Plutarch · Table Talk (Quaestiones convivales) Συμποσιακά (Συμποσιακῶν προβλημάτων βιβλία)

Plutarch, Table Talk (Quaestiones convivales) 3.4.1–3.5.2: Book 3, Questions 4 and 5: is wine hot or cold?

Apollonides adds that women are cold and quench wine's force, but the physician Athrylatus says that some hold women hotter than men and wine colder than hot. The company gives three proofs that women are hotter, among them their abundant blood and the custom of burning one woman's body with ten men's. Question 5 asks why wine is thought cold, and Plutarch cites Epicurus' view that wine has both hot and cold atoms, the habit of physicians giving wine to weak stomachs and to check sweating.

Sections 3.4.1–3.5.2 · 1388 words · click a number to copy its link

ὁ μὲν οὖν Σύλλας ταῦτʼ εἶπεν. ὁ δὲ τακτικὸς Ἀπολλωνίδης ἔφη τὸν μὲν περὶ τῶν γερόντων ἀποδέχεσθαι λόγον· ἐν δὲ ταῖς γυναιξὶν αὐτῷ δοκεῖν παραλελεῖφθαι τὸ τῆς ψυχρότητος, ᾗ θερμότατον ἄκρατον ἀποσβέννυσθαι καὶ ἀποβάλλειν τὸ πλῆττον καὶ πυρῶδες. πιθανοῦ δὲ καὶ τούτου δοκοῦντος, Ἀθρΐλατος ὁ Θάσιος; ἰατρὸς ἐμβαλών τινα τῇ ζητήσει διατριβὴν εἶναί τινας ἔφησεν, οἳ τὰς γυναῖκας οὐ ψυχρὰς ἀλλὰ θερμοτέρας τῶν ἀνδρῶν ὑπολαμβάνουσιν, ἑτέρους δὲ μᾶλλον οἳ τὸν οἶνον οὐ θερμὸν ἀλλὰ καὶ ψυχρὸν ἡγοῦνται.

THUS Sylla said, and Apollonides the marshal subjoined: Sir, what you discoursed of old men I willingly admit; but in my opinion you have omitted a considerable reason in relation to the women, the coldness of their temper, which quencheth the heat of the strongest wine, and makes it lose all its destructive force and fire. This reflection seeming reasonable, Athryilatus the Thasian, a physician, kept us from a hasty conclusion in this matter, by saying that some supposed the female sex was not cold, but hotter than the male; and others thought wine rather cold than hot.

θαυμάσαντος δὲ τοῦ Φλώρου, τὸν μὲν περὶ τοῦ οἴνου λόγον εἶπεν ἀφίημι τούτῳ δείξας ἐμέ· καὶ γὰρ ἐτυγχάνομεν ὀλίγαις ἡμέραις πρότερον εἰς τοῦτο διειλεγμένοι· τῶν δὲ γυναικῶν ἔφη τὴν θερμότητα πρῶτον ἀπὸ τῆς ψιλότητος οἴονται δεικνύναι, καταναλισκομένου τοῦ περιττώματος ὑπὸ τῆς θερμότητος, ὃ πλεονάζον εἰς τρίχας τρέπεται· δεύτερον δὲ τῷ πλήθει τοῦ αἵματος, ὃ πηγὴ μὲν εἶναι τῆς ἐν τῷ σώματι θερμότητος, ἔστι δὲ τοσοῦτον ταῖς γυναιξίν, ὥστʼ αὐτὰς καταπιμπράναι καὶ περιφλέγειν, εἰ μὴ πολλαὶ καὶ ταχεῖαι συμβαίνοιεν καθάρσεις. τρίτον τοῦτο τὸ περὶ τὰς ταφὰς αἱρεῖ θερμότερα τὰ θήλεα τῶν ἀρρένων εἶναι· λέγεται γὰρ ὑπὸ τῶν σκευωρουμένων τάδε συντίθεσθαι παρὰ δέκα νεκροὺς; ἀνδρῶν ἕνα γυναικὸς καὶ συνεξάπτειν, δᾳδῶδές τι καὶ λιπαρὸν αὐτῶν τῆς σαρκὸς ἐχούσης, ὥσθʼ ὑπέκκαυμα γίγνεσθαι τῶν ἄλλων. ἔτι δʼ, εἰ θερμότερον τὸ γονιμώτερον αἱ δὲ παρθένοι τῶν παίδων ὀργῶσι πρότερον καὶ σαλεύονται πρὸς τὸ γεννᾶν, οὐδʼ αὕτη τις ἀσθενὴς ἀπόδειξις ἂν εἴη τῆς θερμότητος. ἔτι δὲ μείζων καὶ πιθανωτέρα τὸ πρὸς τὰ κρύη καὶ τοὺς χειμῶνας εὐφόρως ἔχειν· ἧττον γὰρ αἱ πλεῖσται ῥιγοῦσι τῶν ἀνδρῶν καὶ παντάπασιν ἱματίων ὀλίγων δέονται.

When Florus seemed surprised at this discourse, Athryliatus continued: Sir, what I mention about wine I shall leave to this man to make out (pointing to me, for a few days before we had handled the same matter). But that women are of a hot constitution, some suppose, may be proved, first, from their smoothness, for their heat wastes all the superfluous nourishment which breeds hair; secondly from their abundance of blood, which seems to be the fountain and source of all the heat that is in the body;—now this abounds so much in females, that they would be all on fire, unless relieved by frequent and sudden evacuations. Thirdly, from a usual practice of the sextons in burning the bodies of the (lead, it is evident that females are hotter than males; for the beds-men are wont to put one female body with ten males upon the same pile, for that contains some inflammable and oily parts, and serves for fuel to the rest. Besides, if that that is soonest fit for generation is hottest, and a maid begins to be furious sooner than a boy, this is a strong proof of the hotness of the female sex. But a more convincing proof follows: women endure cold better than men, they are not so sensible of the sharpness of the weather, and are contented with a few clothes.

ἀλλʼ ἀπʼ αὐτῶν οἶμαι τούτων ὁ Φλῶρος ἔφη τῶν ἐπιχειρημάτων ἐλέγχεσθαι τὸ δόγμα. πρῶτον μὲν γὰρ ἀντέχουσι τῷ ψύχει μᾶλλον, ὅτι πολλάκις τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου δυσπαθέστερόν ἐστιν· ἔπειτα μέντοι καὶ τὸ σπέρμα μὴ προγεγονέναι τὸ γόνιμον διὰ κατάψυξιν, ἀλλʼ ὕλην μόνον καὶ τροφὴν παρέχειν τῷ ἀπὸ τοῦ ἄρρενος. ἔπειτα λήγουσι τίκτουσαι πολὺ πρότερον ἢ γεννῶντες οἱ ἄνδρες. κάονται δὲ βέλτιον ὑπὸ πιμελῆς, ὃ δοκεῖ ψυχρότερον εἶναι τοῦ σώματος· ἥκιστα γοῦν οἱ νέοι· καὶ γυμναστικοὶ πιμελώδεις. ἡ δʼ ἔμμηνος κάθαρσις οὐ πλήθους ἀλλὰ διαφθορᾶς καὶ φαυλότητὸς ἐστιν αἵματος· τὸ γὰρ ἄπεπτον αὐτοῦ καὶ περιττωματικὸν οὐκ ἔχον ἵδρυσιν οὐδὲ σύστασιν ἐν τῷ σώματι διʼ ἀσθένειαν ἐκπίπτει, παντάπασιν ἀμβλὺ καὶ θολερὸν ἀρρωστίᾳ τοῦ θερμοῦ γιγνόμενον. δηλοῖ γοῦν καὶ τὸ ῥιγοῦν καὶ τὸ ὑποφρίττειν ὡς ἐπὶ πολὺ τὰς καθαιρομένας, ὅτι ψυχρόν ἐστι καὶ ἄπεπτον τὸ κεκινημένον καὶ ἀποχωροῦν ἐκ τοῦ σώματος. τὴν δὲ ψιλότητα τίς ἂν εἴποι, ὅτι θερμότητος οὐχὶ μᾶλλον ψυχρότητός ἐστι τὸ πάθος, ὁρῶν τὰ θερμότατα τοῦ σώματος μέρη δασυνόμενα; πάντα γὰρ ἐξωθεῖται τὰ τοιαῦτα τῷ θερμῷ, χαράσσοντι καὶ ἀναστομοῦντι τὴν ἐπιφάνειαν. ἡ δὲ λειότης πυκνότητι γέγονεν ὑπὸ ψυχρότητος· ὅτι δʼ εἰσὶ πυκνότεραι τῶν ἀνδρῶν, ὦ φίλʼ Ἀθρυΐλατε, πυθοῦ παρὰ τῶν ἔτι συναναπαυομένων γυναιξὶν ἢ μύρον ἀληλιμμέναις ἢ ἔλαιον· ἀναπίμπλανται γὰρ αὐτοῦ τοῦ χρίσματος ἐν τῷ συγκαθεύδειν, κἂν μὴ θίγωσι μηδὲ προσάψωνται τῶν γυναικῶν, διὰ θερμότητα καὶ μανότητα τοῦ σώματος ἕλκοντος. […]

And Florus replied: Methinks, sir, from the same topics I could draw conclusions against your assertion. For, first, they endure cold better, because one similar quality doth not so readily act upon another; and then again, their seed is not active in generation, but passive matter and nourishment to that which the male injects. But more, women grow effete sooner than men; that they burn better than the males proceeds from their fat, which is the coldest part of the body; and young men, or such as use exercise, have but little fat. Their monthly purgations do not prove the abundance, but the corruption and badness, of their blood; for being the superfluous and undigested part, and having no convenient vessel in the body, it flows out, and appears languid and feculent, by reason of the weakness of its heat. And the shivering that seizes them at the time of their purgations sufficiently proves that which flows from them is cold and undigested. And who will believe their smoothness to be an effect of heat rather than cold, when every body knows that the hottest parts of a man’s body are the most hairy? For all such excrements are thrust out by the heat, which opens and makes passages through the skin; but smoothness is a consequent of that closeness of the superficies which proceeds from condensing cold. And that the flesh of women is closer than that of men, you may be informed by those that lie with women that have anointed themselves with oil or other perfumes; for though they do not touch the women, yet they find themselves perfumed, their bodies by reason of their heat and rarety drawing the odor to them. But I think we have disputed plausibly and sufficiently of this matter....

οὐ μὴν ἀλλὰ τὸ μὲν περὶ τῶν γυναικῶν ἔφηκαὶ πρὸς τοὐναντίον ἀνδρικῶς ἐπικεχείρηται. τὸν δʼ οἶνον ἐπιθυμῶ μαθεῖν, ὁπόθεν ὑπόνοιαν ἡμῖν τοῦ ψυχρὸς εἶναι παρέσχενοἴει γάρ ἔφην ἐγὼ τοῦτον ἡμέτερον εἶναι τὸν λόγον;ἀλλὰ τίνος εἶπεν ἑτέρου;μέμνημαι μὲν οὖν ἔφην ἐγὼ καὶ Ἀριστοτέλους ἐντυχὼν οὐ νεωστὶ λόγῳ περὶ τούτου τοῦ προβλήματος ἀλλʼ ἱκανῶς πάλαι. διείλεκται δὲ καὶ Ἐπίκουρος ἐν τῷ Συμποσίῳ πολλοὺς λόγους, ὧν τὸ κεφάλαιόν ἐστιν ὡς ἐγᾦμαι τοιόνδε. φησὶ γὰρ οὐκ εἶναι θερμὸν αὐτοτελῶς τὸν οἶνον, ἀλλʼ ἔχειν τινὰς ἀτόμους ἐν αὑτῷ θερμασίας ἀποτελεστικὰς ἑτέρας δʼ αὖ ψυχρότητος· ὧν τὰς μὲν ἀποβάλλειν, ὅταν εἰς τὸ σῶμα παραγένηται, τὰς δὲ προσλαμβάνειν ἐκ τοῦ σώματος, ὡς ἂν ἔχωσι κράσεως ἡμῖν ἢ φύσεως ὁμιλῆσαι, ὡς τοὺς μὲν ἐκθερμαίνεσθαι τοὺς δὲ τοὐναντίον πάσχειν μεθυσκομένους.

BUT now I would fain know upon what account you can imagine that wine is cold. Then, said I, do you believe this to be my opinion? Yes, said he, whose else? And I replied: I remember a good while ago I met with a discourse of Aristotle’s upon this very question. And Epicurus, in his Banquet, hath a long discourse, the sum of which is that wine of itself is not hot, but that it contains some atoms that cause heat, and others that cause cold; now, when it is taken into the body, it loses one sort of particles and takes the other out of the body itself, according to the person’s nature and constitution; so that some when they are drunk are very hot, and others very cold.

ταῦτʼ εἶπεν ὁ Φλῶρος ἄντικρυς εἰς τὸν Πύρρωνα διὰ τοῦ Πρωταγόρου φέρει ἡμᾶς· δῆλον γὰρ ὅτι καὶ περὶ ἐλαίου καὶ περὶ γάλακτος μέλιτὸς τε καὶ ὁμοίως τῶν ἄλλων διεξιόντες ἀποδρασόμεθα τὸ λέγειν περὶ ἑκάστου, ὁποῖον τῇ φύσει ἐστί, μίξεσι ταῖς πρὸς ἄλληλα καὶ κράσεσιν ἕκαστον γίγνεσθαι φάσκοντες. ἀλλὰ σὺ πῶς ἐπιχειρεῖς τὸ ψυχρὸν εἶναι τὸν οἶνον;οὕτως ἔφην ὑπὸ δυεῖν τότε προσηναγκασμένος αὐτοσχεδιάσαι. πρῶτον δʼ ὑπῄει μοι τὸ γιγνόμενον ὑπὸ τῶν ἰατρῶν· τοῖς γὰρ ἐκλελυμένοις καὶ τόνου τινὸς δεομένοις κατὰ τὰς ἀρρωστίας στομάχου θερμὸν μὲν οὐδὲν προσφέρουσιν οἶνον δὲ διδόντες βοηθοῦσιν· ὡς δʼ αὕτως καὶ τὰς ῥύσεις καὶ ἐφιδρώσεις οἴνῳ καταπαύουσιν, ὡς οὐδὲν ἧττον ἀλλὰ καὶ μᾶλλον τῆς χιόνος ἱστάντι καὶ κρατύνοντι τῷ ψύχειν καὶ περιστέλλειν φερομένην τὴν ἕξιν. εἰ δὲ καὶ φύσιν καὶ δύναμιν εἶχε θερμαντικήν, ὅμοιον ἦν οἶμαι χιόνι πῦρ καὶ καρδίᾳ προσφέρειν ἄκρατον. ἔπειτα τὸν μὲν ὕπνον οἱ πλεῖστοι περιψύξει γίγνεσθαι λέγουσι καὶ ψυκτικὰ τὰ πλεῖστα τῶν ὑπνωτικῶν φαρμάκων ἐστίν, ὡς ὁ μανδραγόρας καὶ τὸ μηκώνιον· ἀλλὰ ταῦτα μὲν σφόδρα καὶ βίᾳ πολλῇ συνωθεῖ καὶ πήγνυσιν, ὁ δʼ οἶνος ἠρέμα καταψύχων ἵστησι μεθ’ ἡδονῆς καὶ ἀναπαύει τὴν κίνησιν ἐν τῷ μᾶλλον καὶ ἧττον οὔσης πρὸς ἐκεῖνα τῆς διαφορᾶς. ἔτι δὲ τὸ μὲν θερμὸν γόνιμον· εὔροιαν γὰρ ἡ ὑγρότης ἴσχει, καὶ τόνον τὸ πνεῦμα καὶ δύναμιν ὑπὸ τῆς θερμότητος ἐξοργῶσαν. οἱ δὲ πίνοντες πολὺν ἄκρατον ἀμβλύτεροι πρὸς τὰς συνουσίας εἰσὶ καὶ σπείρουσιν οὐθὲν εἰς γένεσιν ἰσχυρὸν οὐδὲ κεκρατημένον, ἀλλʼ ἐξίτηλοι καὶ ἀτελεῖς εἰσιν αἱ πρὸς τὰς γυναῖκας ὁμιλίαι αὐτῶν διὰ φαυλότητα καὶ κατάψυξιν τοῦ σπέρματος. καὶ μὴν ὅσα πάσχουσιν ἄνθρωποι ὑπὸ κρύους, πάντα συμβαίνει τοῖς μεθυσκομένοις, τρόμοι, βαρύτητες, ὠχριάσεις, σάλοι τοῦ περὶ τὰ γυῖα πνεύματος, ἀσάφεια γλώττης, ἔντασις τῶν περὶ τοῖς ἄκροις νεύρων καὶ ἀπονάρκησις· τοῖς δὲ πλείστοις εἰς πάρεσιν αἱ μέθαι τελευτῶσιν, ὅταν ἐκπλήξῃ παντάπασι καὶ κατασβέσῃ τὸ θερμὸν ὁ ἄκρατος. ἰῶνταὶ γε μὴν τὰς περὶ τὸ σῶμα τῶν μεθυσκομένων καὶ κραιπαλώντων κακώσεις, εὐθὺς μὲν ὡς ἔοικε περιστολῇ καὶ κατακλίσει συνθάλποντες, μεθʼ ἡμέραν δὲ λουτρῷ καὶ ἀλείμματι καὶ σιτίοις, ὅσα μὴ ταράττοντα τὸν ὄγκον ἅμα πράως ἀνακαλεῖται τὸ θερμὸν ὑπὸ τοῦ οἴνου διεσπασμένον καὶ πεφυγαδευμένον ἐκ τοῦ σώματος. ὅλως δʼ εἰπεῖν, ἐν τοῖς φαινομένοις καὶ ὁμοιότητας ἀδήλους ἐξιχνεύομεν καὶ δυνάμεις. οὐδὲν δὲ περὶ τῆς μέθης δεῖ διαπορεῖν, ὁποῖὸν ποτʼ ἐστίν· ὡς γὰρ ἔοικε, μάλιστα, ὡς εἰρήκαμεν, ἐοίκασι τοῖς πρεσβύταις οἱ μεθύοντες· διὸ καὶ πρωιαίτατα γηρῶσιν οἱ φίλοινοι· τοὺς δὲ πολλοὺς αὐτῶν καὶ φαλακρώσεις ἄωροι καὶ πολιαὶ πρὸ ἡλικίας; ἔχουσι· πάντα δὲ ταῦτα δοκεῖ θερμότητος ἐνδείᾳ καταλαμβάνειν τὸν ἄνθρωπον. ἔτι τοίνυν τὸ ὄξος οἴνου τινός ἐστι φύσις καὶ δύναμις· οὐδὲν δὲ τῶν σβεστηρίων ὄξους πυρὶ μαχιμώτερον, ἀλλὰ μάλιστα πάντων ἐπικρατεῖ καὶ συμπιέζει τὴν φλόγα διʼ ὑπερβολὴν ψυχρότητος· καὶ τῶν ἄλλων δὲ καρπῶν τοῖς οἰνώδεσι μᾶλλον ὡς ψυκτικοῖς χρωμένους τοὺς ἰατροὺς ὁρῶμεν ὥσπερ ῥόαις καὶ μήλοις. αὐτὴν δὲ τὴν τοῦ μέλιτος φύσιν οὐχὶ πρὸς ὄμβριον ὕδωρ καὶ χιόνα συμμιγνύοντες οἰνοποιοῦσι, τοῦ ψυχροῦ τὸ γλυκὺ διὰ συγγένειαν εἰς τὸ αὐστηρόν, ὅταν κρατήσῃ, φθείροντος; οἱ παλαιοὶ δʼ οὐχὶ διὰ τοῦτο τῶν ἑρπετῶν τὸν δράκοντα καὶ τῶν φυτῶν τὸν κιττὸν ἀνέθεσαν τῷ θεῷ καὶ καθιέρωσαν, ὥς τινος ψυχρᾶς; καὶ κρυώδους δυνάμεως; ἐὰν δέ, ὅτι τὸ κώνειον ἐπιπινόμενος ἰᾶσθαι δοκεῖ πολὺς ἄκρατος, οἴωνται τοῦτο θερμότητος εἶναι τεκμήριον, ἡμεῖς αὖ φήσομεν ἀναστρέψαντες, ὅτι συγκραθὲν αὐτῷτοῦτο φάρμακον ἀνίατόν ἐστι καὶ καθάπαξ ἀποκτείνει τοὺς πίνοντας ὥστε μηδὲν μᾶλλον εἶναι δοκεῖν τῷ ἀντιπράττειν θερμὸν ἢ τῷ συνεργεῖν ψυχρόν, εἴ γε δὴ ψυχρότητι τὸ κώνειον οὐκ ἄλλῃ τινὶ φύσει καὶ δυνάμει μᾶλλον πιθανόν ἐστιν ἀναιρεῖν τοὺς πιόντας.

This way of talking, said Florus, leads us by Protagoras directly to Pyrrho; for it is evident that, suppose we were to discourse of oil, milk, honey, or the like, we shall avoid all enquiry into their particular natures, by saying that things are so and so by their mutual mixture with one another. But how do you prove that wine is cold? And I, being forced to speak extempore, replied: By two arguments. The first I draw from the practice of physicians, for when their patients’ stomachs grow very weak, they prescribe no hot things, and yet give them wine as an excellent remedy. Besides, they stop looseness and immoderate sweating by wine; and this shows that they think it more binding and constipating than snow itself. Now if it were potentially hot, I should think it as wise a thing to apply fire to snow as wine to the stomach.

Again, most teach that sleep proceeds from the coolness of the parts; and most of the narcotic medicines, as mandrake and opium, are coolers. Those indeed work violently, and forcibly condense, but wine cools by degrees; it gently stops the motion, according as it hath more or less of such narcotic qualities. Besides, heat is generative; for owing to heat the moisture flows easily, and the vital spirit gains intensity and a stimulating force. Now the great drinkers are very dull, inactive fellows, no women’s men at all; they eject nothing strong, vigorous, and fit for generation, but are weak and unperforming, by reason of the bad digestion and coldness of their seed. And it is farther observable that the effects of cold and drunkenness upon men’s bodies are the same,—trembling, heaviness, paleness, shivering, faltering of tongue, numbness, and cramps. In many, a debauch ends in a dead palsy, when the wine stupefies and extinguisheth all the heat. And the physicians use this method in curing the qualms and diseases gotten by debauch; at night they cover them well and keep them warm; and at day they anoint and bathe, and give them such food as shall not disturb, but by degrees recover the heat which the wine hath scattered and driven out of the body. Thus, I added, in these appearances we trace obscure qualities and powers; but as for drunkenness, it is easily discerned what it is. For, in my opinion, as I hinted before, those that are drunk are very much like old men; and therefore great drinkers grow old soonest, and they are commonly bald and gray before their time; and all these accidents certainly proceed from want of heat. But mere vinegar is of a vinous nature and strength, and nothing quenches fire so soon as that; its extreme coldness overcomes and kills the flame presently. And of all fruits physicians use the vinous as the greatest coolers, as pomegranates and apples. Besides, do they not make wine by mixing honey with rain-water or snow; for the cold, because those two qualities are near akin, if it prevails, changes the luscious into a poignant taste? And did not the ancients of all the creeping beasts consecrate the snake to Bacchus, and of all the plants the ivy, because they were of a cold and frozen nature? Now, lest any one should think this is an evidence of its heat, that if a man drinks juice of hemlock, a large dose of wine cures him, I shall on the contrary affirm that wine and hemlock juice mixed are an incurable poison, and kill him that drinks it presently. So that we can no more conclude it to be hot because it resists, than to be cold because it assists, the poison. For cold is the only quality by which hemlock juice works and kills.

English translation by Thomas Creech (1874). Original text: William W. Goodwin (ed.), Plutarch's Morals, translated from the Greek by several hands, vol. 3, Boston: Little, Brown and Company; Cambridge: Press of John Wilson and Son, 1874 (Greek text: Gregorius N. Bernardakis, Plutarchi Chaeronensis Moralia, vol. 4, Leipzig: Teubner, 1892, as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.