Apollonius Rhodius · Argonautica Ἀργοναυτικά

Apollonius Rhodius, Argonautica 3.1163–1277: Hecate's rites and the arming of Jason and Aeetes

Jason tells the heroes Medea's counsel, and Telamon fetches the dragon's teeth from Aeetes. By night Jason sacrifices to Hecate, and in the morning Aeetes arms himself and goes to the field of the contest. Jason steeps his weapons in the charm, and Idas cannot break his spear.

Lines 3.1163–1277 · 1148 words · click a number to copy its link
1163Αἰσονίδης δʼ ὅτε δὴ ἑτάροις ἐξαῦτις ἔμικτο ἐν χώρῃ, ὅθι τούσγε καταπρολιπὼν ἐλιάσθη, 1165ὦρτʼ ἰέναι σὺν τοῖσι, πιφαυσκόμενος τὰ ἕκαστα, ἡρώων ἐς ὅμιλον· ὁμοῦ δʼ ἐπὶ νῆα πέλασσαν. οἱ δέ μιν ἀμφαγάπαζον, ὅπως ἴδον, ἔκ τʼ ἐρέοντο. αὐτὰρ ὁ τοῖς πάντεσσι μετέννεπε δήνεα κούρης, δεῖξέ τε φάρμακον αἰνόν· ὁ δʼ οἰόθεν οἶος ἑταίρων 1170Ἴδας ἧστʼ ἀπάνευθε δακὼν χόλον· οἱ δὲ δὴ ἄλλοι γηθόσυνοι τῆμος μέν, ἐπεὶ κνέφας ἔργαθε νυκτός, εὔκηλοι ἐμέλοντο περὶ σφίσιν. αὐτὰρ ἅμʼ ἠοῖ πέμπον ἐς Αἰήτην ἰέναι σπόρον αἰτήσοντας ἄνδρε δύω, πρὸ μὲν αὐτὸν ἀρηίφιλον Τελαμῶνα, 1175σὺν δὲ καὶ Αἰθαλίδην, υἷα κλυτὸν Ἑρμείαο. βὰν δʼ ἴμεν, οὐδʼ ἁλίωσαν ὁδόν· πόρε δέ σφιν ἰοῦσιν κρείων Αἰήτης χαλεποὺς ἐς ἄεθλον ὀδόντας Ἀονίοιο δράκοντος, ὃν Ὠγυγίῃ ἐνὶ Θήβῃ Κάδμος, ὅτʼ Εὐρώπην διζήμενος εἰσαφίκανεν, 1180πέφνεν Ἀρητιάδι κρήνῃ ἐπίουρον ἐόντα· ἔνθα καὶ ἐννάσθη πομπῇ βοός, ἥν οἱ Ἀπόλλων ὤπασε μαντοσύνῃσι προηγήτειραν ὁδοῖο. τοὺς δὲ θεὰ Τριτωνὶς ὑπὲκ γενύων ἐλάσασα Αἰήτῃ πόρε δῶρον ὁμῶς αὐτῷ τε φονῆι. 1185καί ῥʼ ὁ μὲν Ἀονίοισιν ἐνισπείρας πεδίοισιν Κάδμος Ἀγηνορίδης γαιηγενῆ εἵσατο λαόν, Ἄρεος ἀμώοντος ὅσοι ὑπὸ δουρὶ λίποντο· τοὺς δὲ τότʼ Αἰήτης ἔπορεν μετὰ νῆα φέρεσθαι προφρονέως, ἐπεὶ οὔ μιν ὀίσσατο πείρατʼ ἀέθλου 1190ἐξανύσειν, εἰ καί περ ἐπὶ ζυγὰ βουσὶ βάλοιτο.

Now when Aeson’s son had joined his comrades again in the spot where he had left them when he departed, he set out to go with them, telling them all the story, to the gathering of the heroes; and together they approached the ship. And when they saw Jason they embraced him and questioned him. And he told to all the counsels of the maiden and showed the dread charm; but Idas alone of his comrades sat apart biting down his wrath; and the rest joyous in heart, at the hour when the darkness of night stayed them, peacefully took thought for themselves. But at daybreak they sent two men to go to Aeetes and ask for the seed, first Telamon himself, dear to Ares, and with him Aethalides, Hermes’ famous son. So they went and made no vain journey; but when they came, lordly Aeetes gave them for the contest the fell teeth of the Aonian dragon which Cadmus found in Ogygian Thebes when he came seeking for Europa and there slew—the warder of the spring of Ares. There he settled by the guidance of the heifer whom Apollo by his prophetic word granted him to lead him on his way. But the teeth the Tritonian goddess tore away from the dragon’s jaws and bestowed as a gift upon Aeetes and the slayer. And Agenor’s son, Cadmus, sowed them on the Aonian plains and founded an earthborn people of all who were left from the spear when Ares did the reaping; and the teeth Aeetes then readily gave to be borne to the ship, for he deemed not that Jason would bring the contest to an end, even though he should cast the yoke upon the oxen.

1191Ἠέλιος μὲν ἄπωθεν ἐρεμνὴν δύετο γαῖαν ἑσπέριος, νεάτας ὑπὲρ ἄκριας Αἰθιοπήων· Νὺξ δʼ ἵπποισιν ἔβαλλεν ἔπι ζυγά· τοὶ δὲ χαμεύνας ἔντυον ἥρωες παρὰ πείσμασιν. αὐτὰρ Ἰήσων 1195αὐτίκʼ ἐπεί ῥʼ Ἑλίκης εὐφεγγέος ἀστέρες Ἄρκτου ἔκλιθεν, οὐρανόθεν δὲ πανεύκηλος γένετʼ αἰθήρ, βῆ ῥʼ ἐς ἐρημαίην, κλωπήιος ἠύτε τις φώρ, σὺν πᾶσιν χρήεσσι· πρὸ γάρ τʼ ἀλέγυνεν ἕκαστα ἠμάτιος· θῆλυν μὲν ὄιν, γάλα τʼ ἔκτοθι ποίμνης 1200Ἄργος ἰὼν ἤνεικε· τὰ δʼ ἐξ αὐτῆς ἕλε νηός. ἀλλʼ ὅτε δὴ ἴδε χῶρον, ὅτις πάτου ἔκτοθεν ἦεν ἀνθρώπων, καθαρῇσιν ὑπεύδιος εἱαμενῇσιν, ἔνθʼ ἤτοι πάμπρωτα λοέσσατο μὲν ποταμοῖο εὐαγέως θείοιο τέρεν δέμας· ἀμφὶ δὲ φᾶρος 1205ἕσσατο κυάνεον, τό ῥά οἱ πάρος ἐγγυάλιξεν Λημνιὰς Ὑψιπύλη, ἀδινῆς μνημήιον εὐνῆς. πήχυιον δʼ ἄρʼ ἔπειτα πέδῳ ἔνι βόθρον ὀρύξας νήησε σχίζας, ἐπὶ δʼ ἀρνειοῦ τάμε λαιμόν, αὐτόν τʼ εὖ καθύπερθε τανύσσατο· δαῖε δὲ φιτροὺς 1210πῦρ ὑπένερθεν ἱείς, ἐπὶ δὲ μιγάδας χέε λοιβάς, Βριμὼ κικλήσκων Ἑκάτην ἐπαρωγὸν ἀέθλων. καί ῥʼ ὁ μὲν ἀγκαλέσας πάλιν ἔστιχεν· ἡ δʼ ἀίουσα κευθμῶν ἐξ ὑπάτων δεινὴ θεὸς ἀντεβόλησεν ἱροῖς Αἰσονίδαο· πέριξ δέ μιν ἐστεφάνωντο 1215σμερδαλέοι δρυΐνοισι μετὰ πτόρθοισι δράκοντες. στράπτε δʼ ἀπειρέσιον δαΐδων σέλας· ἀμφὶ δὲ τήνγε ὀξείῃ ὑλακῇ χθόνιοι κύνες ἐφθέγγοντο. πίσεα δʼ ἔτρεμε πάντα κατὰ στίβον· αἱ δʼ ὀλόλυξαν νύμφαι ἑλειονόμοι ποταμηίδες, αἳ περὶ κείνην 1220Φάσιδος εἱαμενὴν Ἀμαραντίου εἱλίσσονται. Αἰσονίδην δʼ ἤτοι μὲν ἕλεν δέος, ἀλλά μιν οὐδʼ ὧς ἐντροπαλιζόμενον πόδες ἔκφερον, ὄφρʼ ἑτάροισιν μίκτο κιών· ἤδη δὲ φόως νιφόεντος ὕπερθεν Καυκάσου ἠριγενὴς Ἠὼς βάλεν ἀντέλλουσα.

Far away in the west the sun was sailing beneath the dark earth, beyond the furthest hills of the Aethiopians; and Night was laying the yoke upon her steeds; and the heroes were preparing their beds by the hawsers. But Jason, as soon as the stars of Helice, the bright-gleaming bear, had set, and the air had all grown still under heaven, went to a desert spot, like some stealthy thief, with all that was needful; for beforehand in the daytime had he taken thought for everything; and Argus came bringing a ewe and milk from the flock; and them he took from the ship. But when the hero saw a place which was far away from the tread of men, in a clear meadow beneath the open sky, there first of all he bathed his tender body reverently in the sacred river; and round him he placed a dark robe, which Hypsipyle of Lemnos had given him aforetime, a memorial of many a loving embrace. Then he dug a pit in the ground of a cubit’s depth and heaped up billets of wood, and over it he cut the throat of the sheep, and duly placed the carcase above; and he kindled the logs placing fire beneath, and poured over them mingled libations, calling on Hecate Brimo to aid him in the contests. And when he had called on her he drew back; and she heard him, the dread goddess, from the uttermost depths and came to the sacrifice of Aeson’s son; and round her horrible serpents twined themselves among the oak boughs; and there was a gleam of countless torches; and sharply howled around her the hounds of hell. All the meadows trembled at her step; and the nymphs that haunt the marsh and the river shrieked, all who dance round that mead of Amarantian Phasis. And fear seized Aeson’s son, but not even so did he turn round as his feet bore him forth, till he came back to his comrades; and now early dawn arose and shed her light above snowy Caucasus.

1225καὶ τότʼ ἄρʼ Αἰήτης περὶ μὲν στήθεσσιν ἕεστο θώρηκα στάδιον, τόν οἱ πόρεν ἐξεναρίξας σφωιτέραις Φλεγραῖον Ἄρης ὑπὸ χερσὶ Μίμαντα· χρυσείην δʼ ἐπὶ κρατὶ κόρυν θέτο τετραφάληρον, λαμπομένην οἷόν τε περίτροχον ἔπλετο φέγγος 1230ἠελίου, ὅτε πρῶτον ἀνέρχεται Ὠκεανοῖο. ἂν δὲ πολύρρινον νώμα σάκος, ἂν δὲ καὶ ἔγχος δεινόν, ἀμαιμάκετον· τὸ μὲν οὔ κέ τις ἄλλος ὑπέστη ἀνδρῶν ἡρώων, ὅτε κάλλιπον Ἡρακλῆα τῆλε παρέξ, ὅ κεν οἶος ἐναντίβιον πολέμιξεν. 1235τῷ δὲ καὶ ὠκυπόδων ἵππων εὐπηγέα δίφρον ἔσχε πέλας Φαέθων ἐπιβήμεναι· ἂν δὲ καὶ αὐτὸς βήσατο, ῥυτῆρας δὲ χεροῖν ἔχεν. ἐκ δὲ πόληος ἤλασεν εὐρεῖαν κατʼ ἀμαξιτόν, ὥς κεν ἀέθλῳ παρσταίη· σὺν δέ σφιν ἀπείριτος ἔσσυτο λαός. 1240οἷος δʼ Ἴσθμιον εἶσι Ποσειδάων ἐς ἀγῶνα ἅρμασιν ἐμβεβαώς, ἢ Ταίναρον, ἢ ὅγε Λέρνης ὕδωρ, ἠὲ κατʼ ἄλσος Ὑαντίου Ὀγχηστοῖο, καί τε Καλαύρειαν μετὰ δῆθʼ ἅμα νίσσεται ἵπποις, Πέτρην θʼ Αἱμονίην, ἢ δενδρήεντα Γεραιστόν· 1245τοῖος ἄρʼ Αἰήτης Κόλχων ἀγὸς ἦεν ἰδέσθαι.

Then Aeetes arrayed his breast in the stiff corslet which Ares gave him when he had slain Phlegraean Mimas with his own hands; and upon his head he placed a golden helmet with four plumes, gleaming like the sun’s round light when he first rises from Ocean. And he wielded his shield of many hides, and his spear, terrible, resistless; none of the heroes could have withstood its shock now that they had left behind Heracles far away, who alone could have met it in battle. For the king his well-fashioned chariot of swift steeds was held near at hand by Phaethon, for him to mount; and he mounted, and held the reins in his hands. Then from the city he drove along the broad highway, that he might be present at the contest; and with him a countless multitude rushed forth. And as Poseidon rides, mounted in his chariot, to the Isthmian contest or to Taenarus, or to Lerna’s water, or through the grove of Hyantian Onchestus, and thereafter passes even to Calaureia with his steeds, and the Haemonian rock or well-wooded Geraestus; even so was Aeetes, lord of the Colchians, to behold.

1246τόφρα δὲ Μηδείης ὑποθημοσύνῃσιν Ἰήσων φάρμακα μυδήνας ἠμὲν σάκος ἀμφεπάλυνεν ἠδὲ δόρυ βριαρόν, περὶ δὲ ξίφος· ἀμφὶ δʼ ἑταῖροι πείρησαν τευχέων βεβιημένοι, οὐδʼ ἐδύναντο 1250κεῖνο δόρυ γνάμψαι τυτθόν γέ περ, ἀλλὰ μάλʼ αὔτως ἀαγὲς κρατερῇσιν ἐνεσκλήκει παλάμῃσιν. αὐτὰρ ὁ τοῖς ἄμοτον κοτέων Ἀφαρήιος Ἴδας κόψε παρʼ οὐρίαχον μεγάλῳ ξίφει· ἆλτο δʼ ἀκωκὴ ῥαιστὴρ ἄκμονος ὥστε, παλιντυπές· οἱ δʼ ὁμάδησαν 1255γηθόσυνοι ἥρωες ἐπʼ ἐλπωρῇσιν ἀέθλου. καὶ δʼ αὐτὸς μετέπειτα παλύνετο· δῦ δέ μιν ἀλκὴ σμερδαλέη ἄφατός τε καὶ ἄτρομος· αἱ δʼ ἑκάτερθεν χεῖρες ἐπερρώσαντο περὶ σθένεϊ σφριγόωσαι. ὡς δʼ ὅτʼ ἀρήιος ἵππος ἐελδόμενος πολέμοιο 1260σκαρθμῷ ἐπιχρεμέθων κρούει πέδον, αὐτὰρ ὕπερθεν κυδιόων ὀρθοῖσιν ἐπʼ οὔασιν αὐχένʼ ἀείρει· τοῖος ἄρʼ Αἰσονίδης ἐπαγαίετο κάρτεϊ γυίων. πολλὰ δʼ ἄρʼ ἔνθα καὶ ἔνθα μετάρσιον ἴχνος ἔπαλλεν, ἀσπίδα χαλκείην μελίην τʼ ἐν χερσὶ τινάσσων. 1265φαίης κε ζοφεροῖο κατʼ αἰθέρος ἀίσσουσαν χειμερίην στεροπὴν θαμινὸν μεταπαιφάσσεσθαι ἐκ νεφέων, ὅτʼ ἔπειτα μελάντατον ὄμβρον ἄγωνται. καὶ τότʼ ἔπειτʼ οὐ δηρὸν ἔτι σχήσεσθαι ἀέθλων μέλλον· ἀτὰρ κληῖσιν ἐπισχερὼ ἱδρυνθέντες 1270ῥίμφα μάλʼ ἐς πεδίον τὸ Ἀρήιον ἠπείγοντο. τόσσον δὲ προτέρω πέλεν ἄστεος ἀντιπέρηθεν, ὅσσον τʼ ἐκ βαλβῖδος ἐπήβολος ἅρματι νύσσα γίγνεται, ὁππότʼ ἄεθλα καταφθιμένοιο ἄνακτος κηδεμόνες πεζοῖσι καὶ ἱππήεσσι τίθενται. 1275τέτμον δʼ Αἰήτην τε καὶ ἄλλων ἔθνεα Κόλχων, τοὺς μὲν Καυκασίοισιν ἐφεσταότας σκοπέλοισιν, τὸν δʼ αὐτοῦ παρὰ χεῖλος ἑλισσόμενον ποταμοῖο.

Meanwhile, prompted by Medea, Jason steeped the charm in water and sprinkled with it his shield and sturdy spear, and sword; and his comrades round him made proof of his weapons with might and main, but could not bend that spear even a little, but it remained firm in their stalwart hands unbroken as before. But in furious rage with them Idas, Aphareus’ son, with his great sword hewed at the spear near the butt, and the edge leapt back repelled by the shock, like a hammer from the anvil; and the heroes shouted with joy for their hope in the contest. And then he sprinkled his body, and terrible prowess entered into him, unspeakable, dauntless; and his hands on both sides thrilled vigorously as they swelled with strength. And as when a warlike steed eager for the fight neighs and beats the ground with his hoof, while rejoicing he lifts his neck on high with ears erect; in such wise did Aeson’s son rejoice in the strength of his limbs. And often hither and thither did he leap high in air tossing in his hands his shield of bronze and ashen spear. Thou wouldst say that wintry lightning flashing from the gloomy sky kept on darting forth from the clouds what time they bring with them their blackest rainstorm. Not long after that were the heroes to hold back from the contests; but sitting in rows on their benches they sped swiftly on to the plain of Ares. And it lay in front of them on the opposite side of the city, as far off as is the turning-post that a chariot must reach from the starting-point, when the kinsmen of a dead king appoint funeral games for footmen and horsemen. And they found Aeetes and the tribes of the Colchians; these were stationed on the Caucasian heights, but the king by the winding brink of the river.

People and places in this passage

English translation by R. C. Seaton (1912). Original text: George W. Mooney (ed.), Apollonii Rhodii Argonautica, London: Longmans, Green, 1912 (Greek text as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library, Greek text); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.