θυσία τις ἔστι πάτριος, ἣν ὁ μὲν ἄρχων ἐπὶ τῆς κοινῆς ἑστίας δρᾷ τῶν δʼ ἄλλων ἕκαστος ἐπʼ οἴκου· καλεῖται δὲ βουλίμου ἐξέλασις· καὶ τῶν οἰκετῶν ἕνα τύπτοντες ἀγνίναις ῥάβδοις διὰ θυρῶν ἐξελαύνουσιν, ἐπιλέγοντες ἔξω Βούλιμον ἔσω δὲ πλοῦτον καὶ ὑγίειαν ἄρχοντος οὖν ἐμοῦ, πλείονες ἐκοινώνουν τῆς θυσίας· κᾆθʼ ὡς ἐποιήσαμεν τὰ νενομισμένα καὶ πάλιν κατεκλίνημεν, ἐζητεῖτο πρῶτον ὑπὲρ αὐτοῦ τοῦ ὀνόματος ἔπειτα τῆς φωνῆς, ἣν ἐπιλέγουσι τῷ διωκομένῳ, μάλιστα δʼ ὑπὲρ τοῦ πάθους καὶ τῶν κατʼ αὐτὸ γιγνομένων. τὸ μὲν οὖν βούλιμον λιμὸν ἐδόκει μέγαν ἢ δημόσιον ἀποσημαίνειν, καὶ μάλιστα παρʼ ἡμῖν τοῖς Αἰολεῦσιν ἀντὶ τοῦ β τῷ π χρωμένοις· οὐ γὰρ βούλιμον, ἀλλὰ πούλιμον, οἷον πολὺν ὄντα λιμόν, ὀνομάζομεν. ἐδόκει δʼ ἡ βούβρωστις ἕτερον εἶναι· τὸ δὲ τεκμήριον ἐλαμβάνομεν ἐκ τῶν Μητροδώρου Ἰωνικῶν· ἱστορεῖ γάρ, ὅτι Σμυρναῖοι τὸ παλαιὸν Αἰολεῖς ὄντες θύουσι Βουβρώστει ταῦρον μέλανα, καὶ κατακόψαντες αὐτόδορον ὁλοκαυτοῦσιν. ἐπεὶ δὲ πᾶς μὲν ἔοικεν ὁ λιμὸς νόσῳ, μάλιστα δʼ ὁ βούλιμος, ἐπιγίγνεσθαι, παθόντος παρὰ φύσιν τοῦ σώματος, εἰκότως ἀντιτάττουσιν ὡς μὲν ἐνδείᾳ τὸν πλοῦτον ὡς δὲ νόσῳ τὴν ὑγίειαν. ὡς δὲ ναυτιᾶν ὠνομάσθη μὲν ἐπὶ τῶν ἐν νηὶ καὶ κατὰ πλοῦν τὸν στόμαχον ἐκλυομένων, ἔθει δʼ ἴσχυκεν ἤδη καὶ κατὰ τῶν ὁπωσοῦν τοῦτο πασχόντων ὄνομα τοῦ πάθους εἶναι· οὕτως ἄρα καὶ τὸ βουλιμιᾶν ἐκεῖθεν ἀρξάμενον ἐνταῦθα διέτεινε. ταῦτα μὲν οὖν ἔρανον κοινὸν ἐκ πάντων συνεπλήρουν λόγων.
THERE is a certain sacrifice of very ancient institution, which the chief magistrate or archon performs always in the common-hall, and every private person in his own house. ’Tis called the driving out of bulimy; for they whip out of doors some one of their servants with a bunch of willow rods, repeating these words, Get out of doors, bulimy; and enter riches and health. Therefore in my year there was a great concourse of people present at the sacrifice; and, after all the rights and ceremonies of the sacrifice were over, when we had seated ourselves again at the table, there was an enquiry made first of all into the signification of the word bulimy, then into the meaning of the words which are repeated when the servant is turned out of doors. But the principal dispute was concerning the nature of it, and all its circumstances. First, as for the word bulimy, it was agreed upon by all to denote a great and public famine, especially among us who use the Aeolic dialect, putting π for β. For it was not called by the ancients βούλιμος but πούλιμος, that is, πολὺς λιμὸς , much hunger. We concluded that it was not the same with the disease called Bubrostis, by an argument fetched out of Metrodorus’s Ionics. For the said Metrodorus informs us that the Smyrnaeans, who were once Aeolians, sacrificed to Bubrostis a black bull cut into pieces with the skin on, and so burnt it. Now, forasmuch as every species of hunger resembles a disease, but more particularly bulimy, which is occasioned by an unnatural disposition of the body, these two differ as riches and poverty, health and sickness. But as the word nauseate (ναυτιπαν) first took its name from men who were stomach-sick in a ship, and afterwards custom prevailed so far that the word was applied to all persons that were any way in like sort affected; so the word bulimy, rising at first from hence, was at last extended to a more large and comprehensive signification. What has been hitherto said was a general club of the opinions of all those who were at table.
ἐπειδὴ δʼ ἡπτόμεθα τῆς αἰτίας τοῦ πάθους, πρῶτον μὲν ἠπορήθη τὸ μάλιστα βουλιμιᾶν τοὺς διὰ χιόνος πολλῆς βαδίζοντας, ὥσπερ καὶ Βροῦτος ἐκ Δυρραχίου πρὸς Ἀπολλωνίαν ἰὼν ἐκινδύνευσεν ὑπὸ τοῦ πάθους· ἦν δὲ νιφετὸς πολὺς καὶ τῶν τὰ σιτία κομιζόντων οὐδεὶς ἐξηκολούθει· λιποθυμοῦντος οὖν αὐτοῦ καὶ ἀπολιπόντος, ἠναγκάσθησαν οἱ στρατιῶται προσδραμόντες τοῖς τείχεσιν ἄρτον αἰτῆσαι παρὰ τῶν τειχοφυλάκων πολεμίων· καὶ λαβόντες εὐθὺς ἀνεκτήσαντο τὸν Βροῦτον· διὸ καὶ φιλανθρώπως ἐχρήσατο πᾶσι κύριος τῆς πόλεως γενόμενος. πάσχουσι δὲ τοῦτο καὶ ἵπποι καὶ ὄνοι, καὶ μάλισθʼ ὅταν ἰσχάδας ἢ μῆλα κομίζωσιν. ὃ δὲ θαυμασιώτατόν ἐστιν, οὐκ ἀνθρώπους μόνον ἀλλὰ καὶ κτήνη μάλιστα πάντων ἐδωδίμων ἀναρρώννυσιν ἄρτος ὥστε, κἂν ἐλάχιστον ἐμφάγωσιν, ἰῶνται καὶ βαδίζουσι.
But after we began to enquire after the cause of this disease, the first thing that puzzled us was to find out the reason why bulimy seizes upon those that travel in the snow. As Brutus, one time marching from Dyrrachium to Apollonia in a deep snow, was endangered of his life by bulimy, whilst none of those that carried the provisions for the army followed him; just when the man was ready to faint and die, some of his soldiers were forced to run to the walls of the enemies’ city, and beg a piece of bread of the sentinels, by the eating of which he was presently refreshed; for which cause, after Brutus had made himself master of the city, he treated all the inhabitants very mercifully. Asses and horses are frequently troubled with bulimy, especially when they are loaden with dry figs and apples; and, which is yet more strange, of all things that are eaten, bread chiefly refreshes not only men but beasts; so that, by taking a little quantity of bread, they regain their strength and go forward on their journey.
γενομένης δὲ σιωπῆς, ἐγὼ συννοῶν ὅτι τὰ τῶν πρεσβυτέρων ἐπιχειρήματα τοὺς μὲν ἀργοὺς καὶ ἀφυεῖς οἷον ἀναπαύει καὶ ἀναπίμπλησι, τοῖς δὲ φιλοτίμοις καὶ φιλολόγοις ἀρχὴν ἐνδίδωσιν οἰκείαν καὶ τόλμαν ἐπὶ τὸ ζητεῖν καὶ ἀνιχνεύειν τὴν ἀλήθειαν, ἐμνήσθην τῶν Ἀριστοτελικῶν ἐν οἷς λέγεται, ὅτι, πολλῆς περιψύξεως γενομένης ἔξωθεν, ἐκθερμαίνεται σφόδρα τὰ ἐντὸς καὶ πολὺ σύντηγμα ποιεῖ· τοῦτο δʼ, ἐὰν μὲν ἐπὶ τὰ σκέλη ῥυῇ, κόπους ἀπεργάζεται καὶ βαρύτητας, ἐὰν δʼ ἐπὶ τὰς τῆς κινήσεως καὶ τῆς ἀναπνοῆς ἀρχάς, ἀψυχίαν ἢ καὶ ἀσθένειαν. ὅπερ οὖν εἰκός, τοῦ λόγου λεχθέντος, ἐπεραίνετο, τῶν μὲν ἐπιφυομένων τῷ δόγματι τῶν δʼ ὑπερδικούντων.
After all were silent, I (who had observed that dull fellows and those of a less piercing judgment were satisfied with and did acquiesce in the reasons the ancients gave for bulimy, but to men of ingenuity and industry they only pointed out the way to a more clear discovery of the truth of the business) mentioned Aristotle’s opinion, who says, that extreme cold without causes extreme heat and consumption within; which, if it fall into the legs, makes them lazy and heavy, but if it come to the fountain of motion and respiration, occasions faintings and weakness. When I had said that, some of the company opposed it, others held with me, as was natural.
Σώκλαρος δὲ τὴν ἀρχὴν ἔφη τοῦ λόγου κάλλιστα κεῖσθαι· περιψύχεσθαι γὰρ ἱκανῶς καὶ πυκνοῦσθαι τὰ σώματα τῶν βαδιζόντων διὰ χιόνος· τὸ δὲ σύντηγμα τὴν θερμότητα ποιεῖν καὶ τοῦτο καταλαμβάνειν τὰς ἀρχὰς τῆς ἀναπνοῆς αἰτηματῶδες εἶναι μᾶλλον οὖν δοκεῖν αὐτῷ τὴν θερμότητα συστελλομένην καὶ πλεονάζουσαν ἐντὸς ἀναλίσκειν τὴν τροφήν, εἶτʼ, ἐπιλειπούσης καὶ αὐτὴν, ὥσπερ πῦρ ἀπομαραίνεσθαι· διὸ πεινῶσι σφόδρα καὶ βραχὺ παντελῶς ἐμφαγόντες εὐθὺς ἀναλάμπουσι· γίγνεται γὰρ ὥσπερ ὑπέκκαυμα τῆς θερμότητος τὸ προσφερόμενον.
At length says Soclarus: I like the beginning of this reason very well, for the bodies of travellers in a great snow must of necessity be surrounded and condensed with cold; but that from the heat within there should arise such a consumption as invades the principle of respiration, I can no way imagine. I rather think, says he, that abundance of heat penned up in the body consumes the nourishment, and that failing, the fire as it were goes out. Here it comes to pass, that men troubled with this bulimy, when they are ready to starve with hunger, if they eat never so little meat, are presently refreshed. The reason is, because meat digested is like fuel for the heat to feed upon.
Κλεομένης δʼ ὁ ἰατρὸς ἄλλως ἔφη τῷ ὀνόματι τὸν λιμὸν συντετάχθαι δίχα τοῦ πράγματος, ὥσπερ τῷ καταπίνειν τὸ πίνειν καὶ τῷ ἀνακύπτειν τὸ κύπτειν· οὐ γὰρ εἶναι λιμόν, ὥσπερ δοκεῖ, τὴν βουλιμίαν, ἀλλὰ πάθος ἐν τῷ στομάχῳ διὰ συνδρομὴν θερμοῦ λιποψυχίαν ποιοῦν. ὥσπερ οὖν τὰ ὀσφραντὰ πρὸς τὰς λιποθυμίας βοηθεῖν, καὶ τὸν ἄρτον ἀναλαμβάνειν τοὺς βουλιμιῶντας, οὐχ ὅτι τροφῆς ἐνδεεῖς εἰσι μικρὸν γοῦν παντάπασι λαβόντες ἀναζωπυροῦσιν, ἀλλʼ ὅτι τὸ πνεῦμα καὶ τὴν δύναμιν ἀνακαλεῖται καταφερομένην. ὅτι δʼ ἔστι λιποθυμία καὶ οὐ πεῖνα, μηνύει τὸ τῶν ὑποζυγίων· ἥ τε γὰρ τῶν ἰσχάδων ἀποφορὰ καὶ ἡ τῶν μήλων ἔνδειαν μὲν οὐ ποιεῖ, καρδιωγμὸν δέ τινα μᾶλλον καὶ νὴ Δίʼ εἴλιγγον.
But Cleomenes the physician would have the word λιμός (which signifies hunger) to be added to the making up of the word βούλιμος without any reason at all; as πίνειν, to drink, has crept into καταπίνειν, to swallow; and κύπτειν, to incline, into άνακύπτειν to raise the head. Nor is bulimy, as it seems, a kind of hunger, but a fault in the stomach, which concurring with heat causes a faintness. Therefore as things that have a good smell recall the spirits of those that are faint, so bread affects those that are almost overcome with a bulimy; not that they have any need of food (for the least piece of it restores them their strength), but the bread calls back their vigor and languishing spirits. Now that bulimy is not hunger but a faintness, is manifest from all laboring beasts, which are seized with it very often through the smell of dry figs and apples; for a smell does not cause any want of food, but rather a pain and agitation in the stomach.
ἡμῖν δὲ καὶ ταῦτα μετρίως ἐδόκει λέγεσθαι, καὶ ἀπὸ τῆς ἐναντίας ἀρχῆς δυνατὸν εἶναι, μὴ πύκνωσιν ἀλλʼ ἀραίωσιν ὑποθεμένοις, διασῶσαι τὸ πιθανόν· τὸ γὰρ ἀπορρέον πνεῦμα τῆς χιόνος ἐστὶ μὲν οἷον ἀθὴρ τοῦ πάγου καὶ ψῆγμα λεπτομερέστατον, ἔχει δέ τι τομὸν καὶ διαιρετικὸν οὐ σαρκὸς μόνον ἀλλὰ καὶ ἀργυρῶν καὶ χαλκῶν ἀγγείων ὁρῶμεν γὰρ ταῦτα μὴ στέγοντα τὴν χιόνα· πνεομένη γὰρ ἀναλίσκεται καὶ τὴν ἐκτὸς ἐπιφάνειαν τοῦ ἀγγείου νοτίδος ἀναπίμπλησι λεπτῆς καὶ κρυσταλλοειδοῦς, ἣν ἀπολείπει τὸ πνεῦμα διὰ τῶν πόρων ἀδήλως ἀπερχόμενον τοῦτο δὴ τοῖς βαδίζουσι διὰ χιόνος ὀξὺ καὶ φλογοειδὲς προσπῖπτον ἐπικάειν δοκεῖ τὰ ἄκρα τῷ τέμνειν καὶ παρελθεῖν τῇ σαρκί, καθάπερ πῦρ· ὅθεν ἀραίωσις γίγνεται περὶ τὸ σῶμα πολλὴ καὶ ῥεῖ τὸ θερμὸν ἔξω διὰ τὴν ψυχρότητα τοῦ πνεύματος, καὶ περὶ τὴν ἐπιφάνειαν σβεννύμενον ἱδρῶτα δροσώδη διατμίζει καὶ λεπτόν, ὥστε τήκεσθαι καὶ ἀναλίσκεσθαι τὴν δύναμιν. ἐὰν μὲν οὖν ἡσυχάζῃ τις, οὐ πολλὴ τοῦ σώματος ἀπέρχεται θερμότης· ὅταν δὲ τὴν μὲν τροφὴν τοῦ σώματος ἡ κίνησις εἰς τὸ θερμὸν ὀξέως μεταβάλλῃ τὸ δὲ θερμὸν ἔξω φέρηται, διακρινομένης τῆς σαρκός, ἀθρόαν ἀνάγκη τῆς δυνάμεως ἐπίλειψιν γενέσθαι. ὅτι δὲ τὸ ἐκψύχεσθαι οὐ πήγνυσι μόνον ἀλλὰ καὶ τήκει τὰ σώματα, δῆλόν ἐστιν ἐν μὲν γὰρ τοῖς μεγάλοις χειμῶσιν ἀκόναι μολίβδου διατηκόμεναι τό τε τῆς ἐφιδρώσεως καὶ τὸ πολλοῖς μὴ πεινῶσι συμπίπτειν τὴν βουλιμίασιν ἀραίωσιν κατηγορεῖ μᾶλλον καὶ ῥύσιν ἢ πύκνωσιν τοῦ σώματος. ἀραιοῦνται δὲ χειμῶνος μέν, ὥσπερ εἴρηται, τῇ λεπτότητι, ἄλλως δὲ τοῦ κόπου καὶ τῆς κινήσεως ἀποξυνούσης τὴν ἐν τῷ σώματι θερμότητα· λεπτὴ γὰρ γενομένη καὶ κοπιῶσα ῥεῖ πολλὴ καὶ διασπείρεται διὰ τοῦ σώματος. τὰ δὲ μῆλα καὶ τὰς ἰσχάδας εἰκὸς ἀποπνεῖν τι τοιοῦτον, ὥστε τῶν ὑποζυγίων τὸ θερμὸν ἀπολεπτύνειν καὶ κατακερματίζειν· ἄλλα γὰρ ἄλλοις ὥσπερ ἀναλαμβάνειν καὶ καταλύεσθαι πέφυκεν.
These things seemed to be reasonably well urged; and yet we thought that much might be said in the defence of the contrary opinion, and that it was possible enough to maintain that bulimy ariseth not from condensation but rarefication of the stomach. For the spirit which flows from the snow is nothing but the sharp point and finest scale of the congealed substance, endued with a virtue of cutting and dividing not only the flesh, but also silver and brazen vessels; for we see that these are not able to keep in the snow, for it dissolves and evaporates, and glazes over the outmost superficies of the vessels with a thin dew, not unlike to ice, which this spirit leaves as it secretly passes through the pores. Therefore this piercing spirit, like a flame, seizing upon those that travel in the snow, seems to burn their outsides, and like fire to enter and penetrate the flesh. Hence it is that the flesh is more rarefied, and the heat is extinguished by the cold spirit that lies upon the superficies of the body; therefore the body evaporates a dewy thin sweat, which melts away and decays the strength. Now if a man should sit still at such a time, there would not much heat fly out of his body. But when the motion of the body doth quickly heat the nourishment, and that heat bursts through the thin skin, there must necessarily be a great loss of strength. Now we know by experience, that cold hath a virtue not only to condense but also to loosen bodies; for in extreme cold winters pieces of lead are found to sweat. And when we see that bulimy happens where there is no hunger, we may conclude that at that time the body is rather in a fluid than condensed state. The reason that bodies are rarefied in winter is because of the subtility of the spirit; especially when the moving and tiring of the body excites the heat, which, as soon as it is subtilized and agitated, flies apace, and spreads itself through the whole body. Lastly, it is very possible that apples and dry figs exhale some such thing as this, which rarefies and attenuates the heat of the beasts; for different things have a natural tendency as well to weaken as to refresh different creatures.
ἠπορήθη ποτὲ καὶ διὰ τί πολλῶν ὑγρῶν ὄντων τὰ μὲν ἄλλα τοῖς ἰδίοις ἐπιθέτοις ὁ ποιητὴς εἰώθει κοσμεῖν, τὸ γάλα τε λευκὸν καὶ τὸ μέλι χλωρὸν καὶ τὸν οἶνον ἐρυθρὸν καλῶν, τὸ δʼ ἔλαιον ἀπὸ κοινοῦ τοῦ πᾶσι συμβεβηκότος μόνον ἐπιεικῶς ὑγρὸν προσαγορεύει. εἰς τοῦτʼ ἐλέχθη, ὅτι ὡς γλυκύτατόν ἐστι τὸ διʼ ὅλου γλυκύ, καὶ λευκότατον τὸ διʼ ὅλου λευκόν· διʼ ὅλου δὲ τοιοῦτόν ἐστιν, ᾧ μηδὲν ἐμμέμικται τῆς ἐναντίας φύσεως· οὕτω δὴ καὶ τὸ ὑγρὸν μάλιστα ῥητέον, οὗ μηθὲν μέρος ξηρόν ἐστι· τοῦτο δὲ τῷ ἐλαίῳ συμβέβηκε.
IT was the subject once of a discourse, why, when there are several sorts of liquids, the poet should give every one of them a peculiar epithet, calling milk white, honey yellow, wine red, and yet for all this bestow no other upon oil but what it hath in common with all other liquids. To this it was answered that, as that is said to be most sweet which is perfectly sweet, and to be most white which is perfectly white (I mean here by perfectly that which hath nothing of a contrary quality mixed with it), so that ought to be called perfectly humid whereof never a part is dry; and this is proper to oil.
πρῶτον μὲν ἡ λειότης αὐτοῦ τὴν ὁμαλότητα τῶν μορίων ἐπιδείκνυται· διʼ ὅλου γὰρ αὑτῷ συμπαθεῖ πρὸς τὴν ψαῦσιν. ἔπειτα τῇ ὄψει παρέχει καθαρώτατον ἐνοπτρίσασθαι· τραχὺ γὰρ οὐδέν ἐστιν ὥστε διασπᾶν τὴν ἀνταύγειαν, ἀλλʼ ἀπὸ παντὸς μέρους διʼ ὑγρότητα καὶ σμικρότατον ἀνακλᾷ τὸ φῶς ἐπὶ τὴν ὄψιν· ὥσπερ αὖ τοὐναντίον, τὸ γάλα τῶν ὑγρῶν μόνον οὐκ ἐσοπτρίζει, πολλῆς ἀναμεμιγμένης αὐτῷ γεώδους συστάσεως. ἔτι δὲ κινούμενον, ἥκιστα ψοφεῖ ψἑἶζῖ τῶν ὑγρῶν· ὑγρὸν γάρ ἐστι διʼ ὅλου· τῶν δʼ ἄλλων ἐν τῷ ῥεῖν καὶ φέρεσθαι τὰ σκληρὰ καὶ γεώδη μέρη προσκρούσεις λαμβάνοντα καὶ πληγὰς ψοφεῖ διὰ τραχύτητα. καὶ μὴν μόνον ἄκρατητον διαμένει καὶ ἄμικτον· ἔστι γὰρ πυκνότατον οὐ γὰρ ἔχει μεταξὺ τῶν ξηρῶν καὶ γεωδῶν ἐν αὑτῷ μερῶν κενώματα καὶ πόρους, οἷς δέξεται τὸ παρεμπῖπτον ἀλλὰ διʼ ὁμοιότητα τῶν μερῶν εὐάρμοστόν ἐστι καὶ συνεχές· ὅταν δʼ ἀφρίζῃ τοὔλαιον, οὐ δέχεται τὸ πνεῦμα διὰ λεπτότητα καὶ συνέχειαν. τοῦτο δʼ αἴτιον καὶ τοῦ τρέφεσθαι τὸ πῦρ ὑπʼ αὐτοῦ· τρέφεται μὲν γὰρ οὐδενὶ πλὴν ὑγρῷ, καὶ τοῦτο μόνον καυστόν ἐστιν· ἐκ γοῦν τῶν ξύλων ὁ μὲν ἀὴρ ἄπεισι καπνὸς γενόμενος, τὸ δὲ γεῶδες ἐκτεφρωθὲν ὑπολείπεται· μόνον δʼ ὑπὸ τοῦ πυρὸς τὸ νοτερὸν ἀναλοῦται· τούτῳ γὰρ τρέφεσθαι πέφυκεν. ὕδωρ μὲν οὖν καὶ οἶνος καὶ τὰ λοιπά, πολλοῦ μετέχοντα τοῦ θολεροῦ καὶ γεώδους, ἐμπίπτοντα τὴν φλόγα διασπᾷ καὶ τῇ τραχύτητι, καὶ τῷ βάρει θλίβει καὶ κατασβέννυσι· τὸ δʼ ἔλαιον, ὅτι μάλιστα εἰλικρινῶς ὑγρόν ἐστι, διὰ λεπτότητα μεταβάλλει καὶ κρατούμενον ἐκπυροῦται.
First of all, its smoothness shows the evenness of its parts; for touch it where you please, it is all alike. Besides, you may see your face in it as perfectly as in a mirror; for there is nothing rough in it to hinder the reflection, but by reason of its humidity it reflects to the eyes the least particle of light from every part of it. As, on the contrary, milk, of all other liquids, does not return our images, because it hath too many terrene and gross parts mixed with it; again, oil of all liquids makes the least noise when moved, for it is perfectly humid. When other liquids are moved or poured out, their hard and grosser parts fall and dash one against another, and so make a noise by reason of their roughness. Moreover, oil only is pure and unmixed; for it is of all other liquids most compact, nor has it any empty spaces and pores between the dry and earthy parts, to receive what chances to fall upon it. Besides, because of the similitude of parts, it is closely joined together, and unfit to be joined to any thing else. When oil froths, it does not let any wind in, by reason of the contiguity and subtility of its parts; and this is also the cause why fire is nourished by it. For fire feeds upon nothing but what is moist, for nothing is combustible but what is so; for when the fire is kindled, the air turns to smoke, and the terrene and grosser parts remain in the ashes. Fire preys only upon the moisture, which is its natural nourishment. Indeed water, wine, and other liquors, having abundance of earthy and heavy parts in them, by falling into fire part it, and by their roughness and weight smother and extinguish it. But oil, because purely liquid, by reason of its subtility, is overcome by the fire, and so changed into flame.
μέγιστον δʼ αὐτοῦ τῆς ὑγρότητος τεκμήριον ἡ ἐπὶ πλεῖστον ἐξ ὀλιγίστου διανομὴ καὶ χύσις· οὔτε γὰρ μέλιτος οὔθʼ ὕδατος οὔτʼ ἄλλου τινὸς ὑγροῦ βραχὺς οὕτως ὀπὸς ἐπίδοσιν λαμβάνει τοιαύτην, ἀλλʼ εὐθὺς ἐπιλείπων καταναλίσκεται διὰ ξηρότητα. τὸ δʼ ἔλαιον, ὅλκιμον πανταχῆ καὶ μαλακόν, ἄγεται περὶ τὸ σῶμα χριομένοις καὶ συνεπιρρεῖ πορρωτάτω διʼ ὑγρότητα τῶν μερῶν μηκυνομένων, ὥστε καὶ παραμένειν δυσεξίτηλον. ὕδατι μὲν γὰρ βρεχθὲν ἱμάτιον ἀποξηραίνεται ῥᾳδίως, ἐλαίου δὲ κηλῖδας οὐ τῆς τυχούσης ἐστὶ πραγματείας ἐκκαθῆραι· μάλιστα γὰρ ἐνδύεται τῷ μάλιστα λεπτὸν καὶ ὑγρὸν εἶναι. καὶ γὰρ οἶνον κεκραμένον δυσχερέστερον ἐξαιροῦσι τῶν ἱματίων, ὡς Ἀριστοτέλης φησίν, ὅτι λεπτότερός ἐστι καὶ μᾶλλον ἐνδύεται τοῖς πόροις.
It is the greatest argument that can be of its humidity, that the least quantity of it spreads itself a great way; for so small a drop of honey, water, or any other liquid does not extend itself so far, but very often, by reason of the dry mixed parts, is presently wasted. Because oil is ductile and soft, men are wont to make use of it for anointing their bodies; for it runs along and spreads itself through all the parts, and sticks so firmly to them that it is not easily washed off. We find by experience, that a garment wet with water is presently dried again; but it is no easy matter to wash out the spots and stains of oil, for it enters deep, because of its most subtile and humid nature. Hence it is that Aristotle says, the drops of diluted wine are the hardest to be got out of clothes, because they are most subtile, and run farther into the pores of the cloth.