅτε πρῶτον δρυόχους ἐπεβάλλετο νηὸς Ἀργοῦς, καὶ κανόνεσσι δάε ζυγὰ μετρήσασθαι. 725τῆς μὲν ῥηίτερόν κεν ἐς ἠέλιον ἀνιόντα ὄσσε βάλοις, ἢ κεῖνο μεταβλέψειας ἔρευθος. δὴ γάρ τοι μέσση μὲν ἐρευθήεσσʼ ἐτέτυκτο, ἄκρα δὲ πορφυρέη πάντῃ πέλεν· ἐν δʼ ἄρʼ ἑκάστῳ τέρματι δαίδαλα πολλὰ διακριδὸν εὖ ἐπέπαστο. 730ἐν μὲν ἔσαν Κύκλωπες ἐπʼ ἀφθίτῳ ἥμενοι ἔργῳ, Ζηνὶ κεραυνὸν ἄνακτι πονεύμενοι· ὃς τόσον ἤδη παμφαίνων ἐτέτυκτο, μιῆς δʼ ἔτι δεύετο μοῦνον ἀκτῖνος, τὴν οἵδε σιδηρείῃς ἐλάασκον σφύρῃσιν, μαλεροῖο πυρὸς ζείουσαν ἀυτμήν. 735ἐν δʼ ἔσαν Ἀντιόπης Ἀσωπίδος υἱέε δοιώ, Ἀμφίων καὶ Ζῆθος· ἀπύργωτος δʼ ἔτι Θήβη κεῖτο πέλας, τῆς οἵγε νέον βάλλοντο δομαίους ἱέμενοι. Ζῆθος μὲν ἐπωμαδὸν ἠέρταζεν οὔρεος ἠλιβάτοιο κάρη, μογέοντι ἐοικώς· 740Ἀμφίων δʼ ἐπί οἱ χρυσέῃ φόρμιγγι λιγαίνων ἤιε, δὶς τόσση δὲ μετʼ ἴχνια νίσσετο πέτρη ἑξείης δʼ ἤσκητο βαθυπλόκαμος Κυθέρεια Ἄρεος ὀχμάζουσα θοὸν σάκος· ἐκ δέ οἱ ὤμου πῆχυν ἔπι σκαιὸν ξυνοχὴ κεχάλαστο χιτῶνος 745νέρθεν ὑπὲκ μαζοῖο· τὸ δʼ ἀντίον ἀτρεκὲς αὔτως χαλκείῃ δείκηλον ἐν ἀσπίδι φαίνετʼ ἰδέσθαι. ἐν δὲ βοῶν ἔσκεν λάσιος νομός· ἀμφὶ δὲ βουσὶν Τηλεβόαι μάρναντο καὶ υἱέες Ἠλεκτρύωνος· οἱ μὲν ἀμυνόμενοι, ἀτὰρ οἵγʼ ἐθέλοντες ἀμέρσαι, 750ληισταὶ Τάφιοι· τῶν δʼ αἵματι δεύετο λειμὼν ἑρσήεις, πολέες δʼ ὀλίγους βιόωντο νομῆας. ἐν δὲ δύω δίφροι πεπονήατο δηριόωντες. καὶ τὸν μὲν προπάροιθε Πέλοψ ἴθυνε, τινάσσων ἡνία, σὺν δέ οἱ ἔσκε παραιβάτις Ἱπποδάμεια· 755τὸν δὲ μεταδρομάδην ἐπὶ Μυρτίλος ἤλασεν ἵππους, σὺν τῷ δʼ Οἰνόμαος προτενὲς δόρυ χειρὶ μεμαρπὼς ἄξονος ἐν πλήμνῃσι παρακλιδὸν ἀγνυμένοιο πῖπτεν, ἐπεσσύμενος Πελοπήια νῶτα δαΐξαι.

Now he had buckled round his shoulders a purple mantle of double fold, the work of the Tritonian goddess, which Pallas had given him when she first laid the keel-props of the ship Argo and taught him how to measure timbers with the rule. More easily wouldst thou cast thy eyes upon the sun at its rising than behold that blazing splendour. For indeed in the middle the fashion thereof was red, but at the ends it was all purple, and on each margin many separate devices had been skilfully inwoven.

In it were the Cyclops seated at their imperishable work, forging a thunderbolt for King Zeus; by now it was almost finished in its brightness and still it wanted but one ray, which they were beating out with their iron hammers as it spurted forth a breath of raging flame.

In it too were the twin sons of Antiope, daughter of Asopus, Amphion and Zethus, and Thebe still ungirt with towers was lying near, whose foundations they were just then laying in eager haste. Zethus on his shoulders was lifting the peak of a steep mountain, like a man toiling hard, and Amphion after him, singing loud and clear on his golden lyre, moved on, and a rock twice as large followed his footsteps.

Next in order had been wrought Cytherea with drooping tresses, wielding the swift shield of Ares; and from her shoulder to her left arm the fastening of her tunic was loosed beneath her breast; and opposite in the shield of bronze her image appeared clear to view as she stood.

And in it there was a well-wooded pasturage of oxen; and about the oxen the Teleboae and the sons of Electryon were fighting; the one party defending themselves, the others, the Taphian raiders, longing to rob them; and the dewy meadow was drenched with their blood, and the many were overmastering the few herdsmen.

And therein were fashioned two chariots, racing, and the one in front Pelops was guiding, as he shook the reins, and with him was Hippodameia at his side, and in pursuit Myrtilus urged his steeds, and with him Oenomaus had grasped his couched spear, but fell as the axle swerved and broke in the nave, while he was eager to pierce the back of Pelops.

759ἐν καὶ Ἀπόλλων Φοῖβος ὀιστεύων ἐτέτυκτο, 760βούπαις οὔπω πολλός, ἑὴν ἐρύοντα καλύπτρης μητέρα θαρσαλέως Τιτυὸν μέγαν, ὅν ῥʼ ἔτεκέν γε δῖʼ Ἐλάρη, θρέψεν δὲ καὶ ἂψ ἐλοχεύσατο Γαῖα. ἐν καὶ Φρίξος ἔην Μινυήιος ὡς ἐτεόν περ εἰσαΐων κριοῦ, ὁ δʼ ἄρʼ ἐξενέποντι ἐοικώς. 765κείνους κʼ εἰσορόων ἀκέοις, ψεύδοιό τε θυμόν, ἐλπόμενος πυκινήν τινʼ ἀπὸ σφείων ἐσακοῦσαι βάξιν, ὃ καὶ δηρόν περ ἐπʼ ἐλπίδι θηήσαιο. τοῖʼ ἄρα δῶρα θεᾶς Τριτωνίδος ἦεν Ἀθήνης. δεξιτερῇ δʼ ἕλεν ἔγχος ἑκηβόλον, ὅ ῥʼ Ἀταλάντη 770Μαινάλῳ ἔν ποτέ οἱ ξεινήιον ἐγγυάλιξεν, πρόφρων ἀντομένη· περὶ γὰρ μενέαινεν ἕπεσθαι τὴν ὁδόν· ἀλλὰ γὰρ αὐτὸς ἑκὼν ἀπερήτυε κούρην, δεῖσεν δʼ ἀργαλέας ἔριδας φιλότητος ἕκητι. βῆ δʼ ἴμεναι προτὶ ἄστυ, φαεινῷ ἀστέρι ἶσος, 775ὅν ῥά τε νηγατέῃσιν ἐεργόμεναι καλύβῃσιν νύμφαι θηήσαντο δόμων ὕπερ ἀντέλλοντα, καί σφισι κυανέοιο διʼ ἠέρος ὄμματα θέλγει καλὸν ἐρευθόμενος, γάνυται δέ τε ἠιθέοιο παρθένος ἱμείρουσα μετʼ ἀλλοδαποῖσιν ἐόντος 780ἀνδράσιν, ᾧ καί μιν μνηστὴν κομέουσι τοκῆες· τῷ ἴκελος πρὸ πόληος ἀνὰ στίβον ἤιεν ἥρως. καί ῥʼ ὅτε δὴ πυλέων τε καὶ ἄστεος ἐντὸς ἔβησαν, δημότεραι μὲν ὄπισθεν ἐπεκλονέοντο γυναῖκες, γηθόσυναι ξείνῳ· ὁ δʼ ἐπὶ χθονὸς ὄμματʼ ἐρείσας 785νίσσετʼ ἀπηλεγέως, ὄφρʼ ἀγλαὰ δώμαθʼ ἵκανεν Ὑψιπύλης· ἄνεσαν δὲ πύλας προφανέντι θεράπναι δικλίδας, εὐτύκτοισιν ἀρηρεμένας σανίδεσσιν. ἔνθα μιν Ἰφινόη κλισμῷ ἔνι παμφανόωντι ἐσσυμένως καλῆς διὰ παστάδος εἷσεν ἄγουσα 790ἀντία δεσποίνης· ἡ δʼ ἐγκλιδὸν ὄσσε βαλοῦσα παρθενικὰς ἐρύθηνε παρηίδας· ἔμπα δὲ τόνγε αἰδομένη μύθοισι προσέννεπεν αἱμυλίοισιν·

And in it was wrought Phoebus Apollo, a stripling not yet grown up, in the act of shooting at mighty Tityos who was boldly dragging his mother by her veil, Tityos whom glorious Elare bare, but Earth nursed him and gave him second birth.

And in it was Phrixus the Minyan as though he were in very deed listening to the ram, while it was like one speaking. Beholding them thou wouldst be silent and wouldst cheat thy soul with the hope of hearing some wise speech from them, and long wouldst thou gaze with that hope.

Such then were the gifts of the Tritonian goddess Athena. And in his right hand Jason held a far-darting spear, which Atalanta gave him once as a gift of hospitality in Maenalus as she met him gladly; for she eagerly desired to follow on that quest; but he himself of his own accord prevented the maid, for he feared bitter strife on account of her love.

And he went on his way to the city like to a bright star, which maidens, pent up in new-built chambers, behold as it rises above their homes, and through the dark air it charms their eyes with its fair red gleam and the maid rejoices, love-sick for the youth who is far away amid strangers, for whom her parents are keeping her to be his bride; like to that star the hero trod the way to the city. And when they had passed within the gates and the city, the women of the people surged behind them, delighting in the stranger, but he with his eyes fixed on the ground fared straight on, till he reached the glorious palace of Hypsipyle; and when he appeared the maids opened the folding doors, fitted with well-fashioned panels. Here Iphinoe leading him quickly through a fair porch set him upon a shining seat opposite her mistress, but Hypsipyle turned her eyes aside and a blush covered her maiden cheeks, yet for all her modesty she addressed him with crafty words:

793ξεῖνε, τίη μίμνοντες ἐπὶ χρόνον ἔκτοθι πύργων ἧσθʼ αὔτως; ἐπεὶ οὐ μὲν ὑπʼ ἀνδράσι ναίεται ἄστυ, 795ἀλλὰ Θρηικίης ἐπινάστιοι ἠπείροιο πυροφόρους ἀρόωσι γύας. κακότητα δὲ πᾶσαν ἐξερέω νημερτές, ἵνʼ εὖ γνοίητε καὶ αὐτοί. εὖτε Θόας ἀστοῖσι πατὴρ ἐμὸς ἐμβασίλευεν, τηνίκα Θρηικίην, οἵ τʼ ἀντία ναιετάουσιν, 800δήμου ἀπορνύμενοι λαοὶ πέρθεσκον ἐπαύλους ἐκ νηῶν, αὐτῇσι δʼ ἀπείρονα ληίδα κούραις δεῦρʼ ἄγον· οὐλομένης δὲ θεᾶς πορσύνετο μῆτις Κύπριδος, ἥ τέ σφιν θυμοφθόρον ἔμβαλεν ἄτην. δὴ γὰρ κουριδίας μὲν ἀπέστυγον, ἐκ δὲ μελάθρων, 805ᾗ ματίῃ εἴξαντες, ἀπεσσεύοντο γυναῖκας· αὐτὰρ ληιάδεσσι δορικτήταις παρίαυον, σχέτλιοι. ἦ μὲν δηρὸν ἐτέτλαμεν, εἴ κέ ποτʼ αὖτις ὀψὲ μεταστρέψωσι νόον· τὸ δὲ διπλόον αἰεὶ πῆμα κακὸν προύβαινεν. ἀτιμάζοντο δὲ τέκνα 810γνήσιʼ ἐνὶ μεγάροις, σκοτίη δʼ ἀνέτελλε γενέθλη. αὔτως δʼ ἀδμῆτές τε κόραι, χῆραί τʼ ἐπὶ τῇσιν μητέρες ἂμ πτολίεθρον ἀτημελέες ἀλάληντο. οὐδὲ πατὴρ ὀλίγον περ ἑῆς ἀλέγιζε θυγατρός, εἰ καὶ ἐν ὀφθαλμοῖσι δαϊζομένην ὁρόῳτο 815μητρυιῆς ὑπὸ χερσὶν ἀτασθάλου· οὐδʼ ἀπὸ μητρὸς λώβην, ὡς τὸ πάροιθεν, ἀεικέα παῖδες ἄμυνον· οὐδὲ κασιγνήτοισι κασιγνήτη μέλε μελε θυμῷ. ἀλλʼ οἶαι κοῦραι ληίτιδες ἔν τε δόμοισιν ἔν τε χοροῖς ἀγορῇ τε καὶ εἰλαπίνῃσι μέλοντο· 820εἰσόκε τις θεὸς ἄμμιν ὑπέρβιον ἔμβαλε θάρσος, ἂψ ἀναερχομένους Θρῃκῶν ἄπο μηκέτι πύργοις δέχθαι, ἵνʼ ἢ φρονέοιεν ἅπερ θέμις, ἠέ πῃ ἄλλῃ αὐταῖς ληιάδεσσιν ἀφορμηθέντες ἵκοιντο. οἱ δʼ ἄρα θεσσάμενοι παίδων γένος, ὅσσον ἔλειπτο 825ἄρσεν ἀνὰ πτολίεθρον, ἔβαν πάλιν, ἔνθʼ ἔτι νῦν περ Θρηικίης ἄροσιν χιονώδεα ναιετάουσιν. τῶ ὑμεῖς στρωφᾶσθʼ ἐπιδήμιοι· εἰ δέ κεν αὖθι ναιετάειν ἐθέλοις, καί τοι ἅδοι, ἦ τʼ ἂν ἔπειτα πατρὸς ἐμεῖο Θόαντος ἔχοις γέρας· οὐδέ τί σʼ οἴω 830γαῖαν ὀνόσσεσθαι· περὶ γὰρ βαθυλήιος ἄλλων νήσων, Αἰγαίῃ ὅσαι εἰν ἁλὶ ναιετάουσιν.

“Stranger, why stay ye so long outside our towers? for the city is not inhabited by the men, but they, as sojourners, plough the wheat-bearing fields of the Thracian mainland. And I will tell out truly all our evil plight, that ye yourselves too may know it well. When my father Thoas reigned over the citizens, then our folk starting from their homes used to plunder from their ships the dwellings of the Thracians who live opposite, and they brought back hither measureless booty and maidens too. But the counsel of the baneful goddess Cypris was working out its accomplishment, who brought upon them soul destroying infatuation. For they hated their lawful wives, and, yielding to their own mad folly, drove them from their homes; and they took to their beds the captives of their spear, cruel ones. Long in truth we endured it, if haply again, though late, they might change their purpose, but ever the bitter woe grew, twofold. And the lawful children were being dishonoured in their halls, and a bastard race was rising. And thus unmarried maidens and widowed mothers too wandered uncared for through the city; no father heeded his daughter ever so little even though he should see her done to death before his eyes at the hands of an insolent step-dame, nor did sons, as before, defend their mother against unseemly outrage; nor did brothers care at heart for their sister. But in their homes, in the dance, in the assembly and the banquet all their thought was only for their captive maidens; until some god put desperate courage in our hearts no more to receive our lords on their return from Thrace within our towers so that they might either heed the right or might depart and begone elsewhither, they and their captives. So they begged of us all the male children that were left in the city and went back to where even now they dwell on the snowy tilths of Thrace. Do ye therefore stay and settle with us; and shouldst thou desire to dwell here, and this finds favour with thee, assuredly thou shalt have the prerogative of my father Thoas; and I deem that thou wilt not scorn our land at all; for it is deep-soiled beyond all other islands that lie in the Aegaean sea. But come now, return to the ship and relate my words to thy comrades, and stay not outside our city.”

832ἀλλʼ ἄγε νῦν ἐπὶ νῆα κιὼν ἑτάροισιν ἐνίσπες μύθους ἡμετέρους, μηδʼ ἔκτοθι μίμνε πόληος. Ἴσκεν, ἀμαλδύνουσα φόνου τέλος, οἷον ἐτύχθη 835ἀνδράσιν· αὐτὰρ ὁ τήνγε παραβλήδην προσέειπεν Ὑψιπύλη, μάλα κεν θυμηδέος ἀντιάσαιμεν χρησμοσύνης, ἣν ἄμμι σέθεν χατέουσιν ὀπάζεις. εἶμι δʼ ὑπότροπος αὖτις ἀνὰ πτόλιν, εὖτʼ ἂν ἕκαστα ἐξείπω κατὰ κόσμον. ἀνακτορίη δὲ μελέσθω 840σοίγʼ αὐτῇ καὶ νῆσος· ἔγωγε μὲν οὐκ ἀθερίζων χάζομαι, ἀλλά με λυγροὶ ἐπισπέρχουσιν ἄεθλοι. ἦ, καὶ δεξιτερῆς χειρὸς θίγεν· αἶψα δʼ ὀπίσσω βῆ ῥʼ ἴμεν, ἀμφὶ δὲ τόνγε νεήνιδες ἄλλοθεν ἄλλαι μυρίαι εἱλίσσοντο κεχαρμέναι, ὄφρα πυλάων 845ἐξέμολεν. μετέπειτα δʼ ἐυτροχάλοισιν ἀμάξαις ἀκτὴν εἰσαπέβαν, ξεινήια πολλὰ φέρουσαι, μῦθον ὅτʼ ἤδη πάντα διηνεκέως ἀγόρευσεν, τόν ῥα καλεσσαμένη διεπέφραδεν Ὑψιπύλεια· καὶ δʼ αὐτοὺς ξεινοῦσθαι ἐπὶ σφέα δώματʼ ἄγεσκον 850ῥηιδίως. Κύπρις γὰρ ἐπὶ γλυκὺν ἵμερον ὦρσεν Ἡφαίστοιο χάριν πολυμήτιος, ὄφρα κεν αὖτις ναίηται μετόπισθεν ἀκήρατος ἀνδράσι Λῆμνος. ἔνθʼ ὁ μὲν Ὑψιπύλης βασιλήιον ἐς δόμον ὦρτο Αἰσονίδης· οἱ δʼ ἄλλοι ὅπῃ καὶ ἔκυρσαν ἕκαστος, 855Ἡρακλῆος ἄνευθεν, ὁ γὰρ παρὰ νηὶ λέλειπτο αὐτὸς ἑκὼν παῦροί τε διακρινθέντες ἑταῖροι. αὐτίκα δʼ ἄστυ χοροῖσι καὶ εἰλαπίνῃσι γεγήθει καπνῷ κνισήεντι περίπλεον· ἔξοχα δʼ ἄλλων ἀθανάτων Ἥρης υἷα κλυτὸν ἠδὲ καὶ αὐτὴν 860Κύπριν ἀοιδῇσιν θυέεσσί τε μειλίσσοντο. ἀμβολίη δʼ εἰς ἦμαρ ἀεὶ ἐξ ἤματος ἦεν ναυτιλίης· δηρὸν δʼ ἂν ἐλίνυον αὖθι μένοντες, εἰ μὴ ἀολλίσσας ἑτάρους ἀπάνευθε γυναικῶν Ἡρακλέης τοίοισιν ἐνιπτάζων μετέειπεν·

She spoke, glozing over the murder that had been wrought upon the men; and Jason addressed her in answer:

“Hypsipyle, very dear to our hearts is the help we shall meet with, which thou grantest to us who need thee. And I will return again to the city when I have told everything in order due. But let the sovereignty of the island be thine; it is not in scorn I yield it up, but grievous trials urge me on.”

He spake, and touched her right hand; and quickly he turned to go back: and round him the young maids on every side danced in countless numbers in their joy till he passed through the gates. And then they came to the shore in smooth-running wains, bearing with them many gifts, when now he had related from beginning to end the speech which Hypsipyle had spoken when she summoned them; and the maids readily led the men back to their homes for entertainment. For Cypris stirred in them a sweet desire, for the sake of Hephaestus of many counsels, in order that Lemnos might be again inhabited by men and not be ruined.

Thereupon Aeson’s son started to go to the royal home of Hypsipyle; and the rest went each his way as chance took them, all but Heracles; for he of his own will was left behind by the ship and a few chosen comrades with him. And straightway the city rejoiced with dances and banquets, being filled with the steam of sacrifice; and above all the immortals they propitiated with songs and sacrifices the illustrious son of Hera and Cypris herself. And the sailing was ever delayed from one day to another; and long would they have lingered there, had not Heracles, gathering together his comrades apart from the women, thus addressed them with reproachful words:

865δαιμόνιοι, πάτρης ἐμφύλιον αἷμʼ ἀποέργει ἡμέας; ἦε γάμων ἐπιδευέες ἐνθάδʼ ἔβημεν κεῖθεν, ὀνοσσάμενοι πολιήτιδας; αὖθι δʼ ἕαδεν ναίοντας λιπαρὴν ἄροσιν Λήμνοιο ταμέσθαι; οὐ μὰν εὐκλειεῖς γε σὺν ὀθνείῃσι γυναιξὶν 870ἐσσόμεθʼ ὧδʼ ἐπὶ δηρὸν ἐελμένοι· οὐδέ τι κῶας αὐτόματον δώσει τις ἑλὼν θεὸς εὐξαμένοισιν. ἴομεν αὖτις ἕκαστοι ἐπὶ σφέα· τὸν δʼ ἐνὶ λέκτροις Ὑψιπύλης εἰᾶτε πανήμερον, εἰσόκε Λῆμνον παισὶν ἐσανδρώσῃ, μεγάλη τέ ἑ βάξις ἵκηται. 875ὧς νείκεσσεν ὅμιλον· ἐναντία δʼ οὔ νύ τις ἔτλη ὄμματʼ ἀνασχεθέειν, οὐδὲ προτιμυθήσασθαι· ἀλλʼ αὔτως ἀγορῆθεν ἐπαρτίζοντο νέεσθαι σπερχόμενοι. ταὶ δέ σφιν ἐπέδραμον, εὖτʼ ἐδάησαν. ὡς δʼ ὅτε λείρια καλὰ περιβρομέουσι μέλισσαι 880πέτρης ἐκχύμεναι σιμβληίδος, ἀμφὶ δὲ λειμὼν ἑρσήεις γάνυται, ταὶ δὲ γλυκὺν ἄλλοτε ἄλλον καρπὸν ἀμέργουσιν πεποτημέναι· ὧς ἄρα ταίγε ἐνδυκὲς ἀνέρας ἀμφὶ κινυρόμεναι προχέοντο, χερσί τε καὶ μύθοισιν ἐδεικανόωντο ἕκαστον, 885εὐχόμεναι μακάρεσσιν ἀπήμονα νόστον ὀπάσσαι. ὧς δὲ καὶ Ὑψιπύλη ἠρήσατο χεῖρας ἑλοῦσα Αἰσονίδεω, τὰ δέ οἱ ῥέε δάκρυα χήτει ἰόντος· Νίσσεο, καὶ σὲ θεοὶ σὺν ἀπηρέσιν αὖτις ἑταίροις χρύσειον βασιλῆι δέρος κομίσειαν ἄγοντα 890αὔτως, ὡς ἐθέλεις καί τοι φίλον. ἥδε δὲ νῆσος σκῆπτρά τε πατρὸς ἐμεῖο παρέσσεται, ἢν καὶ ὀπίσσω δή ποτε νοστήσας ἐθέλῃς ἄψορρον ἱκέσθαι. ῥηιδίως δʼ ἂν ἑοῖ καὶ ἀπείρονα λαὸν ἀγείραις ἄλλων ἐκ πολίων· ἀλλʼ οὐ σύγε τήνδε μενοινὴν 895σχήσεις, οὔτʼ αὐτὴ προτιόσσομαι ὧδε τελεῖσθαι. μνώεο μὴν ἀπεών περ ὁμῶς καὶ νόστιμος ἤδη Ὑψιπύλης· λίπε δʼ ἧμιν ἔπος, τό κεν ἐξανύσαιμι πρόφρων, ἢν ἄρα δή με θεοὶ δώωσι τεκέσθαι.

“Wretched men, does the murder of kindred keep us from our native land? Or is it in want of marriage that we have come hither from thence, in scorn of our countrywomen? Does it please us to dwell here and plough the rich soil of Lemnos? No fair renown shall we win by thus tarrying so long with stranger women; nor will some god seize and give us at our prayer a fleece that moves of itself. Let us then return each to his own; but him leave ye to rest all day long in the embrace of Hypsipyle until he has peopled Lemnos with men-children, and so there come to him great glory.”

Thus did he chide the band; but no one dared to meet his eye or to utter a word in answer. But just as they were in the assembly they made ready their departure in all haste, and the women came running towards them, when they knew their intent. And as when bees hum round fair lilies pouring forth from their hive in the rock, and all around the dewy meadow rejoices, and they gather the sweet fruit, flitting from one to another; even so the women eagerly poured forth, clustering round the men with loud lament, and greeted each one with hands and voice, praying the blessed gods to grant him a safe return. And so Hypsipyle too prayed, seizing the hands of Aeson’s son, and her tears flowed for the loss of her lover:

“Go, and may heaven bring thee back again with thy comrades unharmed, bearing to the king the golden fleece, even as thou wilt and thy heart desireth; and this island and my father’s sceptre will be awaiting thee, if on thy return hereafter thou shouldst choose to come hither again; and easily couldst thou gather a countless host of men from other cities. But thou wilt not have this desire, nor do I myself forbode that so it will be. Still remember Hypsipyle when thou art far away and when thou hast returned; and leave me some word of bidding, which I will gladly accomplish, if haply heaven shall grant me to be a mother.”

899τὴν δʼ αὖτʼ Αἴσονος υἱὸς ἀγαιόμενος προσέειπεν· 900Ὑψιπύλη, τὰ μὲν οὕτω ἐναίσιμα πάντα γένοιτο ἐκ μακάρων· τύνη δʼ ἐμέθεν πέρι θυμὸν ἀρείω ἴσχανʼ, ἐπεὶ πάτρην μοι ἅλις Πελίαο ἕκητι ναιετάειν· μοῦνόν με θεοὶ λύσειαν ἀέθλων. εἰ δʼ οὔ μοι πέπρωται ἐς Ἑλλάδα γαῖαν ἱκέσθαι 905τηλοῦ ἀναπλώοντι, σὺ δʼ ἄρσενα παῖδα τέκηαι, πέμπε μιν ἡβήσαντα Πελασγίδος ἔνδον Ἰωλκοῦ πατρί τʼ ἐμῷ καὶ μητρὶ δύης ἄκος, ἢν ἄρα τούσγε τέτμῃ ἔτι ζώοντας, ἵνʼ ἄνδιχα τοῖο ἄνακτος σφοῖσιν πορσύνωνται ἐφέστιοι ἐν μεγάροισιν.

And Aeson’s son in admiration thus replied: “Hypsipyle, so may all these things prove propitious by the favour of the blessed gods. But do thou hold a nobler thought of me, since by the grace of Pelias it is enough for me to dwell in my native land; may the gods only release me from my toils. But if it is not my destiny to sail afar and return to the land of Hellas, and if thou shouldst bear a male child, send him when grown up to Pelasgian Iolcus, to heal the grief of my father and mother if so be that he find them still living, in order that, far away from the king, they may be cared for by their own hearth in their home.”

People and places in this passage

English translation by R. C. Seaton (1912). Original text: George W. Mooney (ed.), Apollonii Rhodii Argonautica, London: Longmans, Green, 1912 (Greek text as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library, Greek text); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.