περὶ ὧν ἔμελλον ἐκκλησιάζειν Ἀθηναῖοι λόγος ἦν παρὰ τὸ δεῖπνον, ἑστιῶντος ἡμᾶς Νικοστράτου· καί τινος εἰπόντος ὡςΠερσικὸν πρᾶγμα ποιοῦμεν, ὦ ἄνδρες, βουλευόμενοι παρʼ οἶνον·τί μᾶλλον ἔφη ὁ Γλαυκίας ὑπολαβών ἢ Ἑλληνικόν; Ἕλλην μὲν γὰρ ἦν ὁ εἰπών γαστρὸς ἀπὸ πλείης βουλὴ καὶ μῆτις ἀμείνων· Ἕλληνες δὲ σὺν Ἀγαμέμνονι Τροίαν ἐπολιόρκουν, οἷς φαγοῦσι καὶ πιοῦσιν ὁ γέρων πάμπρωτον ὑφαίνειν ἤρχετο μῆτιν; ἐπʼ αὐτὸ τοῦτο τῆς κλήσεως καὶ τῶν ἀρίστων εἰσηγητὴς τῷ βασιλεῖ γενόμενος, δαίνυ δαῖτα γέρουσι,πολλῶν γάρ τοι φησίν ἀγρομένων τῷ πείσεαι, ὅς κεν ἀρίστην βουλὴν βουλεύσῃ. διὸ καὶ τὰ πλείστῃ χρησάμενα τῆς Ἑλλάδος εὐνομίᾳ γένη καὶ μάλιστα φιλοχωρήσαντα περὶ τοὺς ἀρχαίους ἐθισμοὺς,· ἐν οἴνῳ τὰς ἀρχὰς συνεῖχε. τὰ γὰρ παρὰ Κρησὶν Ἀνδρεῖα καλούμενα, παρὰ δὲ Σπαρτιάταις Φιδίτια, βουλευτηρίων ἀπορρήτων καὶ συνεδρίων ἀριστοκρατικῶν τάξιν εἶχεν, ὥσπερ οἶμαι καὶ τὸ ἐνθάδε Πρυτανεῖον καὶ Θεσμοθετεῖον οὐ πόρρω δὲ τούτων ὁ νυκτερινὸς σύλλογος παρὰ Πλάτωνι τῶν ἀρίστων καὶ πολιτικωτάτων ἀνδρῶν ἐστιν, ἐφʼ ὃν ἀναπέμπεται τὰ μέγιστα καὶ πλείστης ἄξια φροντίδος. οἱ δὲ τῷ Ἑρμῇ πυμάτῳ σπένδοντες, ὅτε μνησαίατο κοίτου, ἆρʼ οὐκ εἰς ταὐτὸ συνάγουσι τῷ οἴνῳ τὸν λόγον; ὡς γοῦν παρόντι καὶ συνεπισκοποῦντι τῷ φρονιμωτάτῳ θεῷ, πρῶτον ἀπαλλαττόμενοι προσεύχονται. οἱ δὲ πάμπαν ἀρχαῖοι ὡς οὐδὲ τοῦ Ἑρμοῦ δεόμενον τὸν Διόνυσον αὐτὸν Εὐβουλῆ καὶ τὴν νύκτα διʼ ἐκεῖνον εὐφρόνην προσεῖπον.
AT Nicostratus’s table we discoursed of those matters which the Athenians were to debate of in their next assembly. And one of the company saying, It is the Persian fashion, sir, to debate midst your cups; And why, said Glaucias rejoining, not the Grecian fashion? For it was a Greek that said, After your belly’s full, your counsel’s best. And they were Greeks who with Agamemnon besieged Troy, to whom, whilst they were eating and drinking, Old Nestor first began a grave debate; and he himself advised the king before to call the commanders together for the same purpose: For the commanders, sir, a feast prepare, / And see who counsels best, and follow him. /
Therefore Greece, having a great many excellent institutions, and zealously following the customs of the ancients, hath laid the foundations of her polities in wine. For the assemblies in Crete called Andria, those in Sparta called Phiditia, were secret consultations and aristocratical assemblies; such, I suppose, as the Prytaneum and Thesmothesium here at Athens. And not different from these is that night-meeting, which Plato mentions, of the best and most politic men, to which the greatest, the most considerable and puzzling matters are assigned. And those Who, when they do design to seek their rest, / To Mercury their just libations pour, / do they not join reason and wine together, since, when they are about to retire, they make their vows to the wisest God, as if he was present and particularly president over their actions? But the ancients indeed call Bacchus the good counsellor, as if he had no need of Mercury; and for his sake they named the night εὐφρόνη, as it were, wellminded.
ταῦτα τοῦ Γλαυκίου διεξελθόντος, ἔδοξαν ἡμῖν ἐπιεικῶς οἱ θορυβώδεις ἐκεῖνοι κατακεκοιμίσθαι λόγοι, καὶ ὅπως ἔτι μᾶλλον αὐτῶν ἀμνηστία γένοιτο, ζήτησιν ἑτέραν ἐπάγων Νικόστρατος ἔφη πρότερον οὐ πάνυ μέλειν αὐτῷ Περσικοῦ τοῦ πράγματος εἶναι δοκοῦντος· ἐπεὶ δὲ νῦν Ἑλληνικὸν εἶναι πεφώραται, δεῖσθαι λόγου βοηθοῦντος αὐτῷ πρὸς τὴν αὐτόθεν φαινομένην ἀτοπίαν. ὅ τε γὰρ λογισμός, ὥσπερ ὀφθαλμὸς ἐν ὑγρῷ σάλον ἔχοντι, δυσκίνητον ἡμῖν καὶ δύσεργόν ἐστι τά τε πάθη πανταχόθεν ὥσπερ ἑρπετὰ πρὸς ἥλιον σαλευόμενα πρὸς τὸν οἶνον καὶ ἀναδυόμενα τὴν γνώμην ἐπισφαλῆ ποιεῖ καὶ ἀκατάστατον. ὅθεν ὥσπερ ἡ κλίνη τοῖς πίνουσι τῆς καθέδρας ἀμείνων, ὅτι τὸ σῶμα κατέχει καὶ ἀπολύει κινήσεως ἁπάσης, οὕτως ἔχειν ἀτρέμα τὴν ψυχὴν ἄριστον· εἰ δὲ μή, δοτέον, ὥσπερ παισὶν ἀτρεμεῖν μὴ δυναμένοις, οὐ δόρυ καὶ ξίφος, ἀλλὰ πλαταγὴν καὶ σφαῖραν, ὥσπερ ὁ θεὸς τὸν νάρθηκα τοῖς μεθύουσιν ἐνεχείρισε κουφότατον βέλος καὶ μαλακώτατον ἀμυντήριον, ὅπως, ἐπεὶ τάχιστα παίουσιν, ἥκιστα βλάπτωσι· δεῖ γὰρ γελοῖα τὰ σφάλματα τοῖς μεθύουσι ποιεῖν, οὐκ οἰκτρὰ καὶ τραγικὰ καὶ μεγάλας ἀποτεύξεις ἔχοντα. καὶ μήν, ὅπερ ἐστὶ μέγιστον ἐν ταῖς περὶ τῶν μεγίστων σκέψεσι, τὸν ἐνδεᾶ νοῦ καὶ πραγμάτων ἄπειρον ἕπεσθαι τοῖς φρονοῦσι καὶ τῶν ἐμπείρων ἀκούειν, ἀφαιρεῖται τοὺς μεθύοντας ὁ οἶνος· ὥστε καὶ τοὔνομα γενέσθαι φησὶν ὁ Πλάτωνὅτι οἴεσθαι νοῦν ἔχειν ποιεῖ τοὺς πίνοντας· οὔτε γὰρ ἐλλόγιμος οὔτε καλὸς οὔτε πλούσιος οὕτως οἴεται, καίπερ οἰόμενος, εἶναι τῶν πινόντων ἕκαστος, ὡς φρόνιμος· διὸ καὶ πολύφωνος ὁ οἶνός ἐστι καὶ λαλιᾶς ἀκαίρου καὶ φρονήματος ἡγεμονικοῦ καταπίμπλησιν, ὡς οὐκ ἀκούειν ἀλλʼ ἀκούεσθαι μᾶλλον ἡμῖν καὶ ἄγειν οὐχ ἕπεσθαι προσῆκον. ἀλλὰ γάρ ἔφη τὰ μὲν εἰς τοῦτο ῥᾳδίως ἄν τις συναγάγοι· δῆλα γάρ ἐστι· τῶν δʼ ἐναντίων ἀκουστέον, εἴ τις ἢ νέος προσέστηκεν ἢ πρεσβύτερος.
WHILST Glaucias was discoursing thus, the former tumultuous talk seemed to be pretty well lulled; and that it might be quite forgotten, Nicostratus started another question, saying, he never valued the matter before, whilst he thought it a Persian custom, but since it was discovered to be the Greek fashion too, it wanted (he thought) some reason to excuse or defend its seeming absurdity. For our reason (said he), like our eye, whilst it floats in too much moisture, is hard to be moved, and unable to perform its operations. And all sorts of troubles and discontents creeping forth, like insects to the sun, and being agitated by a glass of wine, make the mind irresolute and inconstant. Therefore as a bed is more convenient for a man whilst making merry than a chair, because it contains the whole body and keeps it from all disturbing motion, so it is best to have the soul perfectly at quiet; or, if that cannot be, we must give it, as to children that will be doing, not a sword or spear, but a rattle or ball,—in this following the example of the God himself, who puts into the hands of those that are making merry a ferula, the lightest and softest of all weapons, that, when they are most apt to strike, they may hurt least. Over a glass of wine men should make only ridiculous slips, and not such as may prove tragical, lamentable, or of any considerable concern. Besides, in serious debates, it is chiefly to be considered, that persons of mean understanding and unacquainted with business should be guided by the wise and experienced; but wine destroys this order. Insomuch that Plato says, wine is called οἶνος, because it makes those that drink it think that they have wit (οἴεσθαι νοῦν ἔχειν); for none over a glass of wine thinks himself so noble, beauteous, or rich (though he fancies himself all these), as wise; and therefore wine is babbling, full of talk, and of a dictating humor; so that we are rather for being heard than hearing, for leading than being led. But a thousand such objections may be raised, for they are very obvious. But let us hear which of the company, either old or young, can allege any thing for the contrary opinion.
ἐπιβούλως δὴ πάνυ καὶ σοφιστικῶς ὁ ἀδελφὸς ἡμῶν οἴει γὰρ ἄν ἔφη τινὰ τοὺς ἐνδεχομένους λόγους εὑρεῖν ἐν τῷ παρόντι καιρῷ πρὸς τὸ πρόβλημα; τοῦ δὲ Νικοστράτου πάνυ φήσαντος οἴεσθαι, τοσούτων φιλολόγων καὶ πολιτικῶν παρόντων, ὑπομειδιάσας ἐκεῖνος εἶτʼ ἔφη περὶ τούτων μὲν οἴει καὶ σεαυτὸν ἱκανῶς ἂν εἰπεῖν πρὸς ἡμᾶς, πρὸς δὲ πραγματικὴν καὶ πολιτικὴν σκέψιν ἀθέτως ἔχειν διὰ τὸν οἶνον; ἢ τοῦθʼ ὅμοιόν ἐστι τῷ νομίζειν ὅτι ταῖς ὄψεσιν ὁ πίνων γὰρ […] εὖ μεταβλέπει, αὖθις δὲ τοῖς ὠσὶ παρακούει τῶν ἐντυγχανόντων καὶ διαλεγομένων, τῶν δʼ ᾀδόντων καὶ αὐλούντων ἀκριβῶς ἀκούει; ὡς γὰρ ἐνταῦθα μᾶλλον εἰκός ἐστι τῶν γλαφυρῶν τὰ χρειώδη τὴν αἴσθησιν ἐπιστρέφειν, οὕτω καὶ τὴν διάνοιαν. οὐ θαυμάσαιμί δ’ ἄν, εἴ τι τῶν φιλοσόφων καὶ περιττῶν ἐκφύγοι παρʼ οἶνον εἰς δὲ πραγματικὰς σκέψεις ἀγομένην, πυκνοῦσθαι καὶ συνίστασθαι τῷ φρονεῖν εἰκός ἐστιν ὥσπερ ὁ Φίλιππος ἐν Χαιρωνείᾳ πολλὰ ληρῶν ὑπὸ μέθης καὶ καταγέλαστος ὤν, ἅμα τῷ προσπεσεῖν αὐτῷ περὶ σπονδῶν καὶ εἰρήνης λόγον, ἔστησε τὸ πρόσωπον καὶ συνήγαγε τὰς ὀφρῦς, καὶ τὸ ῥεμβῶδες καὶ ἀκόλαστον ἐκσοβήσας εὖ μάλα βεβουλευμένην καὶ νήφουσαν ἔδωκε τοῖς Ἀθηναίοις ἀπόκρισιν. καίτοι τὸ πίνειν τοῦ μεθύειν διαφέρει, καὶ τοὺς μεθύοντας ὥστε ληρεῖν οἰόμεθα δεῖν ἀπιόντας καθεύδειν οἴνῳ δὲ χρωμένους ἐπὶ πλέον καὶ διαπίνοντας, ἄλλως νοῦν ἔχοντας ἄνδρας, οὐκ ἄξιον δεδιέναι μὴ σφαλῶσι τῷ λογισμῷ καὶ τὴν ἐμπειρίαν ἀποβάλωσιν, ὁρῶντας ὀρχηστάς τε καὶ κιθαριστὰς οὐδέν τι χεῖρον ἐν συμποσίοις ἢ θεάτροις πράττοντας. ἡ γὰρ ἐμπειρία παροῦσα καὶ τὸ σῶμα ταῖς,· ἐνεργείαις ὀρθούμενον παρέχει καὶ συγκινούμενον ἀσφαλῶς· πολλοῖς δʼ ἰταμότητα θάρσους συνεργὸν ὁ ἄκρατος, οὐ βδελυρὰν οὐδʼ ἄκρατον ἀλλʼ εὔχαριν καὶ πιθανὴν, προστίθησιν ὥσπερ καὶ τὸν Αἰσχύλον ἱστοροῦσι τὰς τραγῳδίας ἐμπίνοντα ποιεῖν, καὶ οὐχ, ὡς Γοργίας εἶπεν, ἓν τῶν δραμάτων αὐτοῦ μεστὸν Ἄρεος εἶναι, τοὺς ἕπτʼ ἐπὶ Θήβας, ἀλλὰ πάντα Διονύσου. θερμαντικός γὰρ ὢν κατὰ τὸν Πλάτωνατῆς ψυχῆς μετὰ τοῦ σώματος ὁ οἶνος εὔδρομον τὸ σῶμα ποιεῖ καὶ πόρους ῥήγνυσι φαντασιῶν ἐφελκομένων μετὰ τοῦ θαρρεῖν τὸν λόγον· ἔνιοι γὰρ εὑρετικὴν φύσιν ἔχοντες, ἐν δὲ τῷ νήφειν ἀτολμοτέραν καὶ πεπηγυῖαν, ὅταν εἰς τὸ πίνειν ἔλθωσιν, ὥσπερ ὁ λιβανωτός, ὑπὸ θερμότητος ἀναθυμιῶνται. τὸν δὲ δὴ φόβον οὐδενὸς ἧττον ἐμποδὼν ὄντα βουλευομένοις ἐξελαύνει, καὶ πολλὰ τῶν ἄλλων παθῶν ἀφιλότιμα καὶ ἀγεννῆ κατασβέννυσι, καὶ τὸ κακόηθες καὶ τὸ ὓπουλον ὥσπερ τινὰς διπλόας ἀναπτύσσει τῆς ψυχῆς, καὶ παντὸς ἤθους καὶ πάθους ποιεῖ καταφάνειαν ἐν τοῖς λόγοις· ἔστι δὲ παρρησίας καὶ διʼ αὐτὴν ἀληθείας γονιμώτατος. ἧς μὴ παρούσης, οὐδὲν ἐμπειρίας οὐδʼ ἀγχινοίας ὄφελος. ἀλλὰ πολλοὶ τῷ ἐπιόντι χρώμενοι μᾶλλον κατορθοῦσιν ἢ εἰ κρύπτουσιν ἐπιβούλως καὶ πανούργως τὸ παριστάμενον. οὐδὲν οὖν δεῖ δεδιέναι κινοῦντα τὰ πάθη τὸν οἶνον· κινεῖ γὰρ οὐ τὰ φαυλότατα, πλὴν ἐν τοῖς κακίστοις, ὧν οὐδέποτε νήφει τὸ βουλευόμενον· ἀλλʼ ὥσπερ τὰ κουρεῖα Θεόφραστος εἰώθει καλεῖν ἄοινα συμπόσια διὰ τὴν λαλιάν, οὕτως ἄοινος ἀεὶ μέθη καὶ σκυθρωπὴ ταῖς τῶν ἀπαιδεύτων ἐνοικεῖ ψυχαῖς, ἐπιταραττομένη ὑπʼ ὀργῆς τινος ἢ δυσμενείας ἢ φιλονεικίας ἢ ἀνελευθερίας· ὧν ὁ οἶνος ἀμβλύνων τὰ πολλὰ μᾶλλον ἢ παροξύνων οὐκ ἄφρονας οὐδʼ ἠλιθίους ἀλλʼ ἁπλοῦς ποιεῖ καὶ ἀπανούργους, οὐδὲ παρορατικοὺς τοῦ συμφέροντος ἀλλὰ τοῦ καλοῦ προαιρετικούς. οἱ δὲ τὴν πανουργίαν δεινότητα καὶ φρόνησιν ἡγούμενοι τὴν ψευδοδοξίαν καὶ ἀνελευθερίαν, εἰκότως ἀβελτέρους ἀποφαίνουσι τοὺς ἐν οἴνῳ λέγοντας ἀφελῶς καὶ ἀδόλως τὸ φαινόμενον. τοὐναντίον δʼ οἱ παλαιοὶ τὸν θεὸν Ἐλευθερᾶ καὶ Λύσιον ἐκάλουν καὶ μαντικῆς πολλὴν ἔχειν ἡγοῦντο μοῖραν, οὐ διὰ τὸ βακχεύσιμον καὶ μανιῶδεςὥσπερ Εὐριπίδης εἶπεν, ἀλλʼ ὅτι τὸ δουλοπρεπὲς καὶ περιδεὲς καὶ ἄπιστον ἐξαιρῶν καὶ ἀπολύων τῆς ψυχῆς ἀληθείᾳ καὶ παρρησίᾳ χρῆσθαι πρὸς ἀλλήλους δίδωσιν.
Then said my brother cunningly: And do you imagine that any, upon a sudden, can produce any probable reasons? And Nicostratus replying, Yes, no doubt, there being so many learned men and good drinkers in company; he with a smile continued: Do you think, sir, you are fit to treat of these matters, when wine hath disabled you to discourse politics and state affairs? Or is not this all the same as to think that a man in his liquor doth not see very well nor understand those that talk and discourse with him, yet hears the music and the pipers very well? For as it is likely that useful and profitable things draw and affect the sense more than fine and gaudy; so likewise they do the mind. And I shall not wonder that the nice philosophical speculation should escape a man who hath drunk freely; but yet, I think, if he were called to political debates, his wisdom would become more strong and vigorous. Thus Philip at Chaeronea, being well heated, talked very foolishly, and was the sport of the whole company; but as soon as they began to discourse of a truce and peace, he composed his countenance, contracted his brows, and dismissing all vain, empty, and dissolute thoughts, gave an excellent, wise, and sober answer to the Athenians. To drink freely is different from being drunk, and those that drink till they grow foolish ought to retire to bed. But as for those that drink freely and are otherwise men of sense, why should we fear that they will fail in their understanding or lose their skill, when we see that musicians play as well at a feast as in a theatre? For when skill and art are in the soul, they make the body correct and proper in its operations, and obedient to the motions of the mind. Besides, wine inspirits some men, and raises a confidence and assurance in them, but not such as is haughty and odious, but pleasing and agreeable. Thus they say that Aeschylus wrote his tragedies over a bottle; and that all his plays (though Gorgias thought that one of them, the Seven against Thebes, was full of Mars) were Bacchus’s. For wine (according to Plato), heating the soul together with the body, makes the body pliable, quick, and active, and opens the passages; while the fancies draw in discourse with boldness and daring.
For some have a good natural invention, yet whilst they are sober are too diffident and too close, but midst their wine, like frankincense, exhale and open at the heat. Besides, wine expels all fear, which is the greatest hindrance to all consultations, and quencheth many other degenerate and lazy passions; it opens the rancor and malice, as it were, the two-leaved doors of the soul, and displays the whole disposition and qualities of any person in his discourse. Freedom of speech, and, through that, truth it principally produceth; which once wanting, neither quickness of wit nor experience availeth any thing; and many proposing that which comes next rather hit the matter, than if they warily and designedly conceal their present sentiments. Therefore there is no reason to fear that wine will stir up our affections; for it never stirs up the bad, unless in the worst men, whose judgment is never sober. But as Theophrastus used to call the barbers’ shops wineless entertainments; so there is a kind of an uncouth wineless drunkenness always excited either by anger, malice, emulation, or clownishness in the souls of the unlearned. Now wine, blunting rather than sharpening many of these passions, doth not make them sots and foolish, but simple and guileless; not negligent of what is profitable, but desirous of what is good and honest. Now those that think craft to be cunning, and vanity or closeness to be wisdom, have reason to think those that over a glass of wine plainly and ingenuously deliver their opinions to be fools. But on the contrary, the ancients called the God the Freer and Loosener, and thought him considerable in divination; not, as Euripides says, because he makes men raging mad, but because he looseth and frees the soul from all base distrustfull fear, and puts them in a condition to speak truth fully and freely to one another.