Nonnus of Panopolis · Dionysiaca Διονυσιακά

Nonnus of Panopolis, Dionysiaca 29.167–290: Book 29: Hymenaios fights on; the women join the battle

The fighting goes on: Aristaios, the sons of Cabeiro, the Corybants and many Bacchic women, among them Eupetale, Terpsichore and Staphyle, drive back the Indians, while old Trygie is left behind. Dionysos heals the wounded Bacchants with wine and ivy and fights on with greater fury.

Lines 29.167–290 · 1116 words · click a number to copy its link
167καὶ θρασὺς ἔσσυτο κοῦρος· ἐφεσπόμενος δὲ Λυαίῳ αἰεὶ φῶτας ἔβαλλε καὶ οὐκέτι λείπετο Βάκχου. ὡς δʼ ὅτε τις σκιόεις τύπος ἀνέρος, ἄπνοος ἕρπων, 170ἀγχιφανὴς ἀχάρακτος ὁμόδρομος ἀνδρὸς ὁδεύει, καί οἱ ἀεὶ σπεύδοντι συνέσπεται, ἱσταμένου δὲ ἵσταται, ἑζομένου δὲ παρέζεται, ἐν δὲ τραπέζῃ μιμηλαῖς παλάμῃσι συνέμπορος εἰλαπινάζει· ὣς ὅ γε κοῦρος ἔμιμνεν ὁμόδρομος οἴνοπι Βάκχῳ. 175οὐδὲ μάχης Διόνυσος ἐλώφεεν· ἀλλὰ τορήσας μεσσοπαγῆ κούφιζε πεπαρμένον ἀνέρα θύρσῳ ὄρθιον ὑψιπότητον, ἐν ἠερίῃ δὲ κελεύθῳ Ἰνδὸν ἐλαφρίζων ζηλήμονι δείκνυεν Ἥρῃ.

Now the boy rushed boldly forward. He followed Lyaios, and never fell behind Bacchos now, striking and striking the enemy. As the shadowy shape follows a man, moving inanimate, marching close beside him without a mark on it, as it goes with him when he runs, stands when he stands, sits beside him when he sits, and at table shares the meal with an image of hands: so the boy kept beside Bacchos the winegod as he went. And Dionysos rested not in his fighting: nay, he ran a man through the middle and spitted him on his thyrsus, lifted him high aloft upright, and holding the Indian up in the airy ways displayed him to jealous Hera.

179καὶ τελέων τρισσῇσιν ἐπωνυμίῃσιν Ἐνυὼ 180θεῖος Ἀρισταῖος, δεδαημένος Ἄρεος Ἀγρεύς, ὡς Νόμιος πολέμιζε καλαύροπα χερσὶ τινάσσων, νυμφίος Αὐτονόης ἑκατηβόλος· ἐν δὲ κυδοιμοῖς τόξον ἔχων κλυτότοξον ἑὸν μιμεῖτο τοκῆα, θάρσος ἔχων ὑπέροπλον ὀιστοβόλοιο τεκούσης, 185Κυρήνης προτέρης Ὑψηίδος· αἰνομανῆ δὲ δέσμιον ἐζώγρησεν ἀνάρσιον ἄτρομος Ἀγρεύς ἀγρεύσας ἅτε θῆρα· καὶ ἀντιβίων ὀλετῆρα ἠθάδι χειρὶ τίταινε βαρὺν λίθον, οἷον ἐρείσας πιαλέης ἔθλιψε χυτὰς ὠδῖνας ἐλαίης· 190δυσμενέας δʼ ἐφόβησεν ἀγήνορας ἠθάδι ῥόμβῳ, σείων χαλκὸν ἐκεῖνον, ὃν ἐν παλάμῃσι τινάσσων φοιταλέης ἐφόβησε μεμηνότα κέντρα μελίσσης.

That divine warrior also played his part, Autonoé’s farshooting bridegroom, as befitted his three names, Aristaios the divine, Agreus the hunter wellskilled in war, Nomios the fighting herdsman cudgel in hand. He held his bow in the conflict, like his bowfamous sire, full of the pre-eminent courage of his archeress mother, Cyrene daughter of Hypseus in the olden time. Fearless Agreus hunted one mad enemy like a wild beast and took him prisoner. With experienced hand he hurled a heavy stone for the death of his adversaries, as if he were crushing and pounding the melting travail of the fat olive; he scattered his proud enemies with his favourite bull-roarer, swinging the bronze plate which he used to whirl when he scattered the maddened stings of the swarming bees.

193Θρηικίης δὲ Σάμοιο πυρισθενέες πολιῆται Λημνιάδος δύο παῖδες ἐβακχεύοντο Καβειροῦς· 195Ἡφαίστου δὲ τοκῆος ἐρευθομένου πυρὸς ἀτμῷ συγγενέας σπινθῆρας ἀνηκόντιζον ὀπωπαί. τοῖσι μὲν ἐξ ἀδάμαντος ἔην ὄχος· ἀμφὶ δὲ πῶλοι χαλκείῃ κροτέοντες ἀρασσομένην κόνιν ὁπλῇ καρχαλέον χρεμετισμὸν ἀνήρυγον ἀνθερεῶνος, 200οὓς γενέτης Ἥφαιστος ἀμιμήτῳ κάμε τέχνῃ πυρσὸν ἀπειλητῆρα διαπνείοντας ὀδόντων, οἷα καὶ Αἰήτῃ, βριαρῷ σημάντορι Κόλχων, χαλκοπόδων μόρφωσε συνωρίδα δίζυγα ταύρων, τεύχων θερμὰ λέπαδνα καὶ ἔμπυρον ἱστοβοῆα. 205χειρὶ δὲ Λήμνιον ἔγχος, ὅ περ κάμε πάτριος ἄκμων, δεξιτερῇ κούφιζεν, ἐπʼ εὐφυέεσσι δὲ μηροῖς φάσγανον ᾐώρησε σελασφόρον· εἰ δέ τις ἀνήρ, ἀκροτάτοις ὀνύχεσσι λίθον τινὰ βαιὸν ἀείρας θηγαλέης ἤρασσε πυρίδρομα νῶτα μαχαίρης, 210αὐτόματοι σπινθῆρες ὀιστεύοντο σιδήρου. Εὐρυμέδων μὲν ἔλαυνε, πυριβλήτῳ δὲ χαλινῷ ἔμπυρον ἡνιόχευε σιδηροπόδων γένυν ἵππων· Ἄλκων δʼ αἰθαλόεντι συνήρμοσε χεῖρα βελέμνῳ, πατρῴης Ἑκάτης θιασώδεα πυρσὸν ἑλίσσων.

Two firestrong citizens of Samothrace also ran wild, sons of Lemnian Cabeiro; their eyes flashed out their own natural sparks, which came from the red smoky flame of their father Hephaistos. They rode in a car of adamant; a pair of colts beat the dust with rattling hooves of brass, and they sent out a dry whinnying from their throats. These father Hephaistos had made with his inimitable art, breathing defiant fire between their teeth, like the pair of brazenfoot bulls which he made for Aietes the redoubtable ruler of the Colchians, with hot collars and burning pole. Eurymedon drove and guided the fiery mouths of the ironfoot steeds with a fiery bridle ; in his right hand he held a Lemnian spear made on his father’s anvil, and by his wellmade thigh hung a flashing sword—if a man picked up a small stone in his fingertips and struck it against the fire-grained surface of the sharp blade, sparks flashed of themselves from the steel. Alcon grasped a fiery bolt in one hand, and swung about a festal torch of Hecate from his own country.

215καὶ φάλαρον σείοντες ἀερσιλόφου τρυφαλείης Δικταῖοι Κορύβαντες ἐπεστρατόωντο κυδοιμῷ, εἰς μόθον οἰστρηθέντες· ἁμιλλητῆρι δὲ χαλκῷ φάσγανα τυπτομένῃσιν ἐπέκτυπε γυμνὰ βοείαις σκαρθμοῖς ἀντιτύποισι· φερεσσακέος δὲ χορείης 220ῥυθμὸν ἐμιμήσαντο ποδῶν ἑλικώδεϊ παλμῷ, Ἄρεϊ βακχευθέντες. ὀρεσσαύλων δὲ νομήων Ἰνδῴη δεδάικτο γονὴ Κουρῆτι σιδήρῳ· καί τις ἀνὴρ προκάρηνος ἐπωλίσθησε κονίῃ, εἰσαΐων μύκημα βαρυγδούποιο βοείης.

The Dictaian Corybants joined battle, shaking the plumes of their highcrested helmets, rushing madly into the fray. Their naked swords rang on their beaten shields in emulation, along with resounding leaps; they imitated the rhythm of the dance-at-arms with quick circling movements of their feet, a revel in the battlefield. The Indian nation was ravaged by the steel of those mountaineer herdsmen, the Curetes. Many a man fell headlong into the dust when he heard the bellow of the heavy-dumping oxhides.

225καί τις ἀερτάζουσα φιλάνθεμον ἔγχος Ἐνυοῦς Βασσαρὶς ἠκόντιζεν· ἀβακχεύτου δὲ γενέθλης ἄρσενα πολλὰ κάρηνα δαΐζετο θήλεϊ θύρσῳ. καὶ λασίῃ παλάμῃ σκοπιὴν λοφόεσσαν ἀείρων οὔρεος ἄκρα κάρηνα ταμὼν ἐκορύσσετο Ληνεύς, 230πέμπων ὀκριόεσσαν ἐπʼ ἀντιβίοισιν ἀκωκήν. Βάκχη δʼ ἀμφαλάλαζε· καὶ ἀμπελόεντες ὀιστοὶ κισσοφόρων παλάμῃσιν ἐδινεύοντο γυναικῶν. ἔνθα μέλος πλέξασα καὶ Ἄρεϊ καὶ Διονύσῳ Εὐπετάλη κεκόρυστο, φιλοσταφύλῳ δὲ πετήλῳ 235κέντορα κισσὸν ἔπεμπεν ἀλοιητῆρα σιδήρου,

The Bassarid lifted her leafy weapon of war, and cast: from that Bacchos-hating generation many men’s heads were brought low by the woman’s thyrsus. Leneus cut off the peak of a hill to arm himself, and raising the crested rock with a hairy hand, he hurled the jagged mass at his adversaries. The Bacchant women shouted their warcry around, and viny arrows were whirled by the hands of ivy-bearing women. Then Eupetale wove a lay for Ares and Dionysos, and attacking cast the piercing ivy, which smashed the steel with leaves of the vine, and destroyed the Indian nation with clusters of leaves.

236Ἰνδῴην δρυόεντι γονὴν ὀλέκουσα κορύμβῳ. καὶ δηίων κλονέουσα νέφος ῥηξήνορι θύρσῳ Τερψιχόρη φιλόβοτρυς ἐπεσκίρτησε κυδοιμῷ, κύμβαλα δινεύουσα βαρύβρομα δίζυγι χαλκῷ· 240οὐ τόσον Ἡρακλέης Στυμφηλίδας ἤλασε βόμβῳ χαλκὸν ἔχων βαρύδουπον, ὅσον στρατὸν ἤλασεν Ἰνδῶν Τερψιχόρη κτυπέουσα χοροῦ πολεμήιον Ἠχώ.

Grapelover Terpsichore danced about in the turmoil, sweeping off clouds of enemies with manbreaking thyrsus, and swinging round the double plates of the heavyresounding cymbals. Not so loud was the bang of the heavythumping rattle of Heracles, when he drove away the Stymphalian birds, as the noise Terpsichore made, when she drove away the Indian army with the battledin of her dance.

243καὶ Τρυγίη βαρύγουνος ἐλείπετο νόσφιν ὁμίλου ὑστατίη καὶ ἔπηξε φόβῳ πόδας· οὐδέ τις αὐτῇ 245Σειληνῶν παρέμιμνε· λίπον δέ μιν αὐτόθι μούνην ταρβαλέην, χατέουσαν ἀρηγόνος· ἀκροπότῃ δὲ χεῖρας ὄρεξε Μάρωνι, Μάρων δʼ ἀπέειπε γεραιήν, ὅττι χοροὺς ἀνέκοπτε φιλακρήτων Κορυβάντων καὶ Σατύρων· αἰεὶ δὲ θεοῖς ἠρᾶτο δαμῆναι 250γηραλέην ἀνόνητον ὑπʼ ἔγχεϊ Δηριαδῆος·

Trygié with limping knee was left behind the company last of all, her feet frozen with fear. Not one of the Seilenoi kept beside her; but they left her there alone frightened, without a helper. She held out her hands to Maron the hard drinker, but Maron would have nothing to do with the old woman because she only hindered the dances of winegreedy Corybants and Satyrs: he did nothing but pray to the gods to let the silly old hag fall before the spear of Deriades.

251καὶ Καλύκη πολέμιζε παρισταμένη Διονύσῳ οἰστρομανής. Τρομερῆς δὲ μέθης ἐλελίζετο παλμῷ Οἰνώνη προθέουσα· βαρυνομένη δὲ κυδοιμῷ γούνατα μὲν μογέεσκε, φιλακρήτοιο δὲ νύμφης 255οἰδαλέοι σμήριγγες ἐδινεύοντο καρήνου.

Calyce also fought by the side of Dionysos, mad with fury. But Oinone ran to the front, and danced in the staggering steps of drunkenness. Her knees were weary and heavy in the struggle, the tippling girl’s soaking locks were swinging about her head.

256καὶ στόνος ἦν βαρύδουπος· ὁμοζήλῳ δὲ κυδοιμῷ Ἀστράεις Σταφύλην, Καλύκην δʼ ἐδίωκε Κελαινεύς. Σειληνῶν δὲ φάλαγγα δορυσσόος ἤλασε Μορρεὺς θεινομένην βουπλῆγι· μιῇ δʼ ἐλατῆρος ὁμοκλῇ 260Ἀστραῖος δεδόνητο, Μάρων φύγεν, ὤκλασε Ληνεύς, Σειληνοῦ τρία τέκνα δασύτριχος, ὃς δίχα λέκτρων ἄσπορος αὐτολόχευτος ἀνέδραμε μητρὸς ἀρούρης. ἱμερτὴν δὲ Δόρυκλος ἀνεπτοίησε Λυκάστην . . .

The din was deafening ; with emulous tumult Astraéis chased Staphyle, Celaineus chased Calyce. Shakespear Morrheus drove off a company of Seilenoi , beating them with his poleaxe : at one shout of the driver Astraios was shaken, Maron fled, Leneus collapsed, the three sons of shaggyhaired Seilenos, who himself sprang up out of mother earth unbegotten and self-delivered ; and Doryclos scared away the charming Lycaste.

264τῇσι θεὸς χραίσμησε, νεουτήτων δὲ γυναικῶν 265ἕλκεσι φάρμακα πάσσεν· Ἐνυαλίῳ δὲ σιδήρῳ τειρομένην ποδὸς ἄκρον ἀνάμπυκα ῥύσατο Γόργην, κλήματος ἀμπελόεντι περισφίγξας πόδα δεσμῷ· Εὐπετάλης δʼ ἰχῶρα νεόσσυτον ἔσβεσεν οἴνῳ, καὶ Σταφύλης χυτὸν αἷμα κατεπρήυνεν ἀοιδῇ· 270Μυρτοῦς δʼ οὐταμένην παλάμην ἰήσατο μύρτῳ, καὶ Καλύβην ἐσάωσεν ἀνειρύσσας βέλος ὤμου, Νύσης δʼ ἄλγος ἔπαυσε νεουτήτοιο προσώπου, ἕλκεϊ φοινήεντι περιρραίνων πόμα ληνοῦ· χρίσας ἔνθα καὶ ἔνθα παρηίδα λευκάδι γύψῳ· 275ὄμμασι δʼ ἀκλαύτοισιν ἐπεστενάχιζε Λυκάστῃ.

These the god helped, and besprinkled the women’s fresh wounds with healing drugs. Unveiled Gorgé he saved, when wounded in the foot by a hostile spear, wrapping the foot in a bandage of vineleaves. He staunched the newly-flowing ichor of Eupetale with wine, and stayed the stream of blood from Staphyle with a charm, healed Myrto’s wounded hand with myrtle, saved Calybe’s life by pulling the arrow out of her shoulder, and pouring the draught of the winepress on the bleeding wound: he ended the pain of Nyse’s just-wounded face by smearing her cheeks on both sides with white chalk. With tearless eyes he mourned over Lycaste.

276ἀλλʼ ὅτε Βασσαρίδων ὀδύνας πρηΰνατο τέχνῃ θυρσομανὴς Διόνυσος, ἐμάρνατο μείζονι χάρμῃ. καί τις ἀμερσινόοιο κατάσχετος ἅλματι λύσσης Βασσαρὶς Ἰνδὸν Ἄρηα μετέστιχε θυιὰς Ἐνυώ, 280ἀμφὶ, σέ, Λύδιε δαῖμον· ἀπὸ πλοκάμοιο δὲ Βάκχης ἀφλεγέος σελάγιζε κατʼ αὐχένος αὐτόματον πῦρ.

But after he had soothed the pains of the Bassarids by his art, Dionysos thyrsus-mad fought with still greater fury. One wild Bassarid, possessed by the throes of sense-robbing madness, was harrying the Indians in the conflict, for thy honour, O Lydian god! and from the Bacchant’s hair shone a spontaneous flame about her neck, which burnt her not.

282καὶ βριαρῶν προμάχων ἑτερόζυγον ἑσμὸν ἐγείρων αὐλὸς ἐπεσμαράγησεν ἀγέστρατον Ἄρεος Ἠχώ, καὶ διδύμαις παλάμῃσι φιλοσμαράγων Κορυβάντων 285ἄντυγες ἀμφιπλῆγος ἀνεκρούοντο βοείης, κύμβαλα δʼ ἐκροτάλιζε, μεταλλάξασα δὲ μολπὴν Πανιὰς ἡδυμέλεια μόθους ἐμελίζετο σύριγξ· ἀντιβίων δὲ φάλαγγες ἐπέβρεμον· ἀμφιλαφεῖς δὲ ἠερόθεν πτερόεντες ἀνερροίζησαν ὀιστοί. 290λίγξε βιός, βόμβησε λίθος, μυκήσατο σάλπιγξ.

Yet another swarm of sturdy champions was soon stirred up by the sound of the drooling pipes which gathered the army to war, and the loverattle Corybants beating their hands on both sides of the rounded skin, the tinkling cymbals, the syrinx of Pan with its changeable sweet notes tuning up for battle. The enemy ranks answered with tumultuous noise, showers of winged arrows came whizzing through the air: twanged the bow, banged the stone, bellowed the trumpet.

People and places in this passage

English translation by W. H. D. Rouse (1940). Original text: W. H. D. Rouse (ed.), Nonnos, Dionysiaca, Loeb Classical Library 344, 354, 356, London: Heinemann; Cambridge, Mass.: Harvard University Press, 1940-1942 (Greek text as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library, Greek text); translation public domain (Rouse, Loeb 1940-42: US copyright not renewed; Rouse died 1950; OCR from the Internet Archive scans). Introductions, summaries and notes © GreekMythology.com.