Εὐθύδημος ὁ Σουνιεὺς ἑστιῶν ἡμᾶς σῦν ἄγριον εὐμεγέθη παρέθηκεν ἐπιθαυμασάντων δὲ τῶν παρόντων, ἄλλον ἔφη πολὺ μείζονα κομιζόμενον ὑπὸ τῆς σελήνης διαφθαρῆναι καὶ σφόδρα γε περὶ τῆς αἰτίας διαπορεῖν οὐ γὰρ εἰκὸς εἶναι μὴ τὸν ἥλιον μᾶλλον τὰ κρέα σήπειν θερμότερον ὄντα τῆς σελήνης. ὁ δὲ Σάτυρος οὐ τοῦτʼ ἔφη μάλιστα θαυμάσειεν ἄν τις, ἀλλὰ μᾶλλον τὸ ὑπὸ τῶν κυνηγῶν γιγνόμενον· ὅταν γὰρ ἢ σῦν ἢ ἔλαφον καταβαλόντες πόρρωθεν εἰς πόλιν ἀποστέλλωσι, χαλκοῦν ἐμπηγνύουσιν ἧλον ὡς βοηθοῦντα πρὸς τὴν σῆψιν.
EUTHYDEMUS of Sunium gave us at an entertainment a very large boar. The guests wondering at the bigness of the beast, he said that he had one a great deal larger, but in the carriage the moon had made it stink; he could not imagine how this should happen, for it was probable that the sun, being much hotter than the moon, should make it stink sooner. But, said Satyrus, this is not so strange as the common practice of the hunters; for, when they send a boar or a doe to a city some miles distant, they drive a brazen nail into it to keep it from stinking.
ὡς οὖν ἐπαυσάμεθα δειπνοῦντες, καὶ πάλιν ὁ Εὐθύδημος ἐπιμνησθεὶς τοῦ διαπορηθέντος Μοσχίων ἔφη φησὶν ὁ ἰατρὸς τὴν σῆψιν τῆξιν καὶ ῥύσιν σαρκὸς εἰς ὑγρὸν φθορᾷ μεταβαλούσης, καὶ ὅλως ὑγραίνεσθαι τὰ σηπόμενα· θερμασίαν δὲ πᾶσαν, ἂν μὲν ᾖ μαλακὴ καὶ πραεῖα, κινεῖν τὰ ὑγρὰ καὶ κωλύειν· ἂν δʼ πυρώδης, τοὐναντίον ἀπισχναίνειν τὰς σάρκας. ἐκ δὲ τούτων φανερὸν εἶναι τὸ ζητούμενον τὴν γὰρ σελήνην ἠρέμα χλιαίνουσαν ἀνυγραίνειν τὰ σώματα, τὸν δʼ ἣλιον ἀναρπάζειν μᾶλλον ἐκ τῶν σωμάτων τὸ νοτερὸν διὰ τὴν πύρωσιν πρὸς ὃ καὶ τὸν Ἀρχίλοχον εἰρηκέναι φυσικῶς ἔλπομαι, πολλοὺς μὲν αὐτῶν Σείριος καθαυανεῖ / ὀξὺς ἐλλάμπων· / ἔτι δὲ σαφέστερον Ὅμηρον ἐπὶ τοῦ Ἕκτορος, ᾧ κειμένῳ νεφέλην τινὰ σκιερὰν ὁ Ἀπόλλων ἐπήγαγε, μὴ πρὶν μένος ἠελίοιο / σκήλῃ ἀμφὶ περὶ χρόα ἴνεσιν ἠδὲ μέλεσσιν· / τὴν δὲ σελήνην ἀδρανεστέρας ἀφιέναι τὰς αὐγάς μέλας γὰρ. αὐταῖς οὐ πεπαίνεται βότρυς κατὰ τὸν Ἴωνα.
After supper Euthydemus bringing the question into play again, Moschio the physician said, that putrefaction was a colliquation of the flesh, and that every thing that putrefied grew moister than before, and that all heat, if gentle, did stir the humors, though not force them out, but if strong, dry the flesh; and that from these considerations an answer to the question might be easily deduced. For the moon gently warming makes the body moist; but the sun by his violent beams dries rather, and draws all moisture from them. Thus Archilochus spoke like a naturalist, I hope hot Sirius’s beams will many drain. And Homer more plainly concerning Hector, over whose body Apollo spread a thick cloud, Lest the hot sun should scorch his naked limbs. Now the moon’s rays are weaker; for, as Ion says, They do not ripen well the clustered grapes.
λεχθέντων δὲ τούτων, ἐγὼ τἄλλα μέν ἔφην εἴρηται καλῶς· τῇ δὲ ποσότητι καὶ τῷ μᾶλλον καὶ ἧττον τῆς θερμασίας κρίνειν τὸ σύμπαν οὐ δεῖ· καὶ γὰρ ἥλιον ὁρῶμεν ἧττον ἐν τῷ χειμῶνι θάλποντα καὶ μᾶλλον ἐν τῷ θέρει σήποντα τὰ σώματα· τοὐναντίον δʼ ὤφειλε ποιεῖν, εἰ μαλακότητι τῆς θερμασίας αἱ σήψεις ἐγίνοντο· νυνὶ δέ, ὅτε μᾶλλον ἐντείνει τὸ καῦμα, θᾶσσον διαφθείρει τὰς σάρκας. οὐκοῦν οὐδʼ ἡ σελήνη διʼ ἔνδειαν ἀλέας καὶ ἀσθένειαν εἰς σῆψιν ἄγει τὰ νεκρὰ τῶν σωμάτων, ἀλλʼ ἰδιότητα μᾶλλον αἰτιατέον τοῦ φερομένου ῥεύματος ἀπʼ αὐτῆς. ὅτι γὰρ οὐ μίαν ἔχει ποιότητα πᾶν τὸ θερμόν, αὐτῷ μόνῳ τῷ μᾶλλον καὶ ἧττον διαφέρουσαν, ἀλλʼ εἰσὶ πάμπολλαι τοῦ πυρὸς δυνάμεις οὐδὲν ἀλλήλαις ἐοικυῖαι, δῆλον ἀπὸ τῶν προχειροτάτων. οἱ μὲν γὰρ χρυσοχόοι διὰ τῆς ἀχυρίνης φλογὸς ἐργάζονται τὸν χρυσόν, οἱ δʼ ἰατροὶ μάλιστα τῇ κληματίνῃ τὰ συνεψόμενα τῶν φαρμάκων ὑποχλιαίνουσι· πρὸς δὲ τὴν τοῦ ὑέλου μάλαξιν καὶ τύπωσιν εὐάρμοστον εἶναι δοκεῖ τὸ μυρίκινον· τὸ δʼ ἀπὸ τῆς ἐλαίας τὰ μὲν σώματα ταῖς πυρίαις εὖ διατίθησι, τοῖς δὲ βαλανείοις πολέμιόν ἐστι καὶ λυμαίνεται τὴν πινάκωσιν αὐτῶν καὶ τοὺς θεμελίους ὑποκαόμενον. ὅθεν οἱ χαρίεντες ἀγορανόμοι τοὺς ἐργολαβοῦντας οὐκ ἐῶσιν ἐλαΐνοις ξύλοις χρῆσθαι, καθάπερ οὐδʼ αἴρας ἐμβαλεῖν εἰς τὴν ὑπόκαυσιν· αἱ γὰρ ἀπὸ τούτων ἀναθυμιάσεις καρηβαρίας; καὶ σκοτώματα τοῖς λουομένοις ἐμποιοῦσιν. οὐδὲν οὖν θαυμαστόν ἐστι καὶ τὴν σελήνην τοῦ ἡλίου διαφέρειν, τοῦ μὲν ξηραντικὰ τῆς δὲ χαλαστικὰ καὶ κινητικὰ τῶν ἐν τοῖς σώμασιν ὑγρῶν ἀφιείσης ῥεύματα. διὸ τὰ μὲν νήπια παντάπασιν αἱ τίτθαι δεικνύναι πρὸς τὴν σελήνην φυλάττονται· πλήρη γὰρ ὑγρότητος ὄντα, καθάπερ τὰ χλωρὰ τῶν ξύλων, σπᾶται καὶ διαστρέφεται. τοὺς δὲ κατακοιμηθέντας ἐν αὐγῇ σελήνης μόλις ἐξανισταμένους οἷον ἐμπλήκτους ταῖς αἰσθήσεσι καὶ ναρκώδεις ὁρῶμεν ἡ γὰρ ὑγρότης ὑπὸ τῆς σελήνης διαχεομένη βαρύνει τὰ σώματα. λέγεται δὲ καὶ πρὸς εὐτοκίαν συνεργεῖν, ὅταν ᾖ διχόμηνος, ἀνέσει τῶν ὑγρῶν μαλακωτέρας παρέχουσα τὰς ὠδῖνας. ὅθεν οἶμαι καὶ τὴν Ἄρτεμινλοχείαν καὶ Εἰλείθυιαν, οὐκ οὖσαν ἑτέραν ἢ τὴν σελήνην, ὠνομάσθαι. Τιμόθεος δʼ ἄντικρὺς διὰ κυάνεον πόλον ἄστρων, / διὰ τʼ ὠκυτόκοιο σελάνας. / γίγνεται δὲ καὶ περὶ τὰ ἄψυχα τῶν σωμάτων ἐπίδηλος ἡ τῆς σελήνης δύναμις· τῶν τε γὰρ ξύλων τὰ τεμνόμενα ταῖς πανσελήνοις ἀποβάλλουσιν οἱ τέκτονες ὡς ἁπαλὰ καὶ μυδῶντα ταχέως διʼ ὑγρότητα· τοὺς δὲ πυροὺς οἱ γεωργοῦντες σπεύδουσι φθίνοντος τοῦ μηνὸς ἐκ τῆς ἅλω συναίρειν, ἵνα παγέντες τῇ ξηρότητι μᾶλλον πρὸς τὸν χρόνον ἀντέχωσιν· οἱ δʼ ἀκμῇ τῆς σελήνης διακομιζόμενοι κόπτονται μάλιστα· διὰ τὴν ὑγρότητα μαλακώτεροι γιγνόμενοι. λέγουσι δὲ καὶ τἄλευρον ἐν ταῖς πανσελήνοις ζυμοῦσθαι βέλτιον· ἡ γὰρ ζύμωσις ὀλίγον ἀποδεῖ σῆψις εἶναι· κἂν ἀποβάλῃ τὸ μέτρον, ἐπὶ τὴν αὐτὴν φθορὰν ἀραιοῦσα καὶ λεπτύνουσα τὸ φύραμα προήγαγεν. αἱ δὲ σηπόμεναι σάρκες οὐδὲν ἄλλο πάσχουσιν, ἢ, τοῦ συνεκτικοῦ πνεύματος μεταβάλλοντος εἰς ὑγρόν, ἐξαραιοῦνται καὶ ῥέουσι. τοῦτο δὲ καὶ τὸν ἀέρα πάσχοντα θεωροῦμεν δροσοβολεῖ γὰρ ταῖς πανσελήνοις μάλιστα διατηκόμενος, ὥς που καὶ Ἀλκμὰν ὁ μελοποιὸς αἰνιττόμενος τὴν δρόσον ἀέρος θυγατέρα καὶ σελήνης οἷα φησί Διὸς θυγάτηρ ἔρσα τρέφει καὶ δίας σελάνας. οὕτω πανταχόθεν μαρτυρεῖται τὸ τῆς σελήνης φῶς ἄγαν ὑγραντικὴν ἔχον καὶ μαλακτικὴν δύναμιν. ὁ δὲ χαλκοῦς ἧλος, εἴ γε διελαυνόμενος, ὥς φασιν, ἀσηπτότερα διατηρεῖ τὰ κρέα, φαίνεται μὲν ἔχων τι στυπτικὸν ἐν αὑτῷ· τῷ γὰρ ἰῷ πρὸς τὰ τοιαῦτα χρῶνται τῶν φαρμάκων ἰατροί, καὶ τούς γε διατρίβοντας ἐν τοῖς χαλκωρυχείοις ἱστοροῦσιν ὠφελεῖσθαι τὰ ὄμματα καὶ βλεφαρίδας ἐκφύειν τοὺς ἀποβεβληκότας· ἡ γὰρ ἀπιοῦσα τῆς χαλκίτιδος ἄχνη καὶ προσπίπτουσα τοῖς βλεφάροις ἀδήλως ἀναστέλλει τὰ ῥεύματα καὶ περιστύφει τὸ δάκρυον. διὸ καί φασιν εὐήνορα καὶ νώροπα χαλκὸν ὑπὸ τοῦ ποιητοῦ προσαγορεύεσθαι. Ἀριστοτέλης· δὲ καὶ τὰ τραύματὰ φησι τἀπὸ τῶν χαλκῶν ἐπιδορατίδων καὶ μαχαιρῶν ἧττον εἶναι δυσαλγῆ καὶ ῥᾴονʼ ἰᾶσθαι τῶν ἀπὸ τοῦ σιδήρου διὰ τὸ φαρμακῶδες ἔχειν τι τὸν χαλκὸν ἐν ἑαυτῷ καὶ τοῦτο ταῖς πληγαῖς εὐθὺς ἐναπολείπειν. ὅτι δὲ καὶ τῷ σήποντι τὸ στῦφον καὶ τὸ θεραπεῦον τῷ φθείροντι τὴν ἐναντίαν ἔχει δύναμιν, οὐκ ἄδηλον· εἰ μή τις ἄρα τῇ διελάσει φαίη τὸν ἧλον ἐφʼ ἑαυτὸν τὰ ὑγρὰ συνάγειν, ἐπιφορᾶς ἀεὶ γιγνομένης πρὸς τὸ πάσχον. διὸ καὶ περὶ αὐτὸν ἐκεῖνον τὸν τόπον οἷόν τινα μώλωπα καὶ σπῖλον ὁρᾶσθαί φασι· καὶ λόγον ἔχει τὴν ἄλλην σάρκα διαμένειν ἀπαθῆ, τῆς φθορᾶς ἐκεῖ συντρεχούσης.
When he had done, I said: The rest of the discourse I like very well, but I cannot consent when you ascribe this effect to the strength and degree of heat, and chiefly in the hot seasons; for in winter every one knows that the sun warms little, yet in summer it putrefies most. Now the contrary should happen, if the gentleness of the heat were the cause of putrefaction. And besides, the hotter the season is, so much the sooner meat stinks; and therefore this effect is not to be ascribed to the want of heat in the moon, but to some particular proper quality in her beams. For heat is not different only by degrees; but in fires there are some proper qualities very much unlike one another, as a thousand obvious instances will prove. Goldsmiths heat their gold in chaff fires; physicians use fires of vine-twigs in their distillations; and tamarisk is the best fuel for a glass-house. Olive-boughs in a vapor-bath warm very well, but hurt other baths: they spoil the timbers, and weaken the foundation; and therefore the most skilful of the public officers forbid those that rent the baths to burn olive-tree wood, or throw darnel seed into the fire, because the fumes of it dizzy and bring the headache to those that bathe. Therefore it is no wonder that the moon differs in her qualities from the sun; and that the sun should shed some drying, and the moon some dissolving, influence upon flesh. And upon this account it is that nurses are very cautious of exposing their infants to the beams of the moon; for they being full of moisture, as green plants, are easily wrested and distorted. And everybody knows that those that sleep abroad under the beams of the moon are not easily waked, but seem stupid and senseless; for the moisture that the moon sheds upon them oppresses their faculty and disables their bodies. Besides, it is commonly said, that women brought to bed when the moon is a fortnight old, have easy labors; and for this reason I believe that Diana, which was the same with the moon, was called the goddess of childbirth. And Timotheus appositely says, By the blue heaven that wheels the stars, / And by the moon that eases women’s pains. / Even in inanimate bodies the power of the moon is very evident. Trees that are cut in the full of the moon carpenters refuse, as being soft, and, by reason of their moistness, subject to corruption; and in its wane farmers usually thresh their wheat, that being dry it may better endure the flail; for the corn in the full of the moon is moist, and commonly bruised in threshing. Besides, they say dough will be leavened sooner in the full, for then, though the leaven is scarce proportioned to the meal, yet it rarefies and leavens the whole lump. Now when flesh putrefies, the combining spirit is only changed into a moist consistence, and the parts of the body separate and dissolve. And this is evident in the very air itself, for when the moon is full, most dew falls; and this Alcman the Poet intimates, when he somewhere calls dew the air’s and moon’s daughter, saying, See how the daughter of the Moon and Jove / Does nourish all things. / Thus a thousand instances do prove that the light of the moon is moist, and carries with it a softening and corrupting quality. Now the brazen nail that is driven through the flesh, if, as they say, it keeps the flesh from putrefying, doth it by an astringent quality proper to the brass. The rust of brass physicians use in astringent medicines, and they say those that dig brass ore have been cured of a rheum in their eyes, and that the hair upon their eyelids hath grown again; for the dust rising from the ore, being insensibly applied to the eyes, stops the rheum and dries up the humor. Upon this account, perhaps, Homer calls brass εὐήνωρ and νῶροψ. Aristotle says, that wounds made by a brazen dart or a brazen sword are less painful and sooner cured than those that are made of iron weapons, because brass hath something medicinal in itself, which in the very instant is applied to the wound. Now it is manifest that astringents are contrary to putrefying, and healing to corrupting qualities. Some perhaps may say, that the nail driven through draws all the moisture to itself, for the humor still flows to the part that is hurt; and therefore it is said that by the nail there always appears some speck and tumor; and therefore it is rational that the other parts should remain sound, when all the corruption gathers about that.