Plutarch · Table Talk (Quaestiones convivales) Συμποσιακά (Συμποσιακῶν προβλημάτων βιβλία)

Plutarch, Table Talk (Quaestiones convivales) 3.6.1–4: Book 3, Question 6: Epicurus on the time for love after supper

Young students blame Epicurus for asking in his Symposium at what time it is best to lie with a woman, and the physician Zopyrus defends him, saying that Epicurus asked the youths to walk first. Epicurus warns that wine and activity after supper are harmful, and Olympicus adds that any time has its drawbacks, as Thales told his mother. The reply is that night is the proper veil for love and that Epicurus wrongly separates Venus from the night, as Menander does not.

Sections 3.6.1–4 · 1623 words · click a number to copy its link

νεανίσκοι τινὲς οὐ πάλαι τοῖς παλαιοῖς λόγοις προσπεφοιτηκότες ἐσπάραττον τὸν Ἐπίκουρον, ὡς οὐ καλὸν οὐδʼ ἀναγκαῖον ἐμβεβληκότα λόγον περὶ καιροῦ συνουσίας εἰς τὸ Συμπόσιον μιμνήσκεσθαι γὰρ ἀφροδισίων ἄνδρα πρεσβύτερον ἐν δείπνῳ μειρακίων παρόντων καὶ διαπορεῖν, πότερον μετὰ δεῖπνον ἢ πρὸ δείπνου χρηστέον, ἐσχάτης ἀκολασίας εἶναι, πρὸς ταῦθʼ οἱ μὲν τὸν Ξενοφῶντα παρέλαβον ὡς ἀπάγοντα τοὺς συμπότας μετὰ δεῖπνον οὐχὶ πεζοὺς ἀλλʼ ἐφʼ ἵππων ἐπὶ συνουσίας πρὸς τὰς γυναῖκας. Ζώπυρος δʼ ὁ ἰατρός, εὖ μάλα τοῖς Ἐπικούρου λόγοις ἐνωμιληκώς, οὐκ ἔφη προσέχοντας αὐτοὺς ἀνεγνωκέναι τὸ Ἐπικούρου Συμπόσιον· οὐ γὰρ ὥσπερ ἐξ ἀρχῆς τινος καὶ καταστάσεως τοῦτο πρόβλημα ποιησάμενον εἶτα λόγους ἐπʼ αὐτῷ περαίνειν, ἀλλὰ τοὺς νέους ἀνιστάντα μετὰ δεῖπνον εἰς περίπατον ἐπὶ σωφρονισμῷ διαλέγεσθαι καὶ ἀνακρούειν ἀπὸ τῶν ἐπιθυμιῶν, ὡς ἀεὶ μὲν ἐπισφαλοῦς εἰς βλάβην τοῦ πράγματος ὄντος, κάκιστα δὲ τοὺς παρὰ πότον καὶ ἐδωδὴν χρωμένους αὐτῷ διατιθέντος. εἰ δὲ δὴ καὶ προηγουμένως εἶπεν ἐζητεῖτο περὶ τούτου, πότερον οὐδʼ ὅλως ἐσκέφθαι καλῶς εἶχε τὸν φιλόσοφον περὶ συνουσίας καιροῦ καὶ ὥρας, ἢ βέλτιον μὲν ἐν καιρῷ καὶ μετὰ λογισμοῦ τὰ τοιαῦτα πράττειν, τὸν δὲ καιρὸν ἄλλως μὲν ἐπισκοπεῖν οὐκ ἄτοπον ἐν δὲ συμποσίῳ καὶ περὶ τράπεζαν αἰσχρόν; ἐμοὶ γὰρ δοκεῖ τοὐναντίον ἄν τις ἐγκαλέσαι φιλοσόφῳ, μεθʼ ἡμέραν ἐν τῇ διατριβῇ πολλῶν καὶ παντοδαπῶν ἀνθρώπων παρόντων περὶ τούτου διαλεγομένῳ· κύλικος δὲ προκειμένης ἐν συνήθεσι καὶ φίλοις, ἔνθα καὶ τὸ παραλέξαι μῦθον ἀμβλὺν ὄντα καὶ ψυχρὸν ἐν οἴνῳ συμφέρει, πῶς αἰσχρὸν εἰπεῖν τι καὶ ἀκοῦσαι εἰς συνουσίας χρῆσιν ὠφελίμως λεγόμενον; ὡς ἔγωγε, νὴ τὸν κύνα, καὶ τοὺς Ζήνωνος ἂν ἐβουλόμην ἔφη διαμηρισμοὺς ἐν συμποσίῳ τινὶ καὶ παιδιᾷ μᾶλλον ἢ σπουδῆς τοσαύτης ἐχομένῳ συγγράμματι, τῇ Πολιτείᾳ, κατατετάχθαι.

SOME young students, that had not gone far in the learning of the ancients, inveighed against Epicurus for bringing in, in his Symposium, an impertinent and unseemly discourse, about what time was best to lie with a woman; for (they said) for an old man at supper in the company of youths to talk of such a subject, and dispute whether after or before supper was the most convenient time, argued him to be a very loose and debauched man. To this some said that Xenophon, after his entertainment was ended, sent all his guests home on horseback, to lie with their wives. But Zopyrus the physician, a man very well read in Epicurus, said, that they had not duly weighed that piece; for he did not propose that question at first, and then discourse of that matter on purpose; but after supper he desired the young men to take a walk, and then discoursed upon it, that he might induce them to continence, and persuade them to abate their desires and restrain their appetites; showing them that it was very dangerous at all times, but especially after they had been eating or making merry. But suppose he had proposed this as the chief topic for discourse, doth it never become a philosopher to enquire which is the convenient and proper time? Ought we not to time it well, and direct our embrace by reason? Or may such discourses be otherwise allowed, and must they be thought unseemly problems to be proposed at table? Indeed I am of another mind. It is true, I should blame a philosopher that in the middle of the day, in the schools, before all sorts of men, should discourse of such a subject; but over a glass of wine between friends and acquaintance, when it is necessary to propose something beside dull serious discourse, why should it be a fault to hear or speak any thing that may inform our judgments or direct our practice in such matters? And I protest I had rather that Zeno had inserted his loose topics in some merry discourses and agreeable table-talk, than in such a grave, serious piece as his politics.

πρὸς τοῦτο πληγέντες οἱ νεανίσκοι σιωπῇ κατέκειντο· τῶν δʼ ἄλλων τὸν Ζώπυρον ἀξιούντων τοὺς περὶ τούτου λόγους Ἐπικούρου διελθεῖν, ἔφη τῶν μὲν κατὰ μέρος οὐκ ἀκριβῶς μνημονεύειν, οἴεσθαι δὲ τὸν ἄνδρα τὰς ἐκ τῆς συνουσίας πληγὰς δεδιέναι διὰ τὸν τῶν σωμάτων παλμὸν εἰς ταραχὴν καὶ σάλον ἐν τῷ τοιούτῳ βαδιζόντων. καθόλου μὲν γὰρ ἐξ ἕδρας τὰ σώματα μεθιστάναι πλήκτην ὄντα καὶ κινητικὸν ταραχῆς τὸν ἄκρατον· ἂν δʼ οὕτως ἔχοντα τὸν ὄγκον ἡμῶν γαλήνη μὴ παραλάβῃ καὶ ὕπνος, ἀλλʼ ἕτεραι διὰ τῶν ἀφροδισίων κινήσεις, ἐκθλιβομένων καὶ μοχλευομένων τῶν μάλιστα συνδεῖν καὶ κολλᾶν τὸ σῶμα πεφυκότων, κίνδυνός ἐστιν ἀνέδραστον γίγνεσθαι τὸν ὄγκον, ὥσπερ ἐκ θεμελίων γιγνόμενον· οὐδὲ γὰρ εὖ ῥεῖν τηνικαῦτα τὴν γονήν, σφηνώσεως διὰ τὴν πλησμονὴν οὔσης, ἀλλὰ βίᾳ καὶ συμπεφυρμένην ἀποσπᾶσθαι· διὸ χρῆναί φησιν ὁ ἀνήρ, ὅταν ἡσυχία γένηται περὶ τὸ σῶμα καὶ λωφήσωσιν αἱ τῆς τροφῆς ἀναδόσεις καὶ τὰ ῥεύματα διεξιούσης καὶ φευγούσης, τὰ τοιαῦτα πράττειν, πρὶν ἑτέρας αὖ πάλιν τροφῆς ἐνδεὲς γενέσθαι τὸ σῶμα· συμβάλλοιτο δʼ ἄν τις· τῷ Ἐπικούρῳ καὶ τὸν ἰατρικὸν λόγον. ὁ γὰρ μεθʼ ἡμέραν καιρός, ἤδη τῆς πέψεως κρίσιν ἐχούσης, ἀσφαλέστερός ἐστιν· ἡ δὲ μετὰ τὸ δεῖπνον ὁρμὴ πρὸς τὴν συνουσίαν οὐκ ἀκίνδυνος· ἄδηλον γὰρ εἰ, τῆς τροφῆς μὴ κρατηθείσης, ἀπεψία δέξαιτο τὸν ἐκ τῆς συνουσίας ἄραδον καὶ παλμόν, ὥστε διττὴν τὴν βλάβην γενέσθαι.

The youth, startled at this free declaration, sat silent; and the rest of the company desired Zopyrus to deliver Epicurus’s sentiment. He said: The particulars I cannot remember; but I believe he feared the violent agitations of such exercises, because the bodies employed in them are so violently disturbed. For it is certain that wine is a very great disturber, and puts the body out of its usual temper; and therefore, when thus disquieted, if quiet and sleep do not compose it but other agitations seize it, it is likely that those parts which knit and join the members may be loosened, and the whole frame be as it were unsettled from its foundation and overthrown. For then likewise the seed cannot freely pass, but is confusedly and forcibly thrown out, because the liquor hath filled the vessels of the body, and stopped its way. Therefore, says Epicurus, we must use those sports when the body is at quiet, when the meat hath been thoroughly digested, carried about and applied to several parts of the body, but before we begin to want a fresh supply of food. To this of Epicurus we might join an argument taken from physic. At day time, while our digestion is performing, we are not so lusty nor eager to embrace; and presently after supper to endeavor it is dangerous, for the crudity of the stomach, the food being yet undigested, may be increased by a disorderly motion upon this crudity, and so the mischief be double.

ὑπολαβὼν δʼ Ὀλύμπιχος ἐμοὶ μέν ἔφη τὸ τοῦ Πυθαγορικοῦ Κλεινίου λίαν ἀρέσκει· λέγεται γὰρ ἐρωτηθείς, ὁπηνίκα δεῖ μάλιστα γυναικὶ προσιέναι· ὅταν φάναι μάλιστα τυγχάνῃς βλαβῆναι βουλόμενος. καὶ γὰρ ὃ Ζώπυρος εἴρηκε νῦν, ἔχει τινὰ λόγον· καὶ τὸν ἕτερον καιρὸν ἄλλας ἀκαιρίας ἔχοντα πρὸς τὸ πρᾶγμα καὶ δυσχερείας ὁρῶ. καθάπερ οὖν Θαλῆς ὁ σοφὸς ὑπὸ τῆς μητρὸς ἐνοχλούμενος γῆμαι κελευούσης, ὑπεξέφυγε πῶς καὶ παρήγαγε λέγων πρὸς ταύτην ἐν ἀρχῇ μὲν οὔπω καιρὸς ὦ μῆτερ; ὕστερον δʼ οὐκέτι καιρὸς ὦ μῆτερ οὕτως ἄρα καὶ πρὸς ἀφροδίσια κράτιστον ἔσται ἔχειν ἕκαστον, ὥστε κατακλινόμενον λέγειν οὔπω καιρός ἀνιστάμενον δʼ οὐκέτι καιρός.

Olympicus, continuing the discourse, said: I very much like what Clinias the Pythagorean delivers. For story goes that, being asked when a man should lie with a woman, he replied, when he hath a mind to receive the greatest mischief that he can. For Zopyrus’s discourse seems rational, and other times as well as those he mentions have their peculiar inconveniences. And therefore,—as Thales the philosopher, to free himself from the pressing solicitations of his mother who advised him to marry, said at first, ’tis not yet time; and when, now he was growing old, she repeated her admonition, replied, nor is it now time,—so it is best for every man to have the same mind in relation to those sports of Venus; when he goes to bed, let him say, ’tis not yet time; and when he rises, ’tis not now time.

Ἀθλητικὰ ταῦτʼ εἶπεν ὁ Σώκλαρος ὦ Ὀλύμπιχε, παντάπασιν ἔτι τῆς κοτταβίσεως ὄζοντα καὶ τῶν κρεοφαγιῶν ἐκείνων, οὐκ ἐν δέοντι. νέοι τε γὰρ πάρεισι γεγαμηκότες, ὑφʼ ὧν δεῖ φιλοτήσια ἔργα τελεῖσθαι· καὶ ἡμᾶς οὔπω παντάπασιν ἡ Ἀφροδίτη πέφευγεν, ἀλλὰ καὶ προσευχόμεθα δήπουθεν αὐτῇ λέγοντες ἐν τοῖς τῶν θεῶν ὕμνοις ἀνάβαλλʼ ἄνω τὸ γῆρας, / ὦ καλὰ Ἀφροδίτα. / σκοπῶμεν οὖν, εἰ δοκεῖ, πότερον ἐμμελῶς καὶ προσηκόντως ὁ Ἐπίκουρος ἢ παρὰ πᾶν δίκαιον ἀφαιρεῖ τὴν Ἀφροδίτην τῆς νυκτός· καίτοι κράτιστον αὐτῇ θεῶν μετεῖναί φησιν ἐρωτικὸς ἀνὴρ Μένανδρος. συνετέθη γὰρ οἶμαι καλῶς παρακάλυμμα τῆς ἡδονῆς τὸ σκότος προθεμένους ταῦτα πράσσειν, καὶ μὴ διὰ φωτὸς ἐντυγχάνοντας ἐξελαύνειν τῶν ὀμμάτων τὸ αἰδούμενον καὶ τῷ ἀκολάστῳ θάρσος ἐμποιεῖν καὶ μνήμας ἐναργεῖς, αἷς τὸ ἐνδιατρίβειν αὖθις ἐκριπίζει τὰς ἐπιθυμίας. ὄψις γὰρ ἡμῖν ὀξυτάτη τῶν διὰ τοῦ σώματος ἔρχεται κατὰ τὸν Πλάτωναπαθημάτων, καὶ σφόδρα ταῖς ἐγγὺς φαντασίαις τὴν ψυχὴν ἐγείρουσα πρὸς τὰ εἴδωλα τῆς ἡδονῆς, καινὴν ἀεὶ ποιεῖ καὶ πρόσφατον ἐπιθυμίαν. ἡ δὲ νὺξ τὰ πλεῖστα καὶ μανιωδέστατα τῶν ἔργων ἀφαιροῦσα παράγει καὶ κατευνάζει τὴν φύσιν, οὐκ ἐξοκέλλουσʼ ὑπὸ τῆς ὄψεως εἰς ὕβριν. ἄνευ δὲ τούτων, τίνʼ ἔχει λόγον ἀπὸ δείπνου μὲν ἥκοντα γεγανωμένον, ἂν οὕτω τύχῃ, στέφανον κομίζοντα καὶ μύρῳ κεχριμένον, ἀποστραφέντα καὶ συγκαλυψάμενον καθεύδειν· ἡμέρας δὲ καὶ διὰ μέσου τῶν πράξεων ἐκ τῆς γυναικωνίτιδος τὴν γυναῖκα μεταπέμπεσθαι πρός τι τοιοῦτον ἢ πρωὶ δίκην ἀλεκτρυόνος συμπλέκεσθαι; τὴν γὰρ ἑσπέραν, ὦ ἑταῖρε, τῶν πόνων ἀνάπαυσιν τὸν δʼ ὄρθρον ἀρχήν· καὶ τὴν μὲν ὁ Λύσιος ἐπισκοπεῖ Διόνυσος μετὰ τῆς Τερψιχόρης καὶ Θαλείας, ὁ δὲ πρὸς τὴν ἐργάνην Ἀθηνᾶν καὶ τὸν ἀγοραῖον Ἑρμῆν ἐπανίστησι. διὸ τὴν μὲν ᾠδαὶ κατέχουσι καὶ χορεῖαι καὶ ὑμέναιος κῶμοί τʼ εἰλαπίναι τε καὶ ἠχήεις θρόος αὐλῶν· τὸν δὲ κτύποι ῥαιστήρων καὶ τρισμοὶ πριόνων καὶ τελωνικῶν ἐπορθρισμοὶ κεκραγμῶν καὶ κηρύγματα καλουμένων ἐπὶ δίκας ἢ θεραπείας τινῶν βασιλέων ἢ ἀρχόντων· ἐν ᾧ καιρῷ φροῦδα τὰ τῆς ἡδονῆς, λήγει δὲ Κύπρις θαλίαι τε νέων, / οὐδέ τι, θύρσος φύλλα Βακχείου· / συντείνουσι γὰρ αἱ φροντίδες. ἔπειτα δὲ καὶ ὁ ποιητὴς τῶν ἡρώων οὔτε γαμετῇ τινα μεθʼ ἡμέραν οὔτε παλλακίδι συγκατέκλινε, πλὴν ἢ τὸν Πάριν δραπετεύσαντα ποιήσας καταδυόμενον εἰς τοὺς κόλπους τῆς γυναικός, ὡς οὐκ ἀνδρὸς ἀλλὰ μοιχοῦ λυσσῶντος οὖσαν τὴν μεθημερινὴν ἀκρασίαν. καὶ μὴν οὐδὲ τὸ σῶμα βλάπτοιτʼ ἂν ὑπὸ τῆς συνουσίας μᾶλλον, ὡς Ἐπίκουρος οἴεται, μετὰ τὸ δεῖπνον, ἄν γε μὴ μεθύων τις ἢ ῥηγνύμενος ὑπὸ πλησμονῆς ἅπτηται καὶ βεβαρημένος· ἀμέλει γὰρ οὕτως ἐπισφαλὲς τὸ πρᾶγμα καὶ βλαβερόν. ἂν δʼ ἱκανῶς ἔχων τις αὑτοῦ καὶ μετρίως διακεχυμένος, τοῦ τε σώματος αὐτοῦ μαλακοῦ γεγονότος καὶ τῆς ψυχῆς παρεστώσης, διὰ χρόνου ποιῆται τὴν ἔντευξιν, οὔτε ταραχὴν ἀπεργάζεται μεγάλην διὰ τὸν ὄγκον οὔτʼ ἄλλο τι ὧν ἐπήγαγεν ἢ ψῦξις ἢ μετάθεσις ἐξ ἕδρας ἀτόμων, φησιν Ἐπίκουρος· ἀλλὰ τῇ φύσει τὸ οἰκεῖον ἀποδούς, ἑαυτὸν δέ πως ἀπογαληνίσας ἀναπληρώσει, νέας ἐπιρροῆς τοῖς κενώμασι γιγνομένης. ἐκεῖνο δὲ μᾶλλον ἄξιον εὐλαβείας, τὸ σύνεγγυς ὄντα τῶν πράξεων ἀφροδισίοις χρῆσθαι, μήποτʼ ἄρα μετέωρον τὸ σῶμα καὶ κεκλονημένον αἵ τε τῆς ψυχῆς φροντίδες αἵ τε περὶ τὰς χρείας πραγματεῖαι καὶ κόποι παραλαβόντες εὐθὺς ἐκτραχύνωσιν, οὐχ ἱκανὸν ἐν μέσῳ διάλειμμα τῆς φύσεως εἰς ἀνάπαυσιν λαβούσης. οὐ γὰρ πάντες, ὦ ἑταῖρε, τὴν Ἐπικούρου σχολὴν καὶ ῥᾳστώνην ὑπὸ λόγου καὶ φιλοσοφίας ἄφθονον εἰς ἀεὶ παρεσκευασμένην ἔχουσι· πολλοὶ δʼ ἕκαστον ἀγῶνες ἐκδέχονται διʼ ἡμέρας, γυμνάσια δʼ ὡς ἔπος εἰπεῖν ἅπαντας· οἷς οὔτε καλὸν οὔτε συμφέρον οὕτω διακείμενον τὸ σῶμα παρέχειν λυσσώσῃ συνουσίᾳ διακεχυμένον. τὸ δὲ μακάριον καὶ ἄφθαρτον ἔστω μὲν ὂν οἷον αὐτῷ, μὴ φροντίζον τῶν καθʼ ἡμᾶς· ἡμῖν δέ που νόμῳ πόλεως συνεπομένοις ἐξευλαβητέον ἐστὶν εἰς θέρος ἐμβαλεῖν καὶ κατάρχεσθαι θυσιῶν, ὀλίγον ἔμπροσθεν διαπεπραγμένοις τι τοιοῦτον. ὅθεν εὖ ἔχει τὸ τὴν νύκτα καὶ τὸν ὕπνον ἐν μέσῳ θεμένους καὶ ποιήσαντας ἱκανὸν διάλειμμα καὶ διάστημα καθαροὺς αὖθις ὥσπερ ἐξ ὑπαρχῆς καὶ νέα ἐφʼ ἡμέρῃ φρονέοντας κατὰ Δημόκριτον ἀνίστασθαι.

What you say, Olympicus, said Soclarus interposing, befits wrestlers indeed; it smells, methinks, of their cottabus, and their meals of flesh and casks of wine, but is not suitable to the present company, for there are some young married men here, Whose duty ’tis to follow Venus’ sports. Nay, we ourselves seem to have some relation to Venus still, when in our hymns to the Gods we pray thus to her, Fair Venus, keep off feeble age. But waving this, let us enquire (if you think fit) whether Epicurus does well, when contrary to all right and equity he separates Venus and the Night, though Menander, a man well skilled in love matters, says that she likes her company better than that of any of the Gods. For, in my opinion, night is a very convenient veil, spread over those that give themselves to that kind of pleasure; for it is not fit that day should be the time, lest modesty should be banished from our eyes, effeminacy grow bold, and such vigorous impressions on our memories be left, as might still possess us with the same fancies and raise new inclinations. For the sight (according to Plato) receives a more vigorous impression than any other bodily organ, and joining with imagination, that lies near it, works presently upon the soul, and ever raises a new and fresh desire by those images of pleasure which it brings. But the night, hiding many and the most furious of the actions, quiets and lulls nature, and doth not suffer it to be carried to intemperance by the eye. But besides this, how absurd is it, that a man returning from an entertainment, merry perhaps and jocund, crowned and perfumed, should cover himself up, turn his back to his wife, and go to sleep; and then at day-time, in the midst of his business, send for her out of her apartment to come to him for such a matter; or in the morning, as a cock treads his hens. No, sir, the evening is the end of our labor, and the morning the beginning. Bacchus the Loosener and Terpsichore and Thalia preside over the former; and the latter raiseth us up betimes to attend on Minerva the Work-mistress, and Mercury the merchandiser. And therefore songs, dances, and epithalamiums, merry-meetings, with balls and feasts, and sounds of pipes and flutes, are the entertainment of the one; but in the other, nothing but the noise of hammers and anvils, the scratching of saws, the morning cries of noisy tax-gatherers, citations to court or to attend this or that prince and magistrate, are heard. Then all the sports of pleasure disappear, / Then Venus, then gay youth removes; / No Thyrsus then which Bacchus loves; / But all is clouded and o’erspread with care. /

Besides, Homer makes not one of the heroes lie with his wife or mistress in the daytime, but only Paris, who, having shamefully fled from the battle, sneaked into the embraces of his wife; intimating that such lasciviousness by day did not befit the sober temper of a man, but the mad lust of an adulterer. But, moreover, the body will not (as Epicurus fancies) be injured more after supper than at any other time, unless a man be drunk or overcharged,—for in those cases, no doubt, it is very dangerous and hurtful. But if a man is only raised and cheered, not overpowered by liquor, if his body is pliable, his mind agreeing, if he interposes some reasonable time between, and then he sports, he need not fear any disturbance from the load he has within him; he need not fear catching cold, or too great a transportation of atoms, which Epicurus makes the cause of all the ensuing harm. For if he lies quiet he will quickly fill again, and new spirits will supply the vessels that are emptied. But this is especially to be taken care of, that, the body being then in a ferment and disturbed, no cares of the soul, no business about necessary affairs, no labor, should distract and seize it, lest they should corrupt and sour its humors, Nature not having time enough for settling what has been disturbed. For, sir, all men have not the command of that happy ease and tranquillity which Epicurus’s philosophy procured him; for many great incumbrances seize almost upon every one every day, or at least some disquiets; and it is not safe to trust the body with any of these, when it is in such a condition and disturbance, presently after the fury and heat of the embrace is over. Let, according to his opinion, the happy and immortal Deity sit at ease and never mind us; but if we regard the laws of our country, we must not dare to enter into the temple and offer sacrifice, if but a little before we have done any such thing. It is fit therefore to let night and sleep intervene, and after there is a sufficient space of time past between, to rise as it were pure and new, and (as Democritus was wont to say) with new thoughts upon the new day.

People and places in this passage

English translation by Thomas Creech (1874). Original text: William W. Goodwin (ed.), Plutarch's Morals, translated from the Greek by several hands, vol. 3, Boston: Little, Brown and Company; Cambridge: Press of John Wilson and Son, 1874 (Greek text: Gregorius N. Bernardakis, Plutarchi Chaeronensis Moralia, vol. 4, Leipzig: Teubner, 1892, as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.