Homer · Iliad Ἰλιάς

Homer, Iliad 5.793–909: Diomedes wounds Ares

Athena finds Diomedes cooling the wound the arrow made, rebukes him, and takes Sthenelus' place in his car, putting on the helm of Hades. They go against Ares, who is stripping the body of Periphas, and Diomedes drives his spear into the god's belly. Ares bellows like nine thousand men and goes up to Olympus, where Zeus tells him that he is hateful to him, but has Paeon heal him.

Lines 5.793–909 · 1296 words · click a number to copy its link
793Τυδεΐδῃ δʼ ἐπόρουσε θεὰ γλαυκῶπις Ἀθήνη· εὗρε δὲ τόν γε ἄνακτα παρʼ ἵπποισιν καὶ ὄχεσφιν 795ἕλκος ἀναψύχοντα τό μιν βάλε Πάνδαρος ἰῷ. ἱδρὼς γάρ μιν ἔτειρεν ὑπὸ πλατέος τελαμῶνος ἀσπίδος εὐκύκλου· τῷ τείρετο, κάμνε δὲ χεῖρα, ἂν δʼ ἴσχων τελαμῶνα κελαινεφὲς αἷμʼ ἀπομόργνυ. ἱππείου δὲ θεὰ ζυγοῦ ἥψατο φώνησέν τε· 800ἦ ὀλίγον οἷ παῖδα ἐοικότα γείνατο Τυδεύς. Τυδεύς τοι μικρὸς μὲν ἔην δέμας, ἀλλὰ μαχητής· καί ῥʼ ὅτε πέρ μιν ἐγὼ πολεμίζειν οὐκ εἴασκον οὐδʼ ἐκπαιφάσσειν, ὅτε τʼ ἤλυθε νόσφιν Ἀχαιῶν ἄγγελος ἐς Θήβας πολέας μετὰ Καδμείωνας· 805δαίνυσθαί μιν ἄνωγον ἐνὶ μεγάροισιν ἕκηλον· αὐτὰρ ὃ θυμὸν ἔχων ὃν καρτερὸν ὡς τὸ πάρος περ κούρους Καδμείων προκαλίζετο, πάντα δʼ ἐνίκα ῥηϊδίως· τοίη οἱ ἐγὼν ἐπιτάρροθος ἦα. σοὶ δʼ ἤτοι μὲν ἐγὼ παρά θʼ ἵσταμαι ἠδὲ φυλάσσω, 810καί σε προφρονέως κέλομαι Τρώεσσι μάχεσθαι· ἀλλά σευ ἢ κάματος πολυᾶϊξ γυῖα δέδυκεν ἤ νύ σέ που δέος ἴσχει ἀκήριον· οὐ σύ γʼ ἔπειτα Τυδέος ἔκγονός ἐσσι δαΐφρονος Οἰνεΐδαο.

And to the side of Tydeus' son sprang the goddess, flashing-eyed Athene. She found that prince beside his horses and car, cooling the wound that Pandarus had dealt him with his arrow. For the sweat vexed him beneath the broad baldric of his round shield; therewith was he vexed and his arm grew weary, so he was lifting up the baldric and wiping away the dark blood. Then the goddess laid hold of the yoke of his horses, and said: Verily little like himself was the son that Tydeus begat. Tydeus was small in stature, but a warrior. Even when I would not suffer him to fight or make a show of prowess, what time he came, and no Achaean with him, on an embassage to Thebes into the midst of the many Cadmeians— I bade him feast in their halls in peace—yet he having his valiant soul as of old challenged the youths of the Cadmeians and vanquished them in everything full easily; so ' present a helper was I to him. But as for thee, I verily stand by thy side and guard thee, and of a ready heart I bid thee fight with the Trojans, yet either hath weariness born of thy many onsets entered into thy limbs, or haply spiritless terror possesseth thee. Then art thou no offspring of Tydeus, the wise-hearted son of Oeneus.

814τὴν δʼ ἀπαμειβόμενος προσέφη κρατερὸς Διομήδης· 815γιγνώσκω σε θεὰ θύγατερ Διὸς αἰγιόχοιο· τώ τοι προφρονέως ἐρέω ἔπος οὐδʼ ἐπικεύσω. οὔτέ τί με δέος ἴσχει ἀκήριον οὔτέ τις ὄκνος, ἀλλʼ ἔτι σέων μέμνημαι ἐφετμέων ἃς ἐπέτειλας· οὔ μʼ εἴας μακάρεσσι θεοῖς ἀντικρὺ μάχεσθαι 820τοῖς ἄλλοις· ἀτὰρ εἴ κε Διὸς θυγάτηρ Ἀφροδίτη ἔλθῃσʼ ἐς πόλεμον, τήν γʼ οὐτάμεν ὀξέϊ χαλκῷ. τοὔνεκα νῦν αὐτός τʼ ἀναχάζομαι ἠδὲ καὶ ἄλλους Ἀργείους ἐκέλευσα ἀλήμεναι ἐνθάδε πάντας· γιγνώσκω γὰρ Ἄρηα μάχην ἀνὰ κοιρανέοντα. 825τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη· Τυδεΐδη Διόμηδες ἐμῷ κεχαρισμένε θυμῷ μήτε σύ γʼ Ἄρηα τό γε δείδιθι μήτε τινʼ ἄλλον ἀθανάτων, τοίη τοι ἐγὼν ἐπιτάρροθός εἰμι· ἀλλʼ ἄγʼ ἐπʼ Ἄρηϊ πρώτῳ ἔχε μώνυχας ἵππους, 830τύψον δὲ σχεδίην μηδʼ ἅζεο θοῦρον Ἄρηα τοῦτον μαινόμενον, τυκτὸν κακόν, ἀλλοπρόσαλλον, ὃς πρῴην μὲν ἐμοί τε καὶ Ἥρῃ στεῦτʼ ἀγορεύων Τρωσὶ μαχήσεσθαι, ἀτὰρ Ἀργείοισιν ἀρήξειν, νῦν δὲ μετὰ Τρώεσσιν ὁμιλεῖ, τῶν δὲ λέλασται.

Then in answer to her spake mighty Diomedes: I know thee, daughter of Zeus that beareth the aegis; therefore with a ready heart will I tell thee my thought and hide it not. In no wise doth spiritless terror possess me nor any slackness, but I am still mindful of thy behest which thou didst lay upon me. Thou wouldest not suffer me to fight face to face with the other blessed gods, but if Aphrodite the daughter of Zeus should enter the battle, her thou badest me smite with the sharp bronze. Therefore it is that I now give ground myself and have given command to all the rest of the Argives to be gathered here likewise; for I discern Ares lording it over the battle-field. And the goddess, flashing-eyed Athene, answered him, saying: Son of Tydeus, Diomedes, dear to my heart, fear thou not Ares for that, neither any other of the immortals; so present a helper am I to thee. Nay, come, at Ares first drive thou thy single-hooved horses, and smite him in close fight, neither have thou awe of furious Ares that raveth here a full-wrought bane, a renegade, that but now spake with me and Hera, and made as though he would fight against the Trojans but give aid to the Argives; yet now he consorteth with the Trojans and hath forgotten these.

835ὣς φαμένη Σθένελον μὲν ἀφʼ ἵππων ὦσε χαμᾶζε, χειρὶ πάλιν ἐρύσασʼ, ὃ δʼ ἄρʼ ἐμμαπέως ἀπόρουσεν· ἣ δʼ ἐς δίφρον ἔβαινε παραὶ Διομήδεα δῖον ἐμμεμαυῖα θεά· μέγα δʼ ἔβραχε φήγινος ἄξων βριθοσύνῃ· δεινὴν γὰρ ἄγεν θεὸν ἄνδρά τʼ ἄριστον. 840λάζετο δὲ μάστιγα καὶ ἡνία Παλλὰς Ἀθήνη· αὐτίκʼ ἐπʼ Ἄρηϊ πρώτῳ ἔχε μώνυχας ἵππους. ἤτοι ὃ μὲν Περίφαντα πελώριον ἐξενάριζεν Αἰτωλῶν ὄχʼ ἄριστον Ὀχησίου ἀγλαὸν υἱόν· τὸν μὲν Ἄρης ἐνάριζε μιαιφόνος· αὐτὰρ Ἀθήνη 845δῦνʼ Ἄϊδος κυνέην, μή μιν ἴδοι ὄβριμος Ἄρης. ὡς δὲ ἴδε βροτολοιγὸς Ἄρης Διομήδεα δῖον, ἤτοι ὃ μὲν Περίφαντα πελώριον αὐτόθʼ ἔασε κεῖσθαι ὅθι πρῶτον κτείνων ἐξαίνυτο θυμόν, αὐτὰρ ὃ βῆ ῥʼ ἰθὺς Διομήδεος ἱπποδάμοιο. 850οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες, πρόσθεν Ἄρης ὠρέξαθʼ ὑπὲρ ζυγὸν ἡνία θʼ ἵππων ἔγχεϊ χαλκείῳ μεμαὼς ἀπὸ θυμὸν ἑλέσθαι· καὶ τό γε χειρὶ λαβοῦσα θεὰ γλαυκῶπις Ἀθήνη ὦσεν ὑπὲκ δίφροιο ἐτώσιον ἀϊχθῆναι.

So saying, with her hand she drew back Sthenelus, and thrust him from the car to earth, and he speedily leapt down; and she stepped upon the car beside goodly Diomedes, a goddess eager for battle. Loudly did the oaken axle creak beneath its burden, for it bare a dread goddess and a peerless warrior. Then Pallas Athene grasped the lash and the reins, and against Ares first she speedily drave the single-hooved horses. He was stripping of his armour huge Periphas that was far the best of the Aetolians, the glorious son of Ochesius. Him was blood-stained Ares stripping; but Athene put on the cap of Hades, to the end that mighty Ares should not see her. Now when Ares, the bane of mortals, was ware of goodly Diomedes, he let be huge Periphas to lie where he was, even where at the first he had slain him and taken away his life but made straight for Diomedes, tamer of horses. And when they were now come near as they advanced one against the other, Ares first let drive over the yoke and the reins of the horses with his spear of bronze, eager to take away the other's life; but the spear the goddess, flashing-eyed Athene, caught in her hand and thrust above the car to fly its way in vain.

855δεύτερος αὖθʼ ὡρμᾶτο βοὴν ἀγαθὸς Διομήδης ἔγχεϊ χαλκείῳ· ἐπέρεισε δὲ Παλλὰς Ἀθήνη νείατον ἐς κενεῶνα ὅθι ζωννύσκετο μίτρῃ· τῇ ῥά μιν οὖτα τυχών, διὰ δὲ χρόα καλὸν ἔδαψεν, ἐκ δὲ δόρυ σπάσεν αὖτις· ὃ δʼ ἔβραχε χάλκεος Ἄρης 860ὅσσόν τʼ ἐννεάχιλοι ἐπίαχον ἢ δεκάχιλοι ἀνέρες ἐν πολέμῳ ἔριδα ξυνάγοντες Ἄρηος. τοὺς δʼ ἄρʼ ὑπὸ τρόμος εἷλεν Ἀχαιούς τε Τρῶάς τε δείσαντας· τόσον ἔβραχʼ Ἄρης ἆτος πολέμοιο. οἵη δʼ ἐκ νεφέων ἐρεβεννὴ φαίνεται ἀὴρ 865καύματος ἐξ ἀνέμοιο δυσαέος ὀρνυμένοιο, τοῖος Τυδεΐδῃ Διομήδεϊ χάλκεος Ἄρης φαίνεθʼ ὁμοῦ νεφέεσσιν ἰὼν εἰς οὐρανὸν εὐρύν. καρπαλίμως δʼ ἵκανε θεῶν ἕδος αἰπὺν Ὄλυμπον, πὰρ δὲ Διὶ Κρονίωνι καθέζετο θυμὸν ἀχεύων, 870δεῖξεν δʼ ἄμβροτον αἷμα καταρρέον ἐξ ὠτειλῆς, καί ῥʼ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα· Ζεῦ πάτερ οὐ νεμεσίζῃ ὁρῶν τάδε καρτερὰ ἔργα; αἰεί τοι ῥίγιστα θεοὶ τετληότες εἰμὲν ἀλλήλων ἰότητι, χάριν ἄνδρεσσι φέροντες.

Next Diomedes, good at the war-cry, drave at Ares with his spear of bronze, and Pallas Athene sped it mightily against his nethermost belly, where he was girded with his taslets. There did he thrust and smite him, rending the fair flesh, and forth he drew the spear again. Then brazen Ares bellowed loud as nine thousand warriors or ten thousand cry in battle, when they join in the strife of the War-god; and thereat trembling came upon Achaeans alike and Trojans, and fear gat hold of them; so mightily bellowed Ares insatiate of war. Even as a black darkness appeareth from the clouds when after heat a blustering wind ariseth, even in such wise unto Diomedes, son of Tydeus, did brazen Ares appear, as he fared amid the clouds unto broad heaven. Speedily he came to the abode of the gods, to steep Olympus, and sate him down by the side of Zeus, son of Cronos, grieved at heart, and shewed the immortal blood flowing from the wound, and with wailing spake to him winged words: Father Zeus, hast thou no indignation to behold these violent deeds? Ever do we gods continually suffer most cruelly by one another's devices, whenas we show favour to men.

875σοὶ πάντες μαχόμεσθα· σὺ γὰρ τέκες ἄφρονα κούρην οὐλομένην, ᾗ τʼ αἰὲν ἀήσυλα ἔργα μέμηλεν. ἄλλοι μὲν γὰρ πάντες ὅσοι θεοί εἰσʼ ἐν Ὀλύμπῳ σοί τʼ ἐπιπείθονται καὶ δεδμήμεσθα ἕκαστος· ταύτην δʼ οὔτʼ ἔπεϊ προτιβάλλεαι οὔτέ τι ἔργῳ, 880ἀλλʼ ἀνιεῖς, ἐπεὶ αὐτὸς ἐγείναο παῖδʼ ἀΐδηλον· ἣ νῦν Τυδέος υἱὸν ὑπερφίαλον Διομήδεα μαργαίνειν ἀνέηκεν ἐπʼ ἀθανάτοισι θεοῖσι. Κύπριδα μὲν πρῶτον σχεδὸν οὔτασε χεῖρʼ ἐπὶ καρπῷ, αὐτὰρ ἔπειτʼ αὐτῷ μοι ἐπέσσυτο δαίμονι ἶσος· 885ἀλλά μʼ ὑπήνεικαν ταχέες πόδες· ἦ τέ κε δηρὸν αὐτοῦ πήματʼ ἔπασχον ἐν αἰνῇσιν νεκάδεσσιν, ἤ κε ζὼς ἀμενηνὸς ἔα χαλκοῖο τυπῇσι. τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη νεφεληγερέτα Ζεύς. μή τί μοι ἀλλοπρόσαλλε παρεζόμενος μινύριζε. 890ἔχθιστος δέ μοί ἐσσι θεῶν οἳ Ὄλυμπον ἔχουσιν· αἰεὶ γάρ τοι ἔρις τε φίλη πόλεμοί τε μάχαι τε. μητρός τοι μένος ἐστὶν ἀάσχετον οὐκ ἐπιεικτὸν Ἥρης· τὴν μὲν ἐγὼ σπουδῇ δάμνημʼ ἐπέεσσι· τώ σʼ ὀΐω κείνης τάδε πάσχειν ἐννεσίῃσιν. 895ἀλλʼ οὐ μάν σʼ ἔτι δηρὸν ἀνέξομαι ἄλγεʼ ἔχοντα· ἐκ γὰρ ἐμεῦ γένος ἐσσί, ἐμοὶ δέ σε γείνατο μήτηρ· εἰ δέ τευ ἐξ ἄλλου γε θεῶν γένευ ὧδʼ ἀΐδηλος καί κεν δὴ πάλαι ἦσθα ἐνέρτερος Οὐρανιώνων. ὣς φάτο, καὶ Παιήονʼ ἀνώγειν ἰήσασθαι. 900τῷ δʼ ἐπὶ Παιήων ὀδυνήφατα φάρμακα πάσσων ἠκέσατʼ· οὐ μὲν γάρ τι καταθνητός γʼ ἐτέτυκτο. ὡς δʼ ὅτʼ ὀπὸς γάλα λευκὸν ἐπειγόμενος συνέπηξεν ὑγρὸν ἐόν, μάλα δʼ ὦκα περιτρέφεται κυκόωντι, ὣς ἄρα καρπαλίμως ἰήσατο θοῦρον Ἄρηα. 905τὸν δʼ Ἥβη λοῦσεν, χαρίεντα δὲ εἵματα ἕσσε· πὰρ δὲ Διὶ Κρονίωνι καθέζετο κύδεϊ γαίων. αἳ δʼ αὖτις πρὸς δῶμα Διὸς μεγάλοιο νέοντο Ἥρη τʼ Ἀργείη καὶ Ἀλαλκομενηῒς Ἀθήνη παύσασαι βροτολοιγὸν Ἄρηʼ ἀνδροκτασιάων.

With thee are we all at strife, for thou art father to that mad and baneful maid, whose mind is ever set on deeds of lawlessness. For all the other gods that are in Olympus are obedient unto thee, and subject to thee, each one of us; but to her thou payest no heed whether in word or in deed, but rather settest her on, for that this pestilent maiden is thine own child. Now hath she set on the son of Tydeus, Diomedes high of heart, to vent his rage upon immortal gods. Cypris first he wounded with a thrust in close fight upon the hand at the wrist, and thereafter rushed upon mine own self as he had been a god. Howbeit my swift feet bare me away; otherwise had I long suffered woes there amid the gruesome heaps of the dead, or else had lived strengthless by reason of the smitings of the spear. Then with an angry glance from beneath his brows spake to him Zeus, the cloud-gatherer: Sit thou not in any wise by me and whine, thou renegade. Most hateful to me art thou of all gods that hold Olympus, for ever is strife dear to thee and wars and fightings. Thou hast the unbearable, unyielding spirit of thy mother, even of Hera; her can I scarce control by my words. Wherefore it is by her promptings, meseems, that thou sufferest thus. Howbeit I will no longer endure that thou shouldest be in pain, for thou art mine offspring, and it was to me that thy mother bare thee; but wert thou born of any other god, thus pestilent as thou art, then long ere this hadst thou been lower than the sons of heaven. He spake, and bade Paeëon heal his hurt; and Paeëon spread thereon simples that slay pain, and healed him; for verily he was in no wise of mortal mould. Even as the juice of the fig speedily maketh to grow thick the white milk that is liquid, but is quickly curdled as a man stirreth it, even so swiftly healed he furious Ares. And Hebe bathed him, and clad him in beautiful raiment, and he sate him down by the side of Zeus, son of Cronos, exulting in his glory. Then back to the palace of great Zeus fared Argive Hera and Alalcomenean Athene, when they had made Ares, the bane of mortals, to cease from his man-slaying.

People and places in this passage

English translation by Augustus Taber Murray (1924). Original text: David B. Monro and Thomas W. Allen (eds.), Homeri Opera, Oxford Classical Texts, 3rd ed., vols. 1-2, Oxford: Clarendon Press, 1908-1920 (Greek text as digitised by Perseus); English: Augustus Taber Murray, Homer, The Iliad, Loeb Classical Library, London: Heinemann; New York: Putnam, 1924-1925.

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.