Plutarch · Table Talk (Quaestiones convivales) Συμποσιακά (Συμποσιακῶν προβλημάτων βιβλία)

Plutarch, Table Talk (Quaestiones convivales) 7.2.1–7.3.4: Book 7, Questions 2 and 3: seeds on the oxen's horns; Hesiod and the best part of the wine

Question 2 asks why seed that falls on the horns of oxen bears hard fruit, and Plutarch is reluctant, because of Theophrastus' list of inexplicable things, such as the hen's use of straw and the deer's burying its horns. Question 3 asks why Hesiod advises drinking freely when the cask is opened and when it is nearly empty, but sparing the middle. The company asks why the middle of the wine should be the best, whereas the top of the oil and the bottom of the honey are the best.

Sections 7.2.1–7.3.4 · 1305 words · click a number to copy its link

ἐν ταῖς Πλατωνικαῖς συναναγνώσεσιν ὁ λεγόμενος κερασβόλος καὶ ἀτεράμων ζήτησιν ἀεὶ παρεῖχεν, οὐχ ὅστις εἴη· δῆλον γὰρ ἦν, ὅτι τῶν σπερμάτων τὰ προσπίπτοντα τοῖς τῶν βοῶν κέρασιν ἀτεράμονα τὸν καρπὸν ἐκφύειν νομίζοντες, οὕτω τὸν αὐθάδη καὶ σκληρὸν ἄνθρωπον ἐκ μεταφορᾶς κερασβόλον καὶ ἀτεράμονα προσηγόρευον ἀλλὰ περὶ αὐτῆς διηπορεῖτο τῆς αἰτίας, καθʼ ἣν τοῦτο πάσχει τὰ προσπίπτοντα τοῖς κέρασι τῶν βοῶν σπέρματα. καὶ πολλάκις ἀπειπάμεθα τοῖς φίλοις, οὐχ ἥκιστα Θεοφράστου δεδιττόμενοι τὸν λόγον, ἐν οἷς πολλὰ συναγήοχε καὶ ἱστόρηκε τῶν τὴν αἰτίαν ἀνεύρετον ἡμῖν ἐχόντων· οἷός ἐστιν ὁ τῶν ἀλεκτορίδων ὅταν τέκωσι περικαρφισμός, ἥ τε καταπίνουσα φώκη τὴν πιτύαν ἁλισκομένη, καὶ τὸ κατορυσσόμενον ὑπὸ τῶν ἐλάφων κέρας καὶ τὸ ἠρύγγιον, ὃ μιᾶς αἰγὸς εἰς τὸ στόμα λαβούσης, ἅπαν ἐφίσταται τὸ αἰπόλιον· ἐν τούτοις γὰρ καὶ τὰ κερασβόλα τῶν σπερμάτων προτίθεται, πρᾶγμα πίστιν ἔχον ὅτι γίγνεται, τὴν δʼ αἰτίαν ἔχον ἄπορον ἢ παγχάλεπον. ἀλλʼ ἔν γε Δελφοῖς παρὰ δεῖπνον ἐπέθεντό τινες ἡμῖν τῶν ἑταίρων, ὡς οὐ μόνον γαστρὸς ἀπὸ σξηνειδερυς μαμλεπλείης βουλὴν καὶ μῆτιν ἀμείνω γιγνομένην ἀλλὰ καὶ τὰς ζητήσεις πολὺ προθυμοτέρας καὶ θρασυτέρας τὰς ἀποφάνσεις τοῦ οἴνου ποιοῦντος, ἀξιοῦντες εἰπεῖν τι περὶ τοῦ προβλήματος.

WE had always some difficulty started about κερασβόλος and ἀτεράμονα, not what humor those words signified (for it is certain that some, thinking that those seeds which fall on the oxen’s horns bear fruit which is very hard, did by a metaphor call a stiff untractable fellow by these names), but what was the cause that seeds falling on the oxen’s horns should bear hard fruit. I had often desired my friends to search no farther, most of all fearing the discourse of Theophrastus, in which he has collected many of those particulars whose causes we cannot discover. Such are the hen’s purifying herself with straw after she has laid, the seal’s swallowing her rennet when she is caught, the deer’s burying his cast horns, and the goat’s stopping the whole herd by holding a branch of sea-holly in his mouth; and among the rest he reckoned this is a thing of which we are certain, but whose cause it is very difficult to find. But once at supper at Delphi, some of my companions—as if we were not only better counsellors when our bellies are full (as one hath it), but wine would make us brisker in our enquiries and bolder in our resolutions—desired me to speak somewhat to that problem.

εἶχον μὲν οὖν ἀρνούμενος οὐ φαύλους συνηγόρους, Εὐθύδημον τὸν συνιερέα καὶ Πατροκλέα τὸν γαμβρόν, οὐκ ὀλίγα τοιαῦτα τῶν ἀπὸ γεωργίας καὶ κυνηγίας προφέροντας· οἷον ἐδόκει τὸ περὶ τὴν χάλαζαν εἶναι τὴν ὑπὸ χαλαζοφυλάκων αἵματι σπάλακος ἢ ῥακίοις γυναικείοις ἀποτρεπομένην καὶ τὸ τῶν ἀγρίων ἐρινεῶν, ἃ ταῖς ἡμέροις περιαπτόμενα συκαῖς ἀπορρεῖν οὐκ ἐᾷ τὸν καρπὸν ἀλλὰ συνέχει καὶ συνεκπεπαίνει· καὶ τὸ τὰς ἐλάφους ἁλμυρὸν ἀφιέναι, τοὺς δὲ σῦς γλυκὺ τὸ δάκρυον ἁλισκομένους. ἀλλʼ ἐὰν ταῦτʼ ἔφη ζητῇς ὁ Εὐθύδημος, αὐτίκα δεήσει σε καὶ περὶ τοῦ σελίνου καὶ περὶ τοῦ κυμίνου διδόναι λόγον, ὧν τὸ μὲν ἐν τῷ βλαστάνειν καταπατοῦντες καὶ συντρίβοντες οἴονται τιον αὐξάνεσθαι, τὸ δʼ ἂν καταρώμενοι σπείρωσι καὶ λοιδοροῦντες.

I refused, though I had some excellent men on my side, namely, Euthydemus my fellow-priest, and Patrocles my relation, who brought several the like instances, which they had gathered both from husbandry and hunting; for instance, that those officers that are appointed to watch the coming of the hail avert the storm by offering a mole’s blood or a woman’s rags; that a wild fig being bound to a garden fig-tree will keep the fruit from falling, and promote their ripening; that deer when they are taken shed salt tears, and boars sweet. But if you have a mind to such questions, Euthydemus will presently desire you to give an account of smallage and cummin; one of the which, if trodden down as it springs, will grow the better, and the other men curse and blaspheme whilst they sow it.

ἐπεὶ δὲ τοῦτο μὲν ὁ Φλῶρος ᾤετο παιδιὰν εἶναι καὶ φλύαρον, ἐκείνων δʼ οὐκ ἄν τινα τῆς αἰτίας ὡς ἀλήπτου προέσθαι τὴν ζήτησιν ἐξεύρηκα ἔφην φάρμακον, ᾧ πρὸς τὸν λόγον ἐφʼ ἡμᾶς προσάξεις τουτονί, ἐὰν καὶ σὺ διαλύσῃς ἔνια τῶν ἐκκειμένων. δοκεῖ δή μοι ἡ ψυχρότης· τὸ ἀτέραμον ἐμποιεῖν τοῖς τε πυροῖς καὶ τοῖς χέδροψι, πιέζουσα καὶ πηγνύουσα τὴν ἕξιν ἄχρι σκληρότητος· ἡ δὲ θερμότης εὐδιάλυτον καὶ μαλακόν; ὅθεν οὐκ ὀρθῶς οἱ λέγοντες ἔτος φέρει οὔτις ἄρουρα τὰ καθʼ Ὁμήρου λέγουσι· τὰ γὰρ ἔνθερμα φύσει χωρία, κρᾶσιν εὐμενῆ τοῦ ἀέρος ἐνδιδόντος, ἐκφέρει μαλακωτέρους τοὺς· καρπούς. ὅσα τοίνυν ἐκ τῆς χειρὸς εὐθὺς εἰς τὴν γῆν ἀφιέμενα ἐμπίπτει τῶν σπερμάτων, ἐνδυόμενα καὶ λοχευόμενα τῇ κρύψει μᾶλλον ἀπολαύει τῆς ἐν τῇ γῇ θερμότητος καὶ ὑγρότητος· τὰ δὲ προσκρούοντα τοῖς κέρασι τῶν βοῶν οὐ τυγχάνει τῆς ἀρίστης καθʼ Ἡσίοδονεὐθημοσύνης,ἀλλὰ σφαλλόμενα καὶ παρολισθαίνοντα ῥιπτομένοις μᾶλλον ἢ σπειρομένοις προσέοικεν ὅθεν ἢ φθείρουσιν αὐτὰ παντάπασιν αἱ ψυχρότητες, ἢ δύστηκτα καὶ ἄχυμα καὶ ξυλώδη τοῖς χιτῶσι γυμνοῖς ἐπισκήπτουσαι ποιοῦσιν. ὁρᾷς γὰρ ὅτι καὶ τῶν λίθων τὰ ἔγγαια καὶ ζῳόφυτα μέρη μαλακώτερα τῶν ἐπιπολῆς ἡ ἀλέα φυλάττει· διὸ καὶ κατορύττουσιν οἱ τεχνῖται τοὺς ἐργασίμους λίθους, ὥσπερ ἐκπεπαινομένους ὑπὸ τῆς θερμότητος· οἱ δʼ ὕπαιθροι καὶ γυμνοὶ διὰ ψῦχος ἀντίτυποι καὶ δυσμετάβλητοι καὶ ἀτεράμονες ἀπαντῶσι τοῖς ἔργοις. τοὺς δὲ καρπούς, κἂν ἐπὶ τῆς ἅλω διαμείνωσι πλείω χρόνον ὑπαίθριοι καὶ γυμνοί, μᾶλλον ἀτεράμονας γίγνεσθαι λέγουσι τῶν εὐθὺς αἰρομένων. ἐνιαχοῦ δὲ καὶ πνεῦμα λικμωμένοις ἐπιγιγνόμενον ἀτεράμονας ποιεῖ διὰ τὸ ψῦχος, ὥσπερ ἐν Φιλίπποις τῆς Μακεδονίας ἱστοροῦσι· τοῖς δʼ ἀποκειμένοις βοηθεῖ τὸ ἄχυρον. οὐ δεῖ δὲ θαυμάζειν ἀκούοντας τῶν γεωργῶν, ὅτι καὶ δυεῖν αὐλάκων παραλλήλων ἡ μὲν ἀτεράμονας, ἡ δὲ τεράμονας ἐκφέρει τοὺς καρπούς· καὶ ὃ μέγιστόν ἐστι, τοῦ κυάμου τῶν λοβῶν οἱ μὲν τοίους οἱ δὲ τοίους, δηλονότι τοῖς μὲν ἧττον τοῖς δὲ μᾶλλον ἢ πνεύματος ψυχροῦ προσπεσόντος ἢ ὕδατος.

This last Florus thought to be an idle foolery; but he said, that we should not forbear to search into the causes of the other things as if they were incomprehensible. I have found, said I, your design to draw me on to this discourse, that you yourself may afterward give us a solution of the other proposed difficulties.

In my opinion it is cold that causes this hardness in corn and pulse, by contracting and constipating their parts till the substance becomes close and extremely rigid; while heat is a dissolving and softening quality. Therefore those that cite this verse against Homer, The season, not the field, bears fruit, do not justly reprehend him. For fields that are warm by nature, the air being likewise temperate, bear more mellow fruit than others. And therefore those seeds that fall immediately on the earth out of the sower’s hand, and are covered presently, and cherished by being covered, partake more of the moisture and heat that is in the earth. But those that strike against the oxen’s horns do not enjoy what Hesiod calls the best position, but seem to be scattered rather than sown; and therefore the cold either destroys them quite, or else, lighting upon them as they lie naked; condenseth their moisture, and makes them hard and woody. Thus stones that lie under ground and plant-animals have softer parts than those that lie above; and therefore stone-cutters bury the stones they would work, as if they designed to have them prepared and softened by the heat; but those that lie above ground are by the cold made hard, rigid, and very hurtful to the tools. And if corn lies long upon the floor, the grains become much harder than that which is presently carried away. And sometimes too a cold wind blowing whilst they winnow spoils the corn, as it hath happened at Philippi in Macedonia; and the chaff secures the grains whilst on the floor. For is it any wonder that husbandmen affirm, one ridge will bear soft and fruitful, and the very next to it hard and unfruitful corn? Or—which is stranger—that in the same bean-cod some beans are of this sort, some of the other, as more or less wind and moisture falls upon this or that?

Ἀλεξίων ὁ πενθερὸς κατεγέλα τοῦ Ἡσιόδου παραινοῦντος ἀρχομένου πίθου καὶ λήγοντος ἐμφορεῖσθαι, μεσσόθι δὲ φείδεσθαι ὅπου τὸ χρηστότατον οἰνάριον ἔστι. τίς γάρ ἔφη οὐκ οἶδεν, ὅτι τοῦ μὲν οἴνου τὸ μέσον γίγνεται βέλτιστον, τοῦ δʼ ἐλαίου τὸ ἀνωτάτω, τὸ δὲ κατωτάτω τοῦ μέλιτος; ὁ δʼ ἐᾶν ἐκέλευε τὸν ἐν μέσῳ οἶνον καὶ περιμένειν, ἄχρι ἂν μεταβάλῃ πρὸς τὸ χεῖρον, ἀποδεοῦς τοῦ πίθου γενομένου. ῥηθέντων δὲ τούτων, χαίρειν ἐάσαντες; τὸν Ἡσίοδον ἐπὶ τὸ ζητεῖν τὴν αἰτίαν τῆς διαφορᾶς ὥρμησαν.

MY father-in-law Alexion laughed at Hesiod, for advising us to drink freely when the barrel is newly broached or almost out, but moderately when it is about the middle, since there is the best wine. For who, said he, doth not know, that the middle of wine, the top of oil, and the bottom of honey is the best? Yet he bids us spare the middle, and stay till worse wine runs, when the barrel is almost out. This said, the company minded Hesiod no more, but began to enquire into the cause of this difference.

ὁ μὲν οὖν τοῦ μέλιτος λόγος οὐ πάνυ πολλὰ πράγματα παρέσχεν ἡμῖν, πάντων ὡς ἔπος εἰπεῖν ἐπισταμένων, ὅτι τὸ κουφότατον ὑπὸ μανότητος κουφότατὸν ἐστι, τὸ δὲ πυκνὸν καὶ συνεχὲς διὰ βάρος ὑφίσταται τῷ λοιπῷ· κἂν περιτρέψῃς τὸ ἀγγεῖον, αὖθις ὀλίγῳ χρόνῳ τὴν προσήκουσαν ἑκάτερον ἀπολαμβάνει χώραν, τοῦ μὲν κάτω φερομένου τοῦ δʼ ἐπιπολάζοντος. οὐ μὴν οὐδʼ ὁ οἶνος ἀπελείφθη πιθανῶν ἐπιχειρημάτων· πρῶτον μὲν γὰρ ἡ δύναμις αὐτοῦ, θερμότης οὖσα, πρὸς τὸ μέσον εὐλόγως δοκεῖ συνῆχθαι μάλιστα, καὶ τοῦτο διατηρεῖν βέλτιστον· ἔπειτα τὸ μὲν κάτω διὰ τὴν τρύγα φαῦλον εἶναι, τὸ δʼ ἐξ ἐπιπολῆς τοῦ ἀέρος φθείρεσθαι πλησιάζοντος. ὅτι γὰρ ἐξίστησιν ὁ ἀὴρ τῆς ποιότητος τὸν οἶνον ἴσμεν ἐπισφαλέστατον ὄντα· διὸ καὶ κατορύττουσι τοὺς πίθους καὶ σκεπάζουσιν, ὅπως ὅτι σμικρότατος ἀὴρ αὐτῶν ἐπιψαύῃ. τὸ δὲ μέγιστον, οὐ φθείρει πλῆρες ἀγγεῖον οὕτω ῥᾳδίως οἶνον ὡς ἀποδεὲς γενόμενον· πολὺς γὰρ εἰς τὸ κενούμενον ἐπεισρέων ὁ ἀὴρ ἐξίστησι μᾶλλον· ἐν δὲ τοῖς μεστοῖς ὁ οἶνος αὐτὸς ὑφʼ αὑτοῦ συνέχεται, πολὺ τοῦ φθείροντος ἔξωθεν μὴ παραδεχόμενος·

We were not at all puzzled about the honey, everybody almost knowing that that which is lightest is so because it is rare, and that the heaviest parts are dense and compact, and by reason of their weight settle below the others. So, if you turn over the vessel, each in a little time will recover its proper place, the heavier subsiding, and the lighter rising above the rest. And as for the wine, probable solutions presently appeared; for its strength consisting in heat, it is reasonable that it should be contained chiefly in the middle, and there best preserved; for the lower parts the lees spoil, and the upper are impaired by the neighboring air. For that the air will impair wine no man doubts, and therefore we usually bury or cover our barrels, that as little air as can be might come near them. Besides (which is an evident sign) a barrel when full is not spoiled so soon as when it is half empty; because a great deal of air getting into the empty space troubles and disturbs liquor, whereas the wine that is in the full cask is preserved and defended by itself, not admitting much of the external air, which is apt to injure and corrupt it.

τὸ δʼ ἔλαιον οὐ φαύλην διατριβὴν παρέσχεν. ὁ μὲν γάρ τις ἔφη τὸ κάτω τοῦ ἐλαίου γίγνεσθαι χεῖρον, ὑπὸ τῆς ἀμόργης ἀναθολούμενον, οὐ τὸ ἄνω βέλτιον ὂν ἀλλὰ δοκοῦν, ὅτι πορρωτάτω τοῦ βλάπτοντός ἐστιν. ἄλλος ᾐτιᾶτο τὴν πυκνότητα, διʼ ἣν ἀμικτότατόν ἐστι καὶ τῶν ἄλλων ὑγρῶν οὐδὲν εἰς αὑτὸ δέχεται, πλὴν βίᾳ καὶ ὑπὸ πληγῆς ἀνακοπτόμενον· ὅθεν οὐδὲ τῷ ἀέρι δίδωσιν ἀνάμιξιν, ἀλλʼ ἀποστατεῖ διὰ λεπτότητα τῶν μορίων καὶ συνέχειαν, ὥσθʼ ἧττον ὑπʼ αὐτοῦ τρέπεσθαι μὴ κρατοῦντος. ἐδόκει δὲ πρὸς τοῦτον ὑπεναντιοῦσθαι τὸν λόγον Ἀριστοτέλης, τετηρηκώς, ὥς φησιν, εὐωδέστερόν τε γιγνόμενον καὶ βέλτιον ὅλως τὸ ἐν τοῖς ἀποκενουμένοις ἀγγείοις ἔλαιον· εἶτα τῷ ἀέρι τὴν αἰτίαν τῆς βελτιώσεως ἀνατίθησι· πλείων γάρ ἐστι καὶ κρατεῖ μᾶλλον εἰς ἀποδεὲς κατερχόμενος τὸ ἀγγεῖον.

But the oil puzzled us most. One of the company thought that the bottom of the oil was worst, because it was foul and troubled with the lees; and that the top was not really better than the rest, but only seemed so, because it was farthest removed from those corrupting particles. Others thought the thickness of the liquor to be the reason, which thickness keeps it from mixing with other humids, unless blended together and shaken violently; and therefore it will not mix with air, but keeps it off by its smoothness and close contexture, so that it hath no power to corrupt it. But Aristotle seems to be against this opinion, who hath observed that oil grows sweeter by being kept in vessels not exactly filled, and afterwards ascribes this melioration to the air; for more air, and therefore more powerful to produce the effect, flows into a vessel not well filled.

μήποτʼ οὖν ἔφην ἐγώ καὶ τοὔλαιον ὁ ἀὴρ ὠφελεῖ καὶ βλάπτει τὸν οἶνον ὑπὸ τῆς αὐτῆς δυνάμεως. οἴνῳ μὲν γὰρ ὠφέλιμον, ἐλαίῳ δʼ ἀσύμφορον παλαίωσις, ἣν ἑκατέρου προσπίπτων ὁ ἀὴρ ἀφαιρεῖ· τὸ γὰρ ψυχόμενον νεαρὸν διαμένει, τὸ δʼ οὐκ ἔχον διαπνοὴν ὑπὸ συνεχείας ταχὺ παλαιοῦται καὶ ἀπογηράσκει · λελέχθαι πιθανῶς, ὅτι τοῖς ἐπιπολῆς πλησιάζων ὁ ἀὴρ νεαροποιεῖ. διὸ τοῦ μὲν οἴνου τὸ ἄνω φαυλότατον τοῦ δʼ ἐλαίου βέλτιστον ἡ γὰρ παλαίωσις τῷ μὲν τὴν ἀρίστην τῷ δὲ τὴν κακίστην ἐμποιεῖ διάθεσιν.

Well then! said I, the same quality in the air may spoil wine, and better oil. For long keeping improves wine, but spoils oil. Now the air keeps oil from growing old; for that which is cooled continues fresh and new, but that which is kept close up, having no way to exhale its corrupting parts, presently decays, and grows old. Therefore it is probable that the air coming upon the superficies of the oil keepeth it fresh and new. And this is the reason that the top of wine is worst, and of oil best; because age betters the one, and spoils the other.

English translation by Thomas Creech (1874). Original text: William W. Goodwin (ed.), Plutarch's Morals, translated from the Greek by several hands, vol. 3, Boston: Little, Brown and Company; Cambridge: Press of John Wilson and Son, 1874 (Greek text: Gregorius N. Bernardakis, Plutarchi Chaeronensis Moralia, vol. 4, Leipzig: Teubner, 1892, as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.