Nonnus of Panopolis · Dionysiaca Διονυσιακά

Nonnus of Panopolis, Dionysiaca 43.0–142: Book 43: The battle of sea and vine begins

Ares and Hymenaios sound the call to war for Beroe's hand, while the maiden, silent, prefers Dionysos to a sea-god husband. Poseidon arms with his trident and Dionysos rides his mother Rheia's lion-drawn car wreathed in vine. Dionysos addresses his host and swears that Poseidon shall not harm Beroe's city.

Lines 43.0–142 · 1310 words · click a number to copy its link
0Δίζεο τεσσαρακοστὸν ἔτι τρίτον, ὁππόθι μέλπω Ἄρεα κυματόεντα καὶ ἀμπελόεσσαν Ἐνυώ.

Look again at the forty-third, in which I sing a war of the waters and a battle of the vine.

1ὣς ὁ μὲν ἐγρεκύδοιμος Ἄρης, ὀχετηγὸς Ἐρώτων,

So battlestirring Ares, who leads the channel for Love, shouted the warcry to prepare for the bridal combat. Enyo laid the foundations of the war for a wedding : and lusty Hymenaios was he that kindled the quarrel for Earthshaker and Dionysos — he danced into the battle, holding the bronze pike of Amyclaian Aphrodite, while he drooned a tune of war on a Phrygian hoboy. For King of Satyrs and Ruler of the Sea, a maiden was the prize. She stood silent, but reluctant to have a foreign wedding with a wooer from the sea ; she feared the watery bower of love in the deep waves, and preferred Bacchos : she was like Deianeira, who once in that noisy strife for a bride preferred Heracles, and stood there fearing the wedding with a fickle bullhorn River.

2νυμφιδίης ἀλάλαζε μάχης θαλαμηπόλον ἠχώ, καὶ γαμίου πολέμοιο θεμείλια πῆξεν Ἐνυώ· καὶ κλόνον αἰθύσσων ἐνοσίχθονι καὶ Διονύσῳ 5θοῦρος ἔην Ὑμέναιος, ἐς ὑσμίνην δὲ χορεύων χάλκεον ἔγχος ἄειρεν Ἀμυκλαίης Ἀφροδίτης, Ἄρεος ἁρμονίην Φρυγίῳ μυκώμενος αὐλῷ. καὶ Σατύρων βασιλῆι καὶ ἡνιοχῆι θαλάσσης παρθένος ἦεν ἄεθλον· ἀναινομένη δὲ σιωπῇ 10εἰναλίου μνηστῆρος ἔχειν μετανάστιον εὐνὴν ὑγρὸν ὑποβρυχίων ἐπεδείδιε παστὸν Ἐρώτων, καὶ πλέον ἤθελε Βάκχον· ἔικτο δὲ Δηιανείρῃ, ἥ ποτε νυμφιδίοιο περιβρομέοντος ἀγῶνος ἤθελεν Ἡρακλῆα, καὶ ἀσταθέος ποταμοῖο 15ἵστατο δειμαίνουσα βοοκραίρους ὑμεναίους. καὶ δρόμον αὐτοκέλευστον ἔχων ἑλικώδεϊ ῥόμβῳ ἀννέφελος σάλπιζε μέλος πολεμήιον αἰθήρ· καὶ βλοσυρὸν μύκημα χέων λυσσώδεϊ λαιμῷ Ἀσσυρίῳ τριόδοντι κορύσσετο κυανοχαίτης, 20σείων πόντιον ἔγχος. ἀπειλήσας δὲ θαλάσσῃ εἰς ἐνοπὴν Διόνυσος ἐκώμασεν οἴνοπι θύρσῳ, μητρὸς ὀρεσσινόμοιο καθήμενος ἅρματι Ῥείης· καί τις ἀεξομένη παρὰ Μυγδόνος ἄντυγα δίφρου ἄμπελος αὐτοτέλεστος ὅλον δέμας ἔσκεπε Βάκχου, 25βόστρυχα μιτρώσασα κατάσκια σύζυγι κισσῷ· καί τις ὑπὸ ζυγόδεσμα περίπλοκον αὐχένα σείων τρηχαλέον μύκημα σεσηρότι χείλεϊ πέμπων· θηγαλέῳ χθονὸς ἄκρα λέων ἐχαράξατο ταρσῷ, καὶ βραδὺς ἑρπύζων ἐλέφας παρὰ γείτονι πηγῇ 30ὄρθιον ἀγνάμπτοιο ποδὸς στήριγμα κολάψας, ὄμβριον ἀζαλέοισιν ἀνήφυσε χείλεσιν ὕδωρ, καὶ προχοὰς ξήραινε· κονιομένων δὲ ῥοάων πηγαίην ἀχίτωνα μετήγαγε διψάδα Νύμφην.

Heaven unclouded by its own spinning whirl trumpeted a call to war ; and Seabluehair armed himself with his Assyrian trident, shaking his maritime pike and pouring a hideous din from a mad throat. Dionysos threatening the sea danced into the fray with vineleaves and thyrsus, seated in the chariot of his mother mountainranging Rheia ; and round the rim of the Mygdonian car was a vine selfgrown, which covered the whole body of Bacchos, and girdled its overshadowing clusters under entwined ivy. A lion shaking his neck entwined under the yokestrap scratched the earth’s surface with sharp claw, as he let out a harsh roar from snarling lips. An elephant slowly advanced to a spring hard by, striking straight into the ground his firm unbending leg, lapped the rainwater with parched lips and dried up the stream ; and as the waters became bare earth, he drove elsewhere the Nymph of the spring thirsty and uncovered.

34καὶ θεὸς ὑγρομέδων ἐκορύσσετο· Νηρεΐδων δὲ 35ἦν κλόνος· ἰκμαλέοι δὲ θαλασσαίων ἀπὸ νώτων δαίμονες ἐστρατόωντο· τανυπτόρθοις δὲ κορύμβοις δῶμα Ποσειδάωνος ἱμάσσετο, πόντιον ὕδωρ· καὶ χθονίου λοφόεντος ἀρασσομένου κενεῶνος ἡμερίδες. Λιβάνοιο μετοχλίζοντο τριαίνῃ. 40καί τινα βοσκομένην μελανόχροον ἐγγύθι πόντου εἰς βοέην ἀγέλην Ποσιδήιον ἅλματι λάβρῳ θυιάδες ἐρρώοντο· τανυγλήνοιο δὲ ταύρου ἡ μὲν ἐφαπτομένη ῥάχιν ἔσχισεν, ἡ δὲ μετώπου διχθαδίης ἀτίνακτα διέθλασεν ἄκρα κεραίης· 45καί τις ἀλοιητῆρι διέτμαγε γαστέρα θύρσῳ· ἄλλη πλευρὸν ἔτεμνεν ὅλον βοός· ἡμιθανὴς δὲ ὕπτιος αὐτοκύλιστος ὑπώκλασε ταῦρος ἀρούρῃ· καὶ βοὸς ἀρτιτόμοιο κυλινδομένοιο κονίῃ ἡ μὲν ὀπισθιδίους πόδας ἔσπασεν, ἡ δὲ λαβοῦσα 50προσθιδίους ἐρύεσκε, πολυστροφάλιγγι δὲ ῥιπῇ ὄρθιον ἐσφαίρωσεν ἐς ἠέρα δίζυγα χηλήν.

Meanwhile, the lord of the waters prepared for conflict. There was confusion among the Nereids ; the deities of the waters came from the stretches of the sea to form array. Poseidon’s house, the water of the sea, was flogged with long bunches of leaves ; the caverns of the mountains were shaken by the trident, and the vines of Lebanon were rooted up. With wild leaps the Thyiades threw themselves upon a herd of black cattle of Poseidon’s, feeding near the sea. One with a touch cut through the back of a glaring bull, another sheared off from its forehead the two stiff projecting horns, one pierced the belly with destroying thyrsus, another slit the whole side of the creature : halfdead the bull sank down and rolled helpless on his back on the ground — as he rolled in the dust with these fresh wounds, one pulled off his hind legs, one tugged at the forefeet, and threw up the two hooves tumbling over and over straight up in the air.

52καὶ στρατιῆς Διόνυσος ἐκόσμεεν ἡγεμονῆας, στήσας πέντε φάλαγγας ἐς ὑδατόεσσαν Ἐνυώ. τῆς πρώτης στιχὸς ἦρχε Κίλιξ εὐάμπελος Οἰνεὺς 55υἱὸς Ἐρευθαλίωνος, ὃν ἤροσεν ἐγγύθι Ταύρου Φυλλίδος ἀγραύλοισιν ὁμιλήσας ὑμεναίοις· τῆς δʼ ἑτέρης ἡγεῖτο μελαγχαίτης Ἑλικάων ξανθοφυὴς ῥοδέῃσι παρηίσιν, ἀμφὶ δὲ δειρῇ πλοχμὸς ἐυστροφάλιγγος ἕλιξ ὑπεσύρετο χαίτης· 60Οἰνοπίων τριτάτης, Στάφυλος προμάχιζε τετάρτης, Οἰνομάου δύο τέκνα, φιλακρήτοιο τοκῆος· πέμπτης δʼ ἡγεμόνευε Μελάνθιος, ὄρχαμος Ἰνδῶν, ὃν τέκεν Οἰνώνη Κισσηιάς, ἀμφὶ δὲ κούρῳ φυταλιῆς πλέξασα θυώδεος ἄκρα πετήλων 65σπάργανα βοτρυόεντα πέριξ εἱλίξατο μήτηρ, υἱέα χυτλώσασα μέθης ἐγκύμονι ληνῷ. τοίη κισσοφόροισιν ὀιστεύουσα βελέμνοις σύνδρομος ἀμπελόεντι φάλαγξ ἐκορύσσετο βάκχῳ. καὶ στρατιὴν θώρηξε χέων λαοσσόον ἠχώ·

Then Dionysos mustered his captains, and made five divisions for the watery conflict. The first line was led by him of the vine, Cilician Oineus, son of Ereuthalion, whom he begat near the Tauros of Phyllis, in the open air. The second was led by blackhair Helicaon, a blond man with rosy cheeks, and long curls of hair hanging down over his neck. Oinopion led the third, Staphylos stood before the fourth, two sons of a tippling sire, Oinomaos; Melantheus was captain of the fifth, an Indian chief and the son of Oinone the Ivy-nymph : his mother had wrapt her boy in leafy tips of the sweet-smelling vine for swaddlings, and bathed her son in the winepress teeming with strong drink. Such was the host armed with missiles of ivy which followed Bacchos the vinegod ; and when he had armed them, Bacchos called to the host in stirring tones :

70Βασσαρίδες, μάρνασθε· κορυσσομένου δὲ Λυαίου αὐλὸς ἐμὸς κερόεις πολεμήιον ἦχον ἀράσσων ἀντίτυπον φθέγξαιτο μέλος μυκήτορι κόχλῳ, καὶ διδύμοις πατάγοισι μόθου χαλκόθροον ἠχὼ τύμπανα δουπήσειεν· Ἐνυαλίῳ δὲ χορεύων 75Γλαῦκον ὀιστεύσειε Μάρων ῥηξήνορι θύρσῳ· καὶ πλοκάμους Πρωτῆος ἀήθεϊ δήσατε κισσῷ, καὶ Φαρίου πόντοιο λιπὼν Αἰγύπτιον ὕδωρ, νεβρίδα ποικιλόνωτον ἔχων μετὰ δέρματα φώκης, αὐχένα κυρτώσειεν ἐμοὶ θρασύν· εἰ δύναται δέ, 80Σειληνῷ μεθύοντι κορυσσέσθω Μελικέρτης· καὶ ναέτην Τμώλοιο μετὰ βρυόεντας ἐναύλους γηραλέον Φόρκυνα διδάξατε θύρσον ἀείρειν, καὶ Σάτυρος μενέχαρμος ἑὸν νάρθηκα τινάσσων διψαλέον Νηρῆα μεταστήσειε θαλάσσης 85ἀμπελόεις δὲ γένοιτο γέρων χερσαῖος ἀλωεύς· ἀγραύλοις παλάμῃσι· καὶ ἀρτιφύτων ἀπὸ κήπων βόστρυχα μιτρώσασθε Παλαίμονος οἴνοπι δεσμῷ, καί μιν ὑποδρήσσοντα μετʼ Ἰσθμιάδος βυθὸν ἅλμης πόντιον ἡνιοχῆα κομίσσατε μητέρι Ῥείῃ, 90εἰναλίῃ μάστιγι κυβερνητῆρα λεόντων· οὐ γὰρ ἐμὸν κατὰ πόντον ἀνεψιὸν εἰσέτʼ ἐάσσω. ἀθρήσω δὲ φάλαγγα δορικτήτοιο θαλάσσης νεβρίδι κοσμηθεῖσαν· ἀπειρήτῃσι δὲ Νύμφαις κύμβαλα Νηρεΐδεσσιν ὀπάσσατε· μίξατε Βάκχαις 95Ὑδριάδας· Θέτιδος δέ, καὶ εἰ γένος ἐστὶ θαλάσσης, μούνης ξεινοδόκοιο φυλάξατε δῶμα θεαίνης· Λευκοθέης δʼ ἀπέδιλα συνάψατε ταρσὰ κοθόρνοις· χερσαίη δὲ φανεῖσα συνέμπορος Εὐάδι Βάκχῃ Δωρὶς ἀερτάζειεν ἐμὴν θιασώδεα πεύκην· 100καὶ βυθίη Πανόπεια τιναξαμένη βρύον ἅλμης βόστρυχα μιτρώσειεν ἐχιδνήεντι κορύμβῳ· Εἰδοθέη δʼ ἀέκουσα περίκροτα ῥόπτρα δεχέσθω· καὶ πόθον ἶσον ἔχουσαν ἐρωμανέοντι καὶ αὐτῷ τίς νέμεσις Γαλάτειαν ὑποδρήσσειν Διονύσῳ, 105ἕδνον Ἀμυμώνης θαλαμηπόλον ὄφρα τελέσσῃ ἱστοπόνῳ παλάμῃ Λιβανηίδι πέπλον ἀνάσσῃ; ἀλλὰ γένος Νηρῆος ἐάσατε· ποντοπόρους γὰρ

“Fight, Bassarids ! When Lyaios is under arms, let my pipes of horn strike up a warlike tune, answering the booming sound of the conch, let the cymbals of bronze beat a loud noise with double clashings. Let Maron dancing in battle shoot Glaucos with manbreaking thyrsus. Go, tie up the hair of Proteus with ivy, something new for him ! Let him leave the Egyptian water of the Pharian Sea, and change his sealskins for a speckled fawnskin, and bow his bold neck to me. Let Melicertes fight against drunken Seilenos, if he can. Teach old Phorcys to leave the seaweedy deeps and dwell in Tmolos holding a thyrsus, and let the old man become a vinegrower on land. Let the Satyr stand fast and brandish his fennel, and with his countryman’s hands transport thirsty Nereus out of the sea ; enwreath Palaimon’s hair with bonds of vine from newly planted gardens, and bring that charioteer of the sea from the depths of the Isthmian brine to be a servant for Mother Rheia and to guide her lions with his whip, for I will no longer leave my cousin in the deep : I will behold the host of the spearconquered sea decked out in the fawnskin. Give cymbals to the inexperienced Nereid Nymphs, mingle Hydriads with Bacchants — spare only the hospitable house of goddess Thetis, although she is one of the seabrood. Fit the unshod feet of Leucothea in buskins ; let Doris appear on dry land and lift my mystic torch along with the revelling Bacchants ; let Panopeia shake off the seaweed of the deep and wreathe her locks in clustering vipers ; let Eidothea unwilling receive the rattling tambourine. What harm is there that Galateia should be servant to Dionysos, when she has a passion like his own mad love, that her hands may make a woven robe as a gift for the wedding pomp of Amymone the queen of Lebanon ? — No, leave alone the family of Nereus ; for I want no handmaids from the sea, or Beroe might be jealous.

108δμωίδας οὐκ ἐθέλω, Βερόῃ μὴ ζῆλον ἐγείρω. καὶ κομόων γλωχῖνι τανυπτόρθοιο μετώπου 110Πὰν ἐμὸς οὐρεσίφοιτος ἀτευχέι χειρὶ πιέζων θηγαλέῃ πλήξειε Ποσειδάωνα κεραίῃ, στέρνου μεσσατίοιο τυχὼν εὐκαμπέσιν αἰχμαῖς ἢ σκοπέλῳ λοφόεντι, διαρρήξειε δὲ χηλαῖς δισσοφυῆ Τρίτωνος ὁμόζυγα κύκλον ἀκάνθης. 115Γλαῦκος ἁλιβρέκτοιο διάκτορος ἐννοσιγαίου Βάκχῳ ὑποδρήσσειε, περίκροτα χερσὶν ἀείρων αὐχενίῳ τελαμῶνι παρήορα τύμπανα Ῥείης. οὐ μούνης Βερόης περιμάρναμαι, ἀλλὰ καὶ αὐτῆς νύμφης ἡμετέρης περὶ πατρίδος· οὔ μιν ἀράξας 120ἱσταμένην ἀτίνακτον ἁλὸς μεδέων ἐνοσίχθων, εἰναλίην περ ἐοῦσαν, ἀμαλδύνειε τριαίνῃ, ὅττι κορυσσομένῳ θωρήξομαι· ἀμφότερον γάρ, εἰ λάχε γείτονα πόντον, ἔχει φυτὰ μυρία Βάκχου, νίκης ἡμετέρης σημήιον· ἀγχιάλου γὰρ . . . 125ἀλλὰ παλαιοτέρην μετὰ Παλλάδα μάρτυρι Βάκχῳ Κέκροψ ἄλλος ἵκοιτο δικασπόλος, ὄφρα καὶ αὐτὴ ἄμπελος ἀείδοιτο φερέπτολις, ὥς περ ἐλαίη. καὶ πόλιος τελέσας ἕτερον τύπον οὔ μιν ἐάσω ἐγγὺς ἁλός, κραναὰς δὲ ταμὼν νάρθηκι κολώνας 130γείτονα Βηρυτοῖο γεφυρώσω βυθὸν ἅλμης, χερσώσας σκοπέλοισιν ἁλὸς πετρούμενον ὕδωρ· τρηχαλέη δὲ κέλευθος ἰσάζεται ὀξέι θύρσῳ.

“Let Pan my old mount ainranger, proud with the longbranching points on his forehead, press Poseidon with unarmed hand and butt him with sharp horn, strike him full in the chest with those curving prongs, or with a rocky stone, let him break with his hooves the ring of Triton’s backbone where his two natures join. Let Glaucos the attendant of brinesoaken Earthshaker be servant to Bacchos, and lift in his hands the rattling cymbals of Rheia which hang by a strap beside his neck. Not for Beroe alone I fight, but for the native city of my bride. Earthshaker must not strike it, but it must stand unshaken, although it lies in the sea and he is lord of the sea — he must not destroy it with his trident because I will face him in arms : it is as much one as the other — if the sea is its neighbour, it has ten thousand plants of mine, a sign of my victory ; for close to the shore [are my vineyards]. But as for Pallas of old, so for the appeal of Bacchos, may a new Cecrops come as umpire, that the vine may be celebrated as citysustainer, like the olive.” Then I will make the city of another shape : I will not leave it near the sea, but I will cut off rugged hills with my fennel and dam up the deep brine beside Berytos, making the water dry land and stony with rocks, and the rough road is smoothed by the sharp thyrsus.

133ἀλλὰ πάλιν μάρνασθε, Μιμαλλόνες, ἠθάδι νίκῃ θαρσαλέαι· κταμένων δὲ νεόρρυτον αἷμα Γιγάντων 135νεβρὶς ἐμὴ μεθέπουσα μελαίνεται· εἰσέτι δʼ αὐτὴ ἀντολίη τρομέει με, καὶ εἰς πέδον αὐχένα κάμπτει Ἰνδὸς Ἄρης, Βρομίῳ δὲ λιτήσια δάκρυα λείβων δάκρυα κυματόεντα γέρων ἔφριξεν Ὑδάσπης. καὶ διερὴν μετὰ δῆριν ἔχων Λιβανηίδα νύμφην 140ἓν γέρας ἱμείροντι χαρίζομαι ἐννοσιγαίῳ· ἢν ἐθέλῃ, μέλψειεν ἐμῶν ὑμέναιον Ἐρώτων, μοῦνον ἐμῇ Βερόῃ μὴ δόχμιον ὄμμα τανύσσῃ.

“Come, fight again, Mimallones, confident in your constant victory — my fawnskin is red with the newly-shed blood of slain Giants, the very east still trembles before me, Indian Ares bows his neck to the ground, old Hydaspes shivers, and sheds tears of supplication, tears like his own flood ! When I have won my bride of Lebanon after the battle in the sea, I grant one boon to Earthshaker the lover. If he will, he may sing a song at my wedding, only let him not look askance at my Beroe.”

People and places in this passage

English translation by W. H. D. Rouse (1940). Original text: W. H. D. Rouse (ed.), Nonnos, Dionysiaca, Loeb Classical Library 344, 354, 356, London: Heinemann; Cambridge, Mass.: Harvard University Press, 1940-1942 (Greek text as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library, Greek text); translation public domain (Rouse, Loeb 1940-42: US copyright not renewed; Rouse died 1950; OCR from the Internet Archive scans). Introductions, summaries and notes © GreekMythology.com.

Dionysiaca 43.0–142: The battle of sea and vine begins