Plutarch · Table Talk (Quaestiones convivales) Συμποσιακά (Συμποσιακῶν προβλημάτων βιβλία)

Plutarch, Table Talk (Quaestiones convivales) 7.0.1–7.1.3: Book 7, Preface and Question 1: the best sauce is a friend; does drink pass through the lungs?

The preface says that the best sauce at a feast is a pleasant friend who shares instructive talk. In Question 1, at a summer entertainment, the physician Nicias attacks the claim, quoted from Plato, that the lungs take part of the drink. A defender of Plato answers with Homer, who has the Cyclops vomit wine, and with other authorities for the view that drink passes by way of the lungs.

Sections 7.0.1–7.1.3 · 1724 words · click a number to copy its link

χαρίεντος ἀνδρός, ὦ Σόσσιε Σενεκίων, καὶ φιλανθρώπου λόγον ἔχουσι Ῥωμαῖοι διὰ στόματος, ὅστις ἦν ὁ εἰπών, ἐπεὶ μόνος ἐδείπνησε, βεβρωκέναι, μὴ δεδειπνηκέναι σήμερον· ὡς τοῦ δείπνου κοινωνίαν καὶ φιλοφροσύνην ἐφηδύνουσαν ἀεὶ ποθοῦντος. Εὔηνος μὲν γὰρ ἔλεγε τὸ πῦρ ἥδιστον εἶναι ἡδυσμάτων, καὶ τὸν ἅλα θεῖον Ὅμηρος οἱ δὲ πολλοὶ χάριτας καλοῦσιν, ὅτι ἐπὶ τὰ πλεῖστα μιγνύμενος εὐάρμοστα τῇ γεύσει καὶ προσφιλῆ ποιεῖ καὶ κεχαρισμένα· δείπνου δὲ καὶ τραπέζης θειότατον ὡς ἀληθῶς ἥδυσμα φίλος ἐστὶ παρὼν καὶ συνήθης καὶ γνώριμος οὐ τῷ συνεσθίειν καὶ συμπίνειν, ἀλλʼ ὅτι λόγου μεταλαμβάνει καὶ μεταδίδωσιν, ἄν γε δὴ χρήσιμον ἐνῇ τι καὶ πιθανὸν καὶ οἰκεῖον τοῖς λεγομένοις· ἐπεὶ τούς γε πολλοὺς αἱ παρʼ οἶνον ἀδολεσχίαι ληροῦντας ἐμβάλλουσι πρὸς τὰ πάθη καὶ προσδιαστρέφουσιν. ὅθεν ἄξιόν ἐστι μηδὲν ἧττον λόγους ἢ φίλους δεδοκιμασμένους παραλαμβάνειν ἐπὶ τὰ δεῖπνα, τοὐναντίον ἢ Λακεδαιμόνιοι φρονοῦντας καὶ λέγοντας· ἐκεῖνοι μὲν γάρ, ὅταν νέον ἢ ξένον εἰς τὸ φιδίτιον παραλάβωσι, τὰς θυρίδας δείξαντες ταύτῃ φασὶν οὐκ ἐξέρχεται λόγος· ἡμεῖς, δʼ ἑαυτοὺς χρῆσθαι λόγοις συνεθίζομεν, ὧν πᾶσὶν ἐστι καὶ πρὸς πάντας ἐξαγωγή, διὰ τὰς ὑποθέσεις μηδὲν ἀκόλαστον μηδὲ βλάσφημον μηδὲ κακόηθες ἐχούσας μηδʼ ἀνελεύθερον. ἔξεστι δὲ κρίνειν τοῖς παραδείγμασιν, ὧν τὴν ἑβδόμην δεκάδα τουτὶ περιέχει τὸ βιβλίον.

THE Romans, Sossius Senecio, remember a pretty saying of a pleasant man and good companion, who supping alone said that he had eaten to-day, but not supped; as if a supper always wanted company and agreement to make it palatable and pleasing. Evenus said that fire was the sweetest of all sauces in the world. And Homer calls salt θεῖον, divine; and most call it χάριτας, graces, because, mixed with most part of our food, it makes it palatable and agreeable to the taste. Now indeed the best and most divine sauce that can be at an entertainment or a supper is a familiar and pleasant friend; not because he eats and drinks with a man, but because he participates of and communicates discourse, especially if the talk be profitable, pertinent, and instructive. For commonly loose talk over a glass of wine raiseth passions and spoils company, and therefore it is fit that we should be as critical in examining what discourses as what friends are fit to be admitted to a supper; not following either the saying or opinion of the Spartans, who, when they entertained any young man or a stranger in their public halls, showed him the door, with these words, No discourse goes out this way. What we use to talk of may be freely disclosed to everybody, because we have nothing in our discourses that tends to looseness, debauchery, debasing of ourselves, or back-biting others. Judge by the examples, of which this seventh book contains ten.

εἰσῆλθέ τινι τῶν συμποτῶν ὥρᾳ θέρους τουτὶ τὸ πρόχειρον ἅπασιν ἀναφθέγξασθαι τέγγε πλεύμονας οἴνῳ· τὸ γὰρ ἄστρον περιτέλλεται· καὶ Νικίας ὁ Νικοπολίτης ἰατρὸς οὐδὲν ἔφη θαυμαστόν, εἰ ποιητικὸς ἀνὴρ Ἀλκαῖος ἠγνόησεν ὃ καὶ Πλάτων ὁ φιλόσοφος. καίτοι τὸν μὲν Ἀλκαῖον ἁμωσγέπως εὐπορήσειν βοηθείας, ἀπολαύειν ἰκμάδος τὸν πλεύμονα, γειτνιῶντα τῷ στομάχῳ, καὶ διὰ τοῦτο τέγγεσθαι πιθανόν ἐστιν· ὁ δὲ φιλόσοφος οὑτωσὶ σαφῶς ἔφη γράψας διεξιέναι τὰ ποτὰ διὰ τοῦ πλεύμονος οὐδὲ τοῖς προθυμοτάτοις ἀμύνειν ἐπιχείρησιν ὑπὲρ αὑτοῦ πιθανὴν ἀπολέλοιπε. τὸ γὰρ ἀγνόημα μέγα. πρῶτον μέν, ὅτι τῆς ὑγρᾶς τροφῆς πρὸς τὴν ξηρὰν ἀναγκαίαν ἐχούσης τὴν ἀνάμιξιν, εἰκός ἐστι ταὐτὸν ἀμφοτέραις ἀγγεῖον ὑποκεῖσθαι τὸν στόμαχον εἰς τὴν κάτω κοιλίαν ἐκδιδόντα μαλακὸν καὶ διάβροχον τὸ σιτίον· ἔπειτα, τοῦ πλεύμονος λείου καὶ πυκνοῦ παντάπασι γεγονότος, πῶς τὸ σὺν κυκεῶνι πινόμενον ἄλφιτον διέξεισι καὶ οὐκ ἐνίσχεται; τουτὶ γὰρ Ἐρασίστρατος ὀρθῶς πρὸς αὐτὸν ἠπόρησε. καὶ μὴν ἐπί γε τῶν πλείστων τοῦ σώματος μορίων τὸ οὗ ἕνεκα τῷ λόγῳ μετιὼν, καὶ πρὸς ἣν ἕκαστον ἡ φύσις χρείαν πεποίηκε βουλόμενος, ὥσπερ καὶ προσήκει τῷ φιλοσόφῳ, φρονεῖν, οὐκ εὖ παρίησι τὸ τῆς ἐπιγλωττίδος ἔργον, ἐπὶ τούτῳ τεταγμένον, ὅπως ἐν τῇ καταπόσει τῆς τροφῆς τὴν ἀρτηρίαν πιέζουσα κωλύῃ παρεμπεσεῖν ὁτιοῦν εἰς τὸν πλεύμονα· δεινὰς γὰρ ὑπὸ βηχὸς· ἴσχει τραχύτητας καὶ χαράξεις, ὅταν παρολίσθῃ, φερομένου τοῦ πνεύματος· ἡ δὲ μέταυλος αὕτη κλίσιν ἐπʼ ἀμφότερα λαμβάνουσα, φθεγγομένων μέν, ἐπιπίπτει τῷ στομάχῳ· σιτουμένων δὲ καὶ πινόντων, τῇ ἀρτηρίᾳ, καθαρὸν τῷ πνεύματι τὸν δρόμον φυλάττουσα καὶ τὴν ἀναπνοήν. ἔτι τοίνυν ἔφη καὶ τοὺς ἀτρέμα πίνοντας ἴσμεν τὰς κοιλίας ὑγροτέρας ἴσχοντας τῶν ἄθρουν ἐφελκομένων τὸ ὑγρόν· ὠθεῖ γὰρ εὐθὺς εἰς κύστιν ὑπὸ ῥύμης διεξιόν· ἐκείνως δὲ μᾶλλον ἐνδιατρίβει τοῖς σιτίοις καὶ μαλάσσει, ὥστʼ ἀναμίγνυσθαι καὶ παραμένειν. οὐκ ἂν δὲ ταῦτα συνέβαινε διακρινομένων εὐθὺς ἐν τῇ καταπόσει τῶν ὑγρῶν ἀλλʼ οὐ συμπλεκομένων ἡμῶν ἅμα καὶ συμπαραπεμπόντων τὸ σιτίον, οἷον ὀχήματι τῷ ὑγρῷ χρώμενον, ὡς ἔλεγεν Ἐρασίστρατοσ.

AT a summer entertainment, one of the company pronounced that common verse, Now drench thy lungs with wine, the Dog appears. And Nicias of Nicopolis, a physician, presently subjoined: It is no wonder that Alcaeus, a poet, should be ignorant of that of which Plato the philosopher was. Though Alcaeus may be defended; for it is probable that the lungs, lying near the stomach, may participate of the steam of the liquor, and be drenched with it. But the philosopher, expressly delivering that most part of our drink passeth through the lungs, hath precluded all ways of excuse to those that would be willing to defend him. For it is a very great and complicated ignorance; for first, it being necessary that our liquid and dry food should be mixed, it is very probable that the stomach is the vessel for them both, which throws out the dry food after it is grown soft and moist into the guts. Besides, the lungs being a dense and compacted body, how is it possible that, when we sup gruel or the like, the thicker parts should pass through them? And this was the objection which Erasistratus rationally made against Plato. Besides, when he considered for what end every part of the body was made, and what use Nature designed in their contrivance, it was easy to perceive that the epiglottis was framed on purpose that when we drink the wind-pipe should be shut, and nothing be suffered to fall upon the lungs. For if any thing by chance gets down that way, we are troubled with retching and coughing till it is thrown up again. And this epiglottis being framed so that it may fall on either side, whilst we speak it shuts the weasand, but when we eat or drink it falls upon the wind-pipe, and so secures the passage for our breath. Besides, we know that those who drink by little and little are looser than those who drink greedily and large draughts; for in the latter the very force drives it into their bladders, but in the former it stays, and by its stay is mixed with and moistens the meat thoroughly. Now this could not be, if in the very drinking the liquid was separated from the food; but the effect follows, because we mix and convey them both together, using (as Erasistratus phraseth it) the liquid as a vehicle for the dry.

τοιαῦτα τοῦ Νικίου διεξιόντος, ὁ γραμματικὸς πρωτογένης ἔφη συνεωρακέναι πρῶτον Ὅμηρον, ὅτι τῆς μὲν τροφῆς ὁ στόμαχος ἀγγεῖόν ἐστι, τοῦ δὲ πνεύματος ὁ βρόγχος, ὃν ἀσφάραγον ἐκάλουν οἱ παλαιοί· διὸ καὶ τοὺς μεγαλοφώνους ἐρισφαράγους ἐπονομάζειν εἰώθασιν· εἰπὼν οὖν ὅτι τοῦ Ἕκτορος ὁ Ἀχιλλεὺς ἤλασε λευκανίην, ἵνα τε ψυχῆς ὤκιστος ὄλεθρος· / οὐδʼ ἄρʼ ἀπʼ ἀσφάραγον μελίη τάμε χαλκοβάρεια, / ὄφρα τί μιν προτιείποι ἀμειβόμενος ἐπέεσσιν. / ὡς τὸν ἀσφάραγον ὄντα φωνῆς ἴδιον ὀχετὸν καὶ πνεύματος, τὴν δὲ λευκανίην· ἐσέθηκα.

Nicias having done, Protogenes the grammarian subjoined, that Homer was the first that observed the stomach was the vessel of the food, and the windpipe (which the ancients called ἀσφάραγον) of the breath, and upon the same account they called those who had loud voices ἐρισφαράγους And when he describes how Achilles killed Hector, he says, He pierced his weasand, where death enters soon; and adds, But not his windpipe, so that he could speak,

taking the windpipe for the proper passage of the voice and breath....

γενομένης οὖν ἐπὶ τῷ λόγῳ σιωπῆς, ὁ Φλῶρος εἶπεν οὕτωςὑφησόμεθα τοῦ Πλάτωνος ἐρήμην ὀφλισκάνοντος;οὐχ ἡμεῖς γʼ ἔφην ἐγώ· προησόμεθα γὰρ ἅμα τῷ Πλάτωνι καὶ τὸν Ὅμηρον, ὃς τοσοῦτον ἀποδεῖ τοῦ τὸ ὑγρὸν ἀπελαύνειν καὶ ἀποστρέφειν τῆς ἀρτηρίας, ὥστε καὶ τὸ σιτίον ὁμοῦ συνεκβαλεῖν ἐνταῦθα. φάρυγος ʽ γάρ φησινʼ ἐξέσσυτο οἶνος, / ψωμοὶ τʼ ἀνδρόμεοι· / χωρὶς εἰ μὴ τὸν Κύκλωπα φήσει τις ὥσπερ ὀφθαλμὸν σχεῖν ἕνα καὶ πόρον τροφῆς καὶ φωνῆς τὸν αὐτόν· ἢ τὸν φάρυγγα φήσει στόμαχον εἰρῆσθαι καὶ μὴ βρόγχον, ὥσπερ ὑπὸ πάντων καὶ πάλαι καὶ νῦν ὠνόμασται. ταῦτα δʼ οὐκ ἀπορίᾳ μαρτύρων, ἀλλʼ ὑπὸ τῆς ἀληθείας ἐπηγαγόμην ἐπεὶ μάρτυρὲς γε τῷ Πλάτωνι πολλοί τε κἀγαθοὶ πάρεισιν. Εὔπολιν μὲν γάρ, εἰ βούλει, πάρες ἐν Κόλαξιν εἰπόντα πίνειν γὰρ ὁ Πρωταγόρας ἐκέλευσʼ, ἵνα / πρὸ τοῦ κυνὸς τὸν πλεύμονʼ ἔκκλυστον φορῇ· / πάρες δὲ καὶ τὸν κομψὸν Ἐρατοσθένην λέγοντα καὶ βαθὺν ἀκρήτῳ πνεύμονα τεγγόμενος· Εὐριπίδης δὲ σαφῶς δήπου λέγων οἶνος περάσας πλευμόνων διαρροάς δῆλός ἐστιν Ἐρασιστράτου βλέπων τι ὀξύτερον· εἶδε γὰρ ὅτι σήραγγας ὁ πλεύμων ἔχει καὶ πόροις κατατέτρηται , διʼ ὧν τὸ ὑγρὸν διίησιν. οὐ γὰρ τὸ πνεῦμα πόρων ἐδεῖτο πρὸς τὴν ἐξαγωγήν, ἀλλʼ ἕνεκα τῶν ὑγρῶν καὶ τῶν τοῖς ὑγροῖς συμπαρολισθαινόντων γέγονεν ἠθμοειδὴς καὶ πολύπορος. καὶ οὐδὲν ἧττον, ὦ μακάριε, τῷ πλεύμονι προσῆκόν ἐστιν ἢ τῷ στομάχῳ συνεκδιδόναι τὸ ἄλφιτον καὶ τὸ κρίμνον οὐδὲ γὰρ ὁ στόμαχος ἡμῶν λεῖος, ὥς τινες, οὐδʼ ὀλισθηρός, ἀλλʼ ἔχει τραχύτητας, αἷς εἰκός ἐστι τὰ λεπτὰ καὶ μικρὰ περιπίπτοντα καὶ προσισχόμενα διαφεύγειν τὴν κατάποσιν. ἀλλʼ οὔτε τοῦτο λέγειν οὔτʼ ἐκεῖνο καλῶς ἔχον ἐστίν· ἡ γὰρ φύσις οὐκ ἐφικτὸν ἔχει τῷ λόγῳ τὸ περὶ τὰς ἐνεργείας εὐμήχανον· οὐδʼ ἔστι τῶν ὀργάνων αὐτῆς τὴν ἀκρίβειαν οἷς χρῆται λέγω δὲ τὸ πνεῦμα καὶ τὸ θερμόν ἀξίως διελθεῖν. ἔτι δὴ τῶν μαρτύρων τῷ Πλάτωνι προσκαλοῦμαι Φιλιστίωνά τε τὸν Λοκρόν, εὖ μάλα παλαιὸν ἄνδρα καὶ λαμπρὸν ἀπὸ τῆς τέχνης ὑμῶν γενόμενον; καὶ Ἱπποκράτη καὶ Διώξιππον τὸν Ἱπποκράτειον οὗτοι γὰρ οὐχ ἑτέραν ὁδόν, ἀλλʼ ἣν Πλάτων, ὑφηγοῦνται τοῦ πώματος. ἥ γε μὴν πολυτίμητος ἐπιγλωττὶς οὐκ ἔλαθε τὸν Διώξιππον, ἀλλὰ περὶ ταύτην φησὶ τὸ ὑγρὸν ἐν τῇ καταπόσει διακρινόμενον εἰς τὴν ἀρτηρίαν ἐπιρρεῖν, τὸ δὲ σιτίον εἰς τὸν στόμαχον ἐπικυλινδεῖσθαι καὶ τῇ μὲν ἀρτηρίᾳ τῶν ἐδωδίμων μηδὲν παρεμπίπτειν, τὸν δὲ στόμαχον ἅμα τῇ ξηρᾷ τροφῇ καὶ τῆς ὑγρᾶς ἀναμιγνύμενόν τι μέρος ὑποδέχεσθαι, πιθανὸν γάρ ἐστι τὴν μὲν ἐπιγλωττίδα τῆς ἀρτηρίας προκεῖσθαι διάφραγμα καὶ ταμιεῖον, ὅπως ἀτρέμα καὶ κατʼ ὀλίγον διηθῆται τὸ ποτόν, ἀλλὰ μὴ ταχὺ μηδʼ ἄθρουν ἐπιρρακτὸν ἀποβιάζηται τὸ πνεῦμα καὶ διαταράττῃ. διὸ τοῖς ὄρνισιν οὐ γέγονεν ἐπιγλωσσὶς οὐδʼ ἔστιν· οὐδὲ γὰρ σπῶντες οὐδὲ λάπτοντες, ἀλλὰ κάπτοντες καὶ κατʼ ὀλίγον διιέντες τὸ ποτὸν ἡσυχῆ τὴν ἀρτηρίαν διαίνουσι καὶ τέγγουσι. μαρτύρων μὲν οὖν ἅλις. ὁ δὲ λόγος τῷ Πλάτωνι πρῶτον ἐκ τῆς αἰσθήσεως ἔχει τὴν πίστιν. τῆς γὰρ ἀρτηρίας τρωθείσης, οὐ καταπίνεται τὸ ὑγρόν, ἀλλʼ ὥσπερ ὀχετοῦ διακοπέντος, ἐκπῖπτον ἔξω καὶ ἀποκρουνίζον ὁρᾶται, καίπερ ὑγιοῦς καὶ ἀκεραίου τοῦ στομάχου μένοντος. ἔπειτα πάντες ἴσμεν, ὅτι τοῖς περιπλευμονικοῖς πάθεσι δίψος ἕπεται περιφλεγέστατον ὑπὸ ξηρότητος ἢ θερμότητος, ἤ τινος ἄλλης αἰτίας ἅμα τῇ φλεγμονῇ τὴν ὄρεξιν ἐμποιούσης· ὃ δὲ τούτου μεῖζόν ἐστι τεκμήριον, ὅσοις πλεύμων οὐκ ἐμπέφυκε τῶν ζῴων ἢ σφόδρα μικρὸς ἐμπέφυκε, ταῦτʼ οὐ δεῖται ποτοῦ τὸ παράπαν οὐδʼ ὀρέγεται, διὰ τὸ τῶν μορίων ἑκάστῳ σύμφυτον ὑπάρχειν τὴν πρὸς τοὔργον ἐπιθυμίαν· οἷς δʼ οὐκ ἔστι μόρια, μηδὲ χρείαν παρεῖναι μηδὲ προθυμίαν τῆς διʼ αὐτῶν ἐνεργείας. ὅλως δὲ δόξει μάτην ἡ κύστις γεγονέναι τοῖς ἔχουσιν· εἰ γὰρ ὁ στόμαχος ἅμα τῷ σιτίῳ τὸ ποτὸν ἀναλαμβάνει καὶ τῇ κοιλίᾳ παραδίδωσιν, οὐθὲν ἰδίου πόρου δεῖται τὸ περίττωμα τῆς ὑγρᾶς τροφῆς, ἀλλʼ εἷς ἀρκεῖ καὶ κοινὸς ὥσπερ εὐδιαῖος ἀμφοτέροις εἰς ταὐτὸ διὰ ταὐτοῦ συνεισκομιζομένοις· νῦν δὲ χωρὶς μὲν ἡ κύστις γέγονε, χωρὶς δὲ τὸ ἔντερον· ὅτι τὸ μὲν ἐκ τοῦ πλεύμονος βαδίζει, τὸ δʼ ἐκ τοῦ στομάχου, διακρινόμενον εὐθὺς · περὶ τὴν κατάποσιν. ὅθεν οὐδʼ ἐπιφαίνεται τῷ ὑγρῷ τοῦ ξηροῦ περιττώματος οὐδέν, οὔτε χρόᾳ προσεοικὸς οὔτʼ ὀσμῇ τὸ παράπαν καίτοι φύσιν εἶχεν ἀναμιγνύμενον ἐν τῇ κοιλίᾳ καὶ ἀναδευόμενον ἀναπίμπλασθαι τῶν ἐκείνου ποιοτήτων καὶ μὴ καθαρὸν οὕτως ἀπηθεῖσθαι καὶ ἄχραντον. ἀλλʼ οὐδὲ λίθος ἐν κοιλίᾳ πώποτε συνέστη· καίτοι λόγον εἶχε μηδὲν ἧττον ἢ ἐν κύστει συνίστασθαι καὶ πήγνυσθαι τὸ ὑγρόν, εἴπερ εἰς κοιλίαν ἐχώρει διὰ στομάχου πᾶν τὸ πινόμενον. ἀλλʼ ἔοικεν ὁ μὲν στόμαχος ἐκ τῆς ἀρτηρίας εὐθὺς ἕλκων τοῦ παροδεύοντος ὑγροῦ τὸ ἱκανὸν καὶ τὸ μέτριον ἀποχρῆσθαι πρὸς μάλαξιν καὶ χύλωσιν τῆς τροφῆς, διὸ μηδὲν ὑγροῦ περίττωμα ποιεῖν· ὁ δὲ πλεύμων ὡσπερεὶ τὸ πνεῦμα καὶ τὸ ὑγρὸν ἐξ αὑτοῦ διανέμων τοῖς δεομένοις τὸ λοιπὸν ἐκκρίνειν εἰς τὴν κύστιν. εἰκότα γὰρ μακρῷ ταῦτα μᾶλλον ἐκείνων. τὸ δʼ ἀληθὲς ἴσως ἄληπτον ἔν γε τούτοις, καὶ οὐκ ἔδει πρὸς φιλόσοφον δόξῃ τε καὶ δυνάμει πρῶτον οὕτως ἀπαυθαδίσασθαι περὶ πράγματος ἀδήλου καὶ τοσαύτην ἀντιλογίαν ἔχοντος.

Upon this, all being silent, Florus began thus: What, shall we tamely suffer Plato to be run down? By no means, said I, for if we desert him, Homer must be in the same condition, for he is so far from denying the windpipe to be the passage for our drink, that the dry food, in his opinion, goes the same way. For these are his words: From his gullet flowed / The clotted wine and undigested flesh. / Unless perchance you will say that the Cyclops, as he had but one eye, so had but one passage for his food and voice; or would have φάρυγξ to signify weasand, not windpipe, as both all the ancients and moderns use it. I produce this because it is really his meaning, not because I want other testimonies, for Plato hath store of learned and sufficient men to join with him. For not to mention Eupolis, who in his play called the Flatterers says, Protagoras bids us drink a lusty bowl, / That when the Dog appears our lungs may still be moist; / or elegant Eratosthenes, who says, And having drenched his lungs with purest wine; even Euripides, somewhere expressly saying, The wine passed through the hollows of the lungs, shows that he saw better and clearer than Erasistratus. For he saw that the lungs have cavities and pores, through which the liquids pass. For the breath in expiration hath no need of pores, but that the liquids and those things which pass with them might go through, it is made like a strainer and full of pores. Besides, sir, as to the influence of gruel which you proposed, the lungs can discharge themselves of the thicker parts together with the thin, as well as the stomach. For our stomach is not, as some fancy, smooth and slippery, but full of asperities, in which it is probable that the thin and small particles are lodged, and so not taken quite down. But neither this nor the other can we positively affirm; for the curious contrivance of Nature in her operations is too hard to be explained; nor can we be particularly exact upon those instruments (I mean the spirit and the heat) which she makes use of in her works. But besides those we have mentioned to confirm Plato’s opinion, let us produce Philistion of Locri, a very ancient and famous physician, and Hippocrates too, with his pupil Dioxippus; for they thought of no other passage but that which Plato mentions. Dioxippus knew very well that precious talk of the epiglottis, but says, that when we feed, the moist parts are about that separated from the dry, and the first are carried down the windpipe, the other down the weasand; and that the windpipe receives no parts of the food, but the stomach, together with the dry parts, receives some portion of the liquids. And this is probable, for the epiglottis lies over the windpipe, as a fence and strainer, that the drink may get in by little and little, lest descending in a large full stream, it stop the breath and endanger the life. And therefore birds have no epiglottis, because they do not sup or lap when they drink, but take up a little in their beak, and let it run gently down their windpipe.

These testimonies I think are enough; and reason confirms Plato’s opinion by arguments drawn first from sense. For when the windpipe is wounded, no drink will go down; but as if the pipe were broken it runs out, though the weasand be whole and unhurt. And all know that in the inflammation of the lungs the patient is troubled with extreme thirst; the heat or dryness or some other cause, together with the inflammation, making the appetite intense. But a stronger evidence than all these follows. Those creatures that have very small lungs, or none at all, neither want nor desire drink, because to some parts there belongs a natural appetite to drink, and those that want those parts have no need to drink, nor any appetite to be supplied by it. But more, the bladder would seem unnecessary; for, if the weasand receives both meat and drink and conveys it to the belly, the superfluous parts of the liquids would not want a proper passage, one common one would suffice as a canal for both that were conveyed to the same vessel by the same passage. But now the bladder is distinct from the guts, because the drink goes from the lungs, and the meat from the stomach; they being separated as we take them down. And this is the reason that in our water nothing can be found that either in smell or color resembles dry food. But if the drink were mixed with the dry meat in the belly, it must be impregnant with its qualities, and not come forth so simple and untinged. Besides, a stone is never found in the stomach, though it is likely that the moisture should be coagulated there as well as in the bladder, if all the liquor were conveyed through the weasand into the belly. But it is probable that the weasand robs the windpipe of a sufficient quantity of liquor as it is going down, and useth it to soften and concoct the meat. And therefore its excrement is never purely liquid; and the lungs, disposing of the moisture, as of the breath, to all the parts that want it, deposit the superfluous position in the bladder. And I am sure that this is a much more probable opinion than the other. But which is the truth cannot perhaps be discovered, and therefore it is not fit so peremptorily to find fault with the most acute and most famed philosopher, especially when the matter is so obscure, and the Platonists can produce such considerable reasons for their opinion.

English translation by Thomas Creech (1874). Original text: William W. Goodwin (ed.), Plutarch's Morals, translated from the Greek by several hands, vol. 3, Boston: Little, Brown and Company; Cambridge: Press of John Wilson and Son, 1874 (Greek text: Gregorius N. Bernardakis, Plutarchi Chaeronensis Moralia, vol. 4, Leipzig: Teubner, 1892, as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.

Table Talk 7.0.1–7.1.3: Book 7, Preface and Question 1