Ποσειδῶν εὖ γε, ὦ Δελφῖνες, ὅτι ἀεὶ φιλάνθρωποί ἐστε, καὶ πάλαι μὲν τὸ τῆς Ἰνοῦς παιδίον ἐπὶ τὸν Ἰσθμὸν ἐκομίσατε ὑποδεξάμενοι ἀπὸ τῶν Σκειρωνίδων μετὰ τῆς μητρὸς ἐμπεσόν, καὶ νῦν σὺ τὸν κιθαρῳδὸν τουτονὶ τὸν ἐκ Μηθύμνης ἀναλαβὼν ἐξενήξω ἐς Ταίναρον αὐτῇ σκευῇ καὶ κιθάρᾳ, οὐδὲ περιεῖδες κακῶς ὑπὸ τῶν ναυτῶν ἀπολλύμενον.
δελφῖνες μὴ θαυμάσῃς, ὦ Πόσειδον, εἰ τοὺς ἀνθρώπους εὖ ποιοῦμεν ἐξ ἀνθρώπων γε καὶ αὐτοὶ ἰχθύες γενόμενοι.
Ποσειδῶν καὶ μέμφομαί γε τῷ Διονύσῳ, ὅτι ὑμᾶς καταναυμαχήσας μετέβαλε, δέον χειρώσασθαι μόνον, ὥσπερ τοὺς ἄλλους ὑπηγάγετο. πῶς δʼ οὖν τὰ κατὰ τὸν Ἀρίονα τοῦτον ἐγένετο, ὦ Δελφίν;
δελφῖνες ὁ Περίανδρος, οἶμαι, ἔχαιρεν αὐτῷ καὶ πολλάκις μετεπέμπετο αὐτὸν ἐπὶ τῇ τέχνῃ, ὁ δὲ πλουτήσας παρὰ τοῦ τυράννου ἐπεθύμησε πλεύσας οἴκαδε ἐς τὴν Μήθυμναν ἐπιδείξασθαι τὸν πλοῦτον, καὶ ἐπιβὰς πορθμείου τινὸς κακούργων ἀνδρῶν ὡς ἔδειξε πολὺν ἄγων χρυσόν τε καὶ ἄργυρον, ἐπεὶ κατὰ μέσον τὸ Αἰγαῖον ἐγένοντο, ἐπιβουλεύουσιν αὐτῷ οἱ ναῦται· ὁ δὲ — ἠκροώμην γὰρ ἅπαντα παρανέων τῷ σκάφει — ἐπεὶ ταῦτα ὑμῖν δέδοκται, ἔφη, ἀλλὰ τὴν σκευὴν ἀναλαβόντα με καὶ ᾅσαντα θρῆνόν τινα ἐπʼ ἐμαυτῷ ἑκόντα ἐάσατε ῥῖψαι ἐμαυτόν. ἐπέτρεψαν οἱ ναῦται καὶ ἀνέλαβε τὴν σκευὴν καὶ ᾖσε πάνυ λιγυρόν, καὶ ἔπεσεν ἐς τὴν θάλατταν ὡς αὐτίκα πάντως ἀποθανούμενος· ἐγὼ δὲ ὑπολαβὼν καὶ ἀναθέμενος αὐτὸν ἐξενηξάμην ἔχων ἐς Ταίναρον.
Ποσειδῶν ἐπαινῶ σε τῆς φιλομουσίας· ἄξιον γὰρ τὸν μισθὸν ἀποδέδωκας αὐτῷ ἀκροάσεως.
POSIDON Well done, Dolphins!—humane as ever. Not content with your former exploit, when Ino leapt with Melicertes from the Scironian cliff, and you picked the boy up and conveyed him to the Isthmus, one of you swims from Methymna to Taenarum with this musician on his back, mantle and lyre and all. Those sailors had almost had their wicked will of him; but you were not going to stand that.
DOLPHINS You need not be surprised to find us doing a good turn to a man, Posidon; we were men before we were fishes.
POSIDON Yes; I think it was too bad of Dionysus to celebrate his victory by such a transformation scene; he might have been content with adding you to the roll of his subjects.—Well, Dolphin, tell me all about Arion.
DOLPHINS From what I can gather, Periander was very fond of him, and was always sending for him to perform; till Arion grew quite rich at his expense, and thought he would take a trip to Methymna, and show off his wealth at home. He took ship accordingly; but it was with a crew of rogues. He had made no secret of the gold and silver he had with him; and when they were in mid Aegean, the sailors rose against him. As I was swimming alongside, I heard all that went on. ‘Since your minds are made up,’ says Arion, ‘at least let me get my mantle on, and sing my own dirge; and then I will throw myself into the sea of my own accord.’—The sailors agreed. He threw his minstrel’s cloak about him, and sang a most sweet melody; and then he let himself drop into the water, never doubting but that his last moment had come. But I caught him up on my back, and swam to shore with him at Taenarum.
POSIDON I am glad to find you a patron of the arts. This was handsome pay for a song.
Ποσειδῶν τὸ μὲν στενὸν τοῦτο, ἔνθα ἡ παῖς κατηνέχθη, Ἑλλήσποντος ἀπʼ αὐτῆς καλείσθω· τὸν δὲ νεκρὸν ὑμεῖς, ὦ Νηρηίδες, παραλαβοῦσαι τῇ Τρῳάδι προσενέγκατε, ὡς ταφείη ὑπὸ τῶν ἐπιχωρίων.
Ἀμφιτρίτη μηδαμῶς, ὦ Πόσειδον, ἀλλʼ ἐνταῦθα ἐν τῷ ἐπωνύμῳ πελάγει τεθάφθω· ἐλεοῦμεν γὰρ αὐτὴν οἴκτιστα ὑπὸ τῆς μητρυιᾶς πεπονθυῖαν.
Ποσειδῶν τοῦτο μέν, ὦ Ἀμφιτρίτη, οὐ θέμις· οὐδὲ ἄλλως καλὸν ἐνταῦθά που κεῖσθαι ὑπὸ τῇ ψάμμῳ αὐτήν, ἀλλʼ ὅπερ ἔφην ἐν τῇ Τρῳάδι ἢ ἐν Χερρονήσῳ τεθάψεται. ἐκεῖνο δὲ παραμύθιον οὐ μικρὸν ἔσται αὐτῇ, ὅτι μετʼ ὀλίγον τὰ αὐτὰ καὶ ἡ Ἰνὼ πείσεται καὶ ἐμπεσεῖται ὑπὸ τοῦ Ἀθάμαντος διωκομένη ἐς τὸ πέλαγος ἀπʼ ἄκρου τοῦ Κιθαιρῶνος, καθʼ ὅπερ καθήκει ἐς τὴν θάλατταν, ἔχουσα καὶ τὸν υἱὸν ἐπὶ τῆς ἀγκάλης. ἀλλὰ κἀκείνην σῶσαι δεήσει χαρισαμένους τῷ Διονύσῳ· τροφὸς γὰρ αὐτοῦ καὶ τίτθη ἡ Ἰνώ.
Ἀμφιτρίτη οὐκ ἐχρῆν οὕτω πονηρὰν οὖσαν.
Ποσειδῶν ἀλλὰ τῷ Διονύσῳ ἀχαριστεῖν, ὦ Ἀμφιτρίτη, οὐκ ἄξιον.
Νηρηίδες αὕτη δὲ ἄρα τί παθοῦσα κατέπεσεν ἀπὸ τοῦ κριοῦ; ὁ ἀδελφὸς δὲ ὁ Φρίξος ἀσφαλῶς ὀχεῖται;
Ποσειδῶν εἰκότως· νεανίας γὰρ καὶ δυνατὸς ἀντέχειν πρὸς τὴν φοράν, ἡ δὲ ὑπʼ ἀηθείας ἐπιβᾶσα ὀχήματος παραδόξου καὶ ἀπιδοῦσα ἐς βάθος ἀχανές, ἐκπλαγεῖσα καὶ τῷ θάλπει ἅμα συσχεθεῖσα καὶ ἰλιγγιάσασα πρὸς τὸ σφοδρὸν τῆς πτήσεως ἀκρατὴς ἐγένετο τῶν κεράτων τοῦ κριοῦ, ὧν τέως ἐπείληπτο, καὶ κατέπεσεν ἐς τὸ πέλαγος.
Νηρηίδες οὔκουν ἐχρῆν τὴν μητέρα τὴν Νεφέλην βοηθῆσαι πιπτούσῃ;
Ποσειδῶν ἐχρῆν ἀλλʼ ἡ Μοῖρα τῆς Νεφέλης πολλῷ δυνατωτέρα.
POSIDON The strait where the child fell shall be called Hellespont after her. And as for her body, you Nereids shall take it to the Troad to be buried by the inhabitants.
AMPHITRITE Oh no, Posidon. Let her grave be the sea which bears her name. We are so sorry for her; that step-mother’s treatment of her was shocking.
POSIDON No, my dear, that may not be. And indeed it is not desirable that she should lie here under the sand; her grave shall be in the Troad, as I said, or in the Chersonese. It will be no small consolation to her that Ino will have the same fate before long. She will be chased by Athamas from the top of Cithaeron down the ridge which runs into the sea, and there plunge in with her son in her arms. But her we must rescue, to please Dionysus; Ino was his nurse and suckled him, you know.
AMPHITRITE Rescue a wicked creature like her?
POSIDON Well, we do not want to disoblige Dionysus.
NEREID I wonder what made the poor child fall off the ram; her brother Phrixus held on all right.
POSIDON Of course he did; a lusty youth equal to the flight; but it was all too strange for her; sitting on that queer mount, looking down on yawning space, terrified, overpowered by the heat, giddy with the speed, she lost her hold on the ram’s horns, and down she came into the sea.
NEREID Surely her mother Nephele should have broken her fall.
POSIDON I dare say; but Fate is a great deal too strong for Nephele.
Πανόπη εἶδες, ὦ Γαλήνη, χθὲς οἷα ἐποίησεν ἡ Ἔρις παρὰ τὸ δεῖπνον ἐν Θετταλίᾳ, διότι μὴ καὶ αὐτὴ ἐκλήθη ἐς τὸ συμπόσιον;
Γαλήνη οὐ ξυνειστιώμην ὑμῖν ἔγωγε· ὁ γὰρ Ποσειδῶν ἐκέλευσέ με, ὦ Πανόπη, ἀκύμαντον ἐν τοσούτῳ φυλάττειν τὸ πέλαγος. τί δʼ οὖν ἐποίησεν ἡ Ἔρις μὴ παροῦσα;
Πανόπη ἡ Θέτις μὲν ἤδη καὶ ὁ Πηλεὺς ἀπεληλύθεσαν ἐς τὸν θάλαμον ὑπὸ τῆς Ἀμφιτρίτης καὶ τοῦ Ποσειδῶνος παραπεμφθέντες, ἡ Ἔρις δὲ ἐν τοσούτῳ λαθοῦσα πάντας — ἐδυνήθη δὲ ῥᾳδίως, τῶν μὲν πινόντων, ἐνίων δὲ κροτούντων ἢ τῷ Ἀπόλλωνι κιθαρίζοντι ἢ ταῖς Μούσαις ᾀδούσαις προσεχόντων τὸν νοῦν — ἐνέβαλεν ἐς τὸ ξυμπόσιον μῆλόν τι πάγκαλον, χρυσοῦν ὅλον, ὦ Γαλήνη· ἐπεγέγραπτο δὲ ἡ καλὴ λαβέτω. κυλινδούμενον δὲ τοῦτο ὥσπερ ἐξεπίτηδες ἧκεν ἔνθα Ἥρα τε καὶ Ἀφροδίτη καὶ Ἀθηνᾶ κατεκλίνοντο.
Πανόπη κἀπειδὴ ὁ Ἑρμῆς ἀνελόμενος ἐπελέξατο τὰ γεγραμμένα, αἱ μὲν Νηρηίδες ἡμεῖς ἀπεσιωπήσαμεν. τί γὰρ ἔδει ποιεῖν ἐκείνων παρουσῶν; αἱ δὲ ἀντεποιοῦντο ἑκάστη καὶ αὑτῆς εἶναι τὸ μῆλον ἠξίουν, καὶ εἰ μή γε ὁ Ζεὺς διέστησεν αὐτάς, καὶ ἄχρι χειρῶν ἂν τὸ πρᾶγμα προὐχώρησεν. ἀλλʼ ἐκεῖνος, Αὐτὸς μὲν οὐ κρινῶ, φησί, περὶ τούτου, — καίτοι ἐκεῖναι αὐτὸν δικάσαι ἠξίουν — ἄπιτε δὲ ἐς τὴν Ἴδην παρὰ τὸν Πριάμου παῖδα, ὃς οἶδέ τε διαγνῶναι τὸ κάλλιον φιλόκαλος ὤν, καὶ οὐκ ἂν ἐκεῖνος κρίναι κακῶς.
Γαλήνη τί οὖν αἱ θεαί, ὦ Πανόπη;
Πανόπη τήμερον, οἶμαι, ἀπίασιν ἐς τὴν Ἴδην, καί τις ἥξει μετὰ μικρὸν ἀπαγγέλλων ἡμῖν τὴν κρατοῦσαν.
Γαλήνη ἤδη σοί φημι, οὐκ ἄλλη κρατήσει τῆς Ἀφροδίτης ἀγωνιζομένης, ἢν μὴ πάνυ ὁ διαιτητὴς ἀμβλυώττῃ.
PANOPE Galene, did you see what Eris did yesterday at the Thessalian banquet, because she had not had an invitation?
GALENE No, I was not with you; Posidon had told me to keep the sea quiet for the occasion. What did Eris do, then, if she was not there?
PANOPE Thetis and Peleus had just gone off to the bridal chamber, conducted by Amphitrite and Posidon, when Eris came in unnoticed—which was easy enough; some were drinking, some dancing, or attending to Apollo’s lyre or the Muses’ songs—Well, she threw down a lovely apple, solid gold, my dear; and there was written on it, FOR THE FAIR. It rolled along as if it knew what it was about, till it came in front of Hera, Aphrodite, and Athene. Hermes picked it up and read out the inscription; of course we Nereids kept quiet; what should we do in such company? But they all made for it, each insisting that it was hers; and if Zeus had not parted them, there would have been a battle. He would not decide the matter himself, though they asked him to. ‘Go, all of you, to Ida,’ he said, ‘to the son of Priam; he is a man of taste, quite capable of picking out the beauty; he will be no bad judge.’
GALENE Yes. and the Goddesses, Panope?
PANOPE They are going to Ida to-day, I believe; we shall soon have news of the result.
GALENE Oh, I can tell you that now; if the umpire is not a blind man, no one else can win, with Aphrodite in for it.
Τρίτων ἐπὶ τὴν Λέρναν, ὦ Πόσειδον, παραγίνεται καθʼ ἑκάστην ἡμέραν ὑδρευσομένη παρθένος, πάγκαλόν τι χρῆμα· οὐκ οἶδα ἔγωγε καλλίω παῖδα ἰδών.
Ποσειδῶν ἐλευθέραν τινά, ὦ Τρίτων, λέγεις, ἢ θεράπαινά τις ὑδροφόρος ἐστίν;
Τρίτων οὐ μὲν οὖν, ἀλλὰ τοῦ Αἰγυπτίου ἐκείνου θυγάτηρ, μία τῶν πεντήκοντα καὶ αὐτή, Ἀμυμώνη τοὔνομα· ἐπυθόμην γὰρ ἥτις καλοῖτο καὶ τὸ γένος. ὁ Δαναὸς δὲ σκληραγωγεῖ τὰς θυγατέρας καὶ αὐτουργεῖν διδάσκει καὶ πέμπει ὕδωρ τε ἀρυσομένας καὶ πρὸς τὰ ἄλλα παιδεύει ἀόκνους εἶναι αὐτάς.
Ποσειδῶν μόνη δὲ παραγίνεται μακρὰν οὕτω τὴν ὁδὸν ἐξ Ἄργους ἐς Λέρναν;
Τρίτων μόνη· πολυδίψιον δὲ τὸ Ἄργος, ὡς οἶσθα· ὥστε ἀνάγκη ἀεὶ ὑδροφορεῖν.
Ποσειδῶν ὦ Τρίτων, οὐ μετρίως διετάραξάς με εἰπὼν τὰ περὶ τῆς παιδός· ὥστε ἴωμεν ἐπʼ αὐτήν.
Τρίτων ἴωμεν· ἤδη γοῦν καιρὸς τῆς ὑδροφορίας· καὶ σχεδόν που κατὰ μέσην τὴν ὁδόν ἐστιν ἰοῦσα ἐς τὴν Λέρναν.
Ποσειδῶν οὐκοῦν ζεῦξον τὸ ἅρμα· ἢ τοῦτο μὲν πολλὴν ἔχει τὴν διατριβὴν ὑπάγειν τοὺς ἵππους τῇ ζεύγλῃ καὶ τὸ ἅρμα ἐπισκευάζειν, σὺ δὲ ἀλλὰ δελφῖνά μοί τινα τῶν ὠκέων παράστησον· ἐφιππάσομαι γὰρ ἐπʼ αὐτοῦ τάχιστα.
Τρίτων ἰδού σοι οὑτοσὶ δελφίνων ὁ ὠκύτατος.
Ποσειδῶν εὖ γε· ἀπελαύνωμεν· σὺ δὲ παρανήχου, ὦ Τρίτων. κἀπειδὴ πάρεσμεν ἐς τὴν Λέρναν, ἐγὼ μὲν λοχήσω ἐνταῦθά που, σὺ δὲ ἀποσκόπει· ὁπόταν αἴσθῃ προσιοῦσαν αὐτὴν —
Τρίτων αὕτη σοι πλησίον.
Ποσειδῶν καλή, ὦ Τρίτων, καὶ ὡραία παρθένος· ἀλλὰ συλληπτέα ἡμῖν ἐστιν.
Ἀμυμώνη ἄνθρωπε, ποῖ με ξυναρπάσας ἄγεις; ἀνδραποδιστὴς εἶ, καὶ ἔοικας ἡμῖν ὑπʼ Αἰγύπτου τοῦ θείου ἐπιπεμφθῆναι· ὥστε βοήσομαι τὸν πατέρα.
Τρίτων σιώπησον, ὦ Ἀμυμώνη· Ποσειδῶν ἐστι.
Ἀμυμώνη τί Ποσειδῶν λέγεις; τί βιάζῃ με, ὦ ἄνθρωπε, καὶ ἐς τὴν θάλατταν καθέλκεις; ἐγὼ δὲ ἀποπνιγήσομαι ἡ ἀθλία καταδῦσα.
Ποσειδῶν θάρρει, οὐδὲν δεινὸν μὴ πάθῃς· ἀλλὰ καὶ πηγὴν ἐπώνυμόν σοι ἀναδοθῆναι ἐάσω ἐνταῦθα πατάξας τῇ τριαίνῃ τὴν πέτραν πλησίον τοῦ κλύσματος, καὶ σὺ εὐδαίμων ἔσῃ καὶ μόνη τῶν ἀδελφῶν οὐχ ὑδροφορήσεις ἀποθανοῦσα.
TRITON Posidon, there is such a pretty girl coming to Lerna for water every day; I don’t know that I ever saw a prettier.
POSIDON What is she, a lady? or a mere water-carrier?
TRITON Oh no; she is one of the fifty daughters of that Egyptian king. Her name is Amymone; I asked about that and her family. Danaus understands discipline; he is bringing them up to do everything for themselves; they have to fetch water, and make themselves generally useful.
POSIDON And does she come all that way by herself, from Argos to Lerna?
TRITON Yes; and Argos, you know, is a thirsty place; she is always having to get water.
POSIDON Triton, this is most exciting. We must go and see her.
TRITON Very well. It is just her time now; I reckon she will be about half-way to Lerna.
POSIDON Bring out the chariot, then. Or no; it takes such a time getting it ready, and putting the horses to. Just fetch me out a good fast dolphin; that will be quickest.
TRITON Here is a racer for you.
POSIDON Good; now let us be off. You swim alongside.—Here we are at Lerna. I’ll lie in ambush hereabouts; and you keep a look-out. When you see her coming—
TRITON Here she comes.
POSIDON A charming child; the dawn of loveliness. We must carry her off.
AMYMONE Villain! where are you taking me to? You are a kidnapper. I know who sent you—my uncle Aegyptus. I shall call my father.
TRITON Hush, Amymone; it is Posidon.
AMYMONE Posidon? What do you mean? Unhand me, villain! would you drag me into the sea? Help, help, I shall sink and be drowned.
POSIDON Don’t be frightened; no harm shall be done to you. Come, you shall have a fountain called after you; it shall spring up in this very place, near the waves; I will strike the rock with my trident.—Think how nice it will be being dead, and not having to carry water any more, like all your sisters.