Σιμωνίδης ὁ ποιητής, ὦ Σόσσιε Σενεκίων, ἔν τινι πότῳ ξένον ἰδὼν κατακείμενον σιωπῇ καὶ μηδενὶ διαλεγόμενον, ὦ ἄνθρωπʼ εἶπεν εἰ μὲν ἠλίθιος εἶ, σοφὸν πρᾶγμα ποιεῖς εἰ δὲ σοφός, ἠλίθιον.ἀμαθίην γὰρ ἄμεινον ὥς φησιν Ἡράκλειτοςκρύπτειν, ἔργον δὲ ἐν ἀνέσει καὶ παρʼ οἶνονὅστʼ ἐφέηκε πολύφρονά περ μάλʼ ἀεῖσαι, / καὶ θʼ ἁπαλὸν γελάσαι καὶ τʼ ὀρχήσασθαι ἀνῆκε· / καί τι ἔπος προέηκεν, ὅπερ τʼ ἄρρητον ἄμεινον· / οἰνώσεως ἐνταῦθα τοῦ ποιητοῦ καὶ μέθης, ὡς ἐμοὶ δοκεῖ, διαφορὰν ὑποδεικνύντος. ᾠδὴ μὲν γὰρ καὶ γέλως καὶ ὄρχησις οἰνωμένοις μετρίως ἔπεισι· τὸ δὲ λαλεῖν καὶ λέγειν, ἃ βέλτιον ἦν σιωπᾶν, παροινίας ἢδη καὶ μέθης ἔργον ἐστί. διὸ καὶ Πλάτων ἐν οἴνῳ μάλιστα καθορᾶσθαι τὰ ἤθη τῶν πολλῶν νομίζει, καὶ Ὅμηρος εἰπὼν οὐδὲ τραπέζῃ / γνώτην ἀλλήλων / δῆλός ἐστιν εἰδὼς τὸ πολύφωνον τοῦ οἴνου καὶ λόγων πολλῶν γόνιμον. οὐ γὰρ ἔστι τρωγόντων σιωπῇ καὶ πινόντων γνῶσις· ἀλλʼ ὅτι τὸ πίνειν εἰς τὸ λαλεῖν προάγεται, τῷ δὲ λαλεῖν ἐμφαίνεται καὶ τῷ ἀπογυμνοῦσθαι πολλὰ τῶν ἄλλως λανθανόντων, παρέχει τινὰ τὸ συμπίνειν καὶ κατανόησιν ἀλλήλων· ὥστε μὴ φαύλως ἂν ἐπιτιμῆσαι τῷ Αἰσώπῳ, τί τὰς θυρίδας, ὦ μακάριε, ζητεῖς ἐκείνας, διʼ ὧν ἄλλος; ἄλλου κατόψεται τὴν διάνοιαν; ὁ γὰρ οἶνος ἡμᾶς ἀνοίγει καὶ δείκνυσιν οὐκ ἐῶν ἡσυχίαν ἄγειν, ἀλλʼ ἀφαιρῶν τὸ πλάσμα καὶ τὸν σχηματισμόν, ἀπωτάτω τοῦ νόμου καθάπερ παιδαγωγοῦ γεγονότων. Αἰσώπῳ μὲν οὖν καὶ Πλάτωνι, καὶ εἴ τις ἄλλος ἐξετάσεως τρόπου δεῖται, πρὸς τοῦτο χρήσιμον ὁ ἄκρατος· οἱ δὲ μηδὲν ἀλλήλους βασανίζειν δεόμενοι μηδὲ καταφωρᾶν ἀλλʼ ἢ χρῆσθαι φιλοφρόνως, τὰ τοιαῦτα προβλήματα καὶ τοὺς λόγους ἄγουσι συνιόντες, οἷς ἀποκρύπτεται τὰ φαῦλα τῆς ψυχῆς, τὸ δὲ βέλτιστον ἀναθαρρεῖ καὶ τὸ μουσικώτατον, ὥσπερ ἐπὶ λειμῶνας οἰκείους καὶ νομὰς ὑπὸ φιλολογίας προερχόμενον. ὅθεν καὶ ἡμεῖς τρίτην δεκάδα ταύτην σοι πεποιήμεθα συμποτικῶν ζητημάτων, τὸ περὶ τῶν στεφάνων πρῶτον ἔχουσαν.
Simonides the poet, my Sossius Senecio, seeing one of the company sit silent and discourse nobody, said: Sir, if you are a fool, it is wisely done; if a wise man, very foolishly. It is good to conceal a man’s folly, but (as Heraclitus says) it is very hard to do it over a glass of wine, Which doth the gravest men to mirth advance, / And let them loose to sing. to laugh, and dance, / And speak what had been better left unsaid. / In which lines the poet in my mind shows the difference between being a little heated and downright drunk; for to sing, laugh, and dance may agree very well with those that have gone no farther than a merry cup; but to prattle, and speak what had been better left unsaid, argues a man to be quite gone. Therefore Plato thinks that wine is the most ingenious discoverer of men’s humors; and Homer, when he says, At feasts they had not known each other’s minds, evidently shows that he knew wine was powerful to open men’s thoughts, and was full of new discoveries. It is true from the bare eating and drinking, if they say nothing, we can give no guess at the tempers of the men; but because drinking leads them on to discourse, and discourse lays a great many things open and naked which were secret and hid before, therefore to sport a glass of wine together lets us into one another’s humors. And therefore a man may reasonably fall foul on Aesop: Why, sir, would you have a window in every man’s breast, through which we may look in upon his thoughts? Wine opens and exposes all, it will not suffer us to be silent, but takes off all mask and visor, and makes us regardless of the severe precepts of decency and custom. Thus Aesop, or Plato, or any other that designs to look into a man, may have his desires satisfied by the assistance of a bottle; but those that are not solicitous to pump one another, but to be sociable and pleasant, discourse of such matters and handle such questions as make no discovery of the bad parts of the soul, but such as comfort the good, and, by the help of neat and polite learning, lead the intelligent part into an agreeable pasture and garden of delight. This made me collect and dedicate to you this third dedication of table discourses, the first of which is about chaplets made of flowers.
ἐγένοντο γάρ ποτε καὶ περὶ στεφάνων λόγοι τὸ δὲ συμπόσιον ἦν Ἀθήνησιν, Ἐράτωνος τοῦ ἁρμονικοῦ ταῖς Μούσαις τεθυκότος καὶ πλείονας ἑστιῶντος, παντοδαπῶν γὰρ μετὰ τὸ δειπνῆσαι στεφάνων περιφερομένων, ὁ Ἀμμώνιος ἐπέσκωψέ πως ἡμᾶς ἀντὶ τοῦ δαφνίνου τοῖς ῥοδίνοις ἀναδησαμένους ὅλως γὰρ εἶναι τοὺς ἀνθίνους κορασιώδεις καὶ παιζούσαις μᾶλλον ἐπιτηδείους; παρθένοις καὶ γυναιξὶν ἢ συνουσίαις φιλοσόφων καὶ μουσικῶν ἀνδρῶν. θαυμάζω δὲ καὶ Ἐράτωνα τουτονὶ τὰς μὲν ἐν τοῖς μέλεσι παραχρώσεις βδελυττόμενον καὶ κατηγοροῦντα τοῦ καλοῦ Ἀγάθωνος, ὃν πρῶτον εἰς τραγῳδίαν φασὶν ἐμβαλεῖν καὶ ὑπομῖξαι τὸ χρωματικὸν, ὅτε τοὺς Μυσοὺς ἐδίδασκεν, αὐτὸς δʼ ἡμῖν ὁρᾶτε ὡς ποικίλων χρωμάτων καὶ ἀνθηρῶν τὸ συμπόσιον ἐμπέπληκε, καὶ τὴν διὰ τῶν ὢτων ἀποκλείει τρυφὴν καὶ ἡδυπάθειαν τῆ αὐλείῳ, τὴν κατὰ τὰ ὄμματα καὶ τὰς ῥῖνας, ὥσπερ καθʼ ἑτέρας θύρας, ἐπεισάγων τῇ ψυχῇ καὶ τὸν στέφανον ἡδονῆς ποιῶν οὐκ εὐσεβείας. καίτοι τό γε μύρον τοῦτο τῆς ἀνθίνης ταύτης καὶ μαραινομένης ἐν ταῖς χερσὶ τῶν στεφανηπλόκων σπουδαιοτέραν ἀναδίδωσιν εὐωδίαν. ἀλλʼ οὐκ ἔχει χώραν ἐν συμποσίῳ φιλοσόφων ἀνδρῶν ἡδονὴ πρὸς μηδεμίαν συμπεπλεγμένη χρείαν μηδʼ ἀκολουθοῦσα φυσικῆς ὀρέξεως ἀρχῇ. καθάπερ γὰρ οἱ μὲν ὑπὸ τῶν κεκλημένων ἀγόμενοι φίλων ἐπὶ τὸ δεῖπνον ἔθει φιλανθρώπῳ τυγχάνουσι τῶν αὐτῶν, ὥσπερ Ἀριστόδημος ὑπὸ Σωκράτους εἰς Ἀγάθωνος ἀχθεὶς ἑστιῶντος· εἰ δέ τις ἀφʼ αὑτοῦ βαδίζοι, τούτῳ δεῖ τὴν θύραν κεκλεῖσθαι· οὕτως αἱ μὲν περὶ τὴν ἐδωδὴν καὶ πόσιν ἡδοναὶ κεκλημέναι ὑπὸ τῆς φύσεως ταῖς· ὀρέξεσιν ἑπόμεναι τόπον ἔχουσι, ταῖς δʼ ἄλλαις ἀκλήτοις καὶ σὺν οὐδενὶ λόγῳ φιληδονίαις ἀπηλλάχθαι προσήκει.
AT Athens Erato the musician keeping a solemn feast to the Muses, and inviting a great many to the treat, the company was full of talk, and the subject of the discourse garlands. For after supper many of all sorts of flowers being presented to the guests, Ammonius began to jeer me for choosing a rose chaplet before a laurel, saying that those made of flowers were effeminate, and fitted toyish girls and women more than grave philosophers and men of music. And I admire that our friend Erato, that abominates all flourishing in songs, and blames good Agatho, who first in his tragedy of the Mysians ventured to introduce the chromatic airs, should himself fill his entertainment with such various and such florid colors, and that, while he shuts out all the soft delights that through the ears can enter to the soul, he should introduce others through the eyes and through the nose, and make these garlands, instead of signs of piety, to be instruments of pleasure. For it must be confessed that this ointment gives a better smell than those trifling flowers, which wither even in the hands of those that wreathe them. Besides, all pleasure must be banished the company of philosophers, unless it is of some use or desired by natural appetite; for as those that are carried to a banquet by some of their invited friends (as, for instance, Socrates carried Aristodemus to Agatho’s table) are as civilly entertained as the bidden guests, but he that goes on his own account is shut out of doors; thus the pleasures of eating and drinking, being invited by natural appetite, should have admission; but all the others which come on no account, and have only luxury to introduce them, ought in reason to be denied.
πρὸς ταῦθʼ οἱ μὲν ἀήθεις τοῦ Ἀμμωνίου νεανίσκοι διαταραχθέντες ἡσυχῆ παρελύοντο τοὺς στεφάνους· ἐγὼ δʼ εἰδὼς ὅτι γυμνασίας ἕνεκα καὶ ζητήσεως καταβέβληκεν ἐν μέσῳ τὸν λόγον ὁ Ἀμμώνιος, προσαγορεύσας Τρύφωνα τὸν ἰατρὸν ὦ τᾶν εἶπονἢ καταθέσθαι δίκαιος εἶ μεθʼ ἡμῶν τουτονὶ τὸν καλὸν ἄνθεσι φλέγοντα τοῖς ῥοδίνοις στέφανον, ἢ λέγειν, ὥσπερ εἴωθας ἑκάστοτε πρὸς ἡμᾶς, ὅσας ἔχουσιν οἱ ἄνθινοι στέφανοι πρὸς τὸ πίνειν βοηθείας. ὑπολαβὼν δʼ ὁ Ἐράτων οὕτω γάρ εἶπε δέδοκται μηδεμίαν ἡδονὴν ἀσύμβολον δέχεσθαι, ἀλλʼ εὐφραινομένους δυσκολαίνειν, ἂν μὴ μετά τινος μισθοῦ τοῦτο πάσχωμεν ἢ τὸ μὲν μύρον εἰκότως ὑποδυσωπούμεθα καὶ τὴν πορφύραν διὰ τὴν ἐπίθετον πολυτέλειαν ὡς δολερὰ εἵματα καὶ χρίματα κατὰ τὴν τοῦ βαρβάρου φωνήν, αἱ δʼ αὐτοφυεῖς χρόαι καὶ ὀσμαὶ τὸ ἀφελὲς ἔχουσι καὶ καθαρὸν καὶ οὐδὲν ὀπώρας διαφέρουσι; μὴ γὰρ εὔηθες ᾖ τοὺς μὲν χυμοὺς δρέπεσθαι καὶ ἀπολαύειν τῆς φύσεως διδούσης, ὀσμὰς δὲ καὶ χρόας ἃς ὧραι φέρουσι, διὰ τὴν ἐπανθοῦσαν ἡδονὴν ταῦτα καὶ χάριν ἀτιμάζειν, ἂν μή τι χρειῶδες ἔξωθεν ἄλλο συνεπιφέρωσιν. […] ἓν γὰρ αὐτὸ δοκεῖ τοὐναντίον, εἰ μηδὲν ἡ φύσις, ὡς ὑμεῖς φατε […] μάτην πεποίηκε, ταῦτα τῆς ἡδονῆς πεποιῆσθαι χάριν, ἃ μηδὲν ἄλλο χρήσιμον ἔχοντα μόνον εὐφραίνειν πέφυκε. σκόπει δʼ ὅτι τοῖς φυομένοις καὶ βλαστάνουσι τὰ μὲν φύλλα σωτηρίας ἕνεκα τοῦ καρποῦ καὶ ὅπως ὑπʼ αὐτῶν τὰ δένδρα θαλπόμενα καὶ ψυχόμενα μετρίως φέρῃ τὰς μεταβολὰς; γέγονε· τοῦ δʼ ἄνθους ὄφελος οὐδὲν ἐπιμένοντος, πλὴν εἴ τι χρωμένοις ἡμῖν ἐπιτερπὲς ὀσφρέσθαι καὶ ἰδεῖν ἡδὺ παρέχει, θαυμαστὰς μὲν ὀσμὰς ἀφιέντα, ποικιλίαν δʼ ἀμιμήτοις χρώμασι καὶ βαφαῖς ἀνοιγόμενα. διὸ τῶν μὲν φύλλων ἀποσπωμένων οἷον ἀλγεῖ καὶ δάκνεται τὰ φυτὰ καὶ γίγνεται περὶ αὐτὰ βλάβη τις ἑλκώδης καὶ ψίλωσις ἀπρεπής· καὶ οὐ μόνης ὡς ἔοικε κατʼ Ἐμπεδοκλέατῆς δάφνης τῶν φύλλων ἀπὸ πάμπαν ἔχεσθαι χρή, ἀλλὰ καὶ τῶν ἄλλων φείδεσθαι δένδρων ἁπάντων καὶ μὴ κοσμεῖν ἑαυτοὺς ταῖς ἐκείνων ἀκοσμίαις, βίᾳ καὶ παρὰ φύσιν τὰ φύλλα συλῶντας; αὐτῶν. αἱ δὲ τῶν ἀνθέων ἀφαιρέσεις τρυγήσεσιν ἐοίκασι καὶ βλάπτουσιν οὐδέν, ἀλλὰ κἂν μὴ λάβῃ τις ἐν ὥρᾳ, περιερρύη μαρανθέντα. καθάπερ οὖν οἱ βάρβαροι τῶν θρεμμάτων τοῖς δέρμασιν ἀντὶ τῶν ἐρίων ἀμφιέννυνται, οὕτω μοι δοκοῦσιν οἱ μᾶλλον ἐκ τῶν φύλλων ἢ τῶν ἀνθέων ὑφαίνοντες τοὺς στεφάνους οὐ κατὰ λόγον χρῆσθαι τοῖς φυτοῖς. ἐγὼ μὲν οὖν ταῦτα συμβάλλομαι ταῖς στεφανοπώλισιν οὐ γάρ εἰμι γραμματικός, ὥστʼ ἀπομνημονεύειν ποιημάτων, ἐν οἷς τοὺς παλαιοὺς ἱερονίκας ἀναγιγνώσκομεν ἀνθινοῖς; ἀναδουμένους στεφάνοις· πλὴν ὅτι γε ταῖς Μούσαις ὁ τῶν ῥόδων στέφανος ἐπιπεφήμισται, μεμνῆσθαί μοι δοκῶ Σαπφοῦς λεγούσης πρός τινα τῶν ἀμούσων καὶ ἀμαθῶν γυναικῶν κατθάνοισα δὲ κείσεαι· / οὐ γὰρ πεδέχεις ῥόδων / τῶν ἐκ Πιερίας. / εἰ δέ τινα καὶ Τρύφων ἀπὸ τῆς ἰατρικῆς δίδωσι μαρτυρίαν, ἀκουστέον.
At this some young men, not thoroughly acquainted with Ammonius’s humor, being abashed, privately tore their chaplets; but I, perceiving that Ammonius proposed this only for discourse and disputation’s sake, applying myself to Trypho the physician, said: Sir, you must put off that sparkling rosy chaplet as well as we, or declare, as I have often heard you, what excellent preservatives these flowery garlands are against the strength of liquor. But here Erato putting in said: What, is it decreed that no pleasure must be admitted without profit? And must we be angry with our delight, unless hired to endure it? Perhaps we may have reason to be ashamed of ointments and purple vests, because so costly and expensive, and to look upon them as (in the barbarian’s phrase) treacherous gar ments and deceitful odors; but these natural smells and colors are pure and simple as fruits themselves, and without expense or the curiosity of art. And I appeal to any one, whether it is not absurd to receive the pleasant tastes Nature gives us, and reject those smells and colors that the seasons afford us, because forsooth they blossom with delight, if they have no other external profit or advantage. Besides, we have an axiom against you, for if (as you affirm) Nature makes nothing vain, those things that have no other use were designed on purpose to please and to delight. Besides, observe that to thriving trees Nature hath given leaves, for the preservation of the fruit and of the stock itself; for those sometimes warming sometimes cooling it, the seasons creep on by degrees, and do not assault it with all their violence at once. But now the flower, whilst it is on the plant, is of no profit at all, unless we use it to delight our nose with the admirable smell, and to please our eyes when it opens that inimitable variety of colors. And therefore, when the leaves are plucked off, the plants as it were suffer injury and grief. There is a kind of an ulcer raised, and an unbecoming nakedness attends them; and we must not only (as Empedocles says) By all means spare the leaves that grace the palm, but likewise the leaves of all other trees, and not injuriously against Nature robbing them of their leaves, bring deformity on them to adorn ourselves. But to pluck the flowers doth no injury at all. It is like gathering of grapes at the time of vintage; unless plucked when ripe, they wither of themselves and fall. And therefore, like the barbarians who clothe themselves with the skins more commonly than with the wool of sheep, those that wreathe leaves rather than flowers into garlands seem to me to use the plants according to neither the dictates of reason nor the design of Nature. And thus much I say in defence of those who sell chaplets of flowers; for I am not grammarian enough to remember those poems which tell us that the old conquerors in the sacred games were crowned with flowers. Yet, now I think of it, there is a story of a rosy crown that belongs to the Muses; Sappho mentions it in a copy of verses to a woman unlearned and unacquainted with the Muses: Dead thou shalt lie forgotten in thy tomb, / Since not for thee Pierian roses bloom. / But if Trypho can produce any thing to our advantage from physic, pray let us have it.
ἐκ τούτου δεξάμενος ὁ τρύφων τὸν λόγον οὐδενὸς ἔφη τούτων ἀσκέπτους γεγονέναι τοὺς παλαιούς, ἅτε δὴ πλείστῃ κεχρημένους ἀπὸ φυτῶν ἰατρικῇ· τεκμήρια δʼ ἔστι τινʼ ἔτι νῦν. Τύριοι μὲν Ἀγηνορίδῃ Μάγνητες δὲ Χείρωνι, τοῖς πρώτοις ἰατρεῦσαι λεγομένοις, ἀπαρχὰς; κομίζουσι·; ῥίζαι γάρ εἰσι καὶ βοτάναι, διʼ ὧν ἰῶντο τοὺς κάμνοντας. ὁ δὲ Διόνυσος οὐ μόνον τῷ τὸν οἶνον εὑρεῖν, ἰσχυρότατον φάρμακον καὶ ἥδιστον, ἰατρὸς ἐνομίσθη μέτριος, ἀλλὰ καὶ τῷ τὸν κιττὸν ἀντιταττόμενον μάλιστα τῇ δυνάμει πρὸς τὸν οἶνον εἰς τιμὴν προαγαγεῖν καὶ στεφανοῦσθαι διδάξαι τοὺς βακχεύοντας ὡς ἧττον ὑπὸ τοῦ οἴνου ἀνιῷντο, τοῦ κιττοῦ κατασβεννύντος τὴν μέθην τῇ ψυχρότητι. δηλοῖ δὲ καὶ τῶν ὀνομάτων ἔνια τὴν περὶ ταῦτα πολυπραγμοσύνην τῶν παλαιῶν· τήν τε γὰρ καρύαν οὕτως ὠνόμασαν, ὅτι πνεῦμα βαρὺ καὶ καρωτικὸν ἀφιεῖσα λυπεῖ τοὺς ὑπʼ αὐτῆς παρακεκλιμένους· καὶ τὸν νάρκισσον ὡς ἀμβλύνοντα τὰ νεῦρα καὶ βαρύτητας ἐμποιοῦντα ναρκώδεις· διὸ καὶ ὁ Σοφοκλῆς αὐτόν ἀρχαῖον μεγάλων θεῶν στεφάνωμα τουτέστι τῶν χθονίων, προσηγόρευκε. φασὶ δὲ καὶ τὸ πήγανον ἀπὸ τῆς δυνάμεως ὠνομάσθαι· πήγνυσι γὰρ ξηρότητι διὰ θερμότητα τὸ σπέρμα καὶ ὅλως πολέμιόν ἐστι ταῖς κυούσαις. οἱ δὲ καὶ τὴν ἀμέθυστον οἰόμενοι τῷ πρὸς τὰς οἰνώσεις βοηθεῖν αὐτήν τε καὶ τὴν ἐπώνυμον αὐτῆς λίθον οὕτω κεκλῆσθαι διαμαρτάνουσι· κέκληται γὰρ ἀπὸ τῆς χρόας ἑκατέρα· οὐ γάρ ἐστιν αὐτῆς τὸ φύλλον ἀκράτῳ, ἀλλʼ ἀοίνῳ καὶ ὑδαρεῖ τὴν κρᾶσιν οἴνῳ προσεοικός. ἄλλα μέντοι πάμπολλα λαβεῖν ἔστιν, οἷς παρέσχον τὰς κλήσεις αἱ δυνάμεις· ἀρκεῖ δὲ κἀκεῖνα τὴν τῶν παλαιῶν ἐπιμέλειαν ὑποδηλῶσαι καὶ πολυπειρίαν, ἀφʼ ἧς ἐχρήσαντο τοῖς παροίνοις στεφάνοις. μάλιστα μὲν γὰρ ὁ ἄκρατος, ὅταν τῆς κεφαλῆς καθάψηται καὶ τονώσῃ τὰ σώματα πρὸς τὰς τῶν αἰσθήσεων ἀρχάς, ἐπιταράσσει τὸν ἄνθρωπον αἱ δὲ τῶν ἀνθέων ἀπορροαὶ πρὸς τοῦτο θαυμασίως βοηθοῦσι καὶ ἀποτειχίζουσι τὴν κεφαλὴν ἀπὸ τῆς μέθης ὡς ἀκρόπολιν, τῶν μὲν θερμῶν μαλακῶς ἀναχαλώντων τοὺς πόρους καὶ ἀναπνοὴν τῷ οἴνῳ διδόντων, ὅσα δʼ ἡσυχῆ ψυχρὰ τῷ μετρίως ἐπιψαύειν ἀνακρουομένων τὰς ἀναθυμιάσεις, ὥσπερ ὁ τῶν ἴων καὶ ῥόδων στέφανος· στύφει γὰρ ἀμφότερα καὶ συστέλλει τῇ ὀσμῇ τὰς καρηβαρίας. τὸ δὲ τῆς κύπρου ἄνθος καὶ ὁ κρόκος καὶ ἡ βάκκαρις εἰς ὕπνον ἄλυπον ὑπάγει τοὺς πεπωκότας· ἔχει γὰρ ἀπορροὴν λείαν καὶ προσηνῆ καὶ τὰς περὶ τὸ σῶμα τῶν μεθυσκομένων ἀνωμαλίας καὶ τραχύτητας ἡσυχῆ διαχέουσαν, ὥστε, γιγνομένης γαλήνης, ἀμβλύνεσθαι καὶ συνεκπέττεσθαι τὸ κραιπαλῶδες. ἐνίων δʼ ἀνθέων ὀσμαῖς ἄνω σκιδναμέναις περὶ τὸν ἐγκέφαλον, οἵ τε πόροι τῶν αἰσθητηρίων ἐκκαθαίρονται καὶ λεπτύνεται τὰ ὑγρὰ πράως ἄνευ πληγῆς καὶ σάλου τῇ θερμότητι διακρινόμενα, καὶ φύσει ψυχρὸς ὢν ὁ ἐγκέφαλος ἀναθάλπεται. διὸ μάλιστα τοὺς ἀνθίνους ἐκ τῶν τραχήλων καθάπτοντες ὑποθυμίδας ἐκάλουν, καὶ τοῖς ἀπὸ τούτων μύροις ἔχριον τὰ στήθη· μαρτυρεῖ δʼ Ἀλκαῖος κελεύων καταχέαι τὸ μύρον αὐτοῦ κατὰ τᾶς πόλλα παθοίσας κεφάλας καὶ τῶ πολίω στήθεος. οὕτω καὶ ἐντεῦθεν αἱ ὀσμαὶ τοξεύουσιν ὑπὸ θερμότητος; εἰς τὸν ἐγκέφαλον ἁρπαζόμεναι ταῖς ὀσφρήσεσιν. οὐ γάρ, ὅτι τῇ καρδίᾳ τὸν θυμὸν ἐνστρατοπεδεύειν ᾤοντο, τοὺς περιδεραίους τῶν στεφάνων ὑποθυμίδας ἐκάλουν ἐπιθυμίδας γὰρ αὐτοῖς διὰ γε τοῦτο μᾶλλον ἦν καλεῖσθαι προσῆκον, ἀλλʼ ὡς λέγω διὰ τὴν ἀποφορὰν καὶ ὑποθυμίασιν. μὴ θαυμάζωμεν δʼ εἰ τοσαύτην αἱ τῶν στεφάνων ἀποφοραὶ δύναμιν ἔχουσιν· ἱστοροῦσι γάρ, ὅτι καὶ σκιὰ σμίλακος ἀποκτίννυσιν ἀνθρώπους ἐγκαταδαρθόντας, ὅταν ὀργᾷ μάλιστα πρὸς τὴν ἄνθησιν· καὶ τὸ τῆς μήκωνος ἀπορρέον πνεῦμα μὴ φυλαξαμένοις τοῖς τὸν ὀπὸν τρυγῶσι συνέβη καταπεσεῖν. τὴν δʼ ἄλυσσον καλουμένην βοτάνην καὶ λαβόντες εἰς τὴν χεῖρα μόνον, οἱ δὲ καὶ προσβλέψαντες, ἀπαλλάττονται λυγμοῦ· λέγεται δὲ καὶ ποιμνίοις ἀγαθὴ καὶ αἰπολίοις, παραφυτευομένη ταῖς μάνδραις. τὸ δὲ ῥόδον ὠνόμασται δήπουθεν, ὅτι ῥεῦμα πολὺ τῆς ὀδωδῆς ἀφίησι· διὸ καὶ τάχιστα μαραίνεται. ψυκτικὸν δʼ ἐστὶ δυνάμει τῇ δʼ ὄψει πυρωπόν, οὐκ ἀλόγως· λεπτὸν γὰρ αὐτῷ περιανθεῖ τὸ θερμὸν ἐπιπολῆς ἐξωθούμενον ὑπὸ τῆς ψυχρότητος.
Then Trypho taking the discourse said: The ancients were very curious and well acquainted with all these things, because plants were the chief ingredients of their physic. And of this some signs remain till now; for the Tyrians offer to the son of Agenor, and the Magnesians to Chiron, the first supposed practitioners of physic, as the first fruits, the roots of those plants which have been successful on a patient. And Bacchus was counted a physician not only for finding wine, the most pleasing and most potent remedy, but for bringing ivy, the greatest opposite imaginable to wine, into reputation, and for teaching his drunken followers to wear garlands of it, that by that means they might be secured against the violence of a debauch, the heat of the liquor being remitted by the coldness of the ivy. Besides, the names of several plants sufficiently evidence the ancients’ curiosity in this matter; for they named the walnut-tree καρύα, because it sends forth a heavy and drowsy (καρωτικόν) spirit, which affects their heads who sleep beneath it; and the daffodil, νάρκισσος, because it benumbs the nerves and causes a stupid narcotic heaviness in the limbs; and therefore Sophocles calls it the ancient garland flower of the great (that is, the earthy) Gods. And some say rue was called πήγανον from its astringent quality; for, by its dryness proceeding from its heat, it fixes (πήγνυσι) or coagulates the seed, and is very hurtful to great-bellied women. But those that imagine the herb amethyst (ἀμεθυστος), and the precious stone of the same name, are called so because powerful against the force of wine, are much mistaken; for both receive their names from their color; for its leaf is not of the color of strong wine, but resembles that of weak diluted liquor. And indeed I could mention a great many which have their names from their proper virtues. But the care and experience of the ancients sufficiently appears in those of which they made their garlands when they designed to be merry and frolic over a glass of wine; for wine, especially when it seizes on the head, and strains the body just at the very spring and origin of the sense, disturbs the whole man. Now the effluvia of flowers are an admirable preservative against this, they secure the brain, as it were a citadel, against the efforts of drunkenness; for those that are hot open the pores and give the fumes free passage to exhale, and those that are moderately cold repel and keep down the ascending vapors. Of this last nature are the violet and rose; for the odors of both these are prevalent against any ache and heaviness in the head. The flowers of privet and crocus bring those that have drunk freely into a gentle sleep; for they send forth a smooth and gentle effluvia, which softly takes off all asperities that arise in the body of the drunken; and so all things being quiet and composed, the violence of the noxious humor is abated and thrown off. The smells of some flowers being received into the brain cleanse the organs and instruments of sense, and gently by their heat, without any violence or force, dissolve the humors, and warm and cherish the brain itself, which is naturally cold. Upon this account, they called those little posies they hung about their necks ὑποθύμιδες, and anointed their breasts with the oils that were squeezed from them; and of this Alcaeus is a witness, when he bids his friends, Pour ointment o’er his laboring temples, pressed / With various cares, and o’er his aged breast. /
Hence the odors by means of the heat shoot upward into the very brain, being caught up by the nostrils. For they did not call those garlands hung about the neck ὑποθύμιδες because they thought the heart was the seat and citadel of the mind (θυμός), for on that account they should rather have called them ἐπιθυμίδες; but, as I said before, from their vapor and exhalation. Besides, it is no strange thing that these smells of garlands should be of so considerable a virtue; for some tell us that the shadow of the yew, especially when it blossoms, kills those that sleep under it; and a subtile spirit ariseth from pressed poppy, which suddenly overcomes the unwary squeezers. And there is an herb called alyssus, which to some that take it in their hands, to others that do but look on it, is found a present remedy against the hiccough; and some affirm that planted near the stalls it preserves sheep and goats from the rot and mange. And the rose is called ῥόδον, probably because it sends forth a stream (ῥεῦμα) of odors; and for that reason it withers presently. It is a cooler, yet fiery to look upon; and no wonder, for upon the surface a subtile heat, being driven out by the inward cold, looks vivid and appears.