Ἰσθμίων ἀγομένων ἐν τῇ δευτέρᾳ τῶν Σώσπιδος ἀγωνοθεσιῶν τὰς μὲν ἄλλας ἑστιάσεις διεφύγομεν, ἑστιῶντος αὐτοῦ πολλοὺς μὲν ἅμα ξένους, πάντας δὲ πολλάκις τοὺς πολίτας· ἅπαξ δὲ τοὺς μάλιστα φίλους καὶ φιλολόγους οἴκοι δεχομένου, καὶ αὐτοὶ παρῆμεν. ἀπηρμένων δὲ τῶν πρώτων τραπεζῶν, ἧκέ τις Ἡρώδῃ τῷ ῥήτορι παρὰ γνωρίμου νενικηκότος ἐγκωμίῳ φοίνικα καὶ στέφανόν τινα τῶν πλεκτῶν κομίζων. ὁ δὲ ταῦτα μὲν δεξιωσάμενος ἀπέπεμψε πάλιν, ἔφη δʼ ἀπορεῖν, τί δήποτε τῶν ἀγώνων στέφανον ἄλλος ἄλλον ἔχει, τὸν δὲ φοίνικα κοινῇ πάντες. οὐ γὰρ ἐμὲ γοῦν ἔφηπείθουσιν οἱ τὴν ἰσότητα τῶν φύλλων, οἷον ἀντανισταμένων ἀεὶ καὶ συνεκτρεχόντων, ἀγῶνι καὶ ἁμίλλῃ παραπλήσιόν τι ποιεῖν φάσκοντες, αὐτήν τε τὴν νίκην παρὰ τὸ μὴ εἶκον ὠνομάσθαι· καὶ γὰρ ἄλλα πάμπολλα μονονοὺ μέτροις τισὶ καὶ σταθμοῖς ἀκριβῶς τὴν τροφὴν διανέμοντα τοῖς ἀντιζύγοις πετάλοις ἰσότητα θαυμαστὴν καὶ τάξιν ἀποδίδωσιν ἔτι δʼ ἀπιθανώτεροι τούτων εἰσὶν οἱ τὸ κάλλος καὶ τὴν εὐφυΐαν ἀγαπῆσαι τοὺς παλαιούς, ὡς Ὅμηρονἔρνεϊ φοίνικος ἀπεικάσαντα τὴν ὥραν τῆς Φαιακίδος, ὑπονοοῦντες. οὐ γὰρ ἀγνοεῖτε δήπουθεν, ὅτι καὶ ῥόδοις καὶ λυχνίσιν, ἔνιοι δὲ καὶ μήλοις καὶ ῥοιαῖς ἔβαλλον ὡς καλοῖς· γεραίροντες ἀεὶ τοὺς νικηφόρους. ἀλλʼ οὐδὲν οὕτως ἐπιφανῶς ἐκπρεπέστερον ἔχει τῶν ἄλλων ὁ φοῖνιξ, ἅτε μηδὲ καρπὸν. ἐν τῇ Ἑλλάδι φέρων ἐδώδιμον ἀλλʼ ἀτελῆ καὶ ἄπεπτον. εἰ γάρ, ὥσπερ ἐν Συρίᾳ καὶ ἐν Αἰγύπτῳ, παρεῖχε τὴν βάλανον, ὄψει τε θεαμάτων καὶ γλυκύτητι τραγημάτων πάντων ἥδιστον, οὐκ ἂν ἦν ἕτερον αὐτῷ παραβαλεῖν. ὁ γοῦν βασιλεύς, ὥς φασιν, ἀγαπήσας διαφερόντως τὸν Περιπατητικὸν φιλόσοφον Νικόλαον, γλυκὺν ὄντα τῷ ἤθει ῥαδινὸν δὲ τῷ μήκει τοῦ σώματος διάπλεων δὲ τὸ πρόσωπον ἐπιφοινίσσοντος ἐρυθήματος, τὰς μεγίστας καὶ καλλίστας τῶν φοινικοβαλάνων Νικολάους ὠνόμαζε, καὶ μέχρι νῦν οὕτως ὀνομάζονται.
THE Isthmian games being celebrated, when Sospis was the second time director of the solemnity, we avoided other entertainments,—he treating a great many strangers, and often all his fellow-citizens,—but once, when he entertained his nearest and most learned friends at his own house, I was one of the company. After the first course, one coming to Herodes the rhetorician brought a palm and a wreathed crown, which one of his acquaintance, who had won the prize for an encomiastic exercise, sent him. This Herodes received very kindly, and sent it back again, but added that he could not tell the reason why, since each of the games gave a particular garland, yet all of them bestowed the palm. For those do not satisfy me (said he) who say that the equality of the leaves is the reason, which growing out one against another seem to resemble some striving for the prize, and that victory is called νίκη from μὴ εἴκειν, not to yield. For a great many other trees, which almost by measure and weight divide the nourishment to their leaves growing opposite to one another, show a decent order and wonderful equality. They seem to speak more probably who say the ancients were pleased with the beauty and figure of the tree. Thus Homer compares Nausicaa to a palm-branch. For you all know very well, that some threw roses at the victors, and some pomegranates and apples, to honor and reward them. But now the palm hath nothing evidently more taking than many other things, since here in Greece it bears no fruit that is good to eat, it not ripening and growing mature enough. But if, as in Syria and Egypt, it bore a fruit that is the most pleasant to the eyes of any thing in the world, and the sweetest to the taste, then I must confess nothing could compare with it, And the Persian monarch (as the story goes), being extremely taken with Nicolaus the Peripatetic philosopher, who was a very sweet-humored man, tall and slender, and of a ruddy complexion, called the greatest and fairest dates Nicolai.
ταῦτʼ εἰπὼν ὁ Ἡρώδης οὐκ ἀτερπέστερον ἐμβάλλειν ἔδοξε τοῦ ζητουμένου τὸ περὶ τοῦ Νικολάου. διὸ καὶ μᾶλλον ἔφη ὁ Σῶσπιςπροθυμητέον, ὡς ἕκαστος αὑτόν τις ἔπεισε, συνεισενεγκεῖν εἰς τὸ ζητούμενον. ἐγὼ δʼ εἰσφέρω πρῶτος, ὅτι δεῖ τὴν τῶν νικηφόρων δόξαν ἄφθιτον, ὡς ἀνυστὸν ἐστι, καὶ ἀγήρων διαμένειν· ὁ δὲ φοῖνιξ μακρόβιον μέν ἐστιν ἐν τοῖς μάλιστα τῶν φυτῶν, ὥς που καὶ τὰ Ὀρφικὰ ταῦτα μεμαρτύρηκε ζῶον δʼ ἴσον ἀκροκόμοισιν / φοινίκων ἔρνεσσιν, / μόνῳ δʼ αὐτῷ σχεδὸν ὑπάρχει τὸ κατὰ πολλῶν ὡς ἀληθῶς λεγόμενον· τί δὲ τοῦτʼ ἔστι; τὸ ἐμπεδόφυλλον εἶναι καὶ ἀείφυλλον· οὔτε γὰρ δάφνην οὔτʼ ἐλαίαν οὔτε μυρσίνην οὔτʼ ἄλλο τι τῶν μὴ φυλλορροεῖν λεγομένων ὁρῶμεν ἀεὶ ταὐτὰ φύλλα διατηροῦν, ἀλλὰ τοῖς πρώτοις ἀπορρέουσιν ἑτέρων ἐπιβλαστανόντων, ὥσπερ πόλεις, ἕκαστον ἀείζωον διαμένει καὶ ἀμείλικτον ὁ δὲ φοῖνιξ οὐθὲν ἀποβάλλων ἀφʼ αὑτοῦ τῶν φυομένων, βεβαίως ἀείφυλλός ἐστι· καὶ τοῦτο δὴ τὸ κράτος αὐτοῦ μάλιστα τῆς νίκης τῷ ἰσχυρῷ συνοικειοῦσι.
This discourse of Herodes seemed to give occasion for a query about Nicolaus, which would be as pleasant as the former. Therefore, said Sospis, let every one carefully give his sentiments of the matter in hand. I begin, and think that, as far as possible, the honor of the victor should remain fresh and immortal. Now a palm-tree is the longest lived of any, as this line of Orpheus testifies: They lived like branches of a leafy palm. And this almost alone enjoys the privilege (though it is said to belong to many beside) of having always fresh and the same leaves. For neither the laurel nor the olive nor the myrtle, nor any other of those trees called evergreen, is always seen with the very same leaves; but as the old fall, new ones grow. So cities continue the same, where new parts succeed those that decay. But the palm, never shedding a leaf, is continually adorned with the same green. And this power of the tree, I believe, men think agreeable to, and fit to represent, the strength of victory.
παυσαμένου δὲ τοῦ Σώσπιδος, Πρωτογένης ὁ γραμματικός, ὀνόματι καλέσας Πραξιτέλην τὸν περιηγητὴν οὕτω δὴ τούτους ἔφη τοὺς ῥήτορας ἐάσομεν περαίνειν τὸ οἰκεῖον, ἐξ εἰκότων καὶ πιθανῶν ἐπιχειροῦντας· αὐτοὶ δʼ ἀφʼ ἱστορίας οὐδὲν ἂν ἔχοιμεν τῷ λόγῳ συμβάλλεσθαι; καίτοι δοκῶ μοι μνημονεύειν ἐν τοῖς Ἀττικοῖς ἀνεγνωκὼς ἔναγχος, ὅτι πρῶτος ἐν Δήλῳ Θησεὺς ἀγῶνα ποιῶν ἀπέσπασε κλάδον τοῦ ἱεροῦ φοίνικος καὶ σπάδιξ ὠνομάσθη.
When Sospis had done, Protogenes the grammarian, calling Praxiteles the commentator by his name, said: What then, shall we suffer those rhetoricians to be thought to have hit the mark, when they bring arguments only from probabilities and conjectures? And can we produce nothing from history to club to this discourse? Lately, I remember, reading in the Attic annals, I found that The seus first instituted games in Delos, and tore off a branch from the sacred palm-tree, which was called spadix (from σπάω, to tear.)
καὶ ὁ Πραξιτέλης ταῦτʼ εἶπεν ἄδηλα, καὶ τοῦ Θησέως αὐτοῦ πυνθάνεσθαι φήσουσιν, ᾧτινι λόγῳ φοίνικος, οὐ δάφνης οὐδʼ ἐλαίας, κλάδον ἀπέσπασεν ἀγωνοθετῶν. σκόπει δή, μὴ Πυθικόν ἐστι τὸ νικητήριον, ὡς· Ἀμφικτύονος· κἀκεῖ πρῶτον ἐπὶ τιμῇ τοῦ θεοῦ δάφνῃ καὶ φοίνικι τοὺς νικῶντας ἐκόσμησαν, ἅτε δὴ καὶ τῷ θεῷ μὴ δάφνας μηδʼ ἐλαίας ἀλλὰ φοίνικας ἀνατιθέντες, ὡς ἐν Δήλῳ Νικίας χορηγήσας Ἀθηναίων καὶ ἐν Δελφοῖς Ἀθηναῖοι καὶ Κύψελος πρότερον Κορίνθιος ἐπεὶ καὶ φίλαθλος ἄλλως καὶ φιλόνικος ἡμῖν ὁ θεός, αὐτὸς ἐν κιθαρίσει καὶ ᾠδῇ καὶ βολαῖς δίσκων, ὡς δʼ ἔνιοί φασι, καὶ πυγμῇ ἁμιλλώμενος· ἀνθρώποις δὲ προσαμύνων ἀγωνιζομένοις, ὡς Ὅμηρος ἐμαρτύρησε, τὸν μὲν Ἀχιλλέα λέγοντα ποιήσας ἄνδρε δύω περὶ τῶνδε κελεύομεν, ὥπερ ἀρίστω, / πὺξ μάλʼ ἀνασχομένω πεπληγέμεν ᾧ δέ κ̓ Ἀπόλλων / δώῃ καμμονίην […] / τῶν δὲ τοξοτῶν τὸν μὲν εὐξάμενον τῷ θεῷ κατορθῶσαι καὶ λαβεῖν τὰ πρωτεῖα· τὸν δὲ γαῦρον ἀστοχῆσαι τοῦ σκοποῦ, μὴ εὐξάμενον. καὶ μὴν οὐδʼ Ἀθηναίους εἰκός ἐστιν Ἀπόλλωνι καθιερῶσαι, τὸ γυμνάσιον ἀλόγως καὶ αὐτομάτως· ἀλλὰ παρʼ οὗ τὴν ὑγίειαν ἔχομεν θεοῦ, τοῦτον εὐεξίαν τε διδόναι καὶ ῥώμην ἐπὶ τοὺς ἀγῶνας ᾤοντο. κούφων δὲ καὶ βαρέων ἀγωνισμάτων ὄντων, πύκτῃ μὲν Ἀπόλλωνι Δελφούς, δρομαίῳ δὲ Κρῆτας ἱστοροῦσι θύειν καὶ Λακεδαιμονίους. σκύλων δὲ Πυθοῖ καὶ ἀκροθινίων καὶ τροπαίων ἀναθέσεις ἆρʼ, οὐ συμμαρτυροῦσιν ὅτι τῆς εἰς τὸ νικᾶν καὶ κρατεῖν δυνάμεως τῷ θεῷ τούτῳ πλεῖστον μέτεστιν;
And Praxiteles said: This is uncertain; but perhaps some will demand of Theseus himself, upon what account, when he instituted the game, he broke off a branch of palm rather than of laurel or of olive. But consider whether this be not a prize proper to the Pythian games, as belonging to Amphictyon. For there they first, in honor of the God, crowned the victors with laurel and palm, as consecrating to the God, not the laurel or olive, but the palm. So Nicias did, who defrayed the charges of the solemnity in the name of the Athenians at Delos; the Athenians themselves at Delphi; and before these, Cypselus the Corinthian. For this God is a lover of games, and delights in contending for the prize at harping, singing, and throwing the bar, and, as some say, at cuffing; and assists men when contending, as Homer witnesseth, by making Achilles speak thus, Let two come forth in cuffing stout, and try / To which Apollo gives the victory. / And amongst the archers, he that made his address to Apollo made the best shot, and he that forgot to pray to him missed the mark. And beside, it is not likely that the Athenians would rashly, and upon no grounds, dedicate their place of exercise to Apollo. But they thought that the God which bestows health gives likewise a vigorous constitution, and strength for the encounter. And since some of the encounters are light and easy, others laborious and difficult, the Delphians offered sacrifices to Apollo the cuffer; the Cretans and Spartans to Apollo the racer; and the dedication of spoils taken in the wars and trophies to Apollo Pythias show that he is of great power to give victory in war.
ἔτι δʼ αὐτοῦ λέγοντος, ὑπολαβὼν Κάφισος ὁ Θέωνος υἱός ἀλλὰ ταῦτὰ γʼ εἶπεν οὐχ·χ ἱστορίας οὐδὲ περιηγητικῶν ὄδωδε βιβλίων, ἀλλʼ ἐκ μέσων ἀνεσπασμένα τῶν Περιπατητικῶν τόπων εἰς τὸ πιθανὸν ἐπικεχείρηται, καὶ προσέτι τραγικῶς μηχανὴν ἄραντες, ὦ φίλοι, δεδίττεσθε τῷ θεῷ τοὺς ἀντιλέγοντας. ὁ μὲν οὖν θεός, ὥσπερ προσήκει, πᾶσιν ἴσος ἐστὶ μετʼ εὐμενείας· ἡμεῖς δʼ ἑπόμενοι Σώσπιδι καλῶς γὰρ ὑφηγεῖται πάλιν ἐχώμεθα τοῦ φοίνικος; ἀμφιλαφεῖς τῷ λόγῳ λαβὰς διδόντος. Βαβυλώνιοι μὲν γὰρ ὑμνοῦσι καὶ ᾄδουσιν ὡς ἑξήκοντα καὶ τριακόσια χρειῶν γένη παρέχον αὐτοῖς τὸ δένδρον· ἡμῖν δὲ τοῖς Ἕλλησιν ἣκιστα μέν ἐστι χρειώδης, ἀθλητικῆς δὲ φιλοσοφίας καὶ τὸ ἄκαρπον ἂν εἴη· κάλλιστος γὰρ ὢν καὶ μέγιστος ὑπʼ εὐταξίας οὐ γόνιμός ἐστι παρʼ ἡμῖν, ἀλλὰ τὴν τροφὴν ὥσπερ ἀθλητοῦ περὶ τὸ σῶμα τῆς εὐταξίας ἀναλισκούσης, σμικρὸν αὐτῷ καὶ φαῦλον εἰς σπέρμα περίεστιν. ἴδιον δὲ παρὰ ταῦτα πάντα καὶ μηδενὶ συμβεβηκὸς ἑτέρῳ τὸ μέλλον λέγεσθαι· φοίνικος γὰρ ξύλον ἂν ἄνωθεν ἐπιθεὶς βάρη πιέζῃς, οὐ κάτω θλιβόμενον ἐνδίδωσιν, ἀλλὰ κυρτοῦται πρὸς τοὐναντίον ὥσπερ ἀνθιστάμενον τῷ βιαζομένῳ. τοῦτο δὴ καὶ περὶ τοὺς ἀθλητικοὺς ἀγῶνάς ἐστι· τοὺς μὲν γὰρ ὑπʼ ἀσθενείας καὶ μαλακίας εἴκοντας αὐτοῖς πιέζουσι κάμπτοντες, οἱ δʼ ἐρρωμένως ὑπομένοντες τὴν ἄσκησιν οὐ μόνον τοῖς σώμασιν ἀλλὰ καὶ τοῖς φρονήμασιν ἐπαίρονται καὶ αὐξοῦνται.
Whilst he was speaking, Caphisus, Theon’s son, interrupted him, and said: This discourse smells neither of history nor comment, but is taken out of the common topics of the Peripatetics, and endeavors to persuade; besides, you should, like the tragedians, raise your machine, and fright all that contradict you with the God. But the God, as indeed it is requisite he should be, is equally benevolent to all. Now let us, following Sospis (for he fairly leads the way), keep close to our subject, the palm-tree, which affords us sufficient scope for our discourse. The Babylonians celebrate this tree, as being useful to them three hundred and sixty several ways. But to us Greeks it is of very little use, but its want of fruit makes it proper for contenders in the games. For being the fairest, greatest, and best proportioned of all sorts of trees, it bears no fruit amongst us; but by reason of its strong constitution it spends all its nourishment (like an athlete) upon its body, and so has very little, and that very bad, remaining for seed. Beside all this, it hath something peculiar, which cannot be attributed to any other tree. The branch of a palm, if you put a weight upon it, doth not yield and bend downwards, but turns the contrary way, as if it resisted the pressing force. The like is to be observed in these exercises. For those who, through weakness or cowardice, yield to them, their adversaries oppress; but those who stoutly endure the encounter have not only their bodies, but their minds too, strengthened and increased.
αἰτίαν τις ἐζήτησε, διʼ ἣν οἱ ναύκληροι τὰς ὑδρείας ἐκ τοῦ Νείλου νυκτὸς οὐχ ἡμέρας ποιοῦνται. καί τισι μὲν ἐδόκουν τὸν ἣλιον δεδιέναι, τῷ προθερμαίνειν τὰ ὑγρὰ μᾶλλον εὔσηπτα ποιοῦντα· πᾶν γὰρ τὸ θερμανθὲν καὶ χλιανθὲν ἀεὶ πρὸς μεταβολὴν ἑτοιμότερόν ἐστι καὶ προπέπονθεν ἀνέσει τῆς ποιότητος ἡ δὲ ψυχρότης πιέζουσα συνέχειν δοκεῖ καὶ φυλάττειν ἕκαστον ἐν ᾧ πέφυκεν, οὐχ ἥκιστα δὲ τὸ ὕδωρ· ὕδατος γὰρ ἡ ψυχρότης σχετικόν ἐστι φύσει· δηλοῦσιν αἱ χιόνες, τὰ κρέα δύσσηπτα τηροῦσαι πολὺν χρόνον. ἡ δὲ θερμότης τὰ τʼ ἄλλα καὶ τὸ μέλι τῆς ἰδίας ποιότητος ἐξίστησι· φθείρεται γὰρ ἑψηθέν· ἂν δʼ ὠμὸν διαμένῃ καὶ τοῖς ἄλλοις πρὸς τὸ μὴ φθείρεσθαι βοηθεῖ. μεγίστην δὲ τῇ αἰτίᾳ πίστιν παρεῖχε τὰ λιμναῖα τῶν ὑδάτων· χειμῶνος γὰρ οὐδὲν διαφέροντα τῶν ἄλλων ποθῆναι, τοῦ θέρους γίγνεται πονηρὰ καὶ νοσώδη διὸ χειμῶνι μὲν τῆς νυκτὸς ἀναλογεῖν δοκούσης θέρει δὲ τῆς ἡμέρας, μᾶλλον οἴονται διαμένειν ἄτρεπτον καὶ ἀπαθὲς τὸ ὕδωρ, ἂν νυκτὸς λαμβάνηται. τούτοις ἐπιεικῶς οὖσι πιθανοῖς, ἐπανέκυψε λόγος ὥσπερ ἀτέχνῳ πίστει ναυτικῇ βεβαιούμενος ἐμπειρίᾳ· νυκτὸς γὰρ ἔφασαν λαμβάνειν τὸ ὕδωρ, ἔτι τοῦ ποταμοῦ καθεστῶτος καὶ ἡσυχάζοντος, ἡμέρας δέ, πολλῶν ἀνθρώπων ὑδρευομένων καὶ πλεόντων, πολλῶν δὲ θηρίων διαφερομένων, ἀναταραττόμενον γίγνεσθαι παχὺ καὶ γεῶδες τὸ δὲ τοιοῦτον εὔσηπτον εἶναι πάντα γὰρ τὰ μεμιγμένα τῶν ἀμίκτων ἐπισφαλέστερα πρὸς σῆψίν ἐστι· ποιεῖ γὰρ ἡ μῖξις μάχην, ἡ δὲ μάχη μεταβολήν, μεταβολὴ δέ τις ἡ σῆψις. διὸ τάς τε μίξεις τῶν χρωμάτων οἱ ζωγράφοι φθορὰς,· ὀνομάζουσι καὶ τὸ βάψαι μιῆναι κέκληκεν ὁ ποιητής, ἡ δὲ κοινὴ συνήθεια τὸ ἄμικτον καὶ καθαρὸν ἄφθαρτον καὶ ἀκήρατον, μάλιστα δὲ γῆ μιχθεῖσα πρὸς ὕδωρ ἐξίστησι καὶ φθείρει τὸ πότιμον καὶ οἰκεῖον· ὅθεν εὔσηπτα μᾶλλόν ἐστι τὰ στάσιμα καὶ κοῖλα, πολλῆς· ἀναπιμπλάμενα γῆς, τὰ δὲ ῥέοντα φεύγει καὶ διακρούεται τὴν προσφερομένην· καὶ καλῶς Ἡσίοδος ἐπῄνεσε κρήνης ἀενάου καὶ ἀπορρύτου, ἥ τʼ ἀθόλωτος. ὑγιεινὸν γὰρ τὸ ἀδιάφθορον ἀδιάφθορον δὲ τὸ ἄμικτον καὶ καθαρόν. οὐχ ἥκιστα δʼ αἱ τῆς γῆς διαφοραὶ τῷ λόγῳ μαρτυροῦσι· τὰ γὰρ ὀρεινὴν διεξιόντα γῆν καὶ λιθώδη στερρότερα τῶν ἑλείων καὶ πεδινῶν ἐστι· πολλὴν γὰρ οὐκ ἀποσπᾷ γῆν. ὁ δὲ Νεῖλος ὑπὸ μαλθακῆς χώρας περιεχόμενος, μᾶλλον δʼ ὥσπερ αἷμα σαρκὶ κεκραμένος, γλυκύτητος μὲν ἀπολαύει καὶ χυμῶν ἀναπίμπλαται δύναμιν ἐμβριθῆ καὶ τρόφιμον ἐχόντων, συμμιγὴς δὲ φέρεται καὶ θολερός· ἂν δʼ ἀναταράττηται, καὶ μᾶλλον· ἡ γὰρ κίνησις ἀναμίγνυσι τῷ ὑγρῷ τὸ γεῶδες ὅταν δʼ ἠρεμήσῃ, κάτω ῥέπον διὰ βάρος ἄπεισιν. ὅθεν ὑδρεύονται τῆς νυκτός, ἅμα καὶ τὸν ἥλιον προλαμβάνοντες, ὑφʼ οὗ τὸ λεπτότατον καὶ κουφότατον ἀεὶ τῶν ὑγρῶν αἰρόμενον διαφθείρεται.
ONE demanded a reason why the sailors take up the water for their occasions out of the river Nile by night, and not by day. Some thought they feared the sun, which heating the water would make it more liable to putrefaction. For every thing that is heated or warmed becomes more easy to be changed, having already suffered when its proper quality was remitted. And cold constipating the parts seems to preserve every thing in its natural state, and water especially. For that the cold of water is naturally constringent is evident from snow, which keeps flesh from corrupting a long time. And heat, as it destroys the proper quality of other things, so of honey, for it being boiled is itself corrupted, though when raw it preserves other bodies from corruption. And that this is the cause, I have a very considerable evidence from standing pools; for in winter they are as wholesome as other water, but in summer they grow bad and noxious. Therefore the night seeming in some measure to resemble the winter, and the day the summer, they think the water that is taken up at night is less subject to be vitiated and changed.
To these seemingly probable reasons another was added, which confirmed the ingenuity of the sailors by a very natural proof. For some said that they took up their water by night because then it was clear and undisturbed; but at daytime, when a great many fetched water together, and many boats were sailing and many beasts swimming upon the Nile, it grew thick and muddy, and in that condition it was more subject to corruption. For mixed bodies are more easily corrupted than simple and unmixed; for from mixture proceeds disagreement of the parts, from that disagreement a change, and corruption is nothing else but a certain change; and therefore painters call the mixing of their colors φθοράς, corrupting; and Homer expresseth dyeing by μιῆναι (to stain or contaminate). Commonly we call any thing that is simple and unmixed incorruptible and immortal. Now earth being mixed with water soonest corrupts its proper qualities, and makes it unfit for drinking; and therefore standing water stinks soonest, being continually filled with particles of earth, whilst running waters preserve themselves by either leaving behind or throwing off the earth that falls into them. And Hesiod justly commends The water of a pure and constant spring. For that water is wholesome which is not corrupted, and that is not corrupted which is pure and unmixed. And this opinion is very much confirmed from the difference of earths; for those springs that run through a mountainous, rocky ground are stronger than those which are cut through plains or marshes, because they do not take off much earth. Now the Nile running through a soft country, like the blood mingled with the flesh, is filled with sweet juices that are strong and very nourishing; yet it is thick and muddy, and becomes more so if disturbed. For motion mixeth the earthly particles with the liquid, which, because they are heavier, fall to the bottom as soon as the water is still and undisturbed. Therefore the sailors take up the water they are to use at night, by that means likewise preventing the sun, which always exhales and consumes the subtler and lighter particles of the liquid.