ῥηθέντων δὲ τούτων, ὁ ἑστιῶν ἡμᾶς καὶ ταῦτʼ ἔφη μετρίως λέγεσθαι καὶ πρὸς τὴν ἄλλην ἀπορίαν, τὰς τῶν πόρων κενώσεις καὶ ἀναπληρώσεις, ἐν τῷ παραυτίκα […] τοῖς δὲ διψῶσι τοὐναντίον, ἐὰν ἐμφάγωσιν, ἐπιτείνειν συμβαίνει τὸ δίψος. τοῦτο δὲ τὸ πάθος οἱ τοὺς πόρους διαφόρους ὑποτιθέμενοι ῥᾷστα καὶ πιθανώτατά μοι δοκοῦσιν, εἰ καὶ μὴ τἄλλα μόνον πιθανῶς, αἰτιολογεῖν. πᾶσι γὰρ ὄντων πόρων, ἄλλος πόρος ἄλλας συμμετρίας ἔχει· ὧν οἱ μὲν εὐρύτεροι τὴν ξηρὰν ἅμα καὶ τὴν ὑγρὰν τροφὴν ἀναλαμβάνουσιν, οἱ δʼ ἰσχνότεροι τὸ μὲν ποτὸν παραδέχονται, ποιεῖ δὲ τὴν μὲν δίψαν ἡ τούτων κένωσις, ἡ δʼ ἐκείνων τὴν πεῖναν. ὅθεν, ἐὰν μὲν φάγωσιν οἱ διψῶντες, οἱ μὲν οὐ βοηθοῦνται, τῶν πόρων διὰ λεπτότητα τὴν ξηρὰν τροφὴν μὴ δεχομένων, ἀλλʼ ἐπιδεῶν τοῦ οἰκείου διαμενόντων· οἱ δὲ πεινῶντες ἐὰν πίνωσιν, ἐνδυόμενα τὰ ὑγρὰ τοῖς μείζοσι πόροις καὶ ἀναπληροῦντα τὰς κενότητας αὐτῶν ἀνίησι τὸ σφοδρὸν ἄγαν τῆς πείνης.
AFTER we had gone thus far, the master of the feast told the company that the former points were reasonably well discussed; and waiving at present the discourse concerning the evacuation and repletion of the pores, he requested us to fall upon another question, that is, how it comes to pass that hunger is staid by drinking, when, on the contrary, thirst is more violent after eating. Those who assign the reason to be in the pores seem with a great deal of ease and probability, though not with so much truth, to explain the thing. For seeing the pores in all bodies are of different sorts and sizes, the more capacious receive both dry and humid nourishment, the lesser take in drink, not meat; but the vacuity of the former causes hunger, of the latter thirst. Hence it is that men that thirst are never the better after they have eaten, the pores by reason of their straitness denying admittance to grosser nourishment, and the want of suitable supply still remaining. But after hungry men have drunk, the moisture enters the greater pores, fills the empty spaces, and in part assuages the violence of the hunger.
ἐμοὶ δὲ τὸ μὲν συμβαῖνον ἀληθὲς ἐφαίνετο, τῇ δʼ ὑποθέσει τῆς αἰτίας οὐ προσεῖχον. καὶ γὰρ εἰ τοῖς πόροις τούτοις ἔφην, ὧν ἔνιοι περιέχονται καὶ ἀγαπῶσι, κατατρήσειέ τις τὴν σάρκα, πλαδαρὰν καὶ τρομώδη καὶ σαθρὰν ποιήσει· τό γε μὴ ταὐτὰ τοῦ σώματος μόρια τὸ ποτὸν προσδέχεσθαι καὶ τὸ σιτίον ἀλλʼ ὥσπερ ἠθμοῖς καταρρεῖσθαι καὶ ἀποκρίνεσθαι, κομιδῇ πλασματῶδες καὶ ἀλλόκοτον. αὕτη γὰρ ἡ πρὸς τὸ ὑγρὸν ἀνάμιξις, θρύπτουσα τὰ σιτία καὶ συνεργὰ λαμβάνουσα τὸ θερμὸν τὸ ἐντὸς καὶ τὸ πνεῦμα, πάντων ὀργάνων ἀκριβέστατα πάσαις τομαῖς καὶ διαιρέσεσι λεπτύνει τὴν τροφὴν ὥστε πᾶν μόριον αὐτῆς παντὶ μορίῳ γίγνεσθαι φίλον καὶ οἰκεῖον, οὐκ ἐναρμόττον ὥσπερ ἀγγείοις καὶ τρήμασιν ἀλλʼ ἑνούμενον καὶ προσφυόμενον. ἄνευ δὲ τούτων οὐδὲ λέλυται τῆς ἀπορίας τὸ μέγιστον· οἱ γὰρ ἐμφαγόντες, ἂν μὴ πίωσιν, οὐ μόνον οὐ λύουσιν ἀλλὰ καὶ προσεπιτείνουσι τὸ δίψος πρὸς τοῦτο δʼ οὐδὲν εἴρηται. σκόπει δὲ καὶ τὰ παρʼ ἡμῶν ἔφην εἰ φαινομένας ὑποθέσεις λαμβάνομεν, πρῶτον μὲν λαμβάνοντες τὸ ὑγρὸν ὑπὸ τοῦ ξηροῦ διαφθείρεσθαι δαπανώμενον, τῷ δʼ ὑγρῷ τὸ ξηρὸν βρεχόμενον καὶ μαλασσόμενον διαχύσεις ἴσχειν καὶ ἀναθυμιάσεις· δεύτερον δὲ μὴ νομίζοντες ἔκθλιψιν εἶναι παντάπασι μήτε τῆς ξηρᾶς τροφῆς τὴν πεῖναν μήτε τῆς ὑγρᾶς τὴν δίψαν, ἀλλὰ τοῦ μετρίου καὶ ἀρκοῦντος ἔνδειαν· οἷς γὰρ ὅλως ἂν ἐλλίπῃ θάτερον , οὔτε πεινῶσιν οὔτε διψῶσιν ἀλλʼ εὐθὺς ἀποθνήσκουσιν. ὑποκειμένων δὲ τούτων, οὐ χαλεπὸν ἤδη τὴν αἰτίαν συνιδεῖν. ἡ μὲν γὰρ δίψα τοῖς φαγοῦσιν ἐπιτείνεται, τῶν σιτίων τῇ ξηρότητι, εἴ τι διεσπαρμένον ὑγρὸν καὶ ἀπολειπόμενον ἀσθενὲς καὶ ὀλίγον ἐν τῷ σώματι, συλλεγόντων καὶ προσεξικμαζόντων ὥσπερ ἔξω γῆν ὁρῶμεν καὶ κόνιν καὶ ἄμμον τὰ μιγνύμενα τῶν ὑγρῶν ἀναλαμβάνουσαν εἰς ἑαυτὴν καὶ ἀφανίζουσαν. τὴν δὲ πεῖναν αὖ πάλιν ἀναγκαίως; τὸ ποτὸν ἀνίησιν· ἡ γὰρ ὑγρότης τὰ ὑπόντα σιτία περισκελῆ καὶ γλίσχρα βρέξασα καὶ διαχέασα, χυμῶν ἐγγενομένων καὶ ἀτμῶν, ἀναφέρει τούτους εἰς τὸ σῶμα καὶ προστίθησι τοῖς δεομένοις. ὅθεν οὐ κακῶς ὄχημα τῆς τροφῆς τὸ ὑγρὸν ὁ Ἐρασίστρατος προσεῖπε· τὰ γὰρ ὑπὸ ξηρότητος ἢ πάθους ἀργὰ καὶ βαρέα μιγνύμενον ἀναπέμπει καὶ συνεξαίρει. πολλοὶ δὲ καὶ μὴ πιόντες ἀλλὰ λουσάμενοι μόνον ἐπαύσαντο συντόνως σφόδρα πεινῶντες· ἐνδυομένη ἔξωθεν ἡ εὐχυμότερα ποιεῖ καὶ τροφιμώτερα τῷ ἐγχαλᾶσθαι τὰ ἐντός, ὥστε τῆς πείνης τὸ σφόδρα πικρὸν καὶ θηριῶδες ἐνδιδόναι καὶ παρηγορεῖσθαι. διὸ καὶ πολὺν ζῶσιν ἔνιοι τῶν ἀποκαρτερούντων χρόνον, ἂν ὕδωρ μόνον λαμβάνωσιν, ἄχρι ἂν οὗ πᾶν ἐξικμασθῇ τὸ τρέφειν καὶ προστίθεσθαι τῷ σώματι δυνάμενον.
Of this effect, said I, I do not in the least doubt, but I do not approve of the reason they give for it. For if any one should admit these pores (which some are so unreasonably fond of) to be in the flesh, he must needs make it a very soft, loose, flabby substance; and that the same parts do not receive the meat and drink, but that they run through different canals and strainers in them, seems to me to be a very strange and unaccountable opinion.
For the moisture mixes with the dry food, and by the assistance of the natural heat and spirits cuts the nourishment far smaller than any cleaver or chopping-knife, to the end that every part of it may be exactly fitted to each part of the body, not applied, as they would have it, to little vessels and pores, but united and incorporated with the whole substance. And unless the thing were explained after this manner, the hardest knot in the question would still remain unsolved. For a man that has a thirst upon him, supposing he eats and doth not drink, is so far from quenching, that he does highly increase it. This point is yet untouched. But mark, said I, whether the positions on my side be clear and evident or not. In the first place, we take it for granted that moisture is wasted and destroyed by dryness, that the drier parts of the nourishment, qualified and softened by moisture, are diffused and fly away in vapors. Secondly, we must by no means suppose that all hunger is a total privation of dry, and thirst of humid nutriment, but only a moderate one, and such as is sufficient to cause the one or the other; for whoever are wholly deprived of either of these, they neither hunger nor thirst, but die instantly. These things being laid down as a foundation, it will be no hard matter to find out the cause. Thirst is increased by eating for this reason, because that meat by its natural siccity contracts and destroys all that small quantity of moisture which remained scattered here and there through the body; just as it happens in things obvious to our senses; we see the earth, dust, and the like presently suck in the moisture that is mixed with them. Now, on the contrary, drink must of necessity assuage hunger; for the moisture watering and diffusing itself through the dry and parched relics of the meat we ate last, by turning them into thin juices, conveys them through the whole body, and succors the indigent parts. And therefore with very good reason Erasistratus called moisture the vehicle of the meat; for as soon as this is mixed with things which by reason of their dryness, or some other quality, are slow and heavy, it raises them up and carries them aloft. Moreover, several men, when they have drunk nothing at all, but only washed themselves, all on a sudden are freed from a violent hunger, because the extrinsic moisture entering the pores makes the meat within more succulent and of a more nourishing nature, so that the heat and fury of the hunger declines and abates; and therefore a great many of those who have a mind to starve themselves to death live a long time only by drinking water; that is, as long as the siccity does not quite consume whatever may be united to and nourish the body.
Ψυχροπότῃ ξένῳ τρυφῶντι παρεσκεύασαν οἱ θεράποντες τοῦ ἐκ φρέατος ὕδωρ ψυχρότερον ἀρυσάμενοι γὰρ ἀγγείῳ καὶ κρεμάσαντες τὸ ἀγγεῖον ἐν τῷ φρέατι τῆς πηγῆς μὴ ἁπτόμενον εἴασαν ἐπινυκτερεῦσαι, καὶ πρὸς τὸ δεῖπνον ἐκομίζετο τοῦ προσφάτου ψυχρότερον. ἦν δʼ ὁ ξένος φιλόλογος ἐπιεικῶς, καὶ τοῦτʼ ἔφη λαβεῖν ἐκ τῶν Ἀριστοτέλους; μετὰ λόγου κείμενον· εἶναι δὲ τοιόνδε τὸν λόγου. πᾶν ὕδωρ προθερμανθὲν ψύχεται μᾶλλον, ὥσπερ τὸ τοῖς βασιλεῦσι παρασκευαζόμενον ὅταν γὰρ ἑψηθῇ μέχρι ζέσεως, περισωρεύουσι τῷ ἀγγείῳ χιόνα πολλὴν καὶ γίγνεται ψυχρότερον ὥσπερ ἀμέλει καὶ τὰ ἡμέτερα σώματα λουσαμένων περιψύχεται μᾶλλον· ἡ γὰρ ὑπὸ τῆς θερμότητος ἄνεσις πολύπορον τὸ σῶμα καὶ μανὸν ἀπειργασμένη πολὺν δέχεται τὸν ἔξωθεν ἀέρα καὶ βιαιοτέραν ποιεῖ τὴν μεταβολὴν ὅταν οὖν ὑποπλασθῇ ὑπὸ τῆς πηγῆς τὸ ὕδωρ, ἐν τῷ ἀέρι, προθερμανθέν, περιψύχεται ταχέως.
ONE of the strangers at the table, who took wonderful great delight in drinking of cold water, had some brought to him by the servants, cooled after this manner; they had hung in the well a bucket full of the same water, so that it could not touch the sides of the well, and there let it remain all night: the next day, when it was brought to table, it was colder than the water that was new-drawn. Now this gentleman was an indifferent good scholar, and therefore told the company he had learned this from Aristotle, who gives the reason of it. The reason which he assigned was this. All water, when it hath been once hot, is afterwards more cold; as that which is prepared for kings, when it hath boiled a good while upon the fire, is afterwards put into a vessel set round with snow, and so made cooler; just as we find our bodies more cool after we have bathed, because the body, after a short relaxation from heat, is rarefied and more porous, and therefore so much the more fitted to receive a larger quantity of air, which causes the alteration. Therefore the water, when it is drawn out of the well, being first warmed in the air, grows presently cold.
τὸν μὲν οὖν ξένον ἐπῃνέσαμεν ὡς ἀνδρικῶς καταμνημονεύσαντα· περὶ δὲ τοῦ λόγου διηποροῦμεν. ὁ γὰρ ἀήρ, ἐν ᾧ κρέμαται τὸ ἀγγεῖον, εἰ μὲν ψυχρός ἐστι, πῶς θερμαίνει τὸ ὕδωρ; εἰ δὲ θερμός, πῶς περιψύχει πάλιν; ἄλογον γὰρ ὑπὸ ταὐτοῦ ταὐτὸ πάσχειν τἀναντία, μηδεμιᾶς διαφορᾶς γενομένης. σιωπῶντος δʼ αὐτοῦ καὶ διαποροῦντος, οὐδὲν ἔφην δεῖν περὶ τοῦ ἀέρος διαπορεῖν ἡ γὰρ αἴσθησις λέγει ὅτι ψυχρός ἐστι, καὶ μάλιστά τῶν ἐν βάθει φρεάτων ὥστʼ ἀμήχανον ὑπʼ ἀέρος ψυχροῦ θερμαίνεσθαι τὸ ὕδωρ· ἀλλὰ μᾶλλον ὁ ψυχρὸς οὗτος ἀὴρ τὴν μὲν πηγὴν διὰ πλῆθος οὐ δύναται μεταβάλλειν ἂν δέ τις ἀφαιρῇ κατʼ ὀλίγον, μᾶλλον κρατῶν περιψύξει.
Whereupon we began to commend the man very highly for his happy memory; but we called in question the pretended reason. For if the air wherein the vessel hangs be cold, how, I pray, does it heat the water? If hot, how does it afterwards make it cold? For it is absurd to say, that the same thing is affected by the same thing with contrary qualities, no difference at all intervening. While the gentleman held his peace, as not knowing what to say; there is no cause, said I, that we should raise any scruple concerning the nature of the air, forasmuch as we are ascertained by sense that it is cold, especially in the bottom of a well; and therefore we can never imagine that it should make the water hot. But I should rather judge this to be the reason: the cold air, though it cannot cool the great quantity of water which is in the well, yet can easily cool each part of it, separate from the whole.
ἀλλὰ μὴν περὶ τῶν χαλίκων ἔφην ἢ τῶν ἀκμόνων, οὓς ἐμβάλλοντες εἰς τὸ ὕδωρ ψύχειν αὐτὸ καὶ στομοῦν δοκοῦσιν, εἰρημένον Ἀριστοτέλει μνημονεύεις.αὐτὸ τοῦτʼ ἔφη μόνον ἐν προβλήμασιν εἴρηκε τὸ γιγνόμενον· εἰς δὲ τὴν αἰτίαν ἐπιχειρήσομεν ἡμεῖς· ἔστι γὰρ μάλιστα δυσθεώρητος.πάνυ μὲν οὖν ἔφηνκαὶ θαυμάσαιμʼ ἄν, εἰ μὴ διαφύγοι ὁ λόγος ἡμᾶς· ὅρα δʼ ὅμως. πρῶτον οὐ δοκεῖ σοι περιψύχεσθαι μὲν ὑπὸ τοῦ ἀέρος τὸ ὕδωρ ἔξωθεν ἐμπίπτοντος, ὁ δʼ ἀὴρ μᾶλλον ἰσχύειν πρὸς τοὺς λίθους καὶ τοὺς ἄκμονας ἀπερειδόμενος; οὐ γὰρ ἐῶσιν αὐτόν, ὥσπερ τὰ χαλκᾶ καὶ τὰ κεραμεᾶ τῶν ἀγγείων, διεκπίπτειν, ἀλλὰ τῇ πυκνότητι στέγοντες ἀνακλῶσιν εἰς τὸ ὕδωρ ἀπʼ αὐτῶν, ὥστε διʼ ὅλου καὶ ἰσχυρὰν γίγνεσθαι τὴν περίψυξιν. διὸ καὶ χειμῶνος οἱ ποταμοὶ ψυχρότεροι γίγνονται τῆς θαλάττης· ἰσχύει γὰρ ἐν αὐτοῖς ὁ ψυχρὸς ἀὴρ ἀνακλώμενος, ἐν δὲ τῇ θαλάττῃ διὰ βάθος ἐκλύεται πρὸς μηδὲν ἀντερείδων. κατʼ ἄλλον δὲ τρόπον εἰκός ἐστι τὰ λεπτότερα τῶν ὑδάτων περιψύχεσθαι μᾶλλον ὑπὸ τοῦ ψυχροῦ· κρατεῖται γὰρ διʼ ἀσθένειαν. αἱ ἐάήἶκνι δʼ ἀκόναι καὶ οἱ χάλικες λεπτύνουσι τὸ ὕδωρ, ὅ τι θολερὸν καὶ γεῶδες ἀναμέμικται, τοῦτο συνάγοντες καὶ κατασπῶντες ἀπʼ αὐτοῦ, ὥστε λεπτότερον καὶ ἀσθενέστερον τὸ ὕδωρ γενόμενον μᾶλλον ὑπὸ περιψύξεως κρατεῖσθαι. καὶ μὴν ὅ τε μόλιβδος τῶν φύσει ψυχρῶν ἐστιν, ὅς γε τριβόμενος ὄξει τὸ ψυκτικώτατον τῶν θανασίμων φαρμάκων ἐξανίησι ψιμύθιον οἵ τε χάλικες τῆ πυκνότητι τὸ ψυχρὸν διὰ βάθους ποιοῦσι· πᾶς μὲν γὰρ λίθος κατεψυγμένης καὶ πεπιλημένης ὑπὸ κρύους γῆς πάγος ἐστί, μᾶλλον δʼ ὁ μᾶλλον πεπυκνωμένος· ὥστʼ οὐκ ἄτοπον, εἰ τὴν ψυχρότητα τοῦ ὕδατος ἀντερείδων συνεπιτείνει καὶ ὁ λίθος καὶ ὁ μόλιβδος.
I SUPPOSE you may remember what Aristotle says in his problems, of little stones and pieces of iron, how it hath been observed by some that being thrown into the water they temper and cool it. This is no more than barely asserted by him; but we will go farther and enquire into the reason of it, the discovery of which will be a matter of difficulty. Yes, says I, it will so, and it is much if we hit upon it; for do but consider, first of all, do not you suppose that the air which comes in from without cools the water? But now air has a great deal more power and force, when it beats against stones and pieces of iron. For they do not, like brazen and earthen vessels, suffer it to pass through; but, by reason of their solid bulk, beat it back and reflect it into the water, so that upon all parts the cold works very strongly. And hence it comes to pass that rivers in the winter are colder than the sea, because the cold air has a power over them, which by reason of its depth it has not over the sea, where it is scattered without any reflection. But it is probable that for another reason thinner waters may be made colder by the air than thicker, because they are not so strong to resist its force. Now whetstones and pebbles make the water thinner by drawing to them all the mud and other grosser substances that be mixed with it, that so by taking the ’strength from it it may the more easily be wrought upon by the cold. But besides, lead is naturally cold, as that which, being dissolved in vinegar, makes the coldest of all poisons, called white-lead; and stones, by reason of their density, raise cold in the bottom of the water. For every stone is nothing else but a congealed lump of frozen earth, though some more or less than others; and therefore it is no absurdity to say that stones and lead, by reflecting the air, increase the coldness of the water.