Plutarch · Table Talk (Quaestiones convivales) Συμποσιακά (Συμποσιακῶν προβλημάτων βιβλία)

Plutarch, Table Talk (Quaestiones convivales) 5.3.1–5.4.2: Book 5, Questions 3 and 4: the pine garland of the Isthmian games; Achilles' stronger wine

Question 3, at Corinth, asks why the Isthmian garland was made of pine, and the guests recall that the body of Melicertes was found by a pine and that Ino ran with him to the sea. They discuss whether the pine is sacred to Neptune or Bacchus, and recall that Corinthians once wore wreaths of parsley, which was replaced by pine after the Nemean games and later restored. Question 4 asks what Achilles meant when he told Patroclus to mix the wine zoroteron: Niceratus takes it to mean hot, Socicles well-tempered, and Plutarch argues that the order was not for undiluted wine, since Achilles, as Chiron's pupil, knew that diluted wine suits men at rest.

Sections 5.3.1–5.4.2 · 1558 words · click a number to copy its link

ἡ πίτυς ἐζητεῖτο καθʼ ὃν λόγον ἐν Ἰσθμίοις στέμμα γέγονε· καὶ γὰρ ἦν τὸ δεῖπνον ἐν Κορίνθῳ, Ἰσθμίων ἀγομένων ἑστιῶντος ἡμᾶς Λουκανίου τοῦ ἀρχιερέως. Πραξιτέλης μὲν οὖν ὁ περιηγητὴς τὸ μυθῶδες ἐπῆρεν, ὡς· λεγόμενον εὑρεθῆναι τὸ σῶμα τοῦ Μελικέρτου πίτυι προσβεβρασμένον ὑπὸ τῆς θαλάττης καὶ γὰρ οὐ πρόσω Μεγάρων εἶναι τόπον, ὃς καλῆς δρόμος ἐπονομάζεται, διʼ οὗ φάναι Μεγαρεῖς τὴν Ἰνὼ τὸ παιδίον ἔχουσαν δραμεῖν ἐπὶ τὴν θάλασσαν. κοινῶς δʼ ὑπὸ πολλῶν λεγόμενον ὡς ἴδιόν ἐστι στέμμα Ποσειδῶνος ἡ πίτυς, Λουκανίου δὲ προστιθέντος ὅτι καὶ τῷ Διονύσῳ καθωσιωμένον τὸ φυτὸν οὐκ ἀπὸ τρόπου ταῖς περὶ τὸν Μελικέρτην συνῳκείωται τιμαῖς, αὐτὸ τοῦτο ζήτησιν παρεῖχεν, ᾧτινι λόγῳ Ποσειδῶνι καὶ Διονύσῳ τὴν πίτυν οἱ παλαιοὶ καθωσίωσαν. ἐδόκει δʼ ἡμῖν μηδὲν εἶναι παράλογον· ἀμφότεροι γὰρ οἱ θεοὶ τῆς ὑγρᾶς καὶ γονίμου κύριοι δοκοῦσιν ἀρχῆς εἶναι· καὶ Ποσειδῶνί γε Φυταλμίῳ Διονύσῳ δὲ Δενδρίτῃ πάντες ὡς ἔπος εἰπεῖν Ἕλληνες θύουσιν. οὐ μὴν ἀλλὰ κατʼ ἰδίαν τῷ Ποσειδῶνι φαίη τις ἂν τὴν πίτυν προσήκειν, οὐχ ὡς Ἀπολλόδωρος οἴεται παράλιον φυτὸν οὖσαν οὐδʼ ὅτι φιλήνεμός ἐστιν ὥσπερ ἡ θάλασσα καὶ γὰρ τοῦτό τινες λέγουσιν, ἀλλὰ διὰ τὰς ναυπηγίας μάλιστα, καὶ γὰρ αὐτὴ καὶ τὰ ἀδελφὰ δένδρα, πεῦκαι καὶ στρόβιλοι, τῶν τε ξύλων παρέχει τὰ πλοϊμώτατα, πίττης τε καὶ ῥητίνης ἀλοιφήν, ἧς ἄνευ τῶν συμπαγέντων ὄφελος οὐδὲν ἐν τῇ θαλάττῃ. τῷ δὲ Διονύσῳ τὴν πίτυν ἀνιέρωσαν, ὡς ἐφηδύνουσαν τὸν οἶνον· τὰ γὰρ πιτυώδη χωρία λέγουσιν ἡδύοινον τὴν· ἄμπελον φέρειν. καὶ τὴν θερμότητα τῆς γῆς Θεόφραστος αἰτιᾶται· καθόλου γὰρ ἐν ἀργιλώδεσι τόποις φύεσθαι τὴν πίτυν· εἶναι δὲ τὴν ἄργιλον θερμήν, διὸ καὶ συνεκπέττειν τὸν οἶνον, ὥσπερ καὶ τὸ ὕδωρ ἐλαφρότατον καὶ ἥδιστον ἡ ἄργιλος ἀναδίδωσιν. ἔτι δὲ καὶ καταμιγνυμένη πρὸς σῖτον ἐπίμετρον ποιεῖ δαψιλές, ἁδρύνουσα καὶ διογκοῦσα τῇ θερμότητι τὸν πυρόν. οὐ μὴν ἀλλὰ καὶ τῆς πίτυος αὐτῆς εἰκὸς ἀπολαύειν τὴν ἄμπελον, ἐχούσης ἐπιτηδειότητα πολλὴν πρὸς σωτηρίαν οἴνου καὶ διαμονήν· τῇ τε γὰρ πίττῃ πάντες ἐξαλείφουσι τὰ ἀγγεῖα, καὶ τῆς ῥητίνης ὑπομιγνύουσι πολλοὶ τῷ οἴνῳ καθάπερ Εὐβοεῖς τῶν Ἑλλαδικῶν καὶ τῶν Ἰταλικῶν οἱ περὶ τὸν Πάδον οἰκοῦντες· ἐκ δὲ τῆς περὶ Βίενναν Γαλατίας ὁ πισσίτης οἶνος κατακομίζεται, διαφερόντως; τιμώμενος ὑπὸ Ῥωμαίων, οὐ γὰρ μόνον εὐωδίαν τινὰ τὰ τοιαῦτα προσδίδωσιν, ἀλλὰ καὶ τὸν οἶνον εὔποτον παρίστησι ταχέως ἐξαιροῦντα τῇ θερμότητι τοῦ οἴνου τὸ νεαρὸν καὶ ὑδατῶδες.

THIS question was started, why the Isthmian garland was made of pine. We were then at supper in Corinth, in the time of the Isthmian games, with Lucanius the chief priest. Praxiteles the commentator brought this fable for a reason; it is said that the body of Melicertes was found fixed to a pine-tree by the sea; and not far from Megara, there is a place called the Race of a Fair Lady, through which the Megarians say that Ino, with her son Melicertes in her arms, ran to the sea. And when many advanced the common opinion, that the pine-tree garland peculiarly belongs to Neptune, and Lucanius added that it is sacred to Bacchus too, but yet, for all that, it might also be appropriated to the honor of Melicertes, this began the question, why the ancients dedicated the pine to Neptune and Bacchus. As for my part, it did not seem incongruous to me, for both the Gods seem to preside over the moist and generative principle; and almost all the Greeks sacrifice to Neptune the nourisher of plants, and to Bacchus the preserver of trees. Beside, it may be said that the pine peculiarly agrees to Neptune, not, as Apollodorus thinks, because it grows by the sea-side, or because it loves a bleak place (for some give this reason), but because it is used in building ships; for the pine together with the like trees, as fir and cypress, affords the best and the lightest timber, and likewise pitch and rosin, without which the compacted planks would be altogether unserviceable at sea. To Bacchus they dedicate the pine, because it gives a pleasant seasoning to wine, for amongst pines they say the sweetest and most delicious grapes grow. The cause of this Theophrastus thinks to be the heat of the soil; for pines grow most in chalky grounds. Now chalk is hot, and therefore must very much conduce to the concoction of the wine; as a chalky spring affords the lightest and sweetest water; and if chalk is mixed with corn, by its heat it makes the grains swell, and considerably increases the heap. Besides, it is probable that the vine itself is bettered by the pine, for that contains several things which are good to preserve wine. All cover the insides of wine-casks with pitch, and many mix rosin with wine, as the Euboeans in Greece, and in Italy those that live about the river Po. From the parts of Gaul about Vienna there is a sort of pitched wine brought, which the Romans value very much; for such things mixed with it do not only give it a good flavor, but make the wine generous, taking away by their gentle heat all the crude, watery, and undigested particles.

ὡς δὲ ταῦτʼ ἐρρήθη, τῶν ῥητόρων ὁ μάλιστα δοκῶν ἀναγνώσμασιν ἐντυγχάνειν ἐλευθερίοιςὦ πρὸς θεῶν εἶπεν, οὐ γὰρ ἐχθὲς ἡ πίτυς ἐνταῦθα καὶ πρῴην στέμμα γέγονε τῶν Ἰσθμίων, πρότερον δὲ τοῖς σελίνοις ἐστέφοντο; καὶ τοῦτʼ ἔστι μὲν ἐν τῇ κωμῳδίᾳ φιλαργύρου τινὸς ἀκοῦσαι λέγοντος τὰ δʼ Ἴσθμιʼ ἀποδοίμην ἂν ἡδέως ὅσου / ὁ τῶν σελίνων στέφανός ἐστιν ὤνιος. / ἱστορεῖ δὲ καὶ Τίμαιος ὁ συγγραφεύς, ὅτι Κορίνθιοι ὁπηνίκα μαχούμενοι πρὸς Καρχηδονίους ἐβάδιζον ὑπὲρ τῆς Σικελίας, ἐνέβαλόν τινες οὐ σέλινα κομίζοντες· οἰωνισαμένων δὲ τῶν πολλῶν τὸ σύμβολον ὡς οὐ χρηστόν, ὅτι δοκεῖ τὸ σέλινον ἐπικήδειον εἶναι, καὶ τοὺς ἐπισφαλῶς νοσοῦντας δεῖσθαι τοῦ σελίνου φαμένων, ὁ Τιμολέων ἐθάρρυνεν αὐτοὺς καὶ ἀνεμίμνησκε τῶν Ἰσθμοῖ σελίνων, οἷς ἀναστέφουσι Κορίνθιοι τοὺς νικῶντας. ἔτι τοίνυν ἡ Ἀντιγόνου ναυαρχὶς ἀναφύσασα περὶ πρύμναν αὐτομάτως σέλινον Ἰσθμία ἐπωνομάσθη. καὶ τοῦτο δὴ τὸ σκολιὸν ἐπίγραμμα δῆλον κεραμέα νομίζει διαβεβυσμένην σελίνῳ· σύγκειται δʼ οὕτω χθὼν ἡ παλὰς γῆ, πυρὶ κατῃθαλωμένη / κεύθει κελαινὸν αἷμα Διονύσου θεοῦ, / ἔχουσα κλῶνας Ἰσθμικοὺς ἀνὰ στόμα. / ἦ ταῦθʼ εἶπεν οὐκ ἀνεγνώκαθʼ ὑμεῖς οἱ τὴν πίτυν ὡς οὐκ ἐπείσακτον οὐδὲ νέον ἀλλὰ πάτριον καὶ παλαιὸν δὴ στέμμα τῶν Ἰσθμίων σεμνύνοντες; ἐκίνησεν οὖν τοὺς νέους ὡς ἂν πολυμαθὴς ἀνὴρ καὶ πολυγράμματος

When I had said thus much, a rhetorician in the company, a man well read in all sorts of polite learning, cried out: Good Gods! was it not but the other day that the Isthmian garland began to be made of pine? And was not the crown anciently of twined parsley? I am sure in a certain comedy a covetous man is brought in speaking thus: The Isthmian garland I will sell as cheap / As common wreaths of parsley may be sold. / And Timaeus the historian says that, when the Corinthians were marching to fight the Carthaginians in the defence of Sicily, some persons carrying parsley met them, and when several looked upon this as a bad omen,—because parsley is accounted unlucky, and those that are dangerously sick we usually say have need of parsley,—Timoleon encouraged them by putting them in mind of the Isthmian parsley garland with which the Corinthians used to crown the conquerors. And besides, the admiral-ship of Antigonus’s navy, having by chance some parsley growing on its poop, was called Isthmia. Besides, a certain obscure epigram upon an earthen vessel stopped with parsley intimates the same thing. It runs thus: The Grecian earth, now hardened by the flame, / Holds in its hollow belly Bacchus’ blood; / And hath its mouth with Isthmian branches stopped. / Sure, he continued, they never read these authors, who cry up the pine as anciently wreathed in the Isthmian garlands, and would not have it some upstart intruder. The young men yielded presently to him, as being a man of various reading and very learned.

ὁ μέντοι Λουκάνιος εἰς ἐμὲ βλέψας ἅμα καὶ μειδιῶν ὦ Πόσειδον· ἔφη τοῦ πλήθους τῶν γραμμάτων· ἕτεροι δʼ ἡμῶν τῆς ἀμαθίας ὡς ἔοικε καὶ τῆς ἀνηκοΐας ἀπέλαυον ἀναπείθοντες τοὐναντίον, ὡς ἡ μὲν πίτυς ἦν στέμμα τῶν ἀγώνων πάτριον, ἐκ δὲ Νεμέας κατὰ ζῆλον ὁ τοῦ σελίνου στέφανος ξένος ὢν ἐπεισῆλθε διʼ Ἡρακλέα, καὶ κρατήσας ἠμαύρωσεν ἐκεῖνον ὡς ἱερὸν ἐπιτήδειον· εἶτα μέντοι χρόνῳ πάλιν ἀνακτησαμένη τὸ πάτριον γέρας ἡ πίτυς ἀνθεῖ τῇ τιμῇ. ἐγὼ γοῦν ἀνεπειθόμην καὶ προσεῖχον, ὥστε καὶ τῶν μαρτυρίων ἐκμαθεῖν πολλὰ καὶ μνημονεύειν, Εὐφορίωνα μὲν οὕτω πως περὶ Μελικέρτου λέγοντα κλαίοντες δέ τε κοῦρον ἐπ αἰλίσι πιτύεσσι / κάτθεσαν, ὁκκότε δὴ στεφάνων ἄθλοις φορέονται. / οὐ γάρ πω τρηχεῖα λαβὴ κατεμήσατο χειρῶν / μήνης παῖδα χάρωνα παρʼ Ἀσωποῦ γενετείρῃ, / ἐξότε πυκνὰ σέλινα κατὰ κροτάφων ἐβάλοντο· / Καλλίμαχον δὲ μᾶλλον διασαφοῦντα· λέγει δʼ ὁ Ἡρακλῆς αὐτῷ περὶ τοῦ σελίνου καί μιν Ἀλητιάδαι, πουλὺ γεγειότερον / τοῦδε παρʼ Αἰγαίωνι θεῷ τελέοντες ἀγῶνα, / θήσουσιν νίκης σύμβολον Ἰσθμιάδος, / ζήλῳ τῶν Νεμέηθε· πίτυν δʼ ἀποτιμήσουσιν, / ἣ πρὶν ἀγωνιστὰς ἔστεφε τοὺς Ἐφύρῃ. / ἔτι δʼ οἶμαι Προκλέους ἐντετυχηκέναι γραφῇ, περὶ τῶν Ἰσθμίων ἱστοροῦντος, ὅτι τὸν πρῶτον ἀγῶνα ἔθεσαν περὶ στεφάνου πιτυΐνου· ὕστερον δέ, τοῦ ἀγῶνος ἱεροῦ γενομένου, ἐκ τῆς Νεμεακῆς πανηγύρεως; μετήνεγκαν ἐνταῦθα τὸν τοῦ σελίνου στέφανον. ὁ δὲ Προκλῆς οὗτος ἦν εἷς τῶν ἐν ἈκαδημείᾳΕενοκράτει συσχολασάντων.

But Lucanius, with a smile looking upon me, cried out: Good God! here’s a deal of learning. But others have taken advantage of our ignorance and unacquaintedness with such matters, and, on the contrary, persuaded us that the pine was the first garland, and that afterwards in honor of Hercules the parsley was received from the Nemean games, which in a little time prevailing, thrust out the pine, as if it were its right to be the wreath; but a little while after the pine recovered its ancient honor, and now flourishes in its glory. I was satisfied, and upon consideration found that I had met with a great many authorities for it. Thus Euphorion writes of Melicertes, They mourned the youth, and him on pine boughs laid / Of which the Isthmian victors’ crowns are made. / Fate had not yet seized beauteous Mene’s son / By smooth Asopus; since whose fall the crown / Of parsley wreathed did grace the victor’s brow. / And Callimachus is plainer and more express, when he makes Hercules speak thus of parsley, This at Isthmian games / To Neptune’s glory now shall be the crown; / The pine shall be disused, which heretofore / In Corinth’s plains successful victors wore. / And beside, if I am not mistaken, in Procles’s history of the Isthmian games I met with this passage; at first a pine garland crowned the conqueror, but when this game began to be reckoned amongst the sacred, then from the Nemean solemnity the parsley was received. And this Procles was one of Xenocrates’s fellow-students at the Academy.

γελοῖος ἐδόκει τισὶ τῶν συνδειπνούντων ὁ Ἀχιλλεύς, ἀκρατότερον ἐγχεῖν τὸν Πάτροκλον κελεύων, εἶτʼ αἰτίαν τοιαύτην ἐπιλέγων οἱ γὰρ φίλτατοι ἄνδρες ἐμῷ ὑπέασι μελάθρῳ. Νικήρατος μὲν οὖν ὁ ἑταῖρος ἡμῶν, ὁ Μακεδὼν, ἄντικρυς ἀπισχυρίζετο μὴ ἄκρατον ἀλλὰ θερμὸν εἰρῆσθαι τὸ ζωρόν ἀπὸ τοῦ ζωτικοῦ καὶ τῆς ζέσεως, ὃ δὴ καὶ λόγον ἔχειν, ἀνδρῶν ἑταίρων παρόντων, νέον ἐξ ὑπαρχῆς κεράννυσθαι κρατῆρα· καὶ γὰρ ἡμᾶς, ὅταν τοῖς θεοῖς ἀποσπένδειν μέλλωμεν, νεοκρᾶτα ποιεῖν. Σωσικλῆς δʼ ὁ ποιητὴς, τοῦ Ἐμπεδοκλέους ἐπιμνησθεὶς εἰρηκότος ἐν τῇ καθόλου μεταβολῇ γίγνεσθαι ζωρά τε τὰ πρὶν ἄκρητα, μᾶλλον ἔφη τὸ εὔκρατον ἢ τὸ ἄκρατον ὑπὸ τἀνδρὸς ζωρὸν λέγεσθαι, καὶ μηδέν γε κωλύειν ἐπικελεύεσθαι τῷ Πατρόκλῳ τὸν Ἀχιλλέα παρασκευάζειν ᾖ εὔκρατον εἰς πόσιν τὸν οἶνον· εἰ δʼ ἀντὶ τοῦ ζωροῦ ζωρότερον εἶπεν, ὥσπερ δεξιτερὸν ἀντὶ τοῦ δεξιοῦ καὶ θηλύτερον ἀντὶ τοῦ θήλεος, οὐκ ἄτοπον εἶναι χρῆσθαι γὰρ ἐπιεικῶς ἀντὶ τῶν ἁπλῶν τοῖς συγκριτικοῖς, Ἀντίπατρος δʼ ὁ ἑταῖρος ἔφη τοὺς μὲν ἐνιαυτοὺς ἀρχαϊκῶς ὥρους λέγεσθαι, τὸ δὲ ζα μέγεθος εἰωθέναι σημαίνειν· ὅθεν τὸν πολυετῆ καὶ οἶνον ὑπὸ τοῦ Ἀχιλλέως ζωρὸν ὠνομάσθαι.

SOME at the table were of opinion that Achilles talked nonsense when he bade Patroclus mix the wine stronger, subjoining this reason, For now I entertain my dearest friends. But Niceratus a Macedonian, my particular acquaintance, maintained that ζωρόν did not signify pure but hot wine; as if it were derived from ζωτικός and ζέσις (life-giving and boiling), and it were requisite at the coming of his friends to temper a fresh bowl, as every one of us in his offering at the altar pours out fresh wine. But Socicles the poet, remembering a saying of Empedocles, that in the great universal change those things which before were ἀκρατα, unmixed, should then be ζωρά, affirmed that ζωρόν there signified εὔκρατον, well tempered, and that Achilles might with a great deal of reason bid Patroclus provide well-tempered wine for the entertainment of his friends; and it was not absurd (he said) to use ζωρότερον for ζωρόν, any more than δεξιτερόν for δεξιόν, or θηλύτερον for θῆλυ, for the comparatives are very properly put for the positives. My friend Antipater said that years were anciently called ὧροι, and that the particle ζα in composition signified greatness; and therefore old wine, that had been kept for many years, was called by Achilles ζωρόν.

ἐγὼ δʼ ἀνεμίμνησκον αὐτούς, ὅτι τῷ ζωρότερον τὸ θερμὸν ἔνιοι σημαίνεσθαι λέγουσι τῷ δὲ θερμοτέρῳ τὸ τάχιον· ὥσπερ ἡμεῖς ἐγκελευόμεθα πολλάκις τοῖς διακονοῦσι θερμότερον ἅπτεσθαι τῆς διακονίας. ἀλλὰ μειρακιώδη τὴν φιλοτιμίαν αὐτῶν ἀπέφαινον, δεδιότων ὁμολογεῖν ἀκρατότερον εἰρῆσθαι τὸ ζωρότερον, ὡς ἐν ἀτόπῳ τινὶ τοῦ Ἀχιλλέως; ἐσομένου καθάπερ ὁ Ἀμφιπολίτης Ζωίλος ὑπελάμβανεν, ἀγνοῶν ὅτι πρῶτον μὲν ὁ Ἀχιλλεὺς τὸν Φοίνικα καὶ τὸν Ὀδυσσέα πρεσβυτέρους ὄντας εἰδὼς οὐχ ὑδαρεῖ χαίροντας ἀλλʼ ἀκρατοτέρῳ καθάπερ οἱ ἄλλοι γέροντες, ἐπιτεῖναι κελεύει τὴν κρᾶσιν. ἔπειτα Χείρωνος ὢν μαθητὴς καὶ τῆς περὶ τὸ σῶμα διαίτης οὐκ ἄπειρος ἐλογίζετο δήπουθεν, ὅτι τοῖς ἀργοῦσι καὶ σχολάζουσι παρὰ τὸ εἰωθὸς σώμασιν ἀνειμένη καὶ μαλακωτέρα κρᾶσις ἁρμόζει. καὶ γὰρ τοῖς ἵπποις ἐμβάλλει μετὰ τῶν ἄλλων χορτασμάτων τὸ σέλινον οὐκ ἀλόγως, ἀλλʼ ὅτι βλάπτονται μὲν οἱ σχολάζοντες ἀσυνήθως; ἵπποι τοὺς πόδας· ἔστι δὲ τούτου μάλιστʼ ἴαμα τὸ σέλινον. ἄλλοις γοῦν οὐκ ἂν εὕροις παραβαλλόμενον ἵπποις ἐν Ἰλιάδι σέλινον ἤ τινα. τοιοῦτον χιλόν. ἀλλʼ ἰατρὸς ὢν ὁ Ἀχιλλεὺς τῶν θʼ ἵππων πρὸς τὸν καιρὸν οἰκείως ἐπεμέλετο καὶ τῷ σώματι τὴν ἐλαφροτάτην δίαιταν, ὡς ὑγιεινοτάτην ἐν τῷ σχολάζειν, παρεσκεύαζεν· ἄνδρας δʼ ἐν μάχῃ καὶ ἀγῶνι διʼ ἡμέρας γεγενημένους οὐχ ὁμοίως ἀξιῶν διαιτᾶν τοῖς ἀργοῦσιν ἐπιτεῖναι τὴν κρᾶσιν ἐκέλευσε. καὶ μὴν οὐδὲ φύσει φαίνεται φίλοινος ἀλλʼ ἀπηνὴς ὁ Ἀχιλλεύς οὐ γάρ τι γλυκύθυμος ἀνὴρ ἦν οὐδʼ ἀγανόφρων, / ἀλλὰ μάλʼ ἐμμεμαώς· / καί που παρρησιαζόμενος ὑπὲρ αὑτοῦ πολλάς φησὶν ἀύπνους νύκτας ἰαῦσαι· βραχὺς δʼ ὕπνος οὐκ ἐξαρκεῖ τοῖς χρωμένοις ἀκράτῳ. λοιδορούμενος δὲ τῷ Ἀγαμέμνονι πρῶτον αὐτὸν οἰνοβαρῆ προσείρηκεν, ὡς μάλιστα τῶν νοσημάτων τὴν οἰνοφλυγίαν προβαλλόμενος. διὰ ταῦτα δὴ πάντα λόγον · εἶχεν αὐτὸν ἐννοῆσαι, τῶν ἀνδρῶν ἐπιφανέντων, μή ποτε ἡ συνήθης κρᾶσις αὐτῷ τοῦ οἴνου πρὸς ἐκείνους ἀνειμένη καὶ ἀνάρμοστός ἐστιν.

I put them in mind that some imagine that θερμόν, hot, is signified by ζωρότερον, and that hotter means simply faster, as when we command servants to bestir themselves more hotly or in hotter haste. But I must confess, your dispute is frivolous, since it is raised upon this supposition, that if ζωρότερον signifies more pure wine, Achilles’s command would be absurd, as Zoilus of Amphipolis imagined. For first he did not consider that Achilles saw Phoenix and Ulysses to be old men, who are not pleased with diluted wine, and upon that account forbade any mixture. Besides, having been Chiron’s scholar, and from him having learned the rules of diet, he considered that weaker and more diluted liquors were fittest for those bodies that lay at ease, and were not employed in their customary exercise or labor. Thus with the other provender he gave his horses smallage, and this upon very good reason; for horses that lie still grow sore in their feet, and smallage is the best remedy in the world against that. And you will not find smallage or any thing of the same nature given to any other horses in the whole Iliad. Thus Achilles, being skilled in physic, provided suitable provender for his horses, and used the lightest diet himself, as the fittest whilst he lay at ease. But those that had been wearied all day in fight he did not think convenient to treat like those that had lain at ease, but commanded more pure and stronger wine to be prepared. Besides, Achilles doth not appear to be naturally addicted to drinking, but he was of a haughty inexorable temper. No pleasant humor, no soft mind he bore, / But was all fire and rage. / And in another place very plainly Homer says, that Many a sleepless night he knew. Now little sleep cannot content those that drink strong liquors; and in his railing at Agamemnon, the first ill name he gives him is drunkard, proposing his great drinking as the chiefest of his faults. And for these reasons it is likely that, when they came, he thought his usual mixture too weak and not convenient for them.

People and places in this passage

English translation by Thomas Creech (1874). Original text: William W. Goodwin (ed.), Plutarch's Morals, translated from the Greek by several hands, vol. 3, Boston: Little, Brown and Company; Cambridge: Press of John Wilson and Son, 1874 (Greek text: Gregorius N. Bernardakis, Plutarchi Chaeronensis Moralia, vol. 4, Leipzig: Teubner, 1892, as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.