Apollonius Rhodius · Argonautica Ἀργοναυτικά

Apollonius Rhodius, Argonautica 4.1228–1392: Storm and the Libyan Syrtis

A storm drives Argo into the shallows of the Libyan Syrtis, where the heroes despair of ever sailing out. The heroines of Libya tell Jason to repay their mother, a sea-horse appears, and Peleus understands that they must carry Argo overland; the heroes carry her on their shoulders for twelve days to Lake Triton.

Lines 4.1228–1392 · 1619 words · click a number to copy its link
1228ἤδη μέν ποθι κόλπον ἐπώνυμον Ἀμβρακιήων, ἤδη Κουρῆτιν ἔλιπον χθόνα πεπταμένοισιν 1230λαίφεσι καὶ στεινὰς αὐταῖς σὺν Ἐχινάσι νήσους ἑξείης, Πέλοπος δὲ νέον κατεφαίνετο γαῖα· καὶ τότʼ ἀναρπάγδην ὀλοὴ βορέαο θύελλα μεσσηγὺς πέλαγόσδε Λιβυστικὸν ἐννέα πάσας νύκτας ὁμῶς καὶ τόσσα φέρʼ ἤματα, μέχρις ἵκοντο 1235προπρὸ μάλʼ ἔνδοθι Σύρτιν, ὅθʼ οὐκέτι νόστος ὀπίσσω νηυσὶ πέλει, ὅτε τόνγε βιῴατο κόλπον ἱκέσθαι. πάντῃ γὰρ τέναγος, πάντῃ μνιόεντα βυθοῖο τάρφεα· κωφὴ δέ σφιν ἐπιβλύει ὕδατος ἄχνη· ἠερίη δʼ ἄμαθος παρακέκλιται· οὐδέ τι κεῖσε 1240ἑρπετόν, οὐδὲ ποτητὸν ἀείρεται. ἔνθʼ ἄρα τούσγε πλυμμυρίς—καὶ γάρ τʼ ἀναχάζεται ἠπείροιο ἦ θαμὰ δὴ τόδε χεῦμα, καὶ ἂψ ἐπερεύγεται ἀκτὰς λάβρον ἐποιχόμενον—μυχάτῃ ἐνέωσε τάχιστα ἠιόνι, τρόπιος δὲ μάλʼ ὕδασι παῦρον ἔλειπτο. 1245οἱ δʼ ἀπὸ νηὸς ὄρουσαν, ἄχος δʼ ἕλεν εἰσορόωντας ἠέρα καὶ μεγάλης νῶτα χθονὸς ἠέρι ἶσα, τηλοῦ ὑπερτείνοντα διηνεκές· οὐδέ τινʼ ἀρδμόν, οὐ πάτον, οὐκ ἀπάνευθε κατηυγάσσαντο βοτήρων αὔλιον, εὐκήλῳ δὲ κατείχετο πάντα γαλήνῃ. 1250ἄλλος δʼ αὖτʼ ἄλλον τετιημένος ἐξερέεινεν· τίς χθὼν εὔχεται ἥδε; πόθι ξυνέωσαν ἄελλαι ἡμέας; αἴθʼ ἔτλημεν, ἀφειδέες οὐλομένοιο δείματος, αὐτὰ κέλευθα διαμπερὲς ὁρμηθῆναι πετράων. ἦ τʼ ἂν καὶ ὑπὲρ Διὸς αἶσαν ἰοῦσιν 1255βέλτερον ἦν μέγα δή τι μενοινώοντας ὀλέσθαι. νῦν δὲ τί κεν ῥέξαιμεν, ἐρυκόμενοι ἀνέμοισιν αὖθι μένειν τυτθόν περ ἐπὶ χρόνον; οἷον ἐρήμη πέζα διωλυγίης ἀναπέπταται ἠπείροιο.

Now had they left behind the gulf named after the Ambracians, now with sails wide spread the land of the Curetes, and next in order the narrow islands with the Echinades, and the land of Pelops was just descried; even then a baleful blast of the north wind seized them in mid-course and swept them towards the Libyan sea nine nights and as many days, until they came far within Syrtis, wherefrom is no return for ships, when they are once forced into that gulf. For on every hand are shoals, on every hand masses of seaweed from the depths; and over them the light foam of the wave washes without noise; and there is a stretch of sand to the dim horizon; and there moveth nothing that creeps or flies. Here accordingly the flood-tide—for this tide often retreats from the land and bursts back again over the beach coming on with a rush and roar—thrust them suddenly on to the innermost shore, and but little of the keel was left in the water. And they leapt forth from the ship, and sorrow seized them when they gazed on the mist and the levels of vast land stretching far like a mist and continuous into the distance; no spot for water, no path, no steading of herdsmen did they descry afar off, but all the scene was possessed by a dead calm. And thus did one hero, vexed in spirit, ask another:

“What land is this? Whither has the tempest hurled us? Would that, reckless of deadly fear, we had dared to rush on by that same path between the clashing rocks! Better were it to have overleapt the will of Zeus and perished in venturing some mighty deed. But now what should we do, held back by the winds to stay here, if ever so short a time? How desolate looms before us the edge of the limitless land!”

1259ὧς ἄρʼ ἔφη· μετὰ δʼ αὐτὸς ἀμηχανίῃ κακότητος 1260ἰθυντὴρ Ἀγκαῖος ἀκηχέμενος ἀγόρευσεν· Ὠλόμεθʼ αἰνότατον δῆθεν μόρον, οὐδʼ ὑπάλυξις ἔστʼ ἄτης· πάρα δʼ ἄμμι τὰ κύντατα πημανθῆναι τῇδʼ ἐπʼ ἐρημαίῃ πεπτηότας, εἰ καὶ ἀῆται χερσόθεν ἀμπνεύσειαν· ἐπεὶ τεναγώδεα λεύσσω 1265τῆλε περισκοπέων ἅλα πάντοθεν· ἤλιθα δʼ ὕδωρ ξαινόμενον πολιῇσιν ἐπιτροχάει ψαμάθοισιν. καί κεν ἐπισμυγερῶς διὰ δὴ πάλαι ἥδʼ ἐκεάσθη νηῦς ἱερὴ χέρσου πολλὸν πρόσω· ἀλλά μιν αὐτὴ πλημμυρὶς ἐκ πόντοιο μεταχθονίην ἐκόμισσεν. 1270νῦν δʼ ἡ μὲν πέλαγόσδε μετέσσυται, οἰόθι δʼ ἅλμη ἄπλοος εἰλεῖται, γαίης ὕπερ ὅσσον ἔχουσα. τούνεκʼ ἐγὼ πᾶσαν μὲν ἀπʼ ἐλπίδα φημὶ κεκόφθαι ναυτιλίης νόστου τε. δαημοσύνην δέ τις ἄλλος φαίνοι ἑήν· πάρα γάρ οἱ ἐπʼ οἰήκεσσι θαάσσειν 1275μαιομένῳ κομιδῆς. ἀλλʼ οὐ μάλα νόστιμον ἦμαρ Ζεὺς ἐθέλει καμάτοισιν ἐφʼ ἡμετέροισι τελέσσαι.

Thus one spake; and among them Ancaeus the helmsman, in despair at their evil case, spoke with grieving heart: “Verily we are undone by a terrible doom; there is no escape from ruin; we must suffer the cruellest woes, having fallen on this desolation, even though breezes should blow from the land; for, as I gaze far around, on every side do I behold a sea of shoals, and masses of water, fretted line upon line, run over the hoary sand. And miserably long ago would our sacred ship have been shattered far from the shore; but the tide itself bore her high on to the land from the deep sea. But now the tide rushes back to the sea, and only the foam, whereon no ship can sail, rolls round us, just covering the land. Wherefore I deem that all hope of our voyage and of our return is cut off. Let someone else show his skill; let him sit at the helm—the man that is eager for our deliverance. But Zeus has no will to fulfil our day of return after all our toils.”

1277ὧς φάτο δακρυόεις· σὺν δʼ ἔννεπον ἀσχαλόωντι ὅσσοι ἔσαν νηῶν δεδαημένοι· ἐν δʼ ἄρα πᾶσιν παχνώθη κραδίη, χύτο δὲ χλόος ἀμφὶ παρειάς. 1280οἷον δʼ ἀψύχοισιν ἐοικότες εἰδώλοισιν ἀνέρες εἱλίσσονται ἀνὰ πτόλιν, ἢ πολέμοιο ἢ λοιμοῖο τέλος ποτιδέγμενοι, ἠέ τινʼ ὄμβρον ἄσπετον, ὅς τε βοῶν κατὰ μυρία ἔκλυσεν ἔργα, ἢ ὅταν αὐτόματα ξόανα ῥέῃ ἱδρώοντα 1285αἵματι, καὶ μυκαὶ σηκοῖς ἔνι φαντάζωνται, ἠὲ καὶ ἠέλιος μέσῳ ἤματι νύκτʼ ἐπάγῃσιν οὐρανόθεν, τὰ δὲ λαμπρὰ διʼ ἠέρος ἄστρα φαείνοι· ὧς τότʼ ἀριστῆες δολιχοῦ πρόπαρ αἰγιαλοῖο ἤλυον ἑρπύζοντες. ἐπήλυθε δʼ αὐτίκʼ ἐρεμνὴ 1290ἕσπερος. οἱ δʼ ἐλεεινὰ χεροῖν σφέας ἀμφιβαλόντες δακρυόειν ἀγάπαζον, ἵνʼ ἄνδιχα δῆθεν ἕκαστος θυμὸν ἀποφθίσειαν ἐνὶ ψαμάθοισι πεσόντες. βὰν δʼ ἴμεν ἄλλυδις ἄλλος ἑκαστέρω αὖλιν ἑλέσθαι· ἐν δὲ κάρη πέπλοισι καλυψάμενοι σφετέροισιν 1295ἄκμηνοι καὶ ἄπαστοι ἐκείατο νύκτʼ ἔπι πᾶσαν καὶ φάος, οἰκτίστῳ θανάτῳ ἔπι. νόσφι δὲ κοῦραι ἀθρόαι Αἰήταο παρεστενάχοντο θυγατρί. ὡς δʼ ὅτʼ ἐρημαῖοι πεπτηότες ἔκτοθι πέτρης χηραμοῦ ἀπτῆνες λιγέα κλάζουσι νεοσσοί· 1300ἢ ὅτε καλὰ νάοντος ἐπʼ ὀφρύσι Πακτωλοῖο κύκνοι κινήσωσιν ἑὸν μέλος, ἀμφὶ δὲ λειμὼν ἑρσήεις βρέμεται ποταμοῖό τε καλὰ ῥέεθρα· ὧς αἱ ἐπὶ ξανθὰς θέμεναι κονίῃσιν ἐθείρας παννύχιαι ἐλεεινὸν ἰήλεμον ὠδύροντο. 1305καί νύ κεν αὐτοῦ πάντες ἀπὸ ζωῆς ἐλίασθεν νώνυμνοι καὶ ἄφαντοι ἐπιχθονίοισι δαῆναι ἡρώων οἱ ἄριστοι ἀνηνύστῳ ἐπʼ ἀέθλῳ· ἀλλά σφεας ἐλέηραν ἀμηχανίῃ μινύθοντας ἡρῷσσαι, Λιβύης τιμήοροι, αἵ ποτʼ Ἀθήνην, 1310ἦμος ὅτʼ ἐκ πατρὸς κεφαλῆς θόρε παμφαίνουσα, ἀντόμεναι Τρίτωνος ἐφʼ ὕδασι χυτλώσαντο. ἔνδιον ἦμαρ ἔην, περὶ δʼ ὀξύταται θέρον αὐγαὶ ἠελίου Λιβύην· αἱ δὲ σχεδὸν Αἰσονίδαο ἔσταν, ἕλον δʼ ἀπὸ χερσὶ καρήατος ἠρέμα πέπλον. 1315αὐτὰρ ὅγʼ εἰς ἑτέρωσε παλιμπετὲς ὄμματʼ ἔνεικεν, δαίμονας αἰδεσθείς· αὐτὸν δέ μιν ἀμφαδὸν οἶον μειλιχίοις ἐπέεσσιν ἀτυζόμενον προσέειπον·

Thus he spake with tears, and all of them that had knowledge of ships agreed thereto; but the hearts of all grew numb, and pallor overspread their cheeks. And as, like lifeless spectres, men roam through a city awaiting the issue of war or of pestilence, or some mighty storm which overwhelms the countless labours of oxen, when the images of their own accord sweat and run down with blood, and bellowings are heard in temples, or when at mid-day the sun draws on night from heaven, and the stars shine clear through the mist; so at that time along the endless strand the chieftains wandered, groping their way. Then straightway dark evening came upon them; and piteously did they embrace each other and say farewell with tears, that they might, each one apart from his fellow, fall on the sand and die. And this way and that they went further to choose a resting-place; and they wrapped their heads in their cloaks and, fasting and unfed, lay down all that night and the day, awaiting a piteous death. But apart the maidens huddled together lamented beside the daughter of Aeetes. And as when, forsaken by their mother, unfledged birds that have fallen from a cleft in the rock chirp shrilly; or when by the banks of fair-flowing Pactolus, swans raise their song, and all around the dewy meadow echoes and the river’s fair stream; so these maidens, laying in the dust their golden hair, all through the night wailed their piteous lament. And there all would have parted from life without a name and unknown to mortal men, those bravest of heroes, with their task unfulfilled; but as they pined in despair, the heroine-nymphs, warders of Libya, had pity on them, they who once found Athena, what time she leapt in gleaming armour from her father’s head, and bathed her by Trito’s waters. It was noon-tide and the fiercest rays of the sun were scorching Libya; they stood near Aeson’s son, and lightly drew the cloak from his head. And the hero cast down his eyes and looked aside, in reverence for the goddesses, and as he lay bewildered all alone they addressed him openly with gentle words:

1318κάμμορε, τίπτʼ ἐπὶ τόσσον ἀμηχανίῃ βεβόλησαι; ἴδμεν ἐποιχομένους χρύσεον δέρος· ἴδμεν ἕκαστα 1320ὑμετέρων καμάτων, ὅσʼ ἐπὶ χθονός, ὅσσα τʼ ἐφʼ ὑγρὴν πλαζόμενοι κατὰ πόντον ὑπέρβια ἔργʼ ἐκάμεσθε. οἰοπόλοι δʼ εἰμὲν χθόνιαι θεαὶ αὐδήεσσαι, ἡρῷσσαι, Λιβύης τιμήοροι ἠδὲ θύγατρες. ἀλλʼ ἄνα· μηδʼ ἔτι τοῖον ὀιζύων ἀκάχησο· 1325ἄνστησον δʼ ἑτάρους. εὖτʼ ἂν δέ τοι Ἀμφιτρίτη ἅρμα Ποσειδάωνος ἐύτροχον αὐτίκα λύσῃ, δή ῥα τότε σφετέρῃ ἀπὸ μητέρι τίνετʼ ἀμοιβὴν ὧν ἔκαμεν δηρὸν κατὰ νηδύος ὔμμε φέρουσα· καί κεν ἔτʼ ἠγαθέην ἐς Ἀχαιίδα νοστήσαιτε. 1330ὧς ἄρʼ ἔφαν, καὶ ἄφαντοι ἵνʼ ἔσταθεν, ἔνθʼ ἄρα ταίγε φθογγῇ ὁμοῦ ἐγένοντο παρασχεδόν. αὐτὰρ Ἰήσων παπτήνας ἀνʼ ἄρʼ ἕζετʼ ἐπὶ χθονός, ὧδέ τʼ ἔειπεν· Ἵλατʼ ἐρημονόμοι κυδραὶ θεαί· ἀμφὶ δὲ νόστῳ οὔτι μαλʼ ἀντικρὺ νοέω φάτιν. ἦ μὲν ἑταίρους 1335εἰς ἓν ἀγειράμενος μυθήσομαι, εἴ νύ τι τέκμωρ δήωμεν κομιδῆς· πολέων δέ τε μῆτις ἀρείων. ἦ, καὶ ἀναΐξας ἑτάρους ἐπὶ μακρὸν ἀύτει, αὐσταλέος κονίῃσι, λέων ὥς, ὅς ῥά τʼ ἀνʼ ὕλην σύννομον ἣν μεθέπων ὠρύεται· αἱ δὲ βαρείῃ 1340φθογγῇ ὑποτρομέουσιν ἀνʼ οὔρεα τηλόθι βῆσσαι· δείματι δʼ ἄγραυλοί τε βόες μέγα πεφρίκασιν βουπελάται τε βοῶν· τοῖς δʼ οὔ νύ τι γῆρυς ἐτύχθη ῥιγεδανὴ ἑτάροιο φίλους ἐπικεκλομένοιο. ἀγχοῦ δʼ ἠγερέθοντο κατηφέες· αὐτὰρ ὁ τούσγε 1345ἀχνυμένους ὅρμοιο πέλας μίγα θηλυτέρῃσιν ἱδρύσας, μυθεῖτο πιφαυσκόμενος τὰ ἕκαστα·

“Ill-starred one, why art thou so smitten with despair? We know how ye went in quest of the golden fleece; we know each toil of yours, all the mighty deeds ye wrought in your wanderings over land and sea. We are the solitary ones, goddesses of the land, speaking with human voice, the heroines, Libya’s warders and daughters. Up then; be not thus afflicted in thy misery, and rouse thy comrades. And when Amphitrite has straightway loosed Poseidon’s swift-wheeled car, then do ye pay to your mother a recompense for all her travail when she bare you so long in her womb; and so ye may return to the divine land of Achaea.”

Thus they spake, and with the voice vanished at once, where they stood. But Jason sat upon the earth as he gazed around, and thus cried:

“Be gracious, noble goddesses of the desert, yet the saying about our return I understand not clearly. Surely I will gather together my comrades and tell them, if haply we can find some token of our escape, for the counsel of many is better.”

He spake, and leapt to his feet, and shouted afar to his comrades, all squalid with dust, like a lion when he roars through the woodland seeking his mate; and far off in the mountains the glens tremble at the thunder of his voice; and the oxen of the field and the herdsmen shudder with fear; yet to them Jason’s voice was no whit terrible—the voice of a comrade calling to his friends. And with looks downcast they gathered near, and hard by where the ship lay he made them sit down in their grief and the women with them, and addressed them and told them everything:

1347κλῦτε, φίλοι· τρεῖς γάρ μοι ἀνιάζοντι θεάων, στέρφεσιν αἰγείοις ἐζωσμέναι ἐξ ὑπάτοιο αὐχένος ἀμφί τε νῶτα καὶ ἰξύας, ἠύτε κοῦραι, 1350ἔσταν ὑπὲρ κεφαλῆς μάλʼ ἐπισχεδόν· ἂν δʼ ἐκάλυψαν πέπλον ἐρυσσάμεναι κούφῃ χερί, καί μʼ ἐκέλοντο αὐτόν τʼ ἔγρεσθαι, ἀνά θʼ ὑμέας ὄρσαι ἰόντα· μητέρι δὲ σφετέρῃ μενοεικέα τῖσαι ἀμοιβὴν ὧν ἔκαμεν δηρὸν κατὰ νηδύος ἄμμε φέρουσα 1355ὁππότε κεν λύσῃσιν ἐύτροχον Ἀμφιτρίτη ἅρμα Ποσειδάωνος. ἐγὼ δʼ οὐ πάγχυ νοῆσαι τῆσδε θεοπροπίης ἴσχω πέρι. φάν γε μὲν εἶναι ἡρῷσσαι, Λιβύης τιμήοροι ἠδὲ θύγατρες· καὶ δʼ ὁπόσʼ αὐτοὶ πρόσθεν ἐπὶ χθονὸς ἠδʼ ὅσʼ ἐφʼ ὑγρὴν 1360ἔτλημεν, τὰ ἕκαστα διίδμεναι εὐχετόωντο. οὐδʼ ἔτι τάσδʼ ἀνὰ χῶρον ἐσέδρακον, ἀλλά τις ἀχλὺς ἠὲ νέφος μεσσηγὺ φαεινομένας ἐκάλυψεν. ὧς ἔφαθʼ· οἱ δʼ ἄρα πάντες ἐθάμβεον εἰσαΐοντες. ἔνθα τὸ μήκιστον τεράων Μινύῃσιν ἐτύχθη. 1365ἐξ ἁλὸς ἤπειρόνδε πελώριος ἔκθορεν ἵππος, ἀμφιλαφής, χρυσέῃσι μετήορος αὐχένα χαίταις· ῥίμφα δὲ σεισάμενος γυίων ἄπο νήχυτον ἅλμην ὦρτο θέειν, πνοιῇ ἴκελος πόδας. αἶψα δὲ Πηλεὺς γηθήσας ἑτάροισιν ὁμηγερέεσσι μετηύδα· 1370ἅρματα μὲν δή φημι Ποσειδάωνος ἔγωγε ἤδη νῦν ἀλόχοιο φίλης ὑπὸ χερσὶ λελύσθαι· μητέρα δʼ οὐκ ἄλλην προτιόσσομαι, ἠέ περ αὐτὴν νῆα πέλειν· ἦ γὰρ κατὰ νηδύος ἄμμε φέρουσα νωλεμὲς ἀργαλέοισιν ὀιζύει καμάτοισιν. 1375ἀλλά μιν ἀστεμφεῖ τε βίῃ καὶ ἀτειρέσιν ὤμοις ὑψόθεν ἀνθέμενοι ψαμαθώδεος ἔνδοθι γαίης οἴσομεν, ᾗ προτέρωσε ταχὺς πόδας ἤλασεν ἵππος. οὐ γὰρ ὅγε ξηρὴν ὑποδύσεται· ἴχνια δʼ ἡμῖν σημανέειν τινʼ ἔολπα μυχὸν καθύπερθε θαλάσσης.

“Listen, friends; as I lay in my grief, three goddesses girded with goat-skins from the neck downwards round the back and waist, like maidens, stood over my head nigh at hand; and they uncovered me, drawing my cloak away with light hand, and they bade me rise up myself and go and rouse you, and pay to our mother a bounteous recompense for all her travail when she bare us so long in her womb, when Amphitrite shall have loosed Poseidon’s swift-wheeled car. But I cannot fully understand concerning this divine message. They said indeed that they were heroines, Libya’s warders and daughters; and all the toils that we endured aforetime by land and sea, all these they declared that they knew full well. Then I saw them no more in their place, but a mist or cloud came between and hid them from my sight.”

Thus he spake, and all marvelled as they heard. Then was wrought for the Minyae the strangest of portents. From the sea to the land leapt forth a monstrous horse, of vast size, with golden mane tossing round his neck; and quickly from his limbs he shook off abundant spray and started on his course, with feet like the wind. And at once Peleus rejoiced and spake among the throng of his comrades:

“I deem that Poseidon’s car has even now been loosed by the hands of his dear wife, and I divine that our mother is none else than our ship herself; for surely she bare us in her womb and groans unceasingly with grievous travailing. But with unshaken strength and untiring shoulders will we lift her up and bear her within this country of sandy wastes, where yon swift-footed steed has sped before. For he will not plunge beneath the earth; and his hoof-prints, I ween, will point us to some bay above the sea.”

1380ὧς ηὔδα· πάντεσσι δʼ ἐπήβολος ἥνδανε μῆτις· Μουσάων ὅδε μῦθος· ἐγὼ δʼ ὑπακουὸς ἀείδω Πιερίδων, καὶ τήνδε πανατρεκὲς ἔκλυον ὀμφήν, ὑμέας, ὦ πέρι δὴ μέγα φέρτατοι υἷες ἀνάκτων, ᾗ βίῃ ᾗ τʼ ἀρετῇ Λιβύης ἀνὰ θῖνας ἐρήμους 1385νῆα μεταχρονίην ὅσα τʼ ἔνδοθι νηὸς ἄγεσθε, ἀνθεμένους ὤμοισι φέρειν δυοκαίδεκα πάντα ἤμαθʼ ὁμοῦ νύκτας τε. δύην γε μὲν ἢ καὶ ὀιζὺν τίς κʼ ἐνέποι, τὴν κεῖνοι ἀνέπλησαν μογέοντες; ἔμπεδον ἀθανάτων ἔσαν αἵματος, οἷον ὑπέσταν 1390ἔργον, ἀναγκαίῃ βεβιημένοι. αὐτὰρ ἐπιπρὸ τῆλε μάλʼ ἀσπασίως Τριτωνίδος ὕδασι λίμνης ὡς φέρον, ὡς εἰσβάντες ἀπὸ στιβαρῶν θέσαν ὤμων.

Thus he spake, and the fit counsel pleased all. This is the tale the Muses told; and I sing obedient to the Pierides, and this report have I heard most truly; that ye, O mightiest far of the sons of kings, by your might and your valour over the desert sands of Libya raised high aloft on your shoulders the ship and all that ye brought therein, and bare her twelve days and nights alike. Yet who could tell the pain and grief which they endured in that toil? Surely they were of the blood of the immortals, such a task did they take on them, constrained by necessity. How forward and how far they bore her gladly to the waters of the Tritonian lake! How they strode in and set her down from their stalwart shoulders!

People and places in this passage

English translation by R. C. Seaton (1912). Original text: George W. Mooney (ed.), Apollonii Rhodii Argonautica, London: Longmans, Green, 1912 (Greek text as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library, Greek text); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.

Argonautica 4.1228–1392: Storm and the Libyan Syrtis