πῶς εἴρηται τὸ ποιητὴν δʼ ἄρα / ἔρως διδάσκει, κἂν ἄμουσος ᾖ τὸ πρίν / ἐζητεῖτο παρὰ Σοσσίῳ, Σαπφικῶν τινων ᾀσθέντων, ὅπου καὶ τὸν Κύκλωπα μούσαις εὐφώνοις ἰᾶσθαιφησὶ τὸν ἔρωτα Φιλόξενος. ἐλέχθη μὲν οὖν, ὅτι πρὸς πάντα τόλμαν ὁ ἔρως καὶ καινοτομίαν συγχωρῆσαι δεινός ἐστιν, ὥσπερ καὶ Πλάτων ἴτην αὐτὸν καί παντὸς ἐπιχειρητὴν ὠνόμασε· καὶ γὰρ λάλον ποιεῖ τὸν σιωπηλὸν καὶ θεραπευτικὸν τὸν αἰσχυντηλόν, ἐπιμελῆ δὲ καὶ φιλόπονον τὸν ἀμελῆ καὶ ῥᾴθυμον ὃ δʼ ἄν τις μάλιστα θαυμάσειεν, φειδωλὸς ἀνήρ τε καὶ μικρολόγος ἐμπεσὼν εἰς ἔρωτα, καθάπερ εἰς πῦρ σίδηρος ἀνεθεὶς καὶ μαλαχθείς, ἁπαλὸς καὶ ὑγρὸς καὶ ἡδίων· ὥστε τουτὶ τὸ παιζόμενον μὴ πάνυ φαίνεσθαι γελοῖον, ὅτι πράσου φύλλῳ τὸ τῶν ἐρώντων δέδεται βαλλάντιον ἐλέχθη δὲ καὶ ὅτι τῷ μεθύειν τὸ ἐρᾶν ὅμοιόν ἐστι· ποιεῖ γὰρ θερμοὺς καὶ ἱλαροὺς καὶ διακεχυμένους· γενόμενοι δὲ τοιοῦτοι πρὸς τὰς ἐπῳδοὺς καὶ ἐμμέτρους μάλιστα φωνὰς ἐκφέρονται. καὶ τὸν Αἰσχύλον φασὶ τὰς τραγῳδίας πίνοντα ποιεῖν καὶ διαθερμαινόμενον. ἦν δὲ Λαμπρίας ὁ ἡμέτερος πάππος ἐν τῷ πίνειν εὑρετικώτατος αὐτὸς αὑτοῦ καὶ λογιώτατος· εἰώθει δὲ λέγειν ὅτι τῷ λιβανωτῷ παραπλησίως ὑπὸ θερμότητος; ἀναθυμιᾶται. καὶ μὴν ἣδιστα τοὺς ἐρωμένους ὁρῶντες οὐχ ἧττον ἡδέως ἐγκωμιάζουσιν ἢ ὁρῶσι· καὶ πρὸς πάντα λάλος ὢν ἔρως λαλίστατός ἐστιν ἐν τοῖς ἐπαίνοις. αὐτοί τε γὰρ οὕτω πεπεισμένοι τυγχάνουσι καὶ βούλονται πεπεῖσθαι πάντας, ὡς καλῶν κἀγαθῶν ἐρῶντες. τοῦτο καὶ τὸν Λυδὸν ἐπῆρε Κανδαύλην τῆς ἑαυτοῦ γυναικὸς ἐπισπᾶσθαι θεατὴν εἰς τὸ δωμάτιον τὸν […] τὴν οὐ βούλονται γὰρ ὑπʼ ἄλλων μαρτυρεῖσθαι· διὸ καὶ γράφοντες ἐγκώμια τῶν καλῶν ἐπικοσμοῦσιν αὐτὰ μέλεσι καὶ μέτροις καὶ ᾠδαῖς, ὥσπερ εἰκόνας χρυσῷ καλλωπίζοντες, ὅπως ἀκούηταί τε μᾶλλον ὑπὸ πολλῶν καὶ μνημονεύηται· καὶ γὰρ ἂν ἵππον καὶ ἀλεκτρυόνα, κἂν ἄλλο τι τοῖς ἐρωμένοις διδῶσι, καλὸν εἶναι καὶ κεκοσμημένον ἐκπρεπῶς βούλονται καὶ περιττῶς τὸ δῶρον· μάλιστα δὲ λόγον κόλακα προσφέροντες ἡδὺν ἐθέλουσι φαίνεσθαι καὶ γαῦρον καὶ περιττόν, οἷος ὁ ποιητικός ἐστιν.
ONE day when Sossius entertained us, after singing some Sapphic verses, this question was started, how it could be true That love in all doth vigorous thoughts inspire, / And teaches ignorants to tune the lyre? / Since Philoxenus, on the contrary, asserts, that the Cyclops With sweet-tongued Muses cured his love. Some said that love was bold and daring, venturing at new contrivances, and eager to accomplish, upon which account Plato calls it the enterpriser of every things; for it makes the reserved man talkative, the modest complimental, the negligent and sluggish industrious and observant; and, what is the greatest wonder, a close, hard, and covetous fellow, if he happens to be in love, as iron in fire, becomes pliable and soft, easy, good-natured, and very pleasant; as if there were something in that common jest, A lover’s purse is tied with the blade of a leek. Others said that love was like drunkenness; it makes men warm, merry, and dilated; and, when in that condition, they naturally slide down to songs and words in measure; and it is reported of Aeschylus, that he wrote tragedies after he was heated with a glass of wine; and my grandfather Lamprias in his cups seemed to outdo himself in starting questions and smart disputing, and usually said that, like frankincense, he exhaled more freely after he was warmed. And as lovers are extremely pleased with the sight of their beloved, so they praise with as much satisfaction as they behold; and as love is talkative in every thing, so more especially in commendation; for lovers themselves believe, and would have all others think, that the object of their passion is pleasing and excellent; and this made Candaules the Lydian force Gyges into his chamber to behold the beauty of his naked wife. For they delight in the testimony of others, and therefore in all composures upon the lovely they adorn them with songs and verses, as we dress images with gold, that more may hear of them, and that they may be remembered the more. For if they present a cock, horse, or any other thing to the beloved, it is neatly trimmed and set off with all the ornaments of art; and therefore, when they would present a compliment, they would have it curious, pleasing, and majestic, as verse usually appears.
ὁ μέντοι Σόσσιος ἐπαινέσας ἐκείνους, εἶπεν ὡς οὐ χεῖρον ἄν τις ἐπιχειρήσειεν ὁρμηθεὶς ἀφʼ ὧν Θεόφραστος εἴρηκε περὶ μουσικῆς· καὶ γὰρ ἔναγχος ἔφη τὸ βιβλίον ἀνέγνων. λέγει δὲ Θεόφραστος μουσικῆς ἀρχὰς τρεῖς εἶναι, λύπην, ἡδονήν, ἐνθουσιασμόν, ὡς ἑκάστου τῶν […] αὐτῶν παρατρέποντος ἐκ τοῦ συνήθους καὶ παρεγκλίνοντος τὴν φωνήν. αἵ τε γὰρ λῦπαι τὸ γοερὸν καὶ θρηνητικὸν ὀλισθηρὸν εἰς ᾠδὴν ἔχουσι· διὸ καὶ τοὺς ῥήτορας ἐν τοῖς ἐπιλόγοις καὶ τοὺς ὑποκριτὰς ἐν τοῖς ὀδυρμοῖς ἀτρέμα τῷ μελῳδεῖν προσάγοντας ὁρῶμεν καὶ παρεντείνοντας τὴν φωνήν. αἵ τε σφοδραὶ περιχάρειαι τῆς ψυχῆς τῶν μὲν ἐλαφροτέρων τῷ ἤθει καὶ τὸ σῶμα πᾶν ἐπαίρουσι καὶ παρακαλοῦσιν εἰς ἔνρυθμον κίνησιν, ἐξαλλομένων καὶ κροτούντων εἴπερ ὀρχεῖσθαι μὴ δύνανται· μανίαι τʼ ἀλαλαὶ τʼ ὀρινομένων / ῥιψαύχενι σὺν κλόνῳ / κατὰ Πίνδαρον. οἱ δὲ χαρίεντες ἐν τῷ πάθει τούτῳ γενόμενοι τὴν φωνὴν μόνην εἰς τὸ ᾅδειν καὶ φθέγγεσθαι μέτρα καὶ μέλη προΐενται. μάλιστα δʼ ὁ ἐνθουσιασμὸς ἐξίστησι καὶ παρατρέπει τό τε σῶμα καὶ τὴν φωνὴν τοῦ συνήθους καὶ καθεστηκότος. ὅθεν αἵ τε βακχεῖαι ῥυθμοῖς χρῶνται καὶ τὸ χρησμῳδεῖν ἐμμέτρως παρέχεται τοῖς ἐνθεαζομένοις· τῶν τε μαινομένων ὀλίγους ἰδεῖν ἔστιν ἄνευ μέτρου καὶ ᾠδῆς ληροῦντας. οὕτω δὲ τούτων ἐχόντων, εἰ βούλοιο καθορᾶν ὑπʼ αὐγὰς διαπτύξας τὸν ἔρωτα καὶ καταμανθάνειν, οὐκ ἂν ἄλλο πάθος εὕροις οὔτε λύπας δριμυτέρας ἔχον οὔτε σφοδροτέρας περιχαρείας οὒτε μείζονας ἐκστάσεις καὶ παραφροσύνας· ἀλλʼ ὥσπερ τὴν Σοφοκλέους πόλιν ἰδεῖν ἔστιν ἀνδρὸς ἐρωτικοῦ ψυχὴν ὁμοῦ μὲν θυμιαμάτων γέμουσαν, ὁμοῦ δὲ παιάνων τε καὶ στεναγμάτων.οὐδὲν οὖν ἄτοπον οὐδὲ θαυμαστόν, εἰ πάσας, ὅσαι μουσικῆς εἰσιν ἀρχαί, περιέχων ὁ ἔρως ἐν αὑτῷ καὶ συνειληφώς, λύπην ἡδονὴν ἐνθουσιασμόν, τὰ τʼ ἄλλα φιλόφωνός ἐστι καὶ λάλος εἴς τε ποίησιν μελῶν καὶ μέτρων, ὡς οὐδὲν ἄλλο πάθος, ἐπίφορος καὶ κατάντης.
Sossius applauding these discourses added: Perhaps we may make a probable conjecture from Theophrastus’s discourse of Music, for I have lately read the book. Theophrastus lays down three causes of music,—grief, pleasure, and enthusiasm; for each of these changes the usual tone, and makes the voice slide into a cadence; for deep sorrow has something tunable in its groans, and therefore we perceive our orators in their conclusions, and actors in their complaints, are somewhat melodious, and insensibly fall into a tune. Excess of joy provokes the more airy men to frisk and dance and keep their steps, though unskilful in the art; and, as Pindar hath it, They shout, and roar, and wildly toss their heads. But the graver sort are excited only to sing, raise their voice, and tune their words into a sonnet. But enthusiasm quite changes the body and the voice, and makes it far different from its usual constitution. Hence the very Bacchae use measure, and the inspired give their oracles in measure. And we shall see very few madmen but are frantic in rhyme and rave in verse. This being certain, if you will but anatomize love a little, and look narrowly into it, it will appear that no passion in the world is attended with more violent grief, more excessive joy, or greater ecstasies and fury; a lover’s soul looks like Sophocles’s city: At once ’tis full of sacrifice, / Of joyful songs, of groans and cries. / And therefore it is no wonder, that since love contains all the causes of music,—grief, pleasure, and enthusiasm,—and is besides industrious and talkative, it should incline us more than any other passion to poetry and songs.
λόγος ἦν περὶ Ἀλεξάνδρου τοῦ βασιλέως, ὡς οὐ πολὺ πίνοντος ἀλλὰ πολὺν χρόνον ἐν τῷ πίνειν καὶ διαλέγεσθαι τοῖς φίλοις ἕλκοντος. ἀπεδείκνυε δʼ αὐτοὺς φλυαροῦντας Φιλῖνος ἐκ τῶν βασιλικῶν ἐφημερίδων, ἐν αἷς συνεχέστατα γέγραπται καὶ πλειστάκις ὅτι τήνδε τὴν ἡμέραν ἐκ τοῦ πότου καθεύδων ἔστι δʼ ὅτε καὶ τὴν ἐφεξῆς· διὸ καὶ πρὸς τὰς συνουσίας ἀργότερος ἦν ὀξὺς δὲ καὶ θυμοειδὴς ἅπερ ἐστὶ σωματικῆς θερμότητος. λέγεται δὲ καὶ τοῦ χρωτὸς ἣδιστον ἀποπνεῖν, ὥστε καταπιμπλάναι τοὺς χιτωνίσκους εὐωδίας ἀρωματιζούσης. ὃ δοκεῖ καὶ αὐτὸ θερμότητος εἶναι· διὸ καὶ τῆς οἰκουμένης οἱ ξηρότατοι καὶ θερμότατοι τόποι τὴν τε κασίαν καὶ τὸν λιβανωτὸν ἐκφέρουσι· πέψει γάρ τινι τῶν ὑγρῶν ὁ Θεόφραστός; φησιν ἐπιγίγνεσθαι τὴν εὐωδίαν, ὅταν ἐξαιρεθῇ τὸ βλαβερὸν ὑγρὸν ὑπὸ θερμότητος. δοκεῖ δὲ καὶ Καλλισθένης ἐν διαβολῇ γενέσθαι πρὸς αὐτόν, ὡς δυσχεραίνων δειπνεῖν διὰ τὸν πότον· ἐπεὶ καὶ κύλικα λεγομένην Ἀλεξάνδρου μεγάλην, ἐλθοῦσαν ἐπʼ αὐτὸν, ἀπεώσατο φήσας οὐκ ἐθέλειν Ἀλεξάνδρου πιὼν Ἀσκληπιοῦ δεῖσθαι. ταῦτα μὲν οὖν περὶ τῆς Ἀλεξάνδρου πολυποσίας.
SOME said that Alexander did not drink much, but sat long in company, discoursing with his friends; but Philinus showed this to be an error from the king’s diary, where it was very often registered that such a day, and sometimes two days together, the king slept after a debauch; and this course of life made him cold in love, but passionate and angry, which argues a hot constitution. And some report his sweat was fragrant and perfumed his clothes; which is another argument of heat, as we see the hottest and driest climates bear frankincense and cassia; for a flagrant smell, as Theophrastus thinks, proceeds from a due concoction of the humors, when the noxious moisture is conquered by the heat. And it is thought probable, that he took a pique at Calisthenes for avoiding his table because of the hard drinking, and refusing the great bowl called Alexander’s in his turn, adding, I will not drink of Alexander’s cup, to stand in need of Aesculapius’s. And thus much of Alexander’s drinking.
Μιθριδάτην δὲ τὸν πολεμήσαντα Ῥωμαίοις ἐν τοῖς ἀγῶσιν, οὓς ἐπετέλει, καὶ πολυφαγίας ἆθλα θεῖναι καὶ πολυποσίας φασί· νικῆσαι δʼ αὐτὸν ἀμφότερα, καὶ ὅλως πιεῖν πλεῖστον τῶν καθʼ αὑτὸν ἀνθρώπων, διὸ καὶ Διόνυσον ἐπικληθῆναι. τοῦθʼ ἡμεῖς εἴπομεν ἕν τι τῶν εἰκῆ πεπιστευμένων εἶναι, τὸ περὶ τὴν αἰτίαν τῆς ἐπικλήσεως· νηπίου γὰρ ὄντος αὐτοῦ κεραυνὸς ἐπέφλεξε τὰ σπάργανα, τοῦ δὲ σώματος οὐχ ἥψατο, πλὴν ὅσον ἴχνος τι τοῦ πυρὸς ἐν τῷ μετώπῳ κρατουμένῳ ὑπὸ τῆς κόμης μένειν αὐτῷ παιδί· καὶ ἀνδρὸς ἤδη πάλιν ἐπὶ τὸ δωμάτιον ἐμπεσὼν κεραυνὸς αὐτοῦ μὲν κατέπεσε καθεύδοντος, τῆς δὲ φαρέτρας ὑποκρεμαμένης διεξῆλθε τὰ βέλη πυρακτώσας. οἱ μὲν οὖν μάντεις ἀπεφήναντο πλεῖστον αὐτὸν ἰσχύσειν ἀπὸ τῆς τοξικῆς καὶ κούφης στρατιᾶς, οἱ δὲ πολλοὶ Διόνυσον αὐτὸν ἀπὸ τῶν κεραυνοβολιῶν ὁμοιότητι τοῦ πάθους προσηγόρευσαν.
Story tells us, that Mithridates, the famous enemy of the Romans, among other trials of skill that he instituted, proposed rewards to the greatest eater and to the stoutest drinker in his kingdom. He won both the prizes himself; he out-drank every man living, and for his excellency that way he was called Bacchus. But this reason for his surname is a vain fancy and an idle story; for whilst he was an infant a flash of lightning burnt his cradle, but did his body no harm, and only left a little mark on his forehead, which his hair covered when he was grown a boy; and after he came to be a man, another flash broke into his bed-chamber, and burnt the arrows in a quiver that was hanging under him; from whence his diviners presaged, that archers and light-armed men should win him considerable victories in his wars; and the vulgar gave him this name, because in those many dangers by lightning he bore some resemblance to the Theban Bacchus.
ἐκ τούτου περὶ τῶν πολὺ πιόντων ἦν λόγος· ἐν οἷς καὶ τὸν πύκτην Ἡρακλείδην ἐτίθεσαν, ὃν Ἡρακλοῦν Ἀλεξανδρεῖς ὑπεκορίζοντο, κατὰ τοὺς πατέρας ἡμῶν γενόμενον. οὗτος ἀπορῶν συμπότου παραμένοντος, ἐκάλει τοὺς μὲν ἐπὶ πρόπωμα τοὺς δʼ ἐπʼ ἄριστον ἄλλους δʼ ἐπὶ δεῖπνον, ἐσχάτους δέ τινας ἐπὶ κῶμον· ἀπαλλαττομένων δὲ τῶν πρώτων, δεύτεροι συνῆπτον εἶτʼ ἐφεξῆς οἱ τρίτοι καὶ τέταρτοι· κἀκεῖνος οὐθὲν διάλειμμα ποιῶν ἅπασιν ἐξήρκει καὶ τοὺς τέσσαρας πότους συνδιέφερε.
From hence great drinkers were the subject of our discourse; and the wrestler Heraclides (or, as the Alexandrians mince it, Heraclus), who lived but in the last age, was accounted one. He, when he could get none to hold out with him. invited some to take their morning’s draught, others to dinner, to supper others, and others after, to take a merry glass of wine; so that as the first went off, the second came, and the third and fourth company, and he all the while without any intermission took his glass round, and outsat all the four companies.
τῶν δὲ Δρούσῳ τῷ Τιβερίου Καίσαρος υἱῷ συμβιούντων ὁ πάντας ἐν τῷ πίνειν προτρεπόμενος ἰατρὸς ἑάλω τῶν πικρῶν ἀμυγδαλῶν πέντʼ ἢ ἓξ ἑκάστοτε προλαμβάνων ἕνεκα τοῦ μὴ μεθύσκεσθαι· κωλυθεὶς δὲ καὶ παραφυλαχθεὶς οὐδʼ ἐπὶ μικρὸν ἀντέσχεν. ἔνιοι μὲν οὖν ᾤοντο τὰς ἀμυγδαλίδας δηκτικόν τι καὶ ῥυπτικὸν ἔχειν τῆς σαρκός, ὥστε καὶ τῶν προσώπων τὰς ἐφηλίδας ἐξαιρεῖν· ὅταν οὖν προληφθῶσι, τῇ πικρότητι τοὺς πόρους ἀμύσσειν καὶ δηγμὸν ἐμποιεῖν, ὑφʼ οὗ τὸ ὑγρὸν κατασπῶσιν ἀπὸ τῆς κεφαλῆς διατμιζόμενον. ἡμῖν δὲ μᾶλλον ἡ τῆς πικρότητος ἐδόκει δύναμις ἀναξηραντικὴ καὶ δάπανος ὑγρῶν εἶναι· διὸ τῇ γεύσει πάντων ἐστὶ τῶν χυλῶν ὁ πικρὸς ἀηδέστατος· τὰ γὰρ φλέβια τῆς γλώττης, ὡς ὁ Πλάτων φησί, μαλακὰ καὶ νοτερὰ ὄντα, συντείνει παρὰ φύσιν ἡ τῆς ξηρότητος δύναμις, ἐκτηκομένων τῶν ὑγρῶν. καὶ τὰ ἕλκη τοῖς πικροῖς ἀπισχναίνουσι φαρμάκοις, ὡς ὁ ποιητής φησιν ἐπὶ δὲ ῥίζαν βάλε πικρὴν / χερσὶ διατρίψας ὀδυνήφατον, ἣ οἱ ἁπάσας / ἔσχʼ ὀδύνας· τὸ μὲν ἕλκος ἐτέρσετο, παύσατο δʼ αἷμα. / τὸ γὰρ τῇ γεύσει πικρὸν τῇ δυνάμει ξηραντικὸν ὀρθῶς προσηγόρευσε. φαίνεται δὲ καὶ τὰ διαπάσματα τῶν γυμνικῶν, οἷς ἀναρπάζουσι τοὺς ἱδρῶτας, πικρὰ τῇ γύσει καὶ στυπτικὰ ὄντα σφοδρότητι τοῦ στρυφνοῦ τὸ πικρόν. οὕτως οὖν ἔφην τούτων ἐχόντων, εἰκότως ἡ τῶν ἀμυγδαλῶν πικρότης βοηθεῖ πρὸς τὸν ἄκρατον, ἀναξηραίνουσα τοῦ σώματος τὰ ἐντὸς καὶ οὐκ ἐῶσα πίμπλασθαι τὰς φλέβας, ὧν διατάσει φασὶ καὶ ταραχῇ συμβαίνει τὸ μεθύειν. τεκμήριον δὲ τοῦ λόγου μέγα τὸ συμβαῖνον περὶ τὰς ἀλώπεκας· ἂν γὰρ ἀμυγδάλας πικρὰς φαγοῦσαι μὴ ἐπιπίωσιν, ἀποθνήσκουσι τῶν ὑγρῶν ἀθρόως ἐκλειπόντων.
Amongst the retainers to Drusus, the Emperor Tiberius’s son, there was a physician that drank down all the court; he, before he sat down, would usually take five or six bitter almonds to prevent the operation of the wine; but whenever he was forbidden that, he knocked under presently, and a single glass dozed him. Some think these almonds have a penetrating, abstersive quality, are able to cleanse the face, and clear it from the common freckles; and therefore, when they are eaten, by their bitterness vellicate and fret the pores, and by that means draw down the ascending vapors from the head. But, in my opinion, a bitter quality is a drier, and consumes moisture; and therefore a bitter taste is the most unpleasant. For, as Plato says, dryness, being an enemy to moisture, unnaturally contracts the spongy and tender nerves of the tongue. And green ulcers are usually drained by bitter injections. Thus Homer: He squeezed his herbs, and bitter juice applied; / And straight the blood was stanched, the sore was dried. / And he guesses well, that what is bitter to the taste is a drier. Besides, the powders women use to dry up their sweat are bitter, and by reason of that quality astringent. This then being certain, it is no wonder that the bitterness of the almonds hinders the operation of the wine, since it dries the inside of the body and keeps the veins from being overcharged; for from their distention and disturbance they say drunkenness proceeds. And this conjecture is much confirmed from that which usually happens to a fox; for if he eats bitter almonds without drinking, his moisture suddenly fails, and it is present death.
ἐζητεῖτο περὶ τῶν γερόντων, διὰ τί μᾶλλον ἀκρατοτέρῳ τῷ ποτῷ χαίρουσιν. οἱ μὲν οὖν κατεψυγμένην τὴν ἕξιν αὐτῶν καὶ δυσεκθέρμαντον οὖσαν οἰόμενοι διὰ τοῦτο τῇ σφοδρότητι τῆς κράσεως ἐναρμόττειν, ἐφαίνοντο κοινόν τι καὶ πρόχειρον οὐχ ἱκανὸν δὲ πρὸς τὴν αἰτίαν οὐδʼ ἀληθὲς λέγοντες. καὶ γὰρ ἐπὶ τῶν ἄλλων αἰσθήσεων ταὐτὸ συμβέβηκε. δυσκίνητοι γάρ εἰσι καὶ δυσμετάβλητοι πρὸς τὰς ἀντιλήψεις τῶν ποιοτήτων, ἂν μὴ κατάκοροι καὶ σφοδραὶ προσπέσωσιν αἰτία δʼ ἡ τῆς ἕξεως ἄνεσις· ἐκλυομένη γὰρ καὶ ἀτονοῦσα πλήττεσθαι φιλεῖ. διὸ τῇ τε γεύσει μάλιστα τοὺς δηκτικοὺς προσίενται χυμούς, ἣ τʼ ὄσφρησις αὐτῶν ὅμοια πέπονθε πρὸς τὰς ὀσμάς· κινεῖται γὰρ ὑπὸ τῶν ἀκράτων καὶ σφοδρῶν ἥδιον. ἡ δʼ ἁφὴ πρὸς τὰ ἕλκη δυσπαθής· τραύματα γὰρ ἐνίοτε λαμβάνοντες οὐ μάλα πονοῦσιν. ὁμοιότατον δὲ γίγνεται τὸ τῆς ἀκοῆς· οἱ γὰρ μουσικοὶ γηρῶντες ὀξύτερον ἁρμόζονται καὶ σκληρότερον, οἷον ὑπὸ πληγῆς τῆς συντόνου φωνῆς ἐγείροντες τὸ αἰσθητήριον. ὅ τι γὰρ σιδήρῳ πρὸς ἀκμὴν στόμωμα, τοῦτο σώματι πνεῦμα παρέχει πρὸς αἴσθησιν· ἐνδόντος δὲ τούτου καὶ χαλάσαντος, ἀργὸν ἀπολείπεται καὶ γεῶδες τὸ αἰσθητήριον καὶ σφοδροῦ τοῦ νύττοντος, οἷον ὁ ἄκρατός ἐστι, δεόμενον.
IT was debated why old men loved the strongest liquors. Some, fancying that their natural heat decayed and their constitution grew cold, said, such liquors were most necessary and agreeable to their age; but this was mean and obvious, and besides, neither a sufficient nor a true reason; for the like happens to all their other senses. They are not easily moved or wrought on by any qualities, unless they are in intense degrees and make a vigorous impression; but the reason is the laxity of the habit of their body, for that, being grown lax and weak, loves a smart stroke. Thus their taste is pleased most with strong sapors, their smelling with brisk odors; for strong and unalloyed qualities make a more pleasing impression on the sense. Their touch is almost senseless to a sore, and a wound generally raises no sharp pain. The like also in their hearing may be observed; for old musicians play louder and sharper than others, that they may move their own dull tympanum with the sound. For what steel is to the edge in a knife, that spirit is to the sense in the body; and therefore, when the spirits fail, the sense grows dull and stupid, and cannot be raised, unless by something, such as strong wine, that makes a vigorous impression.