Apollonius Rhodius · Argonautica Ἀργοναυτικά

Apollonius Rhodius, Argonautica 3.1026–1162: Medea's charm and the lovers' parting

Medea tells Jason how to use the charm: sacrifice to Hecate by night, anoint himself and his weapons, and throw a stone among the Earthborn men. They exchange promises to remember each other, Jason speaks of Iolcus and Ariadne, and Medea reproaches him before they part; she returns home in distress.

Lines 3.1026–1162 · 1339 words · click a number to copy its link
1026φράζεο νῦν, ὥς κέν τοι ἐγὼ μητίσομʼ ἀρωγήν. εὖτʼ ἂν δὴ μετιόντι πατὴρ ἐμὸς ἐγγυαλίξῃ ἐξ ὄφιος γενύων ὀλοοὺς σπείρασθαι ὀδόντας, δὴ τότε μέσσην νύκτα διαμμοιρηδὰ φυλάξας, 1030ἀκαμάτοιο ῥοῇσι λοεσσάμενος ποταμοῖο, οἶος ἄνευθʼ ἄλλων ἐνὶ φάρεσι κυανέοισιν βόθρον ὀρύξασθαι περιηγέα· τῷ δʼ ἔνι θῆλυν ἀρνειὸν σφάζειν, καὶ ἀδαίετον ὠμοθετῆσαι, αὐτῷ πυρκαϊὴν εὖ νηήσας ἐπὶ βόθρῳ. 1035μουνογενῆ δʼ Ἑκάτην Περσηίδα μειλίσσοιο, λείβων ἐκ δέπαος σιμβλήια ἔργα μελισσέων. ἔνθα δʼ ἐπεί κε θεὰν μεμνημένος ἱλάσσηαι, ἂψ ἀπὸ πυρκαϊῆς ἀναχάζεο· μηδέ σε δοῦπος ἠὲ ποδῶν ὄρσῃσι μεταστρεφθῆναι ὀπίσσω, 1040ἠὲ κυνῶν ὑλακή, μή πως τὰ ἕκαστα κολούσας οὐδʼ αὐτὸς κατὰ κόσμον ἑοῖς ἑτάροισι πελάσσῃς. ἦρι δὲ μυδήνας τόδε φάρμακον, ἠύτʼ ἀλοιφῇ γυμνωθεὶς φαίδρυνε τεὸν δέμας· ἐν δέ οἱ ἀλκὴ ἔσσετʼ ἀπειρεσίη μέγα τε σθένος, οὐδέ κε φαίης 1045ἀνδράσιν, ἀλλὰ θεοῖσιν ἰσαζέμεν ἀθανάτοισιν. πρὸς δὲ καὶ αὐτῷ δουρὶ σάκος πεπαλαγμένον ἔστω καὶ ξίφος. ἔνθʼ οὐκ ἄν σε διατμήξειαν ἀκωκαὶ γηγενέων ἀνδρῶν, οὐδʼ ἄσχετος ἀίσσουσα φλὸξ ὀλοῶν ταύρων. τοῖός γε μὲν οὐκ ἐπὶ δηρὸν 1050ἔσσεαι, ἀλλʼ αὐτῆμαρ· ὅμως σύγε μή ποτʼ ἀέθλου χάζεο. καὶ δέ τοι ἄλλο παρὲξ ὑποθήσομʼ ὄνειαρ. αὐτίκʼ ἐπὴν κρατεροὺς ζεύξῃς βόας, ὦκα δὲ πᾶσαν χερσὶ καὶ ἠνορέῃ στυφελὴν διὰ νειὸν ἀρόσσῃς, οἱ δʼ ἤδη κατὰ ὦλκας ἀνασταχύωσι Γίγαντες 1055σπειρομένων ὄφιος δνοφερὴν ἐπὶ βῶλον ὀδόντων, αἴ κεν ὀρινομένους πολέας νειοῖο δοκεύσῃς, λάθρῃ λᾶαν ἄφες στιβαρώτερον· οἱ δʼ ἂν ἐπʼ αὐτῷ, καρχαλέοι κύνες ὥστε περὶ βρώμης, ὀλέκοιεν ἀλλήλους· καὶ δʼ αὐτὸς ἐπείγεο δηιοτῆτος 1060ἰθῦσαι. τὸ δὲ κῶας ἐς Ἑλλάδα τοῖό γʼ ἕκητι οἴσεαι ἐξ Αἴης τηλοῦ ποθί· νίσσεο δʼ ἔμπης, ᾗ φίλον, ἤ τοι ἕαδεν ἀφορμηθέντι νέεσθαι.

“Take heed now, that I may devise help for thee. When at thy coming my father has given thee the deadly teeth from the dragon’s jaws for sowing, then watch for the time when the night is parted in twain, then bathe in the stream of the tireless river, and alone, apart from others, clad in dusky raiment, dig a rounded pit; and therein slay a ewe, and sacrifice it whole, heaping high the pyre on the very edge of the pit. And propitiate only-begotten Hecate, daughter of Perses, pouring from a goblet the hive-stored labour of bees. And then, when thou hast heedfully sought the grace of the goddess, retreat from the pyre; and let neither the sound of feet drive thee to turn back, nor the baying of hounds, lest haply thou shouldst maim all the rites and thyself fail to return duly to thy comrades. And at dawn steep this charm in water, strip, and anoint thy body therewith as with oil; and in it there will be boundless prowess and mighty strength, and thou wilt deem thyself a match not for men but for the immortal gods. And besides, let thy spear and shield and sword be sprinkled. Thereupon the spear-heads of the earthborn men shall not pierce thee, nor the flame of the deadly bulls as it rushes forth resistless. But such thou shalt be not for long, but for that one day; still never flinch from the contest. And I will tell thee besides of yet another help. As soon as thou hast yoked the strong oxen, and with thy might and thy prowess hast ploughed all the stubborn fallow, and now along the furrows the Giants are springing up, when the serpent’s teeth are sown on the dusky clods, if thou markest them uprising in throngs from the fallow, cast unseen among them a massy stone; and they over it, like ravening hounds over their food, will slay one another; and do thou thyself hasten to rush to the battle-strife, and the fleece thereupon thou shalt bear far away from Aea; nevertheless, depart wherever thou wilt, or thy pleasure takes thee, when thou hast gone hence.”

1063ὧς ἄρʼ ἔφη, καὶ σῖγα ποδῶν πάρος ὄσσε βαλοῦσα θεσπέσιον λιαροῖσι παρηίδα δάκρυσι δεῦεν 1065μυρομένη, ὅ τʼ ἔμελλεν ἀπόπροθι πολλὸν ἑοῖο πόντον ἐπιπλάγξεσθαι· ἀνιηρῷ δέ μιν ἄντην ἐξαῦτις μύθῳ προσεφώνεεν, εἷλέ τε χειρὸς δεξιτερῆς· δὴ γάρ οἱ ἀπʼ ὀφθαλμοὺς λίπεν αἰδώς· μνώεο δʼ, ἢν ἄρα δή ποθʼ ὑπότροπος οἴκαδʼ ἵκηαι, 1070οὔνομα Μηδείης· ὧς δʼ αὖτʼ ἐγὼ ἀμφὶς ἐόντος μνήσομαι. εἰπὲ δέ μοι πρόφρων τόδε, πῇ τοι ἔασιν δώματα, πῇ νῦν ἔνθεν ὑπεὶρ ἅλα νηὶ περήσεις· ἤ νύ που ἀφνειοῦ σχεδὸν ἵξεαι Ὀρχομενοῖο, ἦε καὶ Αἰαίης νήσου πέλας; εἰπὲ δὲ κούρην, 1075ἥντινα τήνδʼ ὀνόμηνας ἀριγνώτην γεγαυῖαν Πασιφάης, ἣ πατρὸς ὁμόγνιός ἐστιν ἐμεῖο. ὧς φάτο· τὸν δὲ καὶ αὐτὸν ὑπήιε δάκρυσι κούρης οὖλος Ἔρως, τοῖον δὲ παραβλήδην ἔπος ηὔδα· καὶ λίην οὐ νύκτας ὀίομαι, οὐδέ ποτʼ ἦμαρ 1080σεῦ ἐπιλήσεσθαι, προφυγὼν μόρον, εἰ ἐτεόν γε φεύξομαι ἀσκηθὴς ἐς Ἀχαιίδα, μηδέ τινʼ ἄλλον Αἰήτης προβάλῃσι κακώτερον ἄμμιν ἄεθλον. εἰ δέ τοι ἡμετέρην ἐξίδμεναι εὔαδε πάτρην, ἐξερέω· μάλα γάρ με καὶ αὐτὸν θυμὸς ἀνώγει. 1085ἔστι τις αἰπεινοῖσι περίδρομος οὔρεσι γαῖα, πάμπαν ἐύρρηνός τε καὶ εὔβοτος, ἔνθα Προμηθεὺς Ἰαπετιονίδης ἀγαθὸν τέκε Δευκαλίωνα, ὃς πρῶτος ποίησε πόλεις καὶ ἐδείματο νηοὺς ἀθανάτοις, πρῶτος δὲ καὶ ἀνθρώπων βασίλευσεν. 1090Αἱμονίην δὴ τήνγε περικτίονες καλέουσιν. ἐν δʼ αὐτῇ Ἰαωλκός, ἐμὴ πόλις, ἐν δὲ καὶ ἄλλαι πολλαὶ ναιετάουσιν, ἵνʼ οὐδέ περ οὔνομʼ ἀκοῦσαι Αἰαίης νήσου· Μινύην γε μὲν ὁρμηθέντα, Αἰολίδην Μινύην ἔνθεν φάτις Ὀρχομενοῖο 1095δή ποτε Καδμείοισιν ὁμούριον ἄστυ πολίσσαι. ἀλλὰ τίη τάδε τοι μεταμώνια πάντʼ ἀγορεύω, ἡμετέρους τε δόμους τηλεκλείτην τʼ Ἀριάδνην, κούρην Μίνωος, τόπερ ἀγλαὸν οὔνομα κείνην παρθενικὴν καλέεσκον ἐπήρατον, ἥν μʼ ἐρεείνεις; 1100αἴθε γάρ, ὡς Θησῆι τότε ξυναρέσσατο Μίνως ἀμφʼ αὐτῆς, ὧς ἄμμι πατὴρ τεὸς ἄρθμιος εἴη. ὧς φάτο, μειλιχίοισι καταψήχων ὀάροισιν.

Thus she spake, and cast her eyes to her feet in silence, and her cheek, divinely fair, was wet with warm tears as she sorrowed for that he was about to wander far from her side over the wide sea: and once again she addressed him face to face with mournful words, and took his right hand; for now shame had left her eyes:

“Remember, if haply thou returnest to thy home, Medea’s name; and so will I remember thine, though thou be far away. And of thy kindness tell me this, where is thy home, whither wilt thou sail hence in thy ship over the sea; wilt thou come near wealthy Orchomenus, or near the Aeaean isle? And tell me of the maiden, whosoever she be that thou hast named, the far-renowned daughter of Pasiphae, who is kinswoman to my father.”

Thus she spake; and over him too, at the tears of the maiden, stole Love the destroyer, and he thus answered her:

“All too surely do I deem that never by night and never by day will I forget thee if I escape death and indeed make my way in safety to the Achaean land, and Aeetes set not before us some other contest worse than this. And if it pleases thee to know about my fatherland, I will tell it out; for indeed my own heart bids me do that. There is a land encircled by lofty mountains, rich in sheep and in pasture, where Prometheus, son of Iapetus, begat goodly Deucalion, who first founded cities and reared temples to the immortal gods, and first ruled Over men. This land the neighbours who dwell around call Haemonia. And in it stands Iolcus, my city, and in it many others, where they have not so much as heard the name of the Aeaean isle; yet there is a story that Minyas starting thence, Minyas son of Aeolus, built long ago the city of Orchomenus that borders on the Cadmeians. But why do I tell thee all this vain talk, of our home and of Minos’ daughter, far-famed Ariadne, by which glorious name they called that lovely maiden of whom thou askest me? Would that, as Minos then was well inclined to Theseus for her sake, so may thy father be joined to us in friendship!”

1103τῆς δʼ ἀλεγεινόταται κραδίην ἐρέθεσκον ἀνῖαι, καί μιν ἀκηχεμένη ἀδινῷ προσπτύξατο μύθῳ· 1105Ἑλλάδι που τάδε καλά, συνημοσύνας ἀλεγύνειν. Αἰήτης δʼ οὐ τοῖος ἐν ἀνδράσιν, οἷον ἔειπας Μίνω Πασιφάης πόσιν ἔμμεναι· οὐδʼ Ἀριάδνῃ ἰσοῦμαι· τῶ μήτι φιλοξενίην ἀγόρευε. ἀλλʼ οἶον τύνη μὲν ἐμεῦ, ὅτʼ Ἰωλκὸν ἵκηαι, 1110μνώεο· σεῖο δʼ ἐγὼ καὶ ἐμῶν ἀέκητι τοκήων μνήσομαι. ἔλθοι δʼ ἧμιν ἀπόπροθεν ἠέ τις ὄσσα, ἠέ τις ἄγγελος ὄρνις, ὅτʼ ἐκλελάθοιο ἐμεῖο· ἢ αὐτήν με ταχεῖαι ὑπὲρ πόντοιο φέροιεν ἐνθένδʼ εἰς Ἰαωλκὸν ἀναρπάξασαι ἄελλαι, 1115ὄφρα σʼ, ἐν ὀφθαλμοῖσιν ἐλεγχείας προφέρουσα, μνήσω ἐμῇ ἰότητι πεφυγμένον. αἴθε γὰρ εἴην ἀπροφάτως τότε σοῖσιν ἐφέστιος ἐν μεγάροισιν. ὧς ἄρʼ ἔφη, ἐλεεινὰ καταπροχέουσα παρειῶν δάκρυα· τὴν δʼ ὅγε δῆθεν ὑποβλήδην προσέειπεν· 1120δαιμονίη, κενεὰς μὲν ἔα πλάζεσθαι ἀέλλας, ὧς δὲ καὶ ἄγγελον ὄρνιν, ἐπεὶ μεταμώνια βάζεις. εἰ δέ κεν ἤθεα κεῖνα καὶ Ἑλλάδα γαῖαν ἵκηαι, τιμήεσσα γυναιξὶ καὶ ἀνδράσιν αἰδοίη τε ἔσσεαι· οἱ δέ σε πάγχυ θεὸν ὣς πορσανέουσιν, 1125οὕνεκα τῶν μὲν παῖδες ὑπότροποι οἴκαδʼ ἵκοντο σῇ βουλῇ, τῶν δʼ αὖτε κασίγνητοί τε ἔται τε καὶ θαλεροὶ κακότητος ἄδην ἐσάωθεν ἀκοῖται. ἡμέτερον δὲ λέχος θαλάμοις ἔνι κουριδίοισιν πορσυνέεις· οὐδʼ ἄμμε διακρινέει φιλότητος 1130ἄλλο, πάρος θάνατόν γε μεμορμένον ἀμφικαλύψαι. ὧς φάτο· τῇ δʼ ἔντοσθε κατείβετο θυμὸς ἀκουῇ, ἔμπης δʼ ἔργʼ ἀίδηλα κατερρίγησεν ἰδέσθαι. σχετλίη· οὐ μὲν δηρὸν ἀπαρνήσεσθαι ἔμελλεν Ἑλλάδα ναιετάειν. ὧς γὰρ τόδε μήδετο Ἥρη, 1135ὄφρα κακὸν Πελίῃ ἱερὴν ἐς Ἰωλκὸν ἵκοιτο Αἰαίη Μήδεια, λιποῦσʼ ἄπο πατρίδα γαῖαν. ἤδη δʼ ἀμφίπολοι μὲν ὀπιπεύουσαι ἄπωθεν σιγῇ ἀνιάζεσκον· ἐδεύετο δʼ ἤματος ὥρη ἂψ οἶκόνδε νέεσθαι ἑὴν μετὰ μητέρα κούρην.

Thus he spake, soothing her with gentle converse. But pangs most bitter stirred her heart and in grief did she address him with vehement words:

“In Hellas, I ween, this is fair—to pay heed to covenants; but Aeetes is not such a man among men as thou sayest was Pasiphae’s husband, Minos; nor can I liken myself to Ariadne; wherefore speak not of guest-love. But only do thou, when thou hast reached Iolcus, remember me, and thee even in my parents’ despite, will I remember. And from far off may a rumour come to me or some messenger-bird, when thou forgettest me; or me, even me, may swift blasts catch up and bear over the sea hence to Iolcus, that so I may cast reproaches in thy face and remind thee that it was by my good will thou didst escape. May I then be seated in thy halls, an unexpected guest!”

Thus she spake with piteous tears falling down her cheeks, and to her Jason replied: “Let the empty blasts wander at will, lady, and the messenger-bird, for vain is thy talk. But if thou comest to those abodes and to the land of Hellas, honoured and reverenced shalt thou be by women and men; and they shall worship thee even as a goddess, for that by thy counsel their sons came home again, their brothers and kinsmen, and stalwart husbands were saved from calamity. And in our bridal chamber shalt thou prepare our couch; and nothing shall come between our love till the doom of death fold us round.”

Thus he spake; and her soul melted within her to hear his words; nevertheless she shuddered to behold the deeds of destruction to come. Poor wretch! Not long was she destined to refuse a home in Hellas. For thus Hera devised it, that Aeaean Medea might come to Iolcus for a bane to Pelias, forsaking her native land.

1140ἡ δʼ οὔπω κομιδῆς μιμνήσκετο, τέρπετο γάρ οἱ θυμὸς ὁμῶς μορφῇ τε καὶ αἱμυλίοισι λόγοισιν, εἰ μὴ ἄρʼ Αἰσονίδης πεφυλαγμένος ὀψέ περ ηὔδα· ὥρη ἀποβλώσκειν, μὴ πρὶν φάος ἠελίοιο δύῃ ὑποφθάμενον, καί τις τὰ ἕκαστα νοήσῃ 1145ὀθνείων· αὖτις δʼ ἀβολήσομεν ἐνθάδʼ ἰόντες. ὧς τώγʼ ἀλλήλων ἀγανοῖς ἐπὶ τόσσον ἔπεσσιν πείρηθεν· μετὰ δʼ αὖτε διέτμαγεν. ἤτοι Ἰήσων εἰς ἑτάρους καὶ νῆα κεχαρμένος ὦρτο νέεσθαι· ἡ δὲ μετʼ ἀμφιπόλους· αἱ δὲ σχεδὸν ἀντεβόλησαν 1150πᾶσαι ὁμοῦ· τὰς δʼ οὔτι περιπλομένας ἐνόησεν. ψυχὴ γὰρ νεφέεσσι μεταχρονίη πεπότητο. αὐτομάτοις δὲ πόδεσσι θοῆς ἐπεβήσατʼ ἀπήνης, καί ῥʼ ἑτέρῃ μὲν χειρὶ λάβʼ ἡνία, τῇ δʼ ἄρʼ ἱμάσθλην δαιδαλέην, οὐρῆας ἐλαυνέμεν· οἱ δὲ πόλινδε 1155θῦνον ἐπειγόμενοι ποτὶ δώματα. τὴν δʼ ἄρʼ ἰοῦσαν Χαλκιόπη περὶ παισὶν ἀκηχεμένη ἐρέεινεν· ἡ δὲ παλιντροπίῃσιν ἀμήχανος οὔτε τι μύθων ἔκλυεν, οὔτʼ αὐδῆσαι ἀνειρομένῃ λελίητο. ἷζε δʼ ἐπὶ χθαμαλῷ σφέλαϊ κλιντῆρος ἔνερθεν 1160λέχρις ἐρεισαμένη λαιῇ ἐπὶ χειρὶ παρειήν· ὑγρὰ δʼ ἐνὶ βλεφάροις ἔχεν ὄμματα, πορφύρουσα οἷον ἑῇ κακὸν ἔργον ἐπιξυνώσατο βουλῇ.

And now her handmaids, glancing at them from a distance, were grieving in silence; and the time of day required that the maiden should return home to her mother’s side. But she thought not yet of departing, for her soul delighted both in his beauty and in his winsome words, but Aeson’s son took heed, and spake at last, though late: “It is time to depart, lest the sunlight sink before we know it, and some stranger notice all; but again will we come and meet here.”

So did they two make trial of one another thus far with gentle words; and thereafter parted. Jason hastened to return in joyous mood to his comrades and the ship, she to her handmaids; and they all together came near to meet her, but she marked them not at all as they thronged around. For her soul had soared aloft amid the clouds. And her feet of their own accord mounted the swift chariot, and with one hand she took the reins, and with the other the whip of cunning workmanship, to drive the mules; and they rushed hasting to the city and the palace. And when she was come Chalciope in grief for her sons questioned her; but Medea, distraught by swiftly-changing thoughts, neither heard her words nor was eager to speak in answer to her questions. But she sat upon a low stool at the foot of her couch, bending down, her cheek leaning on her left hand, and her eyes were wet with tears as she pondered what an evil deed she had taken part in by her counsels.

People and places in this passage

English translation by R. C. Seaton (1912). Original text: George W. Mooney (ed.), Apollonii Rhodii Argonautica, London: Longmans, Green, 1912 (Greek text as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library, Greek text); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.